Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ 630 ΠΑΤΕΡΩΝ ΤΗΣ Δ΄ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ (2016)

 

17 ΙΟΥΛΙΟΥ 2016

ν γίων 630 θεοφόρων πατέρων τς ν Χαλκηδόνι

Δʹ Οκουμενικς  Συνόδου (451),

+Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.

Ηχος γ΄, ωθινν δ΄.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος γ’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος γ’

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

ἦχος πλ. δ’

περδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι.

ὁ α’ χορὸς

Δόξα Πατρί… …. Ἦχος δ’

ἀμνάς σου Ἰησοῦ κράζει μεγάλῃ τῇ φωνή· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ’ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον  ὁ αὐτὸς

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος… 

ΚΑΘΙΣΜΑΤΑ  

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος γ´

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις. Ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

ὁ β’ χορός

Δόξα Πατρί…

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ’ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον, ὁ αὐτὸς

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα

ὁ β’ χορός

Ἦχος γ’

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾅδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με, διὸ καὶ οὓς κατέχω κραυγάζουσι΄ Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

ὁ α’ χορός

Δόξα Πατρί

Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόῤῥητον Μυστήριον΄ σήμερον γὰρ θάνατος, καὶ ὁ ᾅδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται, διὸ καὶ εὐχαρίστως κραυγάζομεν. Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι, διὸ καὶ εὐχαρίστως βοῶμέν σοι. Χαῖρε ἡ Κεχαριτωμένη.

 

ὁ α’ χορός

Ἦχος πλ. α’

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις΄ Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἒδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι ηὐλόγηται…

Ἡ Ὑπακοὴ  Ἦχος γ’

κπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε. Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα΄ τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κἀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.

ὁ β’ χορός

ν τῷ νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.

Ἀντίφωνον Β’

ὁ β’ χορός

ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

ὁ α’ χορός

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτέ εἰσι.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία, οὐσιοῖ πᾶσαν γὰρ κτίσιν, αὐτῷ λατρεύσωμεν΄ Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν.

ὁ β’ χορός

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

γίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει, σὺν Πατρὶ γάρ,

ὁ β’ χορός

… ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

ὁ α’ χορός

Προκείμενον

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

ὁ β’ χορός

Εἴπατε ἐν τοῖς ἔθνεσιν…..

ὁ α’ χορός

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Εἴπατε ἐν τοῖς ἔθνεσιν,..

ὁ β’ χορός

…. τις οὐ σαλευθήσεται.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ Δ’  (ΛΟΥΚΑ 24,1-12)

Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ΄ καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ Ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις΄ ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς΄ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος

ᾠδὴ α’

ὁ α’ χορὸς

Ἦχος γ’ – Ὁ Εἱρμὸς

τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη, παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

ληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν, ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ’ ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

Τῶν Πατέρων 

ᾠδὴ α’
ὁ α’ χορὸς

Ἦχος α’ – Σοῦ ἡ τροπαιοῦχος

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Πλάνης καθαιρέτας δεξιούς, νῦν ἀνυμνῆσαι προθέμενος Δέσποτα, χάριν τὴν σὴν ἄνωθεν, τὴν πανσθενῆ καλῶ καὶ τὴν ἐνέργειαν, δεξιὰ γὰρ ὄντως, σὺ τοῦ Πατρὸς τε καὶ δύναμις.

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λόγοις Προφητῶν τῶν Ἱερῶν, Εὐαγγελίων τε νόμοις ἑπόμενοι, τοῦ Θεοῦ τὸ ἄγνωστον, καὶ τὸ γνωστὸν σαφῶς ἡμᾶς ἐδίδαξαν, οἱ σοφοὶ Πατέρες, τῆς πλάνης πάντας ῥυσάμενοι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

νωθεν χορὸς προφητικός, καί, Ἀποστόλων ὁ θεῖος κατάλογος, ἕνα τρισυπόστατον, Θεὸν τρανῶς καὶ πανσθενῆ ἐδίδαξαν, ὃν σεπτοὶ Πατέρες, σαφῶς ἡμῖν ἐξεκάλυψαν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φῶς τὸ τριλαμπὲς θεουργικῶς, ἐν τῇ γαστρί σου χωρήσασα Δέσποινα, τὰς καρδίας φώτισον, ὡς ἀγαθὴ τῶν εὐσεβῶς ὑμνούντων σε, φῶς γὰρ σὺ καὶ δόξα, καὶ σωτηρία αἰώνιος.

Κανὼν πρῶτος τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.

Χριστοῦ Παρθενομάρτυρα νύμφην ᾄσμασι μέλπω.

Ποίημα Θεοφάνους.

ᾨδὴ α’  Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χορεύουσα Mάρτυς περὶ Θεόν, καὶ τῶν λαμπηδόνων, πληρουμένη τῶν παρ’ αὐτοῦ, αἴγλην μοι παράσχου φωτοφόρον, ταῖς  σαῖς πρεσβείαις καλλιπάρθενε.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

εόντων τὸ ἄστατον καὶ φθαρτὸν σοφῇ διανοίᾳ, κεχρημένη Μάρτυς Χριστοῦ, παρεῖδες ἐμφρόνως καὶ δικαίως, κατηξιώθης τῆς ἄνω λαμπρότητος.

ὁ α’ χορός

Δόξα Πατρί…

κέτης προσέρχομαι σοὶ σεμνή, ταῖς σαῖς ἱκεσίαις, τῶν τοῦ βίου με δυσχερῶν, διάσωσον Μάρτυς ἀθληφόρε, καὶ τῶν παθῶν μου κατεύνασον τάραχον.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τὴν τρίβον ὑπέδειξας τῆς ζωῆς, ζωὴν οὐσιώδη συλλαβοῦσα καὶ σαρκικῶς, κυήσασα ταύτην Θεομῆτορ, καὶ τὰ δεσμὰ τοῦ θανάτου διέῤῥηξας.

ᾠδὴ γ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής, εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε, ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος, διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

Τῶν Πατέρων

ὁ α’ χορὸς

Ἦχος α’ – Ὁ μόνος εἰδὼς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πρώτη πηγὴ τῶν ἀγαθῶν, ἡ χάρις ἡ τοῦ Πνεύματος, ὡς ποταμοὺς ὑμᾶς ἀνεστόμωσε, τὴν πλάνην Ἔνδοξοι κατασύροντας, καὶ πιστοὺς ποτίζοντας, εὐσεβείας νάματα, Προφητῶν Ἀποστόλων τὸ κήρυγμα.

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Σέργιον καὶ Πύῤῥον τοὺς δεινούς, προστάτας τῆς αἱρέσεως, Παῦλον καὶ Πέτρον καὶ τὸν Θεόδωρον, γενναίως ἅμα Σοφοὶ καθείλετε, τὴν σεπτὴν στηρίξαντες, Ἐκκλησίαν ἔνδοξοι, Ἀποστόλων Πατέρων τοῖς δόγμασιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

 νάρχου θεότητος τρανῶς, ἐνέργειαν συνάναρχον, οἱ θεοφόροι ἀνακηρύξαντες, κτιστὴν ἐδίδαξαν τὴν ἐνέργειαν, τοῦ κτιστοῦ προσλήμματος, ἐν διπλόῃ φύσεων, Υἱόν ἕνα Χριστὸν καταγγείλαντες.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

δεῖν οἱ ποθοῦντες τὰς αὐγάς, τῆς χάριτος τοῦ Πνεύματος, καὶ τὴν ἀνέσπερον θείαν ἔλλαμψιν, πηγὴ προσδράμωμεν τῇ τῆς χάριτος, τῇ μητρὶ τοῦ κτίσαντος, ἐν αὐτῇ γὰρ ἅπαντα τοῖς πιστοῖς χορηγεῖται τὰ βέλτιστα.

ᾨδὴ γ’

Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐ πῦρ οὐδὲ μάστιγες, οὐδὲ ξίφους ἀκμή, οὐ τυράννων ὠμότητες, οὐδὲ θάνατος, οὐ θηρῶν ἀγριότης, τῆς θείας ἐχώρισεν, ἀγάπης σε Πανόλβιε.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πῆρξας ἄσειστος καὶ ἀσάλευτος, ἐν καιρῷ περιστάσεως, πύργος πανένδοξε, εὐσεβείας κρηπῖδα, θεμένη τῆς πίστεως, ἐν πέτρᾳ Παμμακάριστε.

ὁ α’ χορός

Δόξα Πατρί…

Παρθένος ἐν μάρτυσιν ἐχρημάτισας, ἐν παρθένοις ἀήττητος, Μάρτυς γεγένησαι, τῷ  Χριστῷ νυμφευθεῖσα, διπλοῦν σοι παρέχοντι, τὸν στέφανον πανόλβιε.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

ωσθέντες τῇ χάριτι, Θεοτόκον σε ὁμοφρόνως δοξάζομεν, σάρκα γενόμενον, τὸν τὸ εἶναι τοῖς  πᾶσι· διδοῦντα γὰρ τέτοκας, καὶ κόσμον ἀνεκαίνισας.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

Κοντάκιον 
Ἦχος γ’

ξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.

Ὁ Οἶκος

οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον,  Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

Κοντάκιον  Ἦχος γ’

Ἡ Παρθένος σήμερον

Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Mαρίνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Ὁ Οἶκος

Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Κάθισμα

Ἦχος δ’

ὁ α’ χορὸς

Ταχὺ προκατάλαβε

Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις, διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι

ὁ β’ χορός

                                                      Δόξα.. Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ

Μαρίνα μάρτυς τοῦ Χριστοῦ, ἀνευφημοῦμέν σε πιστοί, ὅτι τὸν τύραννον ἐχθρόν, ἐν τῇ δυνάμει τοῦ Σταυροῦ, ἐν τοῖς ποσὶ κατεπάτησας γενναιοφρόνως, καὶ γέγονας ἡμῖν, ἀνδρεία πίστεως, πᾶσαν τοῦ ἐχθροῦ, πατοῦσα δύναμιν· καὶ οὐρανόθεν ἔλαβες τὸν στέφανον, τῇ κoρυφῇ σου ἀοίδιμε, Χριστὸν δυσώπει, σωθῆναι πάντας, τούς τελοῦντας τὴν μνήμην σου.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Κατεπλάγη, Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς  ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

ᾠδὴ δ’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

θου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας, διὸ σοι κραυγάζομεν, εὐχαριστοῦντες. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι’ ὧν κατειργάσω μοι τὴν σωτηρίαν. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μνήσθητι Χριστέ, ἧς ἐκτήσω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.

ᾠδὴ δ’. Ἦχος α΄

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὄρος σε τῇ χάριτι

Νόμους τοὺς τοῦ Πνεύματος, μελέτην ποιούμενοι, τοὺς πρακτικοὺς νόμους Σοφοί, καταπεμφθέντας πρὸς ὑμᾶς, ἐκ Ῥώμης ἐδέξασθε, καὶ ἀναπτύξαντες φωτὶ τῷ τοῦ Πνεύματος, τὴν Ἔκκλησίαν καλῶς ἐστηρίξατε.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

μνοις καταστέψωμεν, τὴν θείαν ὁμήγυριν, τῶν θεοφόρων οἱ πιστοί, τὸν σαρκωθέντα Λόγον γάρ, Θεόν τε καὶ ἄνθρωπον,  ταῖς ἐνεργείαις ἅμα καὶ τοῖς θελήμασι, τοῖς καταλλήλοις ἡμῖν ἀνεκήρυξαν.

ὁ β’ χορός 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Μέγιστα φυσώμενον, Ὀνώριον πάνσοφοι, ἐπὶ τῷ θρόνῳ καὶ ἀρχή, Ῥώμης ποτὲ τῆς παλαιᾶς, καλῶς κατεστρέψατε, καὶ μετὰ τέλος τοῦτον ἀποκηρύξαντες, ὡς τῆς ἀρχῆς καὶ τοῦ θρόνου ἀνάξιον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Λόγον ἐνυπόστατον, Παρθένε γεννήσασα, Θεοῦ καὶ φῶς ἀληθινόν, τοὺς ὀφθαλμούς μου τῆς ψυχῆς, διάνοιξον δέομαι, καὶ τῆς ἐκεῖθεν αἴγλης μέτοχον ποίησον, σὺ γὰρ μεσίτις αὐτοῦ τε  καὶ πρύτανις. 

ᾨδὴ δ’

Σύ μου ἰσχὺς Κύριε

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεοπρεπής, γέγονεν ὄντως ὁ βίος σου, τοῖς  Ἀγγέλοις, ὤφθη ποθεινότατος, τῶν δὲ δαιμόνων τῇ στρατιᾷ, καὶ τοῖς  ὑπηρέταις, ἐκείνων τῆς ἀγριότητος, ἀπρόσιτος ἐδείχθη· τῷ  Χριστῷ γὰρ ἐβόας, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πὶ τῆς γῆς, ἠγωνισαμένη πανόλβιε, καὶ προσκαίρους, πόνους ὑπομείνασα, ἐν οὐρανοῖς, νῦν  τὰς ἀμοιβάς, παρὰ τοῦ Δεσπότου, κομίζῃ Μάρτυς ἀοίδιμε, ἀπείρους εἰς αἰῶνας, σὺν Ἀγγέλοις βοῶσα, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

  ὁ β’ χορός

Δόξα Πατρί…  

Νῦν  ἐπὶ σοί, χαίρει Παρθένων τὸ καύχημα, νῦν  Μαρτύρων, ὅμιλος εὐφραίνεται, νῦν  καὶ τὸ πλῆθος τῶν εὐσεβῶν, ἐπισυναχθέντες, χορεύουσιν ἀγαλλόμενοι, βοῶντες τῷ  Δεσπότῃ, ἐν φωναῖς ἀσιγήτοις, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Μόνη ἁγνή, καὶ μετὰ τόκον διέμεινας· σὺ γὰρ Λόγον, μόνη ἐνυπόστατον, τὸν τῷ  Πατρί, σύνθρονον Υἱόν, ἐκ σοῦ σαρκωθέντα, γεγέννηκας Θεονύμφευτε, καὶ φέρεις ἐν ἀγκάλαις, τὸν ἀχώρητον πᾶσι, καὶ τὸν πάντων…

ὁ β’ χορός

…… τὸ κράτος κατέχοντα.

ᾠδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐῤῥύσω κατακρίσεως.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.

Τῶν Πατέρων

ᾠδὴ ε’.

ὁ α’ χορὸς 

Ὁ φωτίσας τῇ ἐλλάμψει

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νομοθέτας θεοφόροι Χριστὸς ὑμᾶς ἔδειξεν, ὁδηγοῦντας ὡς Μωσῆς, Ἰσραὴλ νέον ἄριστα, Φαραὼ τὸν ἔχθιστον, βυθῷ δεινῷ τῆς ἀπωλείας, ὥσπερ ἐκεῖνος ποντίσαντας.

ὁ β’ χορός  

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ς καλλίστη καὶ λαμπρὰ τῶν Πατέρων ἡ Σύνοδος, τὸν ἁπλοῦν γάρ, Ἰησοῦν ἐκμαθοῦσα καὶ σύνθετον, ὡς Θεὸν καὶ ἄνθρωπον, διπλᾶς αὐτοῦ τὰς ἐνεργείας, πᾶσι κηρύττει τοῖς πέρασι.

ὁ α’ χορός  

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Δῶρον θεῖον τὰς ἐκ Ῥώμης γραφὰς λογισάμενοι, ἐπ’ ἐκείναις εὐσεβείας τὸν πύργον ἐστήριξαν, οἱ σοφοὶ Διδάσκαλοι, διττὰς Χριστοῦ τὰς ἐνεργείας, ὡς καὶ τάς φύσεις κηρύξαντες.

ὁ β’ χορός  

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

λη Κόρη φωτισμὸς σὺ ὑπάρχεις καὶ ἔλλαμψις, τοῦ ἀδύτου φωτισμοῦ χρηματίσασα τέμενος, διὰ τοῦτο δέομαι, φωτὶ τῷ σῷ Θεογεννῆτορ, ψυχῆς τὰς κόρας μου φώτισον

ᾨδὴ ε’

Ἵνα τί με ἀπώσω

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

θλητῶν ἐν σταδίῳ, δρόμον συντονώτατον κόρη διήνυσας· ὁ γὰρ θεῖος πόθος, τὸ τοῦ θήλεος χαῦνον ἐπτέρωσε, προφανῶς δεικνύων, τὸν λογισμὸν τῶν παθημάτων, αὐτοκράτορα Μάρτυς ὑπάρχοντα.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ανίδες σῶν αἱμάτων, Μάρτυς ἀποστάζουσαι χλαίναν πολύτιμον, καὶ τῆς ἀκηράτου, εὐφροσύνης χιτῶνα ἐξύφαναν, ὄνπερ νῦν  θεόφρον, ἐν οὐρανοῖς ἐνδεδυμένη, νοητῷ σου νυμφίῳ παρίστασαι.

ὁ α’ χορός

Δόξα Πατρί…

Τοῖς  δεσμοῖς τῶν εὐχῶν σου, Κόρη τὸν μεγάλαυχον ὄφιν ἐδέσμευσας, καὶ ὀφρὺν τὴν πρώην, ἐπηρμένην πρὸς γῆν ἐταπείνωσας· ἐκτελεῖν γὰρ οἶδεν, ὡς ἀγαθὸς ὁ παντεπόπτης, τῶν αὐτὸν φοβουμένων τὸ θέλημα.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

υπτομένην ὁρῶντες, τῷ τῆς παρθενίας σου τόκῳ Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, τῆς κατάρας τῆς πρώην δοξάζομεν, τὸν ἐκ σοῦ τεχθέντα, μόνη ἁγνὴ δι’ εὐσπλαγχνίαν, ὃν δυσώπει…

ὁ α’ χορός

…..Παρθένε σωθῆναι ἡμᾶς.

ᾠδὴ ς’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

βυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ’ ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον.

ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

βυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῆ εὐσπλάγχνῳ καθόδῳ σου, σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.

Τῶν Πατέρων 

ᾠδὴ ς’.

ὁ β’ χορός

Σπλάγχνων Ἰωνᾶν

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ξένην καὶ καινήν, σύγχυσιν τῶν φύσεων, Χριστοῦ τὸ δεινὸν ὄντως συνέδριον, ἐξηρεύξαντο, τὰς διττὰς ἐνεργείας συγχέαντες, εἰς ἐνέργειαν τὴν μίαν καὶ ἀλλόκοτον, ἣνπερ ὀρθοδόξων πλήρωμα, Ἱερῶν περιβόλων ἀπήλασεν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

να τὸν δεινόν, ἐκφύγῃ Νεστόριον, δυάδα υἱῶν κακῶς εἰσάγοντα, τὸ συνέδριον, τὸ τῆς πλάνης ἐκ βόθρου εἰς βάραθρον, ἐξωλίσθησε θελήσεων καὶ φύσεων, μάτην δογματίζον σύγχυσιν, ἀλλὰ θείοις Πατράσι διήλεγκται.

ὁ β’ χορός

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

νπερ τῷ Πατρί, Υἱὸν ὁμοούσιον, Πατέρες τὸ πρὶν τρανῶς ἐκήρυξαν, σὺν τῷ Πνεύματι, Διδασκάλων ἐνθέων ὁ σύλλογος, ἐνεργείαις θεϊκαῖς πάντας ἐδίδαξαν, μίαν φυσικὴν γνωρίσαντες, τὴν ἐνέργειαν ἅμα καὶ θέλησιν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Θύρα θεϊκῆς, ἀκτῖνος σὺ Δέσποινα, πηγή τε φωτός, ἀδύτου γέγονας, τὸ γὰρ πλήρωμα, τῆς θεότητος ἃπαν ἐσκήνωσεν, ἀποῤῥήτως ἐν τῇ μήτρᾳ σου πανάμωμε, οὗπερ, φυσικὴν ἐνέργειαν, καὶ τὴν αἴγλην βραβεύεις τοῖς χρῄζουσιν.

ᾨδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πόθετον τῷ  Χριστῷ, ἐφάνης κάλλος καὶ ἄσπιλον, καὶ ὡς πηγὴ διαυγής, καὶ κῆπος πολύκαρπος, Μαρίνα πανένδοξε, καὶ γνησία νύμφη, καὶ Παράδεισος ἀσύλητος.

ὁ α’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεᾶνις πανευπρεπής, ὀπίσω σου ἠκολούθησε, δραμοῦσα πρὸς τὴν ὀσμήν, τῶν μύρων σου Δέσποτα, τὸ ἄχραντον Πάθος σου, διὰ καρτερίας, μιμουμένη τὸ σεβάσμιον.

ὁ β’ χορὸς

Δόξα Πατρί… 

πέμεινας ἀνδρικῶς, ἀγῶνας Μάρτυς πολύαθλε, καὶ τὸν πρὶν φρενοβλαβῶς, μεγάλα καυχώμενον, μετ’ ἤχου ἀπώλεσας, Σταυροῦ τῇ δυνάμει, ὦ Μαρίνα κυριώνυμε.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Μαρία τὸ καθαρόν, καὶ πάνσεπτον ἐνδιαίτημα, τοῦ πάντων Δημιουργοῦ, ψυχῆς καθαρτήρια, παράσχου μοι δάκρυα, καὶ ἐπάκουσόν μου, τῆς δεήσεως πανάμωμε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ  Βασιλεύς…

 Κοντάκιον – Ἦχος πλ. δ’

Αὐτόμελον

Τῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν, ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα Μυστήριον.

Ὁ Οἶκος

ν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἀκούσωμεν βοώσης, ὁ διψῶν ἐρχέσθω πρὸς με καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατὴρ ἐστι τῆς σοφίας, Τοῦτο τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέω ἀντιλογίας, ἀλλ’ ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον, Ἴδετε, ἴδετε, ὅτι αὐτὸς ἐγὼ εἰμι, καὶ οὐκ ἠλλοίωμαι, Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλήν μου ἄλλος οὐκ ἔστιν ὅλως, Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι τῆς εὐσεβείας τὸ μέγα μυστήριον.   

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΙΖ’ τοῦ αὐτοῦ μηνός, Mνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.

Στίχοι

  • Χεὶρ δημίου τέμνει σε Μαρίνα ξίφει,

  • Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει.

  • Ἑβδομάτῃ δεκάτῃ Μαρίνα δειροτομήθη.

   Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Bερονίκης.

   Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου  Εὐφράσιου  ἐπισκόπου  Ἰωνοπόλεως

   Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη  τῆς ἀνακομιδῇς  τοῦ Ἱεροῦ Λειψάνου τοῦ Ὁσίου Λαζάρου τοῦ Γαλησιώτου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς τετάρτης Συνόδου.

Στίχοι

  • Πόλου νοητοῦ ἀστέρες σελασφόροι,

  • Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.

Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον Δ’

ἦχος β’

Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.

ὁ β’ χορὸς

Γυναῖκες ἀκουτίσθητε… ἦχος β’

Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον. Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα, Λόγον δοξάζειν, καὶ τὸ πανάγιον Πνεῦμα. 

ὁ α’ χορός

Ὁ οὐρανὸν τοῖς  ἄστροις ἦχος γ’

Μαρίνα μάρτυς Κυρίου, καὶ καλλιπάρθενε νύμφη, ῥῦσαι λαόν σου καὶ πόλιν, ἐκδυσωποῦσα τὸν Θεόν, ὅπως ῥυσθῶμεν οἱ πάντες, φθορᾶς ὀργῆς καὶ κινδύνων.

ὁ β’ χορός

Θεοτοκίον

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος γ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι’ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῷσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

ὁ α’ χορός

Ἦχος πλ. β’.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὅλην ἀποθέμενοι

λην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατᾳ, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

λην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον. 

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

λην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι.

ΤΗΣ ΑΓΙΑΣ

ὁ β’ χορός

Ἦχος δ’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὡς γενναῖον ἐν Mάρτυσι

Πολυώδυνα βάσανα ὑποστῆναι πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, καὶ τὸν τύραννον ἐχθρόν, ἀθληφόρε πανεύφημε τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι, σὺ κατῄσχυνας Mαρίνα, καὶ τοὺς λαοὺς κατεφώτισας.

 ὁ α’ χορός

 Στίχ. Υπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου

Τὸν ἀρχέκακον δράκοντα, τὸν τὴν Εὔαν γυμνώσαντα, παραβάσει πρότερον, Μάρτυς ἔνδοξε, διὰ Σταυροῦ ἀπενέκρωσας, ἀγῶσι δεσμεύσασα, τοῖς  σεπτοῖς σου εὐσεβῶς, Χριστὸν δύναμιν ἔχουσα, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

 ὁ β’ χορός

Στίχ. ´. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνεν τά διαβήματά μου.

σπερ προῖκα πολύτιμον, τῷ  νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς  θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ πυρός καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένη τῷ τὴν νίκην, οὐρανόθεν σοι παρθένε, θεουργικῶς χορηγήσαντι

α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. δ’

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες, Ὢ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Ἐκκλησίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν..

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν΄ Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

 Δοξολογία Μεγάλη

εἰς ἦχον γ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ ..

ὁ α’ χορός

Καὶ νῦν…. .

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,

ὁ β’ χορός

γιος Ἰσχυρός,

ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος γ’

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος β´.

Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ.  Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

ὁ β’ χορός

Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς..

ὁ α’ χορός

Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς…

ὁ β’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ.  Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον. Ἦχος γ´.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

ὁ β’ χορός

Στίχ.´Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω ….

 

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..

ὁ β’ χορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   

Ἀπολυτίκιον. Ἦχος γ´.

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Ἦχος πλ. δ’

περδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι. 

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος δ’

ἀμνάς σου Ἰησοῦ κράζει μεγάλῃ τῇ φωνή· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ’ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Τοῦ Ναοῦ

Κοντάκιον  Ἦχος β’ 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τρισάγιον  

᾽Απόστολος

 Προκείμενον. Ἦχος πλ. δ΄

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

Τέκνον Τίτε, πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις · μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο, εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος. Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν΄ἀμήν.

λληλούϊα. Ἦχος δ΄

Στίχ.Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Στίχ. Ἔσωσας ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς

 Εὐαγγέλιον (Ματθ. ε´ 14-19).

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.         

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. λληλούϊα

Και

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

 

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα,

 

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

17 ΙΟΥΛ16 ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΘΕΟΦΟΡΩΝ 630 ΠΑΤΕΡΩΝ ΤΗΣ Δ΄ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: