Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ (2016)

12 ΙΟΥΛΙΟΥ 2016

+ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

τι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ.α’

ὁ α’ χορὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, . Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ,’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, . Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

α’ χορς

πολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.

β’ χορς

Δόξα Πατρ

Τῆς ἐνθέου ἀγάπης….

α’ χορς

Κα νν… Θεοτοκίον ατς

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα Ἦχος α΄Τὸν τάφον σου, Σωτήρ

Ζωὴν ἀγγελικήν, ὡς οἱ πάλαι Πατέρες,ἐν Ἄθῳ καὶ Σινᾶ καὶ Στομίῳ διῆλθες,Παΐσιε ὅσιε, καὶ τοὺς πάντας προέτρεψας ἔργοις λόγοις τε καταφρονεῖν τῶν ματαίων, μόνης δὲ ψυχῆς ἐπιμελεῖσθαι ἀπαύστως·ὑπάρχει γὰρ ἀθάνατος.

.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Τὴν θείαν σου λαμπρῶς ἑορτάζοντες μνήμην, κυκλοῦμεν εὐλαβῶς τὸν σὸν πάνσεπτον τάφον, πατὴρ ἡμῶν Παΐσιε, εὐγνωμόνως συμπλέκοντες ἄνθη εὔοσμα τῶν ἱερῶν ἐγκωμίων· ταῦτα πρόσδεξαι καὶ τὰς ἡμῶν ἱκεσίας Θεῷ διαβίβασον.

 

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μαρία, καθαρὸν ὁ Δεσπότης δοχεῖον εὑρών σε ἐπὶ γῆς, οὐρανῶν Πλατυτέραν ἀνέδειξέ σε, Πάναγνε, ἐν γαστρί σου σαρκούμενος· ὅθεν πλάτυνον ἡμῶν τὸ στόμα καὶ πλῆσον σῆς αἰνέσεως, ὅπως τὰ σὰ μεγαλεῖα δοξάζωμεν, Δέσποινα.

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα Ἦχος δ´.

Κατεπλάγη Ἰωσήφ.

Αδιάλειπτος εὐχή, φύσεως βία διαρκής, ὑπομονὴ ἐν πειρασμοῖς, εὐχαριστία ἐν παντὶ ἡ βιοτή σου ὑπῆρξε, θεόφρον Πάτερ· ἔσχες γὰρ ὡς πῦρ ἐν τῇ καρδίᾳ σου φιλοτιμίαν θαυμαστὴν ἐκπηγάζουσαν ἐκ τῆς ἀμέτρου εὐγνώμονος ἀγάπης πρὸς τὸν Δεσπότην καὶ Κύριον, δι᾿ Ὃν καὶ θνῄσκειν σφοδρῶς ἐπόθεις καθ᾿ ἑκάστην ἡμέραν

.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Συμπαθέστατος πατήρ, σύμβουλος ὄντως ἀπλανής, πλανωμένων παιδευτὴς καὶ τῶν πλανώντων ἐλεγκτὴς  γέγονας, Πάτερ, παρέχων ἑνὶ ἑκάστῳ ἴαμα ψυχῆς τὸ προσφορώτερον, μετρῶν ἐν τῷ ζυγῷ τῆς διακρίσεως· ἐκ τῆς θεοσυνέτου σου καρδίας ὁμοῦ γὰρ ἔβλυζον, Ἅγιε, ἡ στοργική σου φιλαδελφία καὶ ἡ φιλεύσπλαγχνος παιδαγωγία.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

 Μεγαλεῖα ἀληθῶς ὁ πάντων Πλάστης καὶ Θεὸς σοὶ ἐποίησεν, Ἁγνή, διὸ ἱκέτευε Αὐτὸν τοῦ μεγαλῦναι τὸ ἔλεος ἐπὶ πάντας, ὅπως ἐν χαρᾷ ἀπαύστως ψάλλωμεν· Ἄξιόν ἐστι μακαρίζειν σε, τὴν Χερουβεὶμ καὶ Σεραφεὶμ ὑπερτέραν, ὡς Μητέρα ὑπάρχουσαν τοῦ ἐν ὑψίστοις Θεοῦ καὶ Κτίστου καὶ Σωτῆρος τοῦ κόσμου.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Κάθισμα Ἦχος γ´. Τὴν ὡραιότητα.

Τὸ πῦρ τοῦ ζήλου σου καὶ τοὺς ἀγῶνάς σου  τίς οἶδεν, Ὅσιε; ἢ τῆς ἀγάπης σου τοὺς ἀειῤῥύτους ποταμοὺς τίς δύναται ἐκμετρῆσαι; καθ᾿ ἡμέραν ἔθνῃσκες, ῥῶσιν δίδων τοῖς κάμνουσιν· εἰ δὲ καὶ ἠδύνασο, τὴν καρδίαν σου ἔδωκας ἄν, μιμούμενος Χριστοῦ τὴν εὐσπλαγχνίαν, τοῦ ὑπὲρ πάντων κενωθέντος.

ὁ β’ χορός

Δόξα…..

Θείαν ἀνάβασιν διατιθέμενος, ἀπὸ τῆς πράξεως, Ὅσιε, ἔφθασας εἰς καθαρότητα ψυχῆς καὶ δύναμιν θεωρίας· ὅθεν ἡμῖν ἔδωκας ἀρετῆς, Πάτερ, κλίμακα, ὡς βαθμίδας ἔχουσαν τοὺς θεοσόφους λόγους σου, δι᾿ ὧν ἀπὸ βυθοῦ ἐμπαθείας εἰς ὕψος ἀπαθείας ἀνερχόμεθα.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τί σε καλέσωμεν, Μῆτερ Ἀνύμφευτε; Ἀγγέλων Δέσποιναν, κόσμου μεσίτριαν, θείων χαρίτων θησαυρόν, ἀλάβαστρον θείου μύρου, βάτον ἀκατάφλεκτον, στάμνον μάννα βαστάζουσαν, κλίμακα μετάγουσαν ἀπὸ γῆς πρὸς οὐράνια, καὶ σκέπην οὐρανῶν πλατυτέραν, σκέπουσαν ἡμᾶς καὶ διασῴζουσαν.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

 · κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

 · κ νεότητός μου ……

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών,

ὁ α’ χορός

Δόξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ’

ὁ α΄ χορὸς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ β’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ α’ χορὸς

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

…..

ὁ α΄ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

…..

Ἐκ τοῦ κατὰ Ματθαῖον

(ια΄ 27 – 30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα Σοι Κύριε, δόξα Σοι.

καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)

ὁ α΄ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος  πλ. β´.

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Δεῦτε, πιστοί, τῆς Παϊσίου τραπέζης ἐνθέως μετάσχωμεν· ἰδοὺ γὰρ ὁ πατὴρ ἡμῶν Παΐσιος ὁ νέος, τοῦ παλαιοῦ ὁμότροπος φανείς, συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν· δεῦτε, ἅπαντες, εὐφρανθῶμεν τοῖς καρποῖς τῶν καμάτων, τοῖς μελιῤῥύτοις λόγοις καὶ τοῖς νάμασι τῶν θαυμάτων αὐτοῦ, ὡς παρόντα δὲ ὁρῶντες τὸν ἡμέτερον προστάτην, αὐτὸν ἱκετεύσωμεν· Ὅσιε Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου

 ᾠδὴ α’ Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

καὶ οἱ δύο Κανόνες τοῦ Ὁσίου

Κανὼν πρῶτος, οὗ ἡ ἀκροστιχίς·

«Παϊσίου ᾄσωμεν τοὺς ὑπὲρ φύσιν ἄθλους».

Ἦχος πλ. δ΄.

ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Πῶς ἐπαξίως ἐν ᾠδαῖς ὑμνήσωμεν, πάτερ Παΐσιε, τὴν ἀσκητικήν σου πολιτείαν, Ὅσιε,

καὶ ποίοις λόγοις ᾄσωμεν τὴν θερμήν σου ἀγάπην τὴν μετὰ πάντων συμπάσχουσαν καὶ παραμυθίαν παρέχουσαν;

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ασκητικῶς ἀπὸ παιδὸς ἐβίωσας ἀγάπῃ θείᾳ φλεχθείς, βίοις δὲ Ἁγίων ἐντρυφῶν ἐσπούδαζες μιμεῖσθαι μετὰ ζέσεως τὰ μεγάλα ἐκείνων καὶ ὑπὲρ φύσιν παλαίσματα καὶ τὴν βιοτὴν τὴν ἰσάγγελον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ιδὼν Χριστὸς πῶς ἀπιστίας κλύδωνα σοφῶς διέφυγες, ἔτι παῖς ὑπάρχων, φιλοτίμῳ πίστει σου, μέσῳ φωτὸς ἐφάνη σοι, ἀσφαλῶς βεβαιῶν σοι ὅτι Αὐτὸς ἡ ἀνάστασις καὶ ζωή ἐστι τοῖς πιστεύουσι.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Σοὶ ἀληθῶς μετὰ Θεὸν ἀνέθηκα πᾶσαν ἐλπίδα, Ἁγνή, καὶ σοὶ ἀνατείνων ὅλην μου τὴν ἔφεσιν, ἀναβοῶ ἐξ ὅλης μου τῆς ψυχῆς καὶ ἰσχύος· Πρὸς σωτηρίαν με ἴθυνον, Μῆτερ τοῦ Θεοῦ, Παναγία μου.

Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς·

«Χαίροις, πάτερ Παΐσιε, παραμυθία πάντων».

Ἦχος δ΄.

ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Χαρμόσυνα ᾄσματα ᾄδομεν σήμερον χαίροντες, Παΐσιε ὅσιε, τῇ θείᾳ μνήμῃ σου, ὡς ἐλάμπρυνας Χριστοῦ τὴν Ἐκκλησίαν τῷ φέγγει τῶν ἄθλων σου καὶ τῶν θαυμάτων σου.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

᾽Αγάλλου καὶ χόρευε, Καππαδοκία, θαυμάζουσα Θεὸς πῶς ἐδόξασε τῇ καθ᾽ ἡμᾶς γενεᾷ ὃν ἐγέννησας, Παΐσιον τὸν νέον, ἐν Ἄθῳ ἀσκήσαντα ζέοντι πνεύματι.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Ιθύνθης στεῤῥότατα πρὸς ἀρετῶν τελειότητα ἐκ πρώτων βημάτων σου, πάτερ Παΐσιε, καὶ ἠγώνισαι ἐν πᾶσι φιλοτίμως, διὸ καὶ ἀπείληφας στέφανον ἄφθαρτον.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ρητόρων οὐδέποτε γλῶσσαι σοφαὶ ἐξισχύσουσι τὸ μέγα μυστήριον ἐξερευνῆσαι, Ἁγνή, πῶς διέμεινας Παρθένος μετὰ τόκον, πῶς Μήτηρ τοῦ Κτίστου σου ἡ δούλη γέγονας.

ᾠδὴ γ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,…

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

 

ᾨδὴ γ΄.

Ὁ στερεώσας κατ᾽ ἀρχάς.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

᾽Ιδοὺ πεπλήρωται σαφῶς ἡ περὶ σοῦ προφητεία τοῦ ἁγίου Ἀρσενίου εἰπόντος ὡς ὁμότροπος αὐτοῦ ὀφθήσῃ, ὦ Παΐσιε· καὶ νῦν ὡς δύο ἄστρα τὴν Ἐκκλησίαν φαιδρύνετε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Oλος πυρίπνους εἰσελθὼν εἰς κοινοβίου παλαίστραν, πῦρ ἐτίθεις τῷ πυρὶ καθ᾿ ἡμέραν, ἐν ἱδρῶσι κοπιῶν καὶ δάκρυσιν εὐχόμενος· ὅθεν ἡ θεία Χάρις σὲ περιέλουσεν ἄνωθεν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Υπερβαλλόντως ὁ σφοδρὸς τῆς ἡσυχίας ὁ πόθος σὲ διήγειρε δραμεῖν πρὸς ἐρήμους·ἔνθα πίνων διαυγῆ τῆς ἀπαθείας νάματα, πηγὴ ἐγένου, Πάτερ, ὕδωρ τὸ ζῶν ἀναβλύζουσα.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Αχραντε Μῆτερ τοῦ Θεοῦ, τῇ σῇ ἀγάπῃ ἐθέλχθη ἡ καρδία τοῦ σεπτοῦ Παϊσίου, ὃς προσπίπτων σοι θερμῶς μετ᾿ εὐλαβείας ἔκραζεν· Ἡδύτερον οὐκ ἔστι σοῦ τῆς Μητρὸς τοῦ Κυρίου μου.

Ἕτερος.

Τοὺς σοὺς ὑμνολόγους.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Oἄσβεστος ζῆλός σου, θεόφρον, ὁ μέγας σου ἔρως πρὸς Χριστὸν ἀπαύστως σε προέτρεπεν ἀναβοᾶν τρανότατα· Ἐμοὶ τὸ ζῆν Χριστός ἐστι καὶ μέγα κέρδος ὁ θάνατος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ισχύϊ Θεοῦ καθωπλισμένος, ἐπ᾽ ὤμων σου ἦρας τὸν σταυρὸν καὶ ἐσταυρώθης, Ὅσιε, τῷ κόσμῳ καὶ τοῖς πάθεσι· διὸ ὁ ἅπας βίος σου Πάσχα Κυρίου ἐγένετο.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Σοφίαν τοῦ κόσμου οὐκ ἐκτήσω, σοφίαν δὲ ὄντως τοῦ Θεοῦ ἐδέξω, θεοδίδακτε, τῇ καθαρᾷ καρδίᾳ σου καὶ ἔγνως τὰ ἀνέκφραστα καὶ ὑπὲρ φύσιν μυστήρια.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Παρθένε πανύμνητε Μαρία, ἡ θεία εἰκών σου θαυμαστῶς εὐφραίνει χείλη, ὄμματα, καρδίαν καὶ διάνοιαν· ἣν πίστει ἀσπαζόμενοι, ἰσχὺν μεγίστην λαμβάνομεν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…

ὁ α’ χορός

Κάθισμα Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον

Γλυκυτάτῳ τῷ βέλει τῆς θεϊκῆς ἀγαπήσεως, Πάτερ, ἐκκεντηθείς, τὸν κόσμον κατέλιπες καὶ μητρὸς σχέσιν ἔῤῥιψας καὶ ἐν ἐρήμῳ ἐκτήσω τὴν θείαν πρὸς ἅπαντας γενικὴν ἀγάπην, ἧς βέλος σε ἔνυττεν, Ὅσιε, ἀπαύστως πρὸς ἀνάπαυσιν πάντων· διὸ ἐκ τοῦ αἵματος σῆς καρδίας ἠλέησας ἀσθενεῖς, κινδυνεύοντας, πενθοῦντας, πλανωμένους, πτωχούς, ἔτι δὲ τεθνεῶσιν ἔδωκας ἀναψυχὴν ταῖς εὐχαῖς σου πρὸς Κύριον.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Υποκύπτων τῷ βάρει τῶν πειρασμῶν καὶ κεντούμενος βέλει τῶν λυπηρῶν, ἐξαίφνης σε εὕρηκα ὀξυτάτην ἀντίληψιν, ὅτι πρὶν εἴπω· Ἅγιε Παΐσιε, πρόφθασον, ἐνώπιόν μου ἔστης, ὦ θαῦμα ἐξαίσιον! τὸν γὰρ στεναγμόν μου τὸν κρυπτὸν οὐ παρεῖδες, οὐδὲ τῆς καρδίας μου τὴν πικρὰν θλῖψιν, Ὅσιε, ἀλλ᾽ ὡς δοῦλος φιλότιμος τοῦ μόνου φιλανθρώπου Θεοῦ ἐπεσκέψω τὴν ἐμὴν ἀσθένειαν, ἰατρείαν παρέχων ἀνέλπιστον.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον ὅμοιον

Oρατῶς τῇ εἰκόνι σου παρεστώς, ὥσπερ ζώσῃ παρίσταμαι νοερῶς καὶ πόθῳ προσπίπτων σοι, εὐλαβείᾳ ἀσπάζομαι τοὺς σοὺς ἀχράντους πόδας, Παντάνασσα Δέσποινα, εὐχαριστίας προσφέρων, ἀνθ᾿ ὧνπερ ἀπήλαυσα, καὶ ἀναβοῶν σοι ἐν καρδίᾳ σκιρτώσῃ· Μαρία, τὸ πάμφωτον τοῦ Δεσπότου παλάτιον σὺ ὑπάρχεις, Πανάχραντε· ὅλος γὰρ κατῴκησεν ἐν σοὶ Θεὸς Λόγος, ἵνα με τὸν ἄνθρωπον κατὰ χάριν θεὸν ἀπεργάσηται. 

ᾠδὴ δ’

ὁ β’ χορὸς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

ὁ α’ χορὸς

Εἰσακήκοα, Κύριε, …

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

ᾨδὴ δ΄.

Σύ μου ἰσχύς, Κύριε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Σὺ ὡς τρυφὴν πᾶσαν οἰόμενος στέρησιν, τὴν νηστείαν ὡς τερπνὴν ἀπόλαυσιν καὶ πᾶσαν ἄσκησιν ὡς χαράν, ἐπενόεις ἄθλους παντοειδεῖς, Πάτερ ὅσιε· ἐνίκα γὰρ τοὺς κόπους ὁ πόθος τοῦ Δεσπότου, Ὃν ἐζήτεις ὡς μόνον παμπόθητον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ω πῶς ἐν γῇ ἔζης, Παμμάκαρ, ὡς ἄγγελος καὶ Ἀγγέλους εἶχες βοηθοῦντάς σοι καὶ τοὺς Ἁγίους συγκοινωνούς! μεθ᾽ ὧν νῦν χορεύων ἐν οὐρανίοις σκηνώμασι, μὴ παύσῃ, δυσωποῦμεν, πρεσβεύων ὑπὲρ πάντων τῶν τιμώντων σε, πάτερ Παΐσιε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Μέσῳ φωτὸς πλήρης γλυκύτητος ὤφθη σοι ὁ Δεσπότης, ὢ μεγίστης χάριτος! ὅθεν ἐβόας ἐξεστηκώς· Πῶς ἐνέπτυσάν Σε, τοιούτῳ κάλλει κοσμούμενον; Χιλίους ἔτι χρόνους εἰ ἔζων ἐν ἀσκήσει, οὐκ ἂν ἤρκουν μοι, Σῶτερ, εὐχαριστῆσαί Σοι.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Εν τῷ Σινᾶ ὤφθης ὡς Μήτηρ φιλόστοργος Παϊσίῳ τῷ θερμῷ ἱκέτῃ σου, ὃς καὶ θαυμάζων τὴν σὴν στοργὴν καὶ τὴν γλυκυτάτην παραμυθίαν σου, ἔλεγε· Σὺ Μήτηρ μου ὑπάρχεις, Θεομῆτορ Παρθένε, καὶ εἰς σὲ ἐμαυτὸν ἀνατέθηκα.

Ἕτερος.

Τὴν ἀνεξιχνίαστον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Αῤῥητον, ὑπέρλαμπρον, ἄπλετον φῶς ἔλαμψέ ποτε τῇ Καλύβῃ σου Χάριτος θείας· ὅθεν θείῳ φωτισμῷ καταυγασθείς, μακάριε, ἔνθεα νοήματα ἔβλυσας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τέκνον ὥσπερ τρέφει πατὴρ στοργικός, οὕτω σε ἐφρόντιζε Κύριος ἐν τῇ ἐρήμῳ· ἐπιῤῥίψας γὰρ Αὐτῷ ἐλπίδα πᾶσαν, Ὅσιε, ὅλως ἀμερίμνως ἐβίωσας.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Εὔχαριν, γλυκύτατον καὶ προσηνῆ, Χριστοῦ εὐωδίαν ἐκχέοντα, Πάτερ, σὲ ἔγνω πᾶς ἐρχόμενος πρὸς σέ· καὶ θλίψεις ἀποθέμενος ὡς ὑπόπτερος ἀπήρχετο.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ρήμασιν οὐκ ἔστιν ὑμνεῖν σε, Ἁγνή· ὅθεν τί προσάξωμεν ἄξιον σοὶ τῇ Πανσέπτῳ; πίστιν μόνον ἀληθῆ πανευλαβῶς προσφέρομεν, ἥνπερ….

ὁ β’ χορὸς

….. μὴ παρίδῃς, δεόμεθα.

ᾠδὴ ε’

ὁ α’ χορὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

ὁ β’ χορὸς

Φώτισον ἡμᾶς,…

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ ε΄.

Ἵνα τί με ἀπώσω.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Νικητὴς τῶν δαιμόνων ὄντως κραταιότατος ἐδείχθης, Ὅσιε· οὐ γὰρ ἐπτοήθης τὰς ἐνέδρας αὐτῶν καὶ τὰ φόβητρα, ὅπλον σωτηρίας τὸν τοῦ Χριστοῦ σταυρὸν κατέχων καὶ ταπείνωσιν ἔχων ὡς θώρακα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τὴν πτωχεύουσαν πλούτῳ ἀλλὰ πλουτοδότιδα, Πάτερ, Καλύβην σου αἴγλῃ οὐρανίῳ ἐπεσκέψατο αἴφνης ἡ ἔνδοξος μάρτυς Εὐφημία, πληροῦσα θείας εὐφροσύνης καὶ εἰρήνης πολλῆς τὴν καρδίαν σου.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Oλος πῦρ ἐγεγόνεις, ὅτε τὰς εὐχάς σου Κυρίῳ ἀνέπεμπες ὑπὲρ τῶν τεθνεώτων μετὰ πόνου θερμοῦ τε καὶ πίστεως· ὅθεν σαῖς πρεσβείαις ὁ Πολυέλεος Δεσπότης ἐκ πυρὸς αἰωνίου ψυχὰς ἐῤῥύσατο.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Υπὸ σοῦ, Θεομῆτορ, ὁ σεπτὸς Παΐσιος τροφὴν ἐδέξατο· Ἄγγελος γὰρ τούτῳ κεκμηκότι τροφὴν θείαν ἔδωκε, λέγων· Εἰς τὴν δόξαν τῆς Παναγίας Θεοτόκου. Ὢ τῆς θείας προνοίας σου, Δέσποινα!

Ἕτερος.

 Ἐξέστη τὰ σύμπαντα.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Πυρί, Πάτερ ὅσιε, τῶν πειρασμῶν πυρούμενος, ὥσπερ ὁ χρυσὸς ἐν τῇ καμίνῳ ἐκαθαρίσθης, καὶ διὰ πείρας μαθὼν ἐδίδαξας ὅτι ἐν χαρᾷ θλίψεις οἱ βαστάζοντες σωτηρίαν εὑρίσκουσιν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Αρίστην ὠνόμασας ὡς ἀσφαλῆ καὶ σύντομον τὴν τρίβον τῆς ταπεινοφροσύνης· καὶ γὰρ ἀσκήσει ἀναλωθεὶς ὑψηλῇ, ἔγνως ὡς ἁπλοῖς καὶ ταπεινοῖς ἄφθονος χαρίζεται ἡ Θεοῦ Χάρις, Ὅσιε.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Ιώμενος, Ὅσιε, νοσήματα τοῦ σώματος, νόσων τῆς ψυχῆς ἐπεμελήσω, εὐστόχοις λόγοις, ὥσπερ καλὸς ἰατρός, εἰς φιλοτιμίαν παραινῶν, πίστιν καὶ μετάνοιαν καὶ πρὸς βίου διόρθωσιν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σὺ Εὔας ἡ λύτρωσις καὶ τοῦ Ἀδὰμ ἀνάκλησις κόσμου τε χαρὰ καὶ σωτηρία· ἡ μὲν γὰρ Εὔα παρακοῇ πρὸς Θεὸν ἀπέκλεισε πύλην τῆς Ἐδέμ, σὺ δὲ ταύτην ἤνοιξας..

ὁ α’ χορὸς

….τῷ Κυρίῳ ὑπείκουσα.

ᾠδὴ ς’

ὁ β’ χορὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

ὁ α’ χορὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, …

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

ᾨδὴ Ϛ΄.

Ἱλάσθητί μοι.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Σαφῶς τὰ πόῤῥω ὁρῶν, ὥσπερ ἐγγύς, Πάτερ ὅσιε, καὶ βάθη τῶν καρδιῶν καθορῶν, ἀφύπνισας πολλοὺς καὶ ὡδήγησας εἰς θεογνωσίαν καὶ ὁδὸν ὄντως σωτήριον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Υψώθης εἰς οὐρανούς, ὅλος μετάρσιος γέγονας, καὶ θεωρῶν μυστικῶς τὰ θεῖα μυστήρια, Παΐσιε ὅσιε, ἐν ὅλῃ καρδίᾳ τὸν Θεὸν ὑπερεδόξαζες.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Προχέων ἐξ οὐρανοῦ πλουσίαν χάριν ὁ Κύριος, ἠξίωσέ σε ποιεῖν τεράστια θαύματα· ἔτι γὰρ ἐφίστασο καὶ μὴ αἰτουμένοις τὴν βοήθειάν σου, Ὅσιε.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον.

Εκ σοῦ ἐτέχθη, Ἁγνή, ὁ τῆς χαρᾶς ἡμῶν αἴτιος, Χριστός, ἡ πάντων χαρά, ζωὴ καὶ ἀνάστασις· ὅθεν χαρμοσύνως σοι ἐκβοῶμεν· Χαῖρε, ἡ παντὸς τοῦ κόσμου λύτρωσις.

Ἕτερος.

 Τὴν θείαν ταύτην.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ιλὺν παθῶν ἀποθέμενος, ἐδείχθης ἀκηλίδωτον ἔσοπτρον, καὶ φῶς δεξάμενος τῆς τρισηλίου Θεότητος ἀντανακλάσεις, Πάτερ, ἡμῖν ἐξήστραψας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Εν σοὶ Θεὸς ἀνεπαύσατο, ἐπεὶ ἠρνήσω πᾶσαν ἀνάπαυσιν καὶ ἐκοπίασας, νυχθημερὸν δαπανώμενος τοῦ ἀναπαῦσαι, Ὅσιε, τὸν πλησίον σου.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Πολλὰ ἐποίεις θαυμάσια εὐχαῖς σου πρὸς Χριστὸν τὸν φιλάνθρωπον, Οὗπερ καὶ ἔκρουες ἐν στεναγμοῖς τῆς καρδίας σου τὴν τοῦ ἐλέους θύραν ἀόκνως, Ὅσιε.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Αγνείας θεῖον κειμήλιον,πανεύοσμον Θεοῦ οἰκητήριον, οἶκόν με ποίησον τῶν χαρισμάτων τοῦ Πνεύματος ταῖς σαῖς πρεσβείαις, Κόρη ἀειμακάριστε.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον Ἦχος πλ.δ΄ Τῇ Ὑπερμάχῳ.

Αγγελικῶς ἐπὶ τῆς γῆς πολιτευσάμενος καὶ δι᾿ ἀγάπης λάμψας, ὅσιε Παΐσιε, μοναζόντων μέγα στήριγμα ἀνεδείχθης, τῶν πιστῶν χειραγωγὸς πρὸς βίον ἅγιον, οἰκουμένης δὲ ἐντρύφημα γλυκύτατον· διὸ κράζομεν· Χαίροις, Πάτερ παγκόσμιε.

Ὁ Οἶκος

Αγγελοι διηπόρουν, πῶς ἐν σώματι ὤν, Πάτερ, εἰς οὐρανοὺς δι᾿ ἀγάπης ἀνέβης, κἀντεῦθεν θείας ἀγάπης πλησθείς, τὴν γῆν τῷ φωτὶ τῆς ἀγάπης οὐράνωσας! Ἡμεῖς δέ, σὲ θαυμάζοντες, πανευλαβῶς βοῶμέν σοι τοιαῦτα·

Χαῖρε, ὁ μύστης τῆς ἡσυχίας·

χαῖρε, δοχεῖον ἀγάπης θείας.

Χαῖρε, ὁ Ἀγγέλων ἄρτον δεξάμενος·

χαῖρε, ὁ Ἁγίους ὑποδεξάμενος.

Χαῖρε, ὅτι τὸν Θεάνθρωπον ἠξιώθης κατιδεῖν·

χαῖρε, ὅτι τῆς Θεόπαιδος ἐθεάσω τὴν μορφήν.

Χαῖρε, ὁ εὐσυμπάθητος ὑπὲρ πάντων εὐχέτης·

χαῖρε, ὁ παντὸς τοῦ κόσμου ἀφανὴς εὐεργέτης.

Χαῖρε, Ὀρθοδοξίας ὑπέρμαχος ἄριστος·

χαῖρε, κακοδοξίας ἀντίπαλος κράτιστος.

Χαῖρε, τοῦ Ὄρους Ἄθω ἡ αἴγλη·

χαῖρε, Μονῆς Θεολόγου ἡ σκέπη.

Χαίροις, πάτερ παγκόσμιε.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΙΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Παϊσίου τοῦ Ἁγιορείτου, ἐν εἰρήνῃ τελειω­θέντος κατὰ τὸ χιλιοστὸν ἐνακοσιοστὸν ἐνενηκοστὸν τέταρτον ἔτος (1994).

Στίχοι.

  • Ζήσας Παΐσιος μόνος Θεῷ μόνῳ,

  • Πολλοὺς τεθλιμμένους ἐκούφισεν πόνων.

  • Ἡνωμένος γὰρ τῷ Θεῷ δι’ ἀγάπης,

  • Παραμυθεῖσθαι πάντας εἴληφεν χάριν.

  • Δωδεκάτῃ Παΐσιος ἀνέσπερον αὐγὴν εἶδε

 

Τῇ αὐτῇ ἡμέρᾳ,, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου.

Στχοι

  • – Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,

    – Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος.

    – Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν.

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.

Στίχοι

  • – Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,

    – Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.

    Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾨδὴ α’

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάρια

ὁ α’ χορὸς

Ἦχος γ’

Ἀπόστολοι ἐκ περάτων.

Πηγὴ ἀείῤῥυτος ὤφθης χριστομιμήτου ἀγάπης, Παΐσιε θεοφόρε, τὴν οἰκουμένην ἀρδεύων τοῖς ῥείθροις τῶν σῶν ῥημάτων καὶ ὄμβροις τῶν σῶν θαυμάτων.

ὁ β’ χορός

Ἕτερον. Ἦχος β΄. Τοῖς Μαθηταῖς.

Συναθροισθέντες σήμερον τῇ ἁγίᾳ σου μνήμῃ ἐν τῷ ναῷ σου, Ὅσιε, καὶ κύκλῳ τοῦ  σοῦ τάφου, ἐν εὐλαβείᾳ βοῶμεν· Ὦ Παΐσιε πάτερ, καὶ τάφῳ καλυπτόμενος, ἀοράτως ὑπάρχεις μέσον ἡμῶν, ὅθεν δέξαι πάντων τὰς ἱκεσίας καὶ δώρησαι πρεσβείαις σου πᾶσι τὴν σωτηρίαν.

ὁ α’ χορὸς

Θεοτοκίον

Χάριν μεγίστην εὕρηκας ἐκ Θεοῦ, ὡς ἐβόα ὁ Γαβριήλ σοι, Πάναγνε, Μεγαλόχαρη Κόρη· ὅθεν ἡμεῖς γηθοσύνως ἐκτενῶς σοι βοῶμεν· Χαῖρε, ἡμῶν πρὸς Κύριον θερμοτάτη πρεσβεία· χαῖρε, δι᾽ ἧς θείας ἠξιώθημεν μετουσίας· Πανύμνητε, οὐ παύσομεν…

ὁ β’ χορός

…. ναμέλπειν σοι· Χαῖρε.

ΑΙΝΟΙ

Ἦχος α’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

 Πανεύφημοι Μάρτυρες.

Σκιρτήσατε ὄρη ἐν χαρᾷ σὺν τῷ Ἄθῳ σήμερον, ἡ οἰκουμένη δὲ χόρευε, ὕμνοις δοξάζουσα Κύριον τὸν δόντα ἐν ἐσχάτοις ἔτεσι Παΐσιον, Ὁσίων τὸ καύχημα, πιστῶν ἑδραίωμα, μετανοίας τὸν διδάσκαλον, ἀληθείας ὑπέρμαχον ἄριστον.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

῍Ω πόσων χαρίτων καλλοναῖς τὴν ψυχὴν ἐκόσμησας, ὅσιε πάτερ Παΐσιε· ζῆλον γὰρ πύρινον Ἠλιοὺ ἐκτήσω, Δανιὴλ τὴν σύνεσιν, γενναίων Μακκαβαίων τὸ φρόνημα, τὸν θεῖον ἔρωτα Ἰγνατίου, ἐπὶ πᾶσι δὲ τὴν ἀγάπην τοῦ Παύλου τὴν ἄμετρον.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ακένωτος ὄντως θησαυρὸς ἡ πολλὴ ἀγάπη σου, δι᾿ ἣν συμπάσχων τοῖς πάσχουσιν, ἐπ᾿ ὤμων ἤνεγκας τὰς ὀδύνας τούτων καὶ προθύμως ὥδευσας, Παμμάκαρ, τὴν ὁδὸν τῆς σταυρώσεως, ἐν ᾗ εὑράμενος τὴν χαρὰν τὴν ἀναστάσιμον, οἰκουμένης παράκλησις γέγονας.

.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Επίφανον ἄνωθεν ἡμῖν ὡς πρόμαχος κράτιστος, φρουρῶν, φυλάττων, λυτρούμενος ἐκ πάσης θλίψεως· στῆσον τῶν πολέμων τὸ δεινὸν κλυδώνιον, τὴν πίστιν τὴν ὀρθόδοξον κράτυνον, εἰρήνην δώρησαι ταῖς ψυχαῖς ἡμῶν, δεόμεθα, σαῖς πρεσβείαις, Παΐσιε ὅσιε.

 

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ.α’

Oσιε πάτερ, τὸν πολύτιμον μαργαρίτην εὑρών, ὅς ἐστι Χριστὸς ὁ Θεός, τὰ πάντα χαίρων ἔδωκας, ἕως θανάτου ἀγωνισάμενος, ἵνα αὐτὸν μόνον κερδήσῃς. Ἀμέτρῳ πόθῳ δὲ κτησάμενος αὐτόν, πλοῦτον ὑπερκόσμιον ὑπερεπλούτησας· ὃν καὶ φυλάττων νηφούσῃ καρδίᾳ ἐν τοῖς ταμιείοις τῆς ἡσυχίας, ἐξ ἀρχοντικῆς ἀγάπης μετὰ πόνου διένεμες, ἔργοις, λόγοις, μεγίστοις θαύμασι καταπλουτίζων τὸν κόσμον. Καὶ νῦν, θεοδόξαστε Παΐσιε, ἀπολαύων τῶν παρὰ Θεοῦ ἡτοιμασμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν Αὐτόν, πρέσβευε ὑπὲρ ἡμῶν, ὅπως καλῶς τὸν παρόντα βίον πραγματευσάμενοι κτησώμεθα ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

· Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

· μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

· Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

· Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

· Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

· τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

· Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

· Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

· Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

· Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

· τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

· Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ ..

ὁ α’ χορός

Καὶ νῦν…. .

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

 ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,

ὁ β’ χορός

γιος Ἰσχυρός,

ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

πολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.

 

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ.. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. . Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ ΄τι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. . Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. , Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ.’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

Πρεσβείαις τῶν ἁγίων σου, …..

ὁ β’ χορός

Στίχ. ‘, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

Πρεσβείαις τῶν ἁγίων σου,,,,,.

ὁ α’ χορός

Στίχ. . Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου,…

ὁ α’ χορός

Δόξα Πατρὶ…Καὶ νῦν καὶ ἀεὶ…

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

πολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.

Εἰσοδικὸν

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..

ὁ β’ χορὸς

ψάλλοντάς σοι, λληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτίκιον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.

 

Τοῦ Ναοῦ

 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Ἦχος πλ.δ΄ Τῇ Ὑπερμάχῳ.

Αγγελικῶς ἐπὶ τῆς γῆς πολιτευσάμενος καὶ δι᾿ ἀγάπης λάμψας, ὅσιε Παΐσιε, μοναζόντων μέγα στήριγμα ἀνεδείχθης, τῶν πιστῶν χειραγωγὸς πρὸς βίον ἅγιον, οἰκουμένης δὲ ἐντρύφημα γλυκύτατον· διὸ κράζομεν· Χαίροις, Πάτερ παγκόσμιε.

Τρισάγιον.

Ὁ Ἀπόστολος

Προκείμενον ἦχος βαρύς.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ.Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (5:22-26; 6:1-2)

δελφοί, καρπς το Πνεματς στιν γπη, χαρ, ερνη, μακροθυμα, χρησττης, γαθωσνη, πστις, πραότης, γκρτεια· κατ τν τοιοτων οκ στι νμος. Ο δ το Χριστο  τν σρκα σταρωσαν σν τος παθμασι κα τας πιθυμαις. Ε ζμεν πνεματι, πνεματι κα στοιχμεν. Μ γινμεθα κενδοξοι, λλλους προκαλομενοι, λλλοις φθονοντες. Αδελφο, ἐὰν κα προληφθ νθρωπος ν τινι παραπτματι, μες ο πνευματικο καταρτζετε τν τοιοτον ν πνεματι πραότητος· σκοπν σεαυτν, μ κα σ πειρασθς. Αλλλων τ βρη βαστζετε, κα οτως ναπληρσατε τν νμον το Χριστο.

λληλούϊα ( γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

στ΄ 17 – 23

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,  καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·  καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.  Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.  μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.  Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ

 

 (Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

12 ΙΟΥΛ16 ΕΟΡΤΗ ΑΓΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: