Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΕΦΑΝΕΡΩΜΕΝΗΣ (2016)

20 ΙΟΥΝΙΟΥ 2016

               +ΔΕΥΤΕΡΑ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.    

ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΕΦΑΝΕΡΩΜΕΝΗΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…    

χος πλ.δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

 χος πλ. δ’

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ὁ β’ χορός

Δξα Πατρὶ…χος πλ. δ’

ν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες καί προσκυνοῦντες τήν θαυμαστήν σου Εἰκόνα, μετ’εὐλαβείας ἀντλοῦμεν τάς χάριτας· καί δι’αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καί νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα.

ὁ α’ χορὸς

Κα νν ……ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

Τόν τύπον τῆς μορφῆς σου Θεοτόκε Πανάχραντε, τόν ἀχειροποίητον πάντες, προσκυνοῦντες τιμῶμέν σε. δι’ οὖ ἡμεῖς λοιμοῦ τε καί σεισμοῦ, βαρβάρων καί ἐχθρῶν ἐπιδρομῆς, καί κινδύνων ἐκ παντοίων καί πειρασμῶν, λυτρούμενοί σοι βοῶμεν. δόξα τῇ παναγάθῳ σου βουλῇ. δόξα τῇ εὐσπλαχνίᾳ σου. δόξα τῆ εἰς ἡμᾶς Ἁγνή θείᾳ προνοίᾳ σου.

 

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…   

ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α Στιχολογίαν.

Ἦχος δ’

ὁ α’ χορὸς

Κατεπλάγη Ἰωσὴφ

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἣν ἑορτάσωμεν φαιδρῶς, αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας, ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

Τῆς Θεοτόκου, ὅμοιον.

Τὴν μεθέορτον πιστοί, τῆς Θεοτόκου καὶ Ἁγνῆς, ἑορτάσωμεν φαιδρῶς, σύναξιν νῦν ἐν τοῖς ἐμοῖς, ὅπως καὶ μνήμην τελέσωμεν τῶν θαυμάτων, ὧνπερ ἡ αὐτή, ἡμῖν εἰργάσατο, ῥύουσα ἡμᾶς, παντοίων θλίψεων· καὶ ἐκ βαθέων κράξωμεν καρδίας, τῇ Θεοτόκῳ καὶ εἴπωμεν· Παρθένε δεῖξον, ἡμῖν καὶ ἤδη, τὰ ἀρχαῖα ἐλέη σου.

Μετὰ τὴν β Στιχολογίαν.

ὁ α’ χορὸς

Κάθισμα  ὅμοιον

τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι’ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. 

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…

Τῆς Θεοτόκου, ὅμοιον.

τῆς χάριτος πηγή, τῶν θαυμασίων σου Ἁγνή, ἐπεφάνη εἰς ἡμᾶς, διὰ τῆς θείας σου μορφῆς, πιστοποιοῦσα τὰ θεῖά σου μεγαλεῖα· ὅθεν καὶ τὸν σόν, ὡς σωστικήν κιβωτόν, ἔχοντες Ναόν, Θεοχαρίτωτε· καὶ ἐν αὐτῷ ὡς ἐν ὅρμῳ ἅπαντες, διασωζόμεθα χάριτι, τοῦ ἐκ σοῦ τεχθέντος, καὶ σοῦ τῆς μόνης, Αὐτοῦ Μητρὸς καὶ Θεόπαιδος.

Μετὰ τὸν Πολυέλεον,

ὁ α’ χορὸς

κάθισμα·

῏Ηχος πλ. δ’. Τὸ προσταχθὲν μυστικῶς.

Μετὰ τὴν ἔγερσιν Χριστὲ τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψους οὐρανοῦ θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας, Οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθητᾶίς· ὅθεν ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.

ὁ β’ χορὸς

Δόξα. Καὶ νῦν.

Τῆς Θεοτόκου, ὅμοιον.

Μετὰ τὴν ῎Εγερσιν τοῦ σοῦ Υἱοῦ Παρθένε, καὶ τὴν τοῦ Πνεύματος ἀφ’ ὕψους θείαν κάθοδον, οἱ θεόπται Ἀπόστολοι ἐκήρυττον τὸν Λόγον· τότε καὶ ῾Ηρῳδίων ὡς ἐν σπουδῇ, κατέστη πρῶτος δομήτωρ τοῦ σοῦ Ναοῦ, ἐν Λευκάδι οὗ ὕστερον, σοὶ ᾑρετίσω κατοικεῖν, διὰ τοῦ θαυμασίου σου, χαρακτῆρος Θεόνυμφε.

 

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορὸς

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

ὁ β’ χορὸς

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

ὁ α’ χορὸς

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

 

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα  Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος  Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι  ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ  Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, κα πστρεψεν ες τν οκον ατς.

Δόξα Σοι Κύριε, δόξα Σοι.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

ὁ α΄ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ.β’ 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Αὕτη ἡ πύλη Κυρίου, δι’ ἧς εἰς τὴν τοῦ Θεοῦ ἡτοιμασμένην Βασιλείαν, συνεισελθεῖν ἐλπίζομεν· αὕτη ἐστὶν ἡ Παντάνασσα, ἡ τοῦ Θεοῦ ὑπάρχουσα Μήτηρ, καὶ ὁδηγία τῶν πιστῶν ἡμῶν· αὕτη ᾑρετίσατο ἐλθεῖν πρὸς ἡμᾶς, διὰ τοῦ αὐτῆς ἁγίου χαρακτῆρος· διὰ γὰρ ταύτης ἐπεσκέψατο ἡμᾶς ὁ Κύριος, ὁ δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Οἱ Κανόνες

ᾠδὴ α’

 Ἦχος βαρὺς

 ὁ α’ χορὸς

  Ὁ Εἱρμὸς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν,…

ὁ α’ χορὸς

ργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

ὁ β’ χορὸς

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον, πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

Ἕτερος Κανὼν ἰαμβικὸς

Οὗ ἡ ἀκροστιχὶς διὰ στίχων Ἡρωελεγείων

Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον,

κ Γενέτου κόλπων ἧκας ἐπιχθονίοις

Οἷα πυρὸς γλώσςῃσι φέρον θεότητος ἀΰλου.

Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις.

Ποίημα Κυρίου Ἰωάννου τοῦ Ἀρκλᾶ 

ᾠδὴ α’ 

Ἦχος δ’

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

ῤῥητόρευσε τὸν θεόγραφον νόμον

λὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

ρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

ὁ β’ χορὸς

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος ….

ὁ α’ χορὸς

φη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.

Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.

γὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον

Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,

Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον

ὁ β’ χορὸς

ρος βεβηκώς, ἀτρεκέστατος Λόγος,

Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.

ργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,

Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,

Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

 

Ὁ Κανὼν τῆς Θεοτόκου·

῏Ηχος δ’. Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

μνῆσαι βουλόμενος, τὰ μεγαλεῖά σου ἄχραντε, τοῦ λόγου μοι δώρησαι τὴν καλλιέπειαν, Μήτηρ πέλουσα, τοῦ Λόγου καὶ Θεοῦ σου, καὶ λύσιν πρυτάνευσον, τῶν ἐπταισμένων μοι.

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

γία Θεόνυμφε, ἡ τῶν ἁγίων τὸν ἅγιον, ἀῤῥήτως κυήσασα, ἡμᾶς ἁγίασον, τοὺς προστρέχοντας, Μονῇ σου τῇ ἁγίᾳ, τοὺς ἀσπαζομένους τε, τὸ σὸν ἐκτύπωμα.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κ θείας προνοίας σου, οἱ τοῦ Υἱοῦ σου Ἀπόστολοι, προκτίτορες ὤφθησαν τοῦδε τοῦ οἴκου σου· ὃς μετέπειτα, βουλῇ σου Θεοτόκε, ψυχῶν φροντιστήριον, οὗτός σοι γέγονε,

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῇ δούλῃ σου Δέσποινα, Ἁγίᾳ Μαύρᾳ ὠνόμασται, ἡ πόλις ᾗ ὥρισας, οἰκῆσαι ἄνωθεν, διὰ τῆς θείας σου, Πανάχραντε Εἰκόνος, ἐφ’ ἧς ἐφανέρωσας, τὸ σὸν ἐκτύπωμα.

ὁ α’ χορὸς

Δόξα……Τριαδικόν.

Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα τὸ ἅγιον, γλωσσῶν εἴδει σήμερον, τοῖς Ἀποστόλοις Χριστοῦ, ἐνδημῆσαν μέν, χρυσοπυρσεύτῳ θέᾳ φωτῖσαν δὲ ἅπαντας, δι’ οὓς προώριστο.

ὁ β’ χορὸς

Καὶ νῦν….. Θεοτοκίον.

Μορφῆς τὸ ἐκτύπωμα, τῆς σῆς Παρθένε τὸ ἅγιον, Μονή σου ὡς ἔχουσα, τὸ ἀχειρότευκτον, διασώζεται, αὐτή σου καὶ ἡ Νῆσος, πληθύς τε ἡ ἅπασα, πάσης κακώσεως.

ᾠδὴ γ’

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.

ὁ β’ χορὸς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς,…

ὁ α’ χορὸς

τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

ὁ β’ χορὸς

τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις,…

Εἱρμὸς ἄλλος

ὁ α’ χορὸς

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,

βριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

ννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.

ὁ β’ χορὸς

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,…

ὁ α’ χορὸς

ληπτός ἐστιν ἡ θεαρχικωτάτη.

ήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,

λις σοφιστὰς συστομίζοντας λόγῳ,

Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,

Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

ὁ β’ χορὸς

ν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,

Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,

Οὗ τὴν δι’ Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,

Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

 

Τῆς Θεοτόκου.

Τοὺς σοὺς ὑμνολόγους.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κοσμεῖται εἰκόσιν ὁ Ναός σου, ἁγίαις ὁ ἅγιος Ἁγνή, ἐκτὸς τῆς σῆς ἣν ὥρισας, δοξᾶσαι κατ’ ἐξαίρετον, καὶ σχεδιᾶσαι θαύματι, ἐν πρεσβυτέρᾳ τῇ Πόλει σου.

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κοσμεῖται ὁ θεῖος χαρακτήρ σου, χερσὶν ἱερέως εὐλαβοῦς, τοῖς χρώμασιν ὡς εἴθισται, ὁ ἀπὸ σοῦ ἐν θαύμασι, σχεδιασθεὶς Πανάχραντε ὃς σῷ Ναῷ τεθησαύρισται.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φανεῖσα ἡ μόνη Θεοτόκος, καὶ θεῖσα μορφὴν τὴν ἑαυτῆς, ἐν τῇ σανίδι ἔκτοτε, Φανερωμένη κέκληται, αὕτη ἡ θαυματόβρυτος, Εἰκὼν τῆς μόνης Θεόπαιδος.

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θαλάσσας ἠπείρους τε καὶ νήσους, θαυμάτων ἐνέπλησε πολλῶν, ποντοποροῦσα Δέσποινα, Εἰκὼν ἡ παναγία σου, καὶ εἰσελθοῦσα ἵδρυται, ᾧ ᾑρετίσα το οἴκῳ σου.

ὁ α’ χορὸς

Δόξα……Τριαδικόν.

Βουλήσει Πατρὸς τὸν Θεὸν Λόγον, ἀφράστως ἐκύησας Ἁγνή, καὶ συνεργείᾳ Πνεύματος, δι’ οὗ κατεσοφίσθησαν, οἱ τοῦ Υἱοῦ σου σήμερον, πεφωτισμένοι Ἀπόστολοι,

ὁ β’ χορὸς

Καὶ νῦν….. Θεοτοκίον

Μορφῆς σου τὸν θεῖον χαρακτῆρα, σεῶς ἀσπαζόμενοι Ἁγνή, ἐκ τῶν κινδύνων πάντοτε, ταχέως ἐκλυτρούμεθα, τῆς νήσου σου οἱ τρόφιμοι, καὶ τῆς Μονῆς σου Θεόνυμφε.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…     

Κοντάκιον  Ἦχος πλ. δ’

τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Ὁ Οἶκος

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαὐτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

 

Κάθισμα  Ἦχος πλ. δ’

ὁ β’ χορὸς

Τὴν Σοφίαν καὶ Λόγον

Τὸ πανάγιον Πνεῦμα νῦν κατελθόν, ἐπὶ τοὺς Ἀποστόλους εἴδει πυρός, τοῦ θάμβους ἐπλήρωσε, τῶν ἐθνῶν τὰ συστήματα, ἐν γὰρ γλώσσαις λαλούντων, πυρίναις φιλάνθρωπε, τὴν ἰδίαν ἕκαστος, διάλεξιν ἤκουον, ὅθεν καὶ τὸ θαῦμα, τοῖς ἀπίστοις ὡς μέθη, πιστοῖς δὲ σωτήριον, ἀληθῶς ἐγνωρίζετο, διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι,  καταπέμψαι πλουσίως τοῖς δούλοις σου.   

ὁ α’ χορὸς  

Δόξα. Καὶ νῦν.

Τῆς Θεοτόκου, ὅμοιον.

Εὑδοκίᾳ Παρθένε τοῦ σοῦ Υἱοῦ, ἐν Εἰκόνι τυποῦται ἡ σὴ μορφή, ἄνευ τεχνουργήματος, καὶ χρωμάτων Πανάχραντε· ἐξ αὐτῆς γὰρ βρύει, ἰάματα θαύματα, τοῖς ἐκ πόθου ταύτην, τιμῶσι καὶ σέβουσιν· όἱσπερ διὰ πλήθους, πρεσβειῶν σου Παρθένε, παρέχεις τὴν ἴασιν, τῆς ψυχῆς καὶ τοῦ σώματος, τοῖς πιστῶς ἐκβοῶσί σοι Οἰκτείρησον Παρθένε ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς πιστῶς προσκυνοῦσι, τὸ σὸν θεῖον ἐκτύπωμα.

ᾠδὴ δ’ 

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ’ ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χρηστούς σου ἐλήλυθας.

ὁ α’ χορὸς

Κατανοῶν ὁ Προφήτης,…

ὁ β’ χορὸς

ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

ὁ α’ χορὸς

Σῆμα θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Εἱρμὸς  ἄλλος

ὁ β’ χορὸς

ναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

σοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

δουσι, Δόξα τῷ κράτει σου, Κύριε.  

ὁ α’ χορὸς

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,

Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,

μβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου

Νενυγμένης σου πλευράς, ὢ Θεοῦ Λόγε,

πισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος. 

ὁ β’ χορὸς

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,

Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.

ν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,

Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.

λαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

ὁ α’ χορὸς

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,

σοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.

περφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,

Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,

λην πορίζων  τὴν χάριν τοῦ Πνεύματος.

 

Τῆς Θεοτόκου.

Τὴν ἀνεξιχνίαστον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φέρεις ἐν Εἰκόνι σου Μῆτερ Θεοῦ, τοὺς τῶν Ἀρχαγγέλων ἐξάρχοντας, δι’ ὧν σοὺς δούλους, περιέπεις καὶ φρουρεῖς, τοὺς ἐν αὐτῇ καὶ ἅπαντας, νήσῳ τοὺς τιμῶντάς σε σήμερον.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεὶς ἐπιτραχήλιον ὁ ἱερεύς, νῆστις καὶ νηφάλιος ἵστατο, καὶ χρωματίζων, σοῦ τὸ έἰδος τῆς μορφῆς, περιχαρῶς ἐξίστατο, αὐτοψεὶ ἰδὼν σὸν θαυμάσιον.

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

χαιρε τῷ πνεύματι ὁ εὐσεβής, πλοίαρχος ἰδὼν τὰ θαυμάσια, τὰ ἐν τῇ Λήμνῳ καὶ Λευκάδι τῆς Ἁγνῆς, καὶ τῷ Θεῷ ἀνέκραζε· Δόξα τῇ δυνάμει σου Κύριε.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πῶς σοῦ ἐξυμνήσω τὸ κάλλος Ἁγνή, ἢ πῶς κατ’ ἀξίαν δοξάσω σε, ἐν ὕμνοις οὔσαν, θείας δόξης θησαυρόν; ῞Ολος καὶ γὰρ ἐξίσταμαι, σοῦ τὰ μεγαλεῖα νοούμενος.

ὁ β’ χορὸς

Δόξα……Τριαδικόν.

Πνεῦμα τὸ πανάγιον τὸ κατελθόν, ἐν γλωσσοπυρσεύτῳ θεάματι, τοὺς Ἀποστόλους, κατεφώτισε σαφῶς, τὸ σὺν Πατρὶ ὁμότιμον, καὶ σὺν τῷ Υἱῷ δοξαξόμενον.

ὁ α’ χορὸς

Καὶ νῦν….. Θεοτοκίον

δωκας τοῖς δούλοις σου πᾶσιν ἡμῖν, τὸν ἀχειροποίητον τύπον σου, τοῖς Λευκαδίοις εἰς ἀντίθετον πολλῶν, ἐπηρειῶν Πανάχραντε,…..

ὁ β’ χορὸς

……. καὶ εἰς ἀγαθῶν τὴν ἀντεκτησιν.

ᾠδὴ ε’

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.

ὁ β’ χορὸς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε,… 

ὁ α’ χορὸς

ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι’ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

ὁ β’ χορὸς

ἐπιφοιτήσασα ἰσχὺς σήμερον,… 

ὁ α’ χορὸς

Εἱρμὸς ἄλλος

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

ὁ β’ χορὸς

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,…..

ὁ α’ χορὸς

Καθώς περ εὐδόκησεν αὐτεξουσίως, 

δέσποτον κάτεισι Πνεῦμα πατρόθεν,

Σοφίζον ἐν γλώσσῃσι τοὺς Ἀποστόλους,

πισφραγίζον τὸν φερέσβιον Λόγον,

Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

ὁ β’ χορὸς

ῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,

Χ’ αὑτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,

Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.

μοσθενοῦς δὲ καὶ συνουσιουμένου,

Νῦν ἐγκατοικίζεται, Πνεύματος φάος. 

 

Τῆς Θεοτόκου.

᾽Εξέστη τὰ σύμπαντα.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξέστη ἡ σύμπασα, πληθὺς Ἁγνὴ τῆς πόλεως, Μαύρας τῆς Ἁγίας κατιδοῦσα, πηγὴν θαυμάτων τὴν ἱεράν σου μορφήν, τὴν ἀχειροποίητον δι’ ἧς, σκέπεις τοὺς τιμῶντάς σου, ἐν αὐτῇ θείαν σύναξιν.

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πλουτίζεται χάρισι, Λευκὰς ἡ νῆσος φέρουσα, κόλποις τὴν αὐτότυπον Εἰκόνα, τῆς Θεοτόκου, δι’ ἧς διώκονται νῦν, ἀνομβρίαι πᾶσαι καὶ λοιμοί, καὶ σεισμὸς καὶ ἔφοδος, τῶν ἀκρίδων βαρβάρων τε.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

νάρχου γεννήτορος, ἄναρχον Λόγον ἐμόρφωσας, ἔνδον ἐν γαστρί σου Θεοτόκε· ὃς ἐν σανίδι, τῆς σῆς Εἰκόνος μορφήν, ἄχρωμον ἐμόρφωσε φρικτῶς, καὶ ἀχειροποίητον, δι’ οὗ σώζεις τοὺς δούλους σου,

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοῦ σὺ ἐμόρφωσας, ἄμορφον Λόγον Πανάμωμε, δούλου τὴν μορφὴν ἐκ σοῦ λαβόντα, ὡς τὴν Εἰκόνα, δίχα χρωμάτων τὴν σήν, καὶ ἀχειροποίητον μορφήν, καὶ πηγὴν ἀνέδειξε, θαυματόβρυτον Δέσποινα.

ὁ α’ χορὸς

Δόξα……Τριαδικόν.

Τὸ Πνεῦμα τὸ ἅγιον, Πατρὸς ἐκπορευόμενον, καὶ ἀναπαυόμενον τῷ Λόγῳ τὸ καὶ φωτίσαν, τοὺς ἱεροὺς Μαθητάς, πυριμόρφῳ θέᾳ κατελθόν, τοῦτο συνδοξάσωμεν, καὶ πιστῶς προσκυνήσωμεν,

ὁ β’ χορὸς

Καὶ νῦν….. Θεοτοκίον

Κροτεῖ σου τὴν σύναξιν, κατακοσμούμενος σήμερον, ὁ ἐν τῇ   ονῇ σου θεῖος οἶκος, πλουτῶν ἐν κόλποις, τὴν ἱεράν σου μορφήν, ἥτις ἀναβλύξει τοῖς πιστοῖς, ῥεῖθρα τῶν ἰάσεων,…..

ὁ α’ χορὸς

… τῆς ψυχῆς καὶ τοῦ σώματος.

ᾠδὴ ς’

 ὁ β’ χορὸς

  Ὁ Εἱρμὸς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι, Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

 ὁ α’ χορὸς

Ναυτιῶν τῷ σάλῳ,…

ὁ β’ χορὸς

κ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε, ὅτι ἐκ Πατρὸς Υἱὸς ἀῤῥεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

 ὁ α’ χορὸς

κ τοῦ Πνεύματός σου,…

ὁ β’ χορὸς

Εἱρμὸς ἄλλος

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

ν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

λον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.

ὁ α’ χορὸς

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,…

ὁ β’ χορὸς 

μερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,

Αἰωνίως ἓξουσι Πνεῦμα καινίσαις,

Πατροπροβλήτως πάντοτε ξυνημμένον,

λης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,

ύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

ὁ α’ χορὸς

ρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις, 

Σιωνίταις μίμνουσι σὴν παρουσίαν,

Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,

Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,

κιστα δεικνύς, πυρπνόως καθιδρύεις.

 

Τῆς Θεοτόκου.

 Τὴν θείαν ταύτην.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν θείαν ταύτην σου σύναξιν, ἐν τῇδε σου τῇ πόλει δοξάξομεν, Θεοχαρίτωτε· διὰ τῆς σῆς θεοτύπου τε, Εἰκόνος τῆς ἁγίας, ἣν ἀσπαζόμεθα.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λαὸς Θεοῦ ὁ χριστώνυμος, ᾽Ηπείρου καὶ ᾽Ιόνων ἀθροίσθητε, πανηγυρίξοντες· ἡ γὰρ Αγνὴ ἐπεσκέψατο, ἡμᾶς· διὸ κροτοῦμεν, ταύτης τὴν σύναξιν.

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τετυπωμένην ἣν ἔδειξας, Παρθένε σὴν Εἰκόνα καὶ ἄχρωτον, ἵλεως φάνηθι, πᾶσι τοῖς πόθῳ τιμῶσί σου, καὶ ὑπὲρ ὧν μὴ παύσῃ, Θεῷ πρεσβεύουσα.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

νευ σπορᾶς ὄντως γέγονεν, ὁ τόκος σου Παρθένε ὡς δέδεικται, ὁ θεῖος τύπος σου, ἄνευ χειρός· ὢ τοῦ θαύματος! ὃν πίστει προσκυνοῦντες, σὲ μακαρίζομεν.

ὁ β’ χορὸς

Δόξα……Τριαδικόν.

Πατέρα Λόγον δοξάσωμεν, καὶ Πνεῦμα τὸ πανάγιον σήμερον, ὃ ἐπεδήμησεν ἐν κόσμῳ σῶσαι τοὺς θέλοντας, ἐν Πνεύματι βιοῦσθαι, ὡς οἱ Ἀπόστολοι.

ὁ α’ χορὸς

Καὶ νῦν….. Θεοτοκίον

λπὶς Λευκάδος καὶ καύχημα, Παρθένε ἡ ονή σου γεγένηται, ἐν ᾗ παρίσταται, ὁ αὐτοσχέδιος τύπος σου, ὁ τῆς μορφῆς σου Κόρη, ἡ θαυματόβρυτος.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…   

῏Ηχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Τοὺς τῷ Ναῷ σου ἐρχομένους Κόρη πάνσεμνε, καὶ σοῦ τὴν σύναξιν ἐκ πόθου ἑορτάζοντας, καὶ τιμῶντάς σου τὸν ἅγιον χαρακτῆρα, τούτοις δώρησαι Παρθένε τὰ ἐλέη σου, ἐκ παντοίων ῥυσαμένη τούτους θλίψεων, τοὺς σοὶ κράζοντας· Χαῖρε μόνη Πανύμνητε.

Ὁ Οἶκος·

γγελοι ὡς ἐν πόλῳ νοερῶς παρεστῶτες, τὸν ὕμνον μεθ’ ἡμῶν σοὶ κροτοῦσι, τῇ Παρθένῳ καὶ Μητρὶ Θεοῦ· ἐν αὐτῷ δὲ ἡμεῖς τῷ οἴκῳ σου ἱστάμενοι, καὶ τὸν ἀχειρότευκτόν σου τύπον ἀσπαζόμενοι, βοῶμέν σοι τό· χαῖρε οὕτως·

  • Χαῖρε, ἡ ἔφορος τῆς Μονῆς σου·

  • χαῖρε, ἡ Δέσποινα τῆσδε νήσου.

  • Χαῖρε, τῆς ἐκλετῆς σου Λευκάδος τὸ καύχημα·

  • χαῖρε, ᾽Ιονίων τῶν πασῶν τὸ ἐντρύφημα.

  • Χᾶίρε, ὅτι λύμης ἔσωσας τῆς αἱρέσεως αὐτάς·

  • χαῖρε, ὅτι ἀπεσόβησας ἀντιθέων προσβολάς.

  • Χαῖρε, ἡ σωτηρία τῶν πιστῶν φοιτητῶν σου·

  • χαῖρε, ἡ εὐκοσμία τοῦ ἁγίου Ναοῦ σου.

  • Χαῖρε, δι’ ἧς σεισμοῦ ἐκλυτρούμεθα·

  • χαῖρε, δι’ ἧς κινδύνων ῥυόμεθα.

  • Χαῖρε, οὐκοῦν ἡ προστάτις τῶν ᾧδε·

  • χαῖρε, λοιπὸν ἡ ἐλπὶς ἡμῶν πάντων.

  • Χαῖρε, μόνη Πανύμνητε.

 

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΚ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

Στίχοι

  • Μέθοδον Μεθόδιος βίου πρὸς βίον,

  • Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει.

  • Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν.

      Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ Ὁμότιμον, καὶ Ὁμοούσιον, καὶ Ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.

Στίχοι

  • Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου,

  • Δι’ οὗ πονηρῶν πνευμάτων φροῦδα θράση.

Ταὐτῇ ἡμέρᾳ τὴν Σύναξιν τῆς ῾Υπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἐν τῇ πόλει Ἁγίᾳ Μαύρᾳ τῇ ἐν Λευκάδι τῇ νήσῳ ἑορτάζομεν, ἥτις καὶ Φανερωμένη καλεῖται, ὅτι ἐφάνη κατ’ ὄναρ τῷ ἱερομονάχῳ Καλλίστῳ τῷ ζωγράφῳ καὶ ἐσχεδίασε τὴν ἁγίαν αὐτῆς  ορφὴν ἐπὶ σανίδος.

Στίχοι

  • Μορφῆς τὴν θέαν φανεῖσα σχεδιάζει·

  • Ἀφανῶς ἡ Πάναγνος ἐν Βυζαντίῳ.

Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.  

 Καταβασίαι

ὁ α’ χορὸς

Ἦχος δ’

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

ῤῥητόρευσε τὸν θεόγραφον νόμον

λὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

ρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

ὁ β’ χορὸς

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,

βριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

ννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην,…

 ὁ α’ χορὸς

..καὶ Θεὸν τῶν γνώσεων.

ὁ β’ χορὸς

ναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

σοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

δουσι,δόξα τῷ κράτει σου, Κύριε.

 ὁ α’ χορὸς

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, γλωσσοπυρσόμορφος πνεύματος χάρις

ὁ β’ χορὸς  

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

ν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

λον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.

ὁ α’ χορὸς

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη,

σοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.

ὁ β’ χορὸς

Στίχ. Ανομεν, ελογομεν, καί προσκυνομεν τν Κριον

Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

μνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

δημιουργηθεῖσα σύμπασα κτίσις.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

ὁ β’ χορὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα,… 

ὁ α’ χορὸς

Στίχ.  Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

πιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ’ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.  

ὁ β’ χορὸς

Στίχ.  Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο, τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι. 

ὁ α’ χορὸς

Εἱρμὸς ἄλλος

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

παν γὰρ εὐδίνητον εὔλαλον στόμα,

ητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

λιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν.

ὁ β’ χορὸς

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος…. 

ὁ α’ χορὸς

Στίχπό­στο­λοι τὴν χά­ριν τοῦ Πα­ρακλήτου, λαβόντες ἐξεπλήττοντο, ἑτέ­ραις γλώσ­σαις λα­λοῦν­τες, καθὼς τὸ Πνεῦμα ἐδίδου.

δειν ἔοικε τὴν φυσίζωον Κόρην.

Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον

Νοσοῦσαν ἀλθένοντα τὴν βροτῶν φύσιν.

ς, δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος

Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος. 

ὁ β’ χορὸς

Στίχπό­στο­λοι τὴν χά­ριν τοῦ Πα­ρακλήτου, λαβόντες ἐξεπλήττοντο, ἑτέ­ραις γλώσ­σαις λα­λοῦν­τες, καθὼς τὸ Πνεῦμα ἐδίδου.

σοις ἔπνευσεν ἡ θεόῤῥυτος χάρις,

Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,

θνείαν ἀλλοίωσιν εὐπρεπεστάτην

σοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,

Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

 

 

Τῆς Θεοτόκου, μετὰ μεγαλυναρίων.

Ἅπας γηγενής.

ὁ α’ χορὸς 

Στίχ.γγελοι τὴν σύναξιν τῆς Παρθένου, καὶ ἄνθρωποι δοξάζουσιν, ὧδε ἐν ᾧ ἡ Θεόπαις ᾑρετίσατο κατοικῆσαι.

πας γηγενής, θαυμάσει γηθόμενος, τὰ μεγαλεῖα σου, Μῆτερ ἀειπάρθενε, καὶ θαυμασίων σου τὰ παράδοξα, τὴν δὲ σεπτὴν Εἰκόνα σου, τὴν θεοτύπωτον, μακαρίζει, τῶν Ἀγγέλων τάγματα, καὶ βροτῶν φιλεόρτων συστήματα.

ὁ β’ χορὸς 

Στίχ.γγελοι ἐν πόλῳ σοι παρεστῶτες, ὑμνοῦσί σε πανύμνητε, ὡς καὶ βροτοὶ σῷ τεμένει, σοῦ τιμῶσι τὸν χαρακτῆρα.

σωσας λαόν, πολλάκις Πανάχραντε, νήσου Λευκάδος τῆς σῆς, διὰ τῆς Εἰκόνος σου, Φανερωμένης ἣν ἐθαυμάστωσας, ἀπὸ σεισμοῦ κακώσεως, εὐλογιῶν καὶ λιμοῦ, ἀπό τε συμφορῶν καὶ κινδύνων, καὶ ἀπὸ ἀκρίδων, καὶ ἀνομβρίας πάσης.

ὁ α’ χορὸς 

Στίχ.γγελοι καὶ ἄνθρωποι σου ἐν οἴκῳ, φαιδρῶς συνεορτάζουσιν, οἱ μὲν κρυπτῶς Θεοτόκε, οἱ δ’ ἐμφανῶς ἀσιγήτοις ὕμνοις.

σωσας πολλοῦ, κινδύνου τὸν δοῦλόν σου, τὸν συσχεθέντα ποτέ, Κόρη Ἀνατόλιον, ἐφ’ ἡμιόνου καὶ ἐπὶ πλοίου δεινῶς, τὸν ἐν αὐτῇ σου γνήσιον· νῦν δὲ μονήρους ζωῆς, ἐγεγόνει, μέτοχος ὡς ἔοικεν, ὁ αὐτὸς μνημονεύων σῆς χάριτος.

ὁ β χορὸς 

Στίχ.γγελοι δοζάζουσί σου Παρθένε, βροτοί τε τὰ θαυμάσια, ἃ ἐν τῇ νήσῳ σου ταύτῃ, καὶ Μονῇ σου Ἁγνὴ εἰργάσω.

Ψάλλοντας Ἁγνή, τοὺς δούλους σου πρόσδεξαι, καὶ τὰ ἐλέη σου, πᾶσιν ἡμῖν δώρησαι, τοῖς ἀνυμνοῦσι καὶ μεγαλύνουσι, σὲ τὴν ἀειμακάριστον, καὶ παναμώμητον, καὶ τιμῶσι, τὴν ἀχειροποίητον, καὶ πανίερον Κόρη Εἰκόνα σου.

ὁ α’ χορὸς 

Δόξα. Τριαδικόν.

Στίχ.γγελοι ἐν πόλῳ τῷ Τρισηλίῳ, Θεῷ τὸν ὕμνον ᾄδουσι, ὡς καὶ βροτοὶ φιλεόρτων, ᾽Ορθοδόξων ἐν γῇ κροτοῦσι.

γει ἑορτήν, λαός σου ὁ γνήσιος, Θεὲ τρισήλιε, ὡς ἐπιλαβόμενος, ἐπαγγελίας τῆς σῆς τὸ πλήρωμα, τὸ Πνεῦμά σου τὸ ἅγιον· σήμερον γάννυται, καὶ δοξάξει, σὲ τὴν τρισυπόπατον, Θεαρχίαν μιᾷ ἐν Θεότητι.

ὁ β’ χορὸς 

Καὶ νῦν. Θεοτοκίον.

Στίχ.γγελοι τὴν σύναξιν τῆς Παρθένου, τὴν ἐν Λευκάδι σήμερον, σὺν τοῖς βροτοῖς εὐφημοῦσι, τῆς Ἁγίας πόλεως Μαύρας.

γει ἑορτήν, Παρθένε ἡ πόλις σου, τῆς σῆς συνάξεως, ἐπὶ τῇ Μονῇ σου νῦν, καὶ μνείαν ἄγουσα τῶν θαυμάτων σου, τοῖς πᾶσι διαγγέλλει σου, τὰς θείας χάριτας, καὶ προνοίας, ἃς περὶ τὸν κλῆρόν σου, Θεοτόκε παρέχεις ἑκάστοτε.

Καταβασία

ὁ α’ χορὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

 

ὁ β’ χορὸς 

Ἦχος δ’

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

παν γὰρ εὐδίνητον εὔλαλον στόμα,

ητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

λιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν.

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…    

Ἐξαποστειλάριον  Ἦχος γ’

ὁ α’ χορὸς 

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι’ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

ὁ β’ χορὸς

Τῆς Θεοτόκου, ὅμοιον.

Τῆς Θεοτόκου Μαρίας, τὴν θείαν σύναξιν πιστοί, ἐν τοῖς ἐμοῖς θιασῶται, ἀνευφημήσωμεν ὁμοῦ, κατασπαζόμενοι πόθῳ καὶ τὸν αὐτῆς θεῖον τύπον.

ὁ α’ χορὸς

Ἕτερον  Ἦχος ὁ αὐτὸς

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι’ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται,…

ὁ β’ χορὸς

Τριάδα σέβειν ἁγίαν.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

Στιχηρὰ ᾽Ιδιόμελα τῆς ῾Εορτῆς γ’·

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Παράδοξα σήμερον, εἰδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον, ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ’ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· ζωή, καὶ ζωοποιοῦν· φῶς, καὶ φωτὸς χορηγόν· αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι’ οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά. Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως· ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα· Θεὸς καὶ θεοποιοῦν· πῦρ, ἐκ πυρὸς προϊόν· λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι’ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν· ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.

Καὶ τῆς Θεοτόκου

Στιχηρὰ Προσόμοια γ’·

῏Ηχος ὁ αὐτός.

Ὁ ἐξ ὑψίστου κληθείς.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

ν τῇ αὐτῇ σου συνάξει Θεοτόκε, ἅπαντας τοὺς ῎Ιονας καὶ ᾽Ηπειρώτας καλεῖς, καὶ σὺν αὐτοῖς πάντα σύλλογον, τῶν φιλεόρτων, ἔκ τε τοῦ κλήρου καὶ τῶν ἀζύγων τε, καὶ τοὺς πόῤῥω πέλοντας, καλεῖς Παρθένε Ἁγνή, συνεορτᾶσαί σου σήμερον, καὶ μνημονεῦσαι, τὰ σὰ θαυμάσια, οὓς ἐπλούτισας, τοὺς ἐν Λευκάδι θιασώτάς σου, ᾽Ορθοδόξους σεμνὴ τοὺς μονάζοντας, καὶ τοὺς πόλεως πάντας, τῆς Ἁγίας Μαύρας δούλους σου.

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 

ν Λευκαδίᾳ τῇ νήσῳ ἡ Παρθένος, τῇδε παροικήσασα διὰ τῆς θείας αὐτῆς, Εἰκόνος πάντας τοὺς ῎Ιονας, φρουρεῖ καὶ σκέπει, διὰ τοὺς θείους αὐτῆς θεράποντας· ὅθεν καὶ οὐ παύεται, τῇ καθ’ ἡμᾶς γενεᾷ ἡμῶν ἡ πάναγνος Δέσποινα, τελεῖν ὡς πρῴην, πολλὰ καὶ μείζονα τὰ θαυμά σια· διὸ καὶ ταύτῃ τὰ ἐφύμνια, καὶ οἱ κρότοι καὶ ἅπαντα πρέπουσι, τῇ Μητρὶ τοῦ Κυρίου, καὶ ἡμῶν θείᾳ προστάτιδι.

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ξ ἀνοβρίας λιμοῦ σεισμοῦ καὶ νόσων, καὶ ἀκρίδων ἅπαντας, εὐλογιῶν καὶ παντός, κινδύνου σῶζε τοὺς δούλους σου, τοὺς προσφυγόντας, τῇ σῇ Εἰκόνι ἣν ἐθαυμάστωσεν, ὁ Υἱός σου Πάναγνε, ὁ ποιητὴς καὶ Θεός, καὶ τῇ ἡμῶν ἐδωρήσατο, Ἁγίᾳ Μαύρᾳ ὡς μέγαν ὄλβον καὶ ἀναφαίρετον· ὅθεν καὶ ταύτην ἀχειρότευκτον, Θεοτόκε καλοῦμεν οἱ δοῦλοί σου, καὶ Πηγὴν Ζωοδόχον, καὶ αὐτὴν Φανερωμένην σε.

ὁ α’ χορὸς

Δόξα Πατρὶ …Ηχος πλ. β’.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’ χορὸς

Καὶ νῦν……

Τῆς Θεοτόκου. ῏Ηχος ὁ αὐτός.

Βασιλὶς ὑπάρχουσα Πανύμνητε, τοῦ τε οὐρανοῦ καὶ γῆς ἁπάσης, Βασιλέα τῶν ἁπάντων μόνη τέξασα, καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων, ἣν ὁ πρῶτος ἐν βασιλεῦσιν εἰς σὲ ἀνατέθηκεν, ἐκεῖ ἔδει γραφῆναι ἄνευ χειρός, τὴν βασιλικήν σου θέαν, καὶ δοξασθῆναι θαύμασι, καὶ δοθῆναι τῇ Μονῇ σου ταύτῃ, ᾗ ᾑρετίσω Κόρη Δέσποινα. Φρούρει οὖν ἡμᾶς τῇ δυνάμει σου, τοὺς τελοῦντάς σου τὴν θείαν ἑορτήν, καὶ ἀσπαζομένους σου τὸν θεῖον χαρακτῆρα, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τῷ Υἱῷ σου Μητροπάρθενε.

 

.  Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς

ὁ β’ χορός

Ἦχος πλ. δ.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

Ἦχος β’

ὁ α’ χορὸς 

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσόν ἡμᾶς.

ὁ β’ χορὸς

Στίχ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου.

ὁ β’ χορὸς 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς 

Δόξα Πατρὶ…

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

Ἦχος ὁ αὐτὸς

ὁ β’ χορός

Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ…

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

ὁ β’ χορὸς

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ… 

ὁ α’ χορὸς

Στίχ. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ… 

ὁ β’ χορὸς 

Δόξα Πατρὶ..

ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

ὁ β’ χορὸς 

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

Ἦχος πλ. δ’

ὁ α’ χορὸς 

Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ὁ β’ χορὸς

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…

ὁ α’ χορὸς 

Στίχ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…

ὁ β’ χορὸς

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν…

 

Εἰσοδικὸν

ὁ α’ χορός 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ,…

ὁ β’ χορὸς

ψάλλοντάς σοι. λληλούϊα.

Τὸ Ἀπολυτίκιον

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος πλ. δ’

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

ὁ β’ χορὸς 

χος πλ. δ’

ν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες καί προσκυνοῦντες τήν θαυμαστήν σου Εἰκόνα, μετ’εὐλαβείας ἀντλοῦμεν τάς χάριτας· καί δι’αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καί νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα.

ὁ α’ χορός 

χος α’

Τοῦ λίθου σφραγισθέντος

Τόν τύπον τῆς μορφῆς σου Θεοτόκε Πανάχραντε, τόν ἀχειροποίητον πάντες, προσκυνοῦντες τιμῶμέν σε. δι’ οὖ ἡμεῖς λοιμοῦ τε καί σεισμοῦ, βαρβάρων καί ἐχθρῶν ἐπιδρομῆς, καί κινδύνων ἐκ παντοίων καί πειρασμῶν, λυτρούμενοί σοι βοῶμεν. δόξα τῇ παναγάθῳ σου βουλῇ. δόξα τῇ εὐσπλαχνίᾳ σου. δόξα τῆ εἰς ἡμᾶς Ἁγνή θείᾳ προνοίᾳ σου.

Κοντάκιον

ὁ β’ χορὸς 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος πλ. δ’ 

τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

ὁ α’ χορός 

Κοντάκιον·

῏Ηχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Τοὺς τῷ Ναῷ σου ἐρχομένους Κόρη πάνσεμνε, καὶ σοῦ τὴν σύναξιν ἐκ πόθου ἑορτάζοντας, καὶ τιμῶντάς σου τὸν ἅγιον χαρακτῆρα, τούτοις δώρησαι Παρθένε τὰ ἐλέη σου, ἐκ παντοίων ῥυσαμένη τούτους θλίψεων, τοὺς σοὶ κράζοντας· Χαῖρε μόνη Πανύμνητε.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

ἦχος α’

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε΄λληλούϊα.

 Ἀπόστολος 

Ἀπόστολος

Τῆς ῾Εορτῆς·

Προκείμενον ἦχος γ’

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Στίχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ·

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου  9:1-7

δελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτῃ ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ῞Αγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ῞Αγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾿Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω· δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, προσφρει πρ αυτο κα τν το λαο γνοημτων.

λληλούϊα (γ’) Ἦχος πλ. β’

κουσον, θύγατερ, καὶ ἴδε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἐκ τοῦ κατὰ Λουκᾶν

(ι΄ 38 – 42, ια΄ 27 – 28)

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος, Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά,ἑνὸς δέ ἐστιν χρεία· Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς. ᾽Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ, Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπεν, Μενονγε μακριοι ο κοοντες τν λγον το Θεο κα φυλσσοντες ατόν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τὸ Ἐξαιρέτως

Ὁ Εἱρμὸς τῆς θ’ᾠδῆς ἦχος δ’

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

παν γὰρ εὐδίνητον εὔλαλον στόμα,

ητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

λιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν.

Κοινωνικὸν

ἦχος α’

Τὸ Πνεῦμά σου ἅγιον μὴ ἀντανέλῃς ἀφ’ἡμῶν, δεόμεθα φιλάνθρωπε. λληλούϊα.

Καί

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. λληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς).

20 ΙΟΥΝ16 ΕΟΡΤΗ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΠΕΦΑΝΕΡΩΜΕΝΗΣ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: