Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΩΝ ΒΑΡΘΟΛΟΜΑΙΟΥ ΚΑΙ ΒΑΡΝΑΒΑ (2016)

11 ΙΟΥΝΙΟΥ 2016

                                                 Σάββατον              

+ Μνμη τν γων ποστλων Βαρθολομαου κα Βαρνβα.

                                

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

ὁ α’χορὸς

χος γ

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’χορὸ

Στχ.γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’χορὸς

Ἀπολυτίκιον τῶν Ἁγίων  Ἦχος γ’

πόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

.

ὁ β’χορὸς

Δξα Πατρί…

πόστολοι Ἅγιοι,….

ὁ α’χορὸς

 Κανν…

πολυτκιον  χος δ’ 

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

Μετὰ τὴν α Στιχολογίαν.

Κθισμα  χος α’

ὁ α’χορὸς

Το λθου σφραγισθντος

γγέλων θαυμαζόντων, τῆς ἀνόδου τὸ ξένον, καὶ Μαθητῶν ἐκπληττομένων, τὸ φρικτὸν τῆς ἐπάρσεως, ἀνῆλθες μετὰ δόξης ὡς Θεός, καὶ πύλαι σοι ἐπῄρθησαν Σωτήρ, διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι, Δόξα τῇ καταβάσει σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ Ἀναλήψει σου, μόνε φιλάνθρωπε.

ὁ β’χορὸς

Δξα Πατρὶ… Κα νν…

γγέλων θαυμαζόντων,…

                                                                    Μετὰ τὴν β Στιχολογίαν.                                                      

ὁ α’ χορός

Κάθισμα 

Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

Τοῦ ᾍδου σκυλευθέντος, ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος, ἐν τῇ σῇ, Ἀναστάσει, ἀνῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί· διὰ τοῦτο σύν Ἀγγέλοις, δοξολογοῦμέν σε, παντοκράτορ Κύριε. Δόξα τῇ, Ἀναλήψει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε φιλάνθρωπε.

ὁ β’χορὸς

Δξα Πατρὶ… Κα νν…

Τοῦ ᾍδου σκυλευθέντος……

.

 Ὁ Ν’ ψαλμὸς ( χύμα )
 Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

.  Κανν το δ’χου

Ο κροστιχς κατ’ λφβητον

ὁ α’ χορός

ερμς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα

ὁ β’χορὸς

νοίξω τὸ στόμα μου,……..

 

ὁ α’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

νέστης τριήμερος, ὁ κατὰ φύσιν ἀθάνατος, καὶ ὤφθης τοῖς ἕνδεκα, καὶ πᾶσι τοῖς Μαθηταῖς, καὶ ἀνέδραμες, Χριστὲ πρὸς τὸν Πατέρα, νεφέλῃ ὀχούμενος, ὁ τοῦ παντὸς ποιητής.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Βοᾷ ἐμφανέστατα, ψάλλων Δαυΐδ ὁ θεόπνευστος, Ἀνέβη ὁ Κύριος, πρὸς τὰ οὐράνια, ἐν ἀλαλαγμῷ, καὶ σάλπιγγος ἠχήσει, καὶ πρὸς τὸν ἀρχίφωτον Πατέρα ἔφθασε.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Γηράσαντα Κύριε, κόσμον πολλοῖς ἁμαρτήμασι, καινίσας τῷ Πάθει σου, καὶ τῇ Ἐγέρσει σου, ἀνελήλυθας, ὀχούμενος νεφέλῃ, πρὸς τὰ ἐπουράνια, δόξα τῇ δόξῃ σου.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Δεσπότην ἐκύησας, πάντων πανάμωμε Δέσποινα, τὸν Πάθος ἑκούσιον καταδεξάμενον, καὶ ἀνελθόντα, πρὸς τὸν αὐτοῦ Πατέρα, ὃν περ οὐ κατέλιπε, κᾂν σάρκα εἴληφε.  

Ὁ Κανὼν τοῦ Ἁγίου Βαρθολομαίου.

Ποίημα Θεοφάνους.

ᾨδὴ α’

Ἦχος β’

Ἐν βυθῷ κατέστρωσε

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

προγνώστης πάντων καὶ Θεός, τὸ τῆς διανοίας σου, θεοειδὲς καθορῶν ἐξελέξατο, καὶ σὲ συνηρίθμησε, τῇ χορείᾳ Βαρθολομαῖε πανεύφημε, τῇ τῶν Ἀποστόλων, χάριτι λαμπρύνας τὴν καρδίαν σου.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ρετῶν εἰς ὕψος ἀναβάς, γλῶσσαν τὴν πυρίπνοον, πυροειδῶς μερισθεῖσαν ἐπλούτησας, ὡς Χριστοῦ Ἀπόστολος, παρουσίᾳ τοῦ Παρακλήτου Πανάριστε, τὴν τῆς ἀσεβείας ὕλην, δαπανῶσαν καὶ κουφότητα.

Ὁ Κανὼν τοῦ Ἁγίου Βαρνάβα, οὗ η’ Ἀκροστιχίς.

ᾨδὴν πλέκω σου Βαρνάβα θεηγόρε.

(ἄνευ τῶν Θεοτοκίων)

ᾨδὴ α’

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ς ἀνὴρ ὑπάρχων ἀγαθός, καὶ τῆς παρακλήσεως, υἱὸς φανεὶς τῆς ψυχῆς μου τὴν κάκωσιν, καὶ τῆς ἁμαρτίας μου, τὴν ψυχόλεθρον ἀθυμίαν ἀπέλασον, ὅπως εὐφροσύνης, ἔμπλεως γενόμενος ὑμνήσω σε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Δεδεγμένος μάκαρ τὸ σεπτόν, φέγγος τοῦ βλαστήσαντος, ἐκ τῆς φυλῆς τοῦ Ἰούδα πανόλβιε, Χριστοῦ τοῦ παντάνακτος, ἐκ Λευΐτιδος συγγενείας ὁρμώμενος, τῆς ἱερωσύνης, νόμου τε μετάθεσιν ἐκήρυξας.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Ἡ λαμπρά σου πάνσοφε ζωή, πρώτης ἀγαθότητος, καὶ φυσικῆς μετουσίας παρέδειξεν, ἀγαθὸν σε δεύτερον, ταῖς ἐκεῖθεν ἀγαθυνόμενον χάρισιν, ἔνδοξε Βαρνάβα, γέννημα τῆς θείας παρακλήσεως.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξὶ σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην Θεότητος· τὸν καλλοποιὸν γὰρ Λόγον, ὑπέρ λόγον ἀπεκύησας

                                                                             δ γ’  ερμς

ὁ α’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον

ὁ β’χορὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε………..

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

πάρατε πύλας οὐρανίους, ἰδοὺ παραγέγονε Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, σῶμα φορέσας γήϊνον, ταῖς ἀνωτέραις ἔλεγον, δυνάμεσιν αἱ κατώτεραι.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ζητήσας Χριστὲ τὸν πλανηθέντα, ἀπάτῃ τοῦ ὄφεως Ἀδάμ, ὡς τοῦτον ἐνδυσάμενος, ἀνῆλθες καὶ ἐκάθισας, ἐκ δεξιῶν ὡς σύνθρονος, Πατρός, ὑμνούντων Ἀγγέλων σε.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

γῆ ἑορτάζει καὶ χορεύει, ἀγάλλεται καὶ ὁ οὐρανός, τῇ Ἀναλήψει σήμερον, τοῦ Ποιητοῦ τῆς κτίσεως, τοῦ προφανῶς ἑνώσαντος, τὰ διεστῶτα βουλήματι.

ὁ β’χορὸς 

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Θανάτου τεκοῦσα καθαιρέτην τὸν μόνον ἀθάνατον Θεόν, Παρθενομῆτορ πάναγνε, τοῦτον ἀεὶ ἱκέτευε, τὰ θανατοῦντα πάθη με, ἀπονεκρῶσαι καὶ σῶσαί με.

δ γ’, το γου Βαρθολομαου
χος β’
ξνθησεν ρημος

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς πηγὴ προελήλυθας, σωτηρίου νάματος, Βαρθολομαῖε πάντιμε, καὶ πολύχουν τὸν καρπὸν ἤνεγκας, ἐθνῶν τὴν σωτηρίαν ἀξιάγαστε.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ ἅλατι τῆς χάριτος, τῶν εἰδώλων ἔπαυσας, τὴν σηπεδόνα Πάνσοφε, τῷ νοστίμῳ λόγῳ τῆς πίστεως, τὰς καρδίας ἡδύνων τῶν τιμώντων σε.

 το γου Βαρνβα

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεφέλη τὸν ἑκούσιον, ἡμῖν ὄμβρον φέρουσα, ἐκ τῶν πηγῶν τῆς χάριτος, καθωράθης Βαρνάβα ἔνδοξε, καὶ τρυφῆς τὸν χειμάρρουν ποταμίζουσα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ποικίλαις δᾳδουχούμενον, λαμπηδόσι βλέπουσα, ἡ πανσθενὴς τοῦ Πνεύματος ἐξουσία, τῶν μυστηρίων Χριστοῦ λειτουργὸν ἀφορίζει, σὲ πανσεβάσμιε.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Λαμπόμενοι τῇ χάριτι, τοῦ Σταυροῦ σου Δέσποτα, οἱ εὐκλεεῖς Ἀπόστολοι, σοὶ τὰ ἔθνη πίστει προσάγουσιν, ὁ Βαρνάβας καὶ Παῦλος οἱ θεόφρονες

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

φάνης καθαρότητι, ὡσεὶ κρίνον Δέσποινα, τῶν ἀκανθῶν ἐκλάμψασα, λαμπηδόσι τῆς παρθενίας σου, ἐν μέσῳ Θεοτόκε πανσεβάσμιε

ὁ α’ χορὸς 

Ερμς

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου».

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…  

Κάθισμα τῶν Ἁγίων

ὁ α’ χορός

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ὡς οὐρανὸς περικαλὴς διηγήσω, Βαρθολομαῖε ἐπὶ γῆς θείαν δόξαν, τῆς τοῦ Θεοῦ σαρκώσεως πανεύφημε, φαίνων ὥσπερ ἥλιος, τὰς ἐν ζόφῳ καρδίας, λύων τὴν σκοτόμαιναν, τῶν κακίστων δαιμόνων, ἀλλὰ εὐχαῖς σου φώτισον ἡμᾶς, σοῦ τὴν φωσφόρον τελοῦντας πανήγυριν.

ὁ β’ χορός

Τοῦ Βαρνάβα

Δόξα Πατρὶ… Ἦχος πλ. δ’

Αὐλῶν ποιμενικῶν

Τοῦ νόμου τὴν σκιάν, σὺ λιπὼν ὡς ἐχέφρων, τῇ χάριτι φοιτᾷς, θεοφόρε Βαρνάβα, κατὰ πόλιν καὶ χώραν, τοῦ σταυρωθέντος φέρων τὸ ὄνομα, θαύμασι καὶ σημείοις, τοὺς ἀπειθοῦντας πρὸς τὴν ἀλήθειαν, καθοδηγήσας ὤφθης ἐν Χριστῷ, τοῦ κόσμου παράκλησις.

ὁ α’ χορός

Καὶ νῦν…τῆς Ἑορτῆς

Κάθισμα

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

πιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν, καταλείψας εἰρήνην τοῖς ἐπὶ γῆς, ἀνῆλθες καὶ ἐκάθισας, τοῦ Πατρὸς δεξιόθεν, ὡς ὁμοούσιος τούτῳ ὑπάρχων καὶ Πνεύματι· ἐν σαρκὶ γὰρ ὤφθης, ἀλλ’ ἄτρεπτος ἔμεινας· ὅθεν ἀναμένεις, συντελείας τὸ πέρας, τοῦ κρῖναι ἐρχόμενος, ἐπὶ γῆς κόσμον ἅπαντα. Δικαιοκρίτα Κύριε, φεῖσαι τῶν ψυχῶν ἡμῶν, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, ὡς Θεὸς ἐλεήμων τοῖς δούλοις σου

 

δ δ’  ερμς

ὁ β’ χορὸς

καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου.

ὁ α’χορὸς

καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος…….

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

ησοῦς ὁ Ζωοδότης, προσλαβὼν οὓς ἠγάπησεν, Ἐλαιῶν εἰς ὄρος, ἄνεισι, καὶ τούτους εὐλόγησε, καὶ τοὺς πατρῴους νεφέλῃ ἐποχούμενος κόλπους ἔφθασεν, οὓς οὐδαμῶς καταλέλοιπε. 

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Κόσμος ὅλος ἑορτάζει, ὁρατὸς καὶ ἀόρατος, ἐν ἀγαλλιάσει, Ἄγγελοι σκιρτῶσι καὶ ἄνθρωποι, δοξολογοῦντες ἀπαύστως τὴν Ἀνάληψιν, τοῦ σαρκὶ ἑνωθέντος ἡμῖν ἀγαθότητι.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Λύσας κράτος τοῦ θανάτου, ὡς ἀθάνατος Κύριος, τὴν ἀθανασίαν, πᾶσιν ἐδωρήσω φιλάνθρωπε, καὶ ἀνελήφθης ἐν δόξῃ καθορώντων σε, τῶν σεπτῶν Μαθητῶν, Ἰησοῦ παντοδύναμε.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Μακαρία ἡ κοιλία, σοῦ Πανάμωμε γέγονε, τὸν γὰρ τὴν κοιλίαν ᾍδου παραδόξως κενώσαντα, ἀνερμηνεύτως χωρῆσαι κατηξίωσαι, ὃν ἱκέτευε, σῶσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.   

ᾨδὴ δ’, τοῦ Ἁγίου Βαρθολομαίου

Ἦχος β’

Ἐλήλυθας ἐκ Παρθένου

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κατήργησας, τῷ Σταυρῷ τοῦ Κυρίου φραξάμενος, δαιμόνων τὸ φρύαγμα, Βαρθολομαῖε πανάριστε, τούτων ψυχόλεθρον, ἀπάτην ἀποδιώξας τῷ κηρύγματι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φῶς τοῦ κόσμου, τὸ τῆς δόξης τῆς θείας ἀπαύγασμα, Χριστὸς σε ἀνέδειξε, Βαρθολομαῖε θεόληπτε· πᾶσαν γὰρ κατηύγασας, θεογνωσίᾳ τὴν κτίσιν παμμακάριστε.

τοῦ Ἁγίου Βαρνάβα

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πόμενος προσταγαῖς τοῦ Δεσπότου Ἀπόστολε, Βαρνάβα πανεύφημε, τοῖς πενομένοις διένειμας, ὅλην σου τὴν ὕπαρξιν, καὶ χριστοκήρυξ ἐγένου μεγαλόφωνος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς ἥλιος, διατρέχων τοῦ κόσμου τὰ πέρατα, Βαρνάβα πανένδοξε, ἀκτινοβόλοις ἐλλάμψεσι, Παύλῳ ἐφεπόμενος, καταλαμπρύνεις τῷ λόγῳ τῷ τῆς χάριτος.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Συμμέτοχος τῶν παθῶν τοῦ Σωτῆρος γενόμενος, Βαρνάβα πανεύφημε, ἐν οὐρανίοις σκηνώμασι, τούτῳ συνδεδόξασαι, τῆς ὑπὲρ νοῦν εὐφροσύνης ἐμφορούμενος.

ὁ α’ χορὸς 

Κα νν… Θεοτοκίον

τῆς Εὔας, Θεομῆτορ κατάρα τῷ τόκῳ σου, λέλυται πανάμωμε· σεσαρκωμένον γὰρ τέτοκας, Λόγον τὸν ἀΐδιον, τὸν εὐλογίαις …

ὁ β’ χορὸς

……τὸν κόσμον στεφανώσαντα

δ ε’  ερμς

ὁ α’ χορός

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’χορὸς

ξέστη τὰ σύμπαντα,….

ὁ α’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Νεκρώσας τὸν θάνατον, τῷ σῷ θανάτῳ Κύριε, λαβὼν οὓς ἠγάπησας, ἀνῆλθες, τοῦ Ἐλαιῶνος εἰς ὄρος ἅγιον, κἀκεῖθεν ἀνέδραμες Χριστέ, πρός, τὸν σὸν Γεννήτορα, νεφέλῃ ἐποχούμενος.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Ξένη σου ἡ Γέννησις ξένη σου ἡ Ἀνάστασις, ξένη καὶ φρικτή σου Ζωοδότα, ἡ ἐκ τοῦ ὄρους θεία Ἀνάληψις, ἣν ἐξεικονίζων Ἠλιού, τέθριππος ἀνήρχετο, ἀνυμνῶν σε φιλάνθρωπε.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

ρῶσιν ἐφθέγγοντο, τοῖς Ἀποστόλοις Ἄγγελοι, Ἄνδρες Γαλιλαῖοι, τὶ θαμβεῖσθε, τῇ Ἀναλήψει τοῦ Ζωοδότου Χριστοῦ; οὗτος ἥξει πάλιν ἐπὶ γῆς, κρῖναι κόσμον ἅπαντα, ὡς κριτὴς δικαιότατος. 

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Παρθένον φυλάξας σε, μετὰ τὸν τόκον ἄφθορον, ἄνεισι Χριστὸς πρὸς τὸν Πατέρα, Θεογεννῆτορ, ὃν οὐ κατέλιπεν, εἰ καὶ σάρκα εἴληφεν ἐκ σοῦ, ἔννουν τε καὶ ἔμψυχον, διὰ ἔλεος ἄφατον.  

ᾨδὴ ε’, τοῦ Ἁγίου Βαρθολομαίου

Ἦχος β’

Μεσίτης Θεοῦ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κτίστῳ φωτί, δι’ ἡμᾶς ἐν κτίσματι φανέντι Χριστῷ, πρωτουργῶς ὡμίλησας, τούτῳ συγγινόμενος Ἀπόστολε, καὶ ταῖς θείαις ἀκτῖσι, ταῖς παρ᾽ αὐτοῦ λαμπόμενος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς δρόσος Θεοῦ, τοῖς ἀνθρώποις ἴαμα κομίζουσα, ἐν τῷ κόσμῳ πέφηνας, ὦ Βαρθολομαῖε, παμμακάριστε, καὶ τὴν γῆν τῆς ἀσεβείας, προφητικῶς κατέστρεψας.

τοῦ Ἁγίου Βαρνάβα

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 

νόμου σκιάν, ὑπερβὰς καὶ χάριτι λαμπόμενος, τῶν ἐθνῶν τὸ πλήρωμα, εὐαγγελιζόμενος ἐφώτισεν, ὁ θεόφρων Βαρνάβας, τῷ τοῦ Χριστοῦ κηρύγματι.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

σχὺν κραταιὰν τοῦ Ἁγίου Πνεύματος, Ἀπόστολε, σαφῶς περικείμενος, πονηρίας πνεύματα κατέβαλες, τῆς αὐτῶν κακουργίας, τὸν κόσμον λυτρωσάμενος.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Βοῶντος φωνή, ἐν ἐρήμοις ἔθνεσιν ἐγένου σοφέ, τῆς θείας σαρκώσεως, τὸ ὑπὲρ κατάληψιν μυστήριον, ἀναγγέλλων τοῖς πᾶσι, Βαρνάβα παμμακάριστε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

δοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας προηγόρευσεν, ὑπὲρ φύσιν δὲ τοῦτον, ….

ὁ α’ χορὸς 

……Θεογεννῆτορ τέτοκας.

 

δ ς’  ερμς

ὁ β’χορὸς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες

ὁ α’ χορός

Τὴν θείαν ταύτην καὶ πάντιμον……………

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

ανάτωσαν ἡμῖν ἄνωθεν, νεφέλαι εὐφροσύνην αἰώνιον, Χριστὸς νεφέλῃ γάρ, ὡς Χερουβὶμ ἐποχούμενος, πρὸς τὸν αὐτοῦ Πατέρα ἄνεισι σήμερον.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σαρκὸς φανεὶς ὁμοιώματι, τὰ πρῴην διεστῶτα συνήγαγες εἰς ἕν, φιλάνθρωπε, καὶ ἀνελήφθης ὁρώντων σε, τῶν Μαθητῶν οἰκτίρμον, πρὸς τὰ οὐράνια.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τί ἐρυθρὰ τὰ ἱμάτια, σαρκὸς τοῦ ἑνωθέντος παχύτητι; ἅγιοι Ἄγγελοι, Χριστὸν ὁρῶντες ἐφθέγγοντο Πάθους τιμίου θεῖα, φέροντα σύμβολα.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

μνοῦμεν Κόρη τὴν σύλληψιν, ὑμνοῦμέν σου τὴν ἄῤῥητον γέννησιν, δι’ ἧς ἐῤῥύσθημεν καταφθορᾶς, καὶ κακώσεως, καὶ ζοφερὰς τοῦ ᾍδου, γν καθερξεως.

 

ᾨδὴ ς’, τοῦ Ἁγίου Βαρθολομαίου

Ἦχος β’

Ἐν ἀβύσσῳ πταισμάτων

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῶν θαυμάτων τὴν χάριν δεξάμενος, καὶ τῶν ἰαμάτων πλουτήσας ἐνέργειαν, Βαρθολομαῖε πάνσοφε, τῶν ἐθνῶν τὰς ἀγέλας ἐζώγρησας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πυρίνη σου γλῶσσα Πανεύφημε, πᾶσαν τὴν ἀπάτην ὡς χόρτον κατέφλεξε, τῶν δὲ πιστῶν ἐλάμπρυνε, τὰς καρδίας τῷ θείῳ κηρύγματι.

τοῦ Ἁγίου Βαρνάβα

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, τῆς δικαιοσύνης ὁ ἥλιος Δέσποτα, ὥσπερ ἀκτῖνας λάμποντας, τὸν Βαρνάβαν καὶ Παῦλον ἐξήστραψας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ιζοτόμος ἀξίνη γεγένησαι, τὴν ὑλομανήσασαν ἀπάτην τέμνουσα, τοῖς ὑπὲρ λόγον θαύμασι, τεθηγμένη Βαρνάβα θεσπέσιε.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Νομοθέτης ἐδείχθης τῆς χάριτος, ὡς τῆς παλαιᾶς διαθήκης τὰ σύμβολα, πρὸς ἀληθείας ἔμφασιν, μεταπλάττων Βαρνάβα θεόληπτε.

ὁ α’ χορὸς 

Κα ννΘεοτοκίον

Οὐρανὸν ὁ τανύσας βουλήματι, οὐρανὸν ἐπίγειον ἄλλον ἀπέδειξε, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν.

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντάκιον τῶν Ἁγίων

Ἦχος δ’

Ἐπεφάνης σήμερον

φθης μέγας ἥλιος τῇ Ἐκκλησίᾳ, διδαγμάτων λάμψεσι, καὶ θαυμασίων φοβερῶν, φωταγωγῶν τοὺς τιμῶντάς σε, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.

Ὁ Οἶκος

μυήθης τοῦ Λόγου μαθητά, τοὺς λόγους τοὺς ἁγίους, καὶ τοὺς πάλαι ἀλογίᾳ δεινῶς καθυπαχθέντας τέκνα εἰργάσω τοῦ φωτός. Ἥπλωσας εἰς βάθη ἀγνωσίας τὰ σεπτὰ καὶ ἱερά σου δίκτυα, καὶ ἔλαβες τὰ ἔθνη ὑπήκοα, τὰς κεχερσωμένας ἀπάτῃ διανοίας ἐνέωσας τῷ θείῳ ἀρότρῳ. Ἐξήρανας τὸν φλογμὸν τῆς πολυθεΐας, δροσισμῷ σου τῆς φαιδρᾶς θεηγορίας υἱοὺς Θεοῦ, τοὺς πρὶν ὀργῆς τέκνα ἐργασάμενος, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ ΙΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.

Στίχοι

  • Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,

  • Μιμούμενός σε, σταυρικὸν φέρει πάθος.

  • Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει,

  • Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.

  • Ἑνδεκάτῃ σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ ᾌδειν.

Στίχοι

  • ᾞσας Γαβριὴλ πρὶν τὸ Χαῖρε τῇ Κόρῃ.

  • ᾌδεις δὲ καὶ νῦν, Ἄξιόν σε ὑμνέειν.

 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δ η’

ὁ β’ χορὸς

Στχ. Ανομεν, ελογομεν, καί  προσκυνομεν τν Κριον

Ὁ Εἱρμὸς

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (χος β΄)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

δ θ’  ερμς

ὁ α’ χορός

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνή, ἀειπάρθενε.

ὁ β’ χορός

πας γηγενής, σκιρτάτω ταῷ πνεύματι……

Μεγαλυνριον

ὁ α’ χορός

γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν! ὢ μυστηρίου φρικτοῦ! πάντων ὁ δεσπόζων γάρ, ἐκ γῆς ἀπαίρων πρὸς τὰ οὐράνια, τοῖς Μαθηταῖς ἀπέστειλε, Πνεῦμα τὸ ἅγιον, τὸ φωτίσαν τούτων τὴν διάνοιαν, καὶ πυρίνους τελέσαν ἐν χάριτι.

ὁ β’ χορός

γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Στίφει Μαθητῶν, ὁ Κύριος ἔφησεν, Ὑμεῖς καθίσατε, εἰς Ἱεροσόλυμα, κᾀγὼ ἐκπέμψω ὑμῖν Παράκλητον, ἄλλον, Πατρὶ τὸν σύνθρονον, κἀμοὶ ὁμότιμον, ὃν ὁρᾶτε, ἀναλαμβανόμενον, καὶ νεφέλῃ φωτὸς ἐποχούμενον.

ὁ α’χορὸς

γγελοι, τὴν ἄνοδον τοῦ Δεσπότου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης ἐπήρθη, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

ρθη ἐμφανῶς, ἡ μεγαλοπρέπεια, ἄνωθεν τῶν οὐρανῶν τοῦ σαρκὶ πτωχεύσαντος, , καὶ συνεδρίᾳ Πατρὸς τετίμηται, φύσις ἡμῶν ἡ ἔκπτωτος, Πανηγυρίσωμεν, καὶ συμφώνως  πάντες ἀλαλάξωμεν, καὶ κροτήσωμεν χεῖρας γηθόμενοι. 

ὁ β’ χορός

Στιχ. περαγία Θεοτόκε σῶσον ἡμᾷς Θεοτοκον

Φῶς τὸ ἐκ φωτός, ἐκλάμψαν πανάμωμε, ἐκ σοῦ ἀνέτειλε, καὶ τὴν ἀμαυρότητα, τῆς ἀθεΐας πᾶσαν διέλυσε, καὶ τοὺς νυκτὶ καθεύδοντας ἐφωταγώγησε· διὰ τοῦτο πάντες κατὰ χρέος σε, εἰς αἰῶνας ἀεὶ μακαρίζομεν.

ᾨδὴ θ’, τοῦ Ἁγίου Βαρθολομαίου

Ἦχος β’

Ἀνάρχου Γεννήτορος

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τοῦ Λόγου γενόμενος, αὐτόπτης καὶ διάκονος, μαθητής τε καὶ κήρυξ θεοπτικώτατος, ἔνθα νῦν ὑπάρχει ὁ Λόγος, σὺ κατοικεῖν, ὄντως ἠξιώθης, ὡς αὐτὸς ὑπέσχετο, ἀψευδῶς ὁ ὑπεράγαθος.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

ς νῦν παριστάμενος, τῷ θρόνῳ τοῦ Δεσπότου σου, καὶ ἐκεῖθεν ἀκτῖσι περιλαμπόμενος, ὦ Βαρθολομαῖε θεόφρον, τοὺς ὑμνητάς, τοὺς σοὺς ἐποπτεύοις, παθῶν ἐκλυτρούμενος, καὶ ποικίλων περιστάσεων.

τοῦ Ἁγίου Βαρνάβα

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Οἱ φῶς χρηματίσαντες, δι’ ἀρετῆς Ἀπόστολοι, καὶ φωτὶ τῷ μεγάλῳ νῦν παριστάμενοι, κόσμῳ τὴν εἰρήνην βραβεύειν, καὶ τὴν ὑμῶν, σῴζειν Ἐκκλησίαν, ἥνπερ συνεστήσασθε, τὸν Δεσπότην ἱκετεύσατε.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

ητόρων δεινότητα, σοφίας σου πυρσεύμασι, θεοφάντορ Βαρνάβα, σαφῶς κατέσβεσας, τῶν ἀπαυγασμάτων τῶν θείων, ὡς τὴν πηγὴν ἔνδον κεκτημένος· διὸ τὴν πανίερον, ἑορτήν σου μεγαλύνομεν.

ὁ α’ χορός

Δόξα Πατρὶ…

ν πίστει τὴν μνήμην σου, τελοῦντες νῦν Ἀπόστολε, πρεσβευτὴν τῷ Δεσπότῃ σε προβαλλόμεθα, λύσιν ἐξαιτοῦντες πταισμάτων, διὰ τῆς σῆς λαβεῖν μεσιτείας, Βαρνάβα πανέντιμε, θεοκήρυξ Ἱερώτατε.

ὁ β’χορὸς

Κα νν… Θεοτοκον

ς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα· τὴν ἀνατολὴν γὰρ ἠλίου, τοῦ νοητοῦ τῆς δικαιοσύνης ἡμῖν ἐφανέρωσας, Θεομῆτορ πανσεβάσμιε.

ὁ α’ χορός

Ὁ Εἱρμὸς

νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

 

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ξαποστειλριον

τῶν Ἁγίων

Ἦχος β’

Γυναῖκες ἀκουτίσθητε

Βαρθολομαῖος σήμερον, Βαρνάβας ὁ θεόληπτος, ἐν τῇ σεπτῇ αὐτῶν μνήμῃ, νῦν παρ’ ἡμῶν κατὰ χρέος, λαμπρῶς ἀνευφημείσθωσαν, ὡς τοῦ Χριστοῦ Ἀπόστολοι, καὶ μαθηταὶ πρεσβεύοντες, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἱερὰν αὐτῶν μνήμην.

Ατμελον

χος β’

ὁ α’ χορός

Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον΄ ᾌρατε πύλας ᾄρατε, ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.

. AINOI

ὁ α’ χορός

Ἦχος δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

τῆς δόξης σε ἥλιος, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, εἰς τοῦ κόσμου ἅπαντα τὰ πληρώματα, ὥσπερ ἀκτῖνα πολύφωτον, θεόφρον Ἀπόστολε, ἐπαφῆκε τὴν ἀχλύν, τῆς κακίας ἐλαύνουσαν, καὶ φωτίζουσαν, σκοτισθείσας καρδίας ἀγνωσίᾳ, καὶ παθῶν ἐπικρατείᾳ, Βαρθολομαῖε πανόλβιε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ

τῆς δόξης σε ἥλιος,……

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Καθαρὸν ἐνδιαίτημα, τῆς Τριάδος γεγένησαι, ἀρετῶν λαμπρότητι φαιδρυνόμενος, καὶ ἐν καρδίᾳ δεχόμενος, Βαρνάβα τὴν ἔλλαμψιν, παρ’ αὐτῆς τὸν φωτισμόν, τοῦ ἡλίου φαιδρότερον, ἐν τοῖς πέρασι, τηλαυγῶς ἐπιπέμπεις καὶ φωτίζεις, τοὺς ἐν σκότει καθημένους, τῆς ἀγνωσίας θεόληπτε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ς νεφέλαι Μακάριοι, ἐπὶ πάντα τὰ πέρατα, ὑετὸν ἐρράνατε τὸν οὐράνιον, καὶ τὰς ψυχὰς κατηρδεύσατε, πιστῶν θείᾳ χάριτι, ἀποπνίξαντες δεινά, ἀθεΐας ζιζάνια, καὶ τελέσαντες, τὰς ψυχὰς καρποφόρους τῶν ἀνθρώπων· διὰ τοῦτο ἐν αἰνέσει, ὑμᾶς τιμῶμεν Ἀπόστολοι.

ὁ α’ χορός

Δξα Πατρὶ…Ἦχος πλ. α’

σοφία τοῦ Θεοῦ, ὁ συναΐδιος Λόγος τοῦ Πατρός, καθὼς ἐν Εὐαγγελίοις προέβη, τὰ εὔφορα κλήματα, ὑμεῖς ἐστε πανεύφημοι Ἀπόστολοι, οἱ τὸν βότρυν τὸν πέπειρον καὶ τερπνόν, ἐν τοῖς κλάδοις ὑμῶν φέροντες, ὃν οἱ πιστοὶ ἐσθίοντες, ἐπιστοιχοῦμεν γεῦσιν πρὸς εὐφρόσυνον, Βαρθολομαῖε θεόληπτε, καὶ Βαρνάβα υἱὲ παρακλήσεως, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 ὁ β’ χορός

Κα νν… Ἦχος πλ. α’

Κύριε, ἀναλαμβανομένου σου· ὅθεν οὐκ ἐχωρίσθης, αἱ στρατιαὶ τῶν Ἀγγέλων, καὶ πάντων τῶν Ἀσωμάτων, ἐν ἀγαλλιάσει ἐβόων, ταῖς ἀνωτέραις δυνάμεσιν· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης· ὁ γὰρ θρόνος ὁ χερουβικὸς ἀνέλαβέ σε μετὰ σαρκός· Κύριε, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. α΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ ἀπολυτίκιον τῆς ἑορτῆς

ὁ β’ χορός

πολυτκιον  χος δ’ 

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, λυτρωτς το κσμου. 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ντφωνον α’

χος β’

α’ χορός

Στχ. α’ ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στχ. β’ ραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου·

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

α’ χορός

Στχ. γ’ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ράβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στχ. δ’ Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

α’ χορός

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ντφωνον β’

ατς

ὁ β’ χορὸς

Στίχ. α’. Θεός ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στίχ. β’. Κύριος τῶν δυνάμεων μεθ᾿ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ᾿Ιακώβ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…

ὁ β’ χορὸς

Στίχ. γ’. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ… ΄

ὁ α’ χορὸς

Στίχ. δ’. Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…..

α’ χορός

Δξα Πατρί…

ὁ β’ χορός

Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος δ’

α’ χορός

Στχ. α’  Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

νελήφθης ἐν δόξῃ… 

ὁ β’ χορός

Στχ. β’ τι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

νελήφθης ἐν δόξῃ…

α’ χορός

Στχ. γ’ βασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.

 νελήφθης ἐν δόξῃ…  

Εσοδικν

ὁ α’ χορός

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

 Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς,…

 ὁ β’ χορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα. 

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  χος δ’  

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

(ψάλλεται π τν ερουργούντων μόνον ὅταν τελεται συλλείτουργον)

Κοντκιον Ατμελονχος πλ. β’

Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε, Ἐγὼ εἰμι μεθ’ ὑμῶν, κα οδες καθ’ μν. 

Τρισάγιον

᾽Απόστολος

Προκείμενον. Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.

Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα   11:19-30

ν ταῖς ἡμέραις ἐκείναις, διασπαρέντες οἱ Ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἕλληνας, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ΄ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν ἕως Ἀντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ Θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῇ καρδίας προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως. Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ Πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ΄ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου. Τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

λληλούϊα (γ΄)

Εαγγλιον

κ το κατ Λoυκν    (ι΄ 16 – 21)

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπεν δὲ αὐτοῖς, ᾽Εθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾽Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ᾽Εξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τὸ Ἐξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.λληλούϊα.

ντ το «Εἴδομεν τὸ φῶς…»

ψάλλει τ,

πολυτκιον  χος δ’  

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

11 ΙΟΥΝ16 ΣΑΒΒΑΤΟΝ ΕΟΡΤΗ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΒΑΡΘΟΛΟΜΑΙΟΥ ΚΑΙ ΒΑΡΝΑΒΑ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: