1 σχόλιο

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ (2016)

4 IOYNIOY  2016

ΣΑΒΒΑΤΟ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ

«᾿Απόδοσις τῆς ἑορτῆς τῆς Σαμαρείτιδος

Μνμη το ν γοις Πατρς μν Μητροφνους, ρχιεπισκπου Κωνσταντινουπλεως.

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος δ’

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἦχος δ’

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

 Δξα Πατρί… Ἦχος  α’

Τοῦ λίθου σφραγισθέντος

Τὸ μέγα τῆς Τριάδος μυστήριον κηρύττων, τὴν ἐν Χριστῷ οἰκονομίαν διετράνωσας πᾶσιν, ὡς ποίμνης ποιμὴν τῆς λογικῆς, διώξας λύκους τοὺς νοητούς, καὶ τὰ θρέμματα τῆς τούτων φθοροποιοῦ λύμης σώσας βοῶντα· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ὑψώσαντι, δόξα τῷ βεβαιοῦντι διὰ σοῦ πίστιν τὴν ὀρθόδοξον.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον 

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

.Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

ΚΑΘΙΣΜΑΤΑ 

Ἦχος δ’

ναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἄρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

ὁ β’ χορὸς

Δόξα Πατρί… Ταχὺ προκατάλαβε

νέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ δυναστείᾳ τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι, διὸ σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον 

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ β’ χορὸς

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος δ’ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

γαλλιάσθω οὐρανὸς εὐφραινέσθω, τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου ἐπιφανεὶς ὡς ἄνθρωπος ἐρρύσατο φθορᾶς, ἄπαν τὸ ἀνθρώπινον τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάμψας δὲ γυναικὶ Σαμαρείτιδι, ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γαλλιάσθω οὐρανὸς εὐφραινέσθω,……

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς (χύμα)

Κανὼν τῆς Σαμαρείτιδος

ᾨδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα ᾠδὴν ἐπινίκιον· Ὅτι δεδόξασται».

  βχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

ταφεὶς ἐγήγερται, ἐν αὐτῷ συνήγειρε τὸ γένος τῶν ἀνθρώπων, ἀγαλλιάσθω πᾶσα κτίσις, καὶ νοηταὶ σήμερον, ῥανάτωσαν νεφέλαι, δικαιοσύνην σαφῶς.

  αχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

σταυρὸν ἑκούσιον, σαρκὶ καταδεξάμενος, τριήμερος ἀνέστης ἐκ τῶν νεκρῶν, ᾍδου ταμεῖα, ζωαρχικὲ Κύριε, κενώσας καὶ ἐξάξας, πεπεδημένας ψυχάς.

   βχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τῇ μορφῇ ἀστράπτοντα, αἱ Μυροφόροι βλέψασαι, τὸν Ἄγγελον ἐν φόβῳ, ἐκ τοῦ μνημείου ὑπεχώρουν, τὴν δὲ Χριστοῦ Ἔγερσιν μαθοῦσαι σπεύδουσι τοῖς Μαθηταῖς.

  αχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα Κύριε, ὕδωρ ζωῆς ὑπάρχων, τῇ Σαμαρείτιδι αἰτούσῃ, τὰ σὰ σεπτὰ νάματα παρέσχες, ἐπιγνούσῃ τὴν εὐσπλαγχνίαν σου.

  βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Χαῖρε θρόνε πύρινε, χαῖρε λυχνία πάγχρυσε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παλάτιον τοῦ Λόγου, καὶ νοητὴ τράπεζα, ἄρτον ζωῆς ἀξίως, Χριστὸν βαστάσασα.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Μέγιστον ὑμνῶ τοῦ Μητροφάνους κλέος.

Ποίημα Θεοφάνους.

ᾨδὴ α’

Ἦχος πλ. β’

Ὡς ἐν ἠπείρῳ πεζεύσας

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μετὰ τῆς ἄνω χορείας ὡς ἱερεύς, ὡς Θεοῦ διάκονος, παρεστὼς ὑπὲρ ἡμῶν, ἐκτενῶς ἱκέτευε τυχεῖν, αἰωνίων ἀγαθῶν, Πάτερ Μητρόφανες.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

κλελεγμένος Κυρίῳ ἱερουργεῖν, τὸ σεπτὸν μακάριε, Εὐαγγέλιον αὐτοῦ, εἰς Θεοῦ ἐπίγνωσιν λαούς, παραινέσεσι σοφαῖς, Πάτερ ἐπέστρεψας.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Γνῶσιν τὴν θείαν πλουτήσας λόγον ζωῆς, ἐκ καρδίας ἔβλυσας, καταρδεύοντα ψυχάς, χερσωθείσας πάθεσι σοφέ, Ἱεράρχα τοῦ Θεοῦ, θεομακάριστε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

ερωτάτη χορεία τῶν Προφητῶν, προεδήλου πόρρωθεν, ἐσομένην σε Θεοῦ, ἀληθῆ λοχεύτριαν Ἁγνή, ἀνωτέραν Χερουβίμ, καὶ πάσης κτίσεως.

ᾨδὴ γ΄

Τῆς Σαμαρείτιδος

Ὁ Εἱρμὸς

   αχορὸς

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.

   βχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

θελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐρρήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο.

   αχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Μετὰ ψυχῆς σε πρὸς τὸν ᾍδῃν ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.

   βχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τί ἐκθαμβεῖσθε; τί ἐν τάφῳ ὑμεῖς ζητεῖτε, μετὰ μύρων Γυναῖκες τὸν Δεσπότην; ἐξηγέρθη, καὶ κόσμον συνήγειρεν. Ἄγγελος ἀστράπτων, ταῖς Μυροφόροις ἐφθέγγετο.

   αχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Ζωὴ ὑπάρχων, καὶ πηγὴ τῆς ἀθανασίας, ἐκαθέσθης πρὸς τῇ πηγῇ, Οἰκτίρμον, καὶ τῶν σῶν αἰτησαμένην, ἔπλησας, πανσόφων ναμάτων Σαμαρεῖτιν ὑμνοῦσάν σε.

  βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

νερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρί σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ λόγον τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.

ᾨδὴ γ’, τοῦ Ἱεράρχου

Ἦχος πλ. β’

Οὐκ ἔστιν Ἅγιος

αχορὸς 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σταλάζων θεῖον γλυκασμόν, ἐκ χειλέων σου Πάτερ, τῆς πικρᾶς ἀθεΐας, ἀπεξήρανας κρουνούς, ποτίσας τοὺς εὐσεβεῖς, θεῖον ὕδωρ, μάκαρ ἐπιγνώσεως.

βχορὸς 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῇ θείᾳ ψήφῳ προκριθείς, Ἱεράρχης ἐχρίσθης, ἀναιμάκτους θυσίας, ἀναφέρων τῷ Θεῷ, τυθέντι ὑπὲρ ἡμῶν, θεοφόρε, Πάτερ Ἱερώτατε.

αχορὸς 

Δόξα Πατρί

τάφος ἔνθα τὸ σεπτόν, σοῦ κατάκειται σῶμα, εὐωδίαν ἐκπέμπει, ὡς Παράδεισος Θεοῦ, εὐωδιάζων ἡμᾶς, Ἱεράρχα ἔνδοξε Μητρόφανες.

βχορὸς

Κα ννΘεοτοκίον

Νοεῖν τοῦ τόκου σου Ἁγνή, τὸ ἀπόρρητον βάθος, ἀπορεῖ νοῦς ἀνθρώπων· ὁ Θεὸς γὰρ ἑαυτόν, κενώσας δι’ οἰκτιρμούς, ἐν γαστρί σου, ἔσωσε τὸν ἄνθρωπον.

αχορὸς 

Εἱρμὸς

Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Συναπτ μικρ μεθν κφνησις

τι σ ε Θες μν

 Κοντάκιον τῆς Σαμαρείτιδος

Ἦχος πλ. δ’

Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος

ὁ β’ χορὸς 

Κάθισμα τοῦ Ἱεράρχου

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

ποστόλων τοὺς τρόπους καὶ τὰς φωνάς, ἐκμιμούμενος ὤφθης παναληθῶς· ὡς Πέτρος γὰρ ἐνώπιον, τῆς Συνόδου ἐκήρυξας, τῷ Θεῷ Πατρὶ Λόγον, Υἱὸν ὁμοούσιον, Ἰωάννου πλουτήσας, θεόφθογγα ῥήματα, ὥσπερ δὲ ὁ Παῦλος, τὴν ψυχὴν ὑπὲρ ποίμνης, τέθυκας ἀοίδιμε, κατὰ δὲ τὸν Πρωτόκλητον, τὸν ποθούμενον ἔδειξας. Διὸ πρέσβευε σύν αὐτοῖς τῷ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Κάθισμα τῆς Σαμαρείτιδος 

ὁ α’ χορός

Δόξα Πατρί… Κα νν…

Ἦχος δ’  Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

γαλλιάσθω οὐρανός, χορευέτω τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου, ἐπιφανεὶς ὡς ἄνθρωπος ἐῤῥύσατο φθορᾶς, ἃπαν τὸ ἀνθρώπινον, τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάμψας δέ, γυναικὶ Σαμαρείτιδι ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος.

Τῆς Σαμαρείτιδος

 ᾨδὴ δ’

Ὁ Εἱρμὸς

  βχορὸς 

Εἰσακήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.

    αχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Οἱ οὐρανοὶ εὐφραινέσθωσαν, ἑορταζέτω ἡ κτίσις πᾶσα, ἐξεγήγερται ὁ Κύριος καὶ ἐφάνη, πᾶσι τοῖς σοφοῖς Ἀποστόλοις αὐτοῦ.

    βχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Κατεπόθη σου θάνατε, ἡ δυναστεία, Χριστοῦ θανέντος, οἱ νεκροὶ ὡς ἐκ θαλάμων, τῇ Ἐγέρσει τούτου, ἐκ τῶν τάφων προήλθοσαν.

    αχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τί θρηνεῖτε ὦ γύναια; τί μετὰ μύρων ἐπιζητεῖτε τὸν ἀθάνατον; ἐγήγερται, καθὼς εἶπεν, ἔφη Μυροφόροις ὁ Ἄγγελος.

    βχορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σαμαρείτιδι Κύριε, αἰτησαμένη παρέσχες ὕδωρ τὴν ἐπίγνωσιν τοῦ κράτους σου· ὅθεν εἰς αἰῶνας, οὐ διψᾷ ἀνυμνοῦσά σε.

αχορὸς

 Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

κατάφλεκτον βάτον σε, ὁ νομοθέτης ἑώρα πάλαι, Δανιὴλ δὲ ὄρος ἅγιον κατενόει, μόνη Μητροπάρθενε Δέσποινα.

ᾨδὴ δ

Τοῦ Ἱεράρχου

Ἦχος πλ. β’

Χριστός μου δύναμις

βχορὸς 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

πάρχων ἔμπλεως, τοῦ θείου Πνεύματος, ἱερώτατε Πάτερ τὰ πονηρά, πνεύματα ἀπήλασας, καὶ Θεοῦ οἴκους τοὺς βροτούς, διδαχαῖς σου ἀπετέλεσας.

αχορὸς 

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μονάδα ἄκτιστον, ἐθεολόγησας, ἐν τρισὶ χαρακτῆρσι διαιρετήν, ἄτμητον ἀσύγχυτον, φωταγωγῶν τοὺς εὐσεβεῖς, ἱεραῖς θεολογίαις σου.

βχορὸς 

Δόξα Πατρί

Νεκρώσας πρότερον, σαρκὸς σκιρτήματα, ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, θεῖος ἐχρημάτισας, ἱερουργὸς τοῦ Πλαστουργοῦ, ἱερώτατε Μητρόφανες.

αχορὸς

Κα ννΘεοτοκίον

ς πύλην φέρουσαν, πρὸς θείαν εἴσοδον, ὡς Παράδεισον θεῖον ὡς νοητόν, τόπον ἁγιάσματος, ὡς καλλονὴν τοῦ Ἰακώβ,….

  βχορὸς 

τὴν Παρθένον μακαρίσωμεν

Τῆς Σαμαρείτιδος

ᾨδὴ ε

  αχορὸς

Εἱρμὸς

νάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστέ, τὸ πνεῦμά μου ὀρθρίζει, καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ πρὸς σὲ κατέφυγον, τῆς εἰρήνης βασιλεῦ.

    βχορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τὸ μνῆμά σου τὸ ἅγιον, καταλαβοῦσαι ὄρθριαι, αἱ Μυροφόροι, ἐξαστράπτοντα κατεῖδον νεανίαν, καὶ ἐνεθαμβήθησαν, τὴν σὴν διδασκόμεναι, θείαν Ἔγερσιν Χριστέ.

    αχορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

θάνατος νενέκρωται, ὁ ᾍδῃς ἠχμαλώτισται, οἱ ἐν δεσμοῖς ἠλευθερώθησαν, Χριστοῦ τῇ Ἀναστάσει. Ἀγαλλιασώμεθα καὶ χεῖρας κροτήσωμεν, ἑορτάζοντες φαιδρῶς.

    βχορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

πόστολοι σκιρτήσατε, καὶ Ἄγγελοι χορεύσατε, οἱ γηγενεῖς πάντες ἀγάλλεσθε, ὁ Κύριος ἀνέστη, φθορὰ ἐξωστράκισται, καὶ ἡ λύπη πέπαυται, καὶ χορεύει ὁ Ἀδάμ.

    αχορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Πηγὴ ὑπάρχων Κύριε, ζωῆς ὕδωρ ἀφέσεως, καὶ ἐπιγνώσεως δεδώρησαι, γυναικὶ αἰτησάσῃ, πάλαι Σαμαρείτιδι· διὸ ἀνυμνοῦμέν σου, τοὺς ἀφάτους οἰκτιρμούς.

  βχορὸς

 Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σὲ πύλην ἀδιόδευτον, καὶ χώραν ἀγεώργητον, καὶ κιβωτὸν τὸ Μάννα φέρουσαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ θυμιατήριον τοῦ ἀΰλου ἄνθρακος, ὀνομάζομεν Ἁγνή.

ᾨδὴ ε‘, τοῦ Ἱεράρχου

Ἦχος πλ. β

Τῷ θείῳ φέγγει σου

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Τὰ θεῖα θείως ἐπιτελῶν, καὶ καθαρωτάτῳ λογισμῷ, τῶν καθαρῶν ἐφαπτόμενος, ἄμεμπτος ἐδείχθης ἱερουργῶν τῷ Θεῷ, ἁπλότητι καρδίας, Πάτερ Μητρόφανες.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Οἱ τῶν εἰδώλων θεραπευταί, ὤφθησαν Θεοῦ νῦν λατρευταί, σοῦ ταῖς σεπταῖς παραινέσεσιν, οὓς ἐξ ἀναξίων ἀξίους ἐξαγαγών, θεράπων ἀνεδείχθης τοῦ Παντοκράτορος.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

πὸ τῆς χάριτος προσκληθείς, ἔλυσας αὐχμὸν εἰδωλικόν, ταῖς ἐπομβρίαις τῶν λόγων σου, καὶ κεχερσωμένας καρδίας Ὅσιε, γονίμους ἀπειργάσω Πνεύματος χάριτι.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

Μετὰ τὴν κύησιν τὴν φρικτήν, ἔμεινας Παρθένος ὡς τὸ πρίν· Θεὸς γὰρ ἦν τὸ τικτόμενον, ὁ μετασκευάζων πάντα βουλήματι, ….

ὁ α’ χορὸς 

…….νύμφευτε Μαρία θεοχαρίτωτε.

Τῆς Σαμαρείτιδος

ᾨδὴ ς

     βχορὸς

Εἱρμὸς

Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν».

     αχορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχῃ ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου.

  βχορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Μοχλοὺς καὶ πύλας Δέσποτα, δυνατῶς ἔθραυσας τοῦ ᾍδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσεῖπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς. Ἐξεγήγερται ὁ ζῶν, καὶ ὡράθη φωτίζων τὰ πέρατα.

  αχορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τί κλαίετε; τί φέρετε ὡς θνητῷ Γύναια τὰ μύρα; ἐξηγέρθη ὁ Χριστός, ἐβόα πάλαι ἀστράπτων μεγάλως, ὁ φανεὶς νεανίας, κενὰς τὰς σινδόνας καταλιπών· ἀπελθοῦσαι τοῖς αὐτοῦ, ἀπαγγείλατε φίλοις τὴν Ἔγερσιν.

  βχορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

εῖθρον ὑπάρχων Κύριε, τῆς ζωῆς ἄφθονον, καὶ ἄβυσσος ἐλέους ἀγαθὲ ὁδοιπορήσας καθέζῃ, πλησίον τοῦ φρέατος τοῦ ὅρκου, καὶ τῇ Σαμαρείτιδι ἐκβοᾷς· Δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λάβῃς ἀφέσεως νάματα.

αχορὸς

 Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον  

Παρθένον μόνην τίκτουσαν, καὶ νηδὺν ἄφθορον τηρήσασαν, ὑμνοῦμέν σε Ἁγνὴ θρόνον Κυρίου, καὶ πύλην καὶ ὄρος, καὶ νοητὴν λυχνίαν, νυμφῶνα ὁλόφωτον τοῦ Θεοῦ, καὶ σκηνὴν δόξης σαφῶς, κιβωτόν τε καὶ στάμνον καὶ τράπεζαν.

δὴ ς‘, τοῦ Ἱεράρχου

Ἦχος πλ. β

Τοῦ βίου τὴν θάλασσαν

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

 

γλῶσσά σου Πνεύματι, τεθηγμένη νοητῶς, ὡς γραμματέως κάλαμος, καλλιγραφεῖ καρδίας τῶν εὐσεβῶν, τὸν λόγον τῆς χάριτος, ἱερώτατε Πάτερ θείῳ πνεύματι.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Τὰ θεῖα μυούμενος, ὡς χωρῶν πρὸς νοητά, τὰ τῶν Ἁγίων Ἅγια, μυσταγωγεῖς ἐν Πνεύματι τοὺς πιστούς, Τριάδος τὴν ἔλλαμψιν, ἱερώτατε Πάτερ τελεώτατα.

ὁ β’ χορὸς 

Δόξα Πατρί… 

οαῖς τῶν δογμάτων σου, κατακλύσας θολερὰ τῆς ἀθεΐας ὕδατα, ὡς ποταμὸς ὡράθης τὰ εὐσεβῆ, ἀρδεύων συστήματα, τῶν πιστῶν Ἱεράρχα πανσεβάσμιε.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκίον

λόγος ἐν μήτρᾳ σου, παχυνθεὶς ἄνευ σπορᾶς, βροτὸς ὡράθη τέλειος, καινοτομῶν τὰς φύσεις θεοπρεπῶς, ὡς μόνος ἐπίσταται, θεοκόσμητε Κόρη παναμώμητε.

ὁ β’ χορὸς 

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες….

Κοντάκιον τοῦ Ἱεράρχου

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὸν Ἱεράρχην τοῦ Χριστοῦ Μητροφάνην, τῆς Ἐκκλησίας τὸν φωσφόρον λαμπτῆρα, τὸν ὁμοούσιον τὸν Λόγον τῷ Πατρί, ἐν μέσῳ κηρύξαντα, θεοφόρων Πατέρων, καὶ θρόνον κοσμήσαντα, Βασιλίδος ἐν πρώτοις, καὶ προφητείας χάριν ἐκ Θεοῦ, σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.

Ὁ Οἶκος

μυστολέκτης των Θεοῦ ἀρρήτων μυστηρίων, Ἀπόστολος ὁ μέγας Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, πόρρωθεν προβλέπων τὸ μέλλον, προέγραφεν τὸν ἄξιον τοῦ θρόνου τῆς τῶν πόλεων Βασιλίδος. Τοιοῦτος ἡμῖν, φάσκων, ἔπρεπεν Ἀρχιερεύς, ὅσιος καὶ ἄκακος, δίκαιος καὶ ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ἡνωμένος τῷ πνεύματι ταῖς ἄνω οὐρανίαις Δυνάμεσιν ὅς, ἔχων παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, παρίσταται ἀεὶ τῷ θρόνῳ τῆς χάριτος, αἰτούμενος δοθῆναι ἡμῖν ἔλεος, καὶ χάριν εὑρεῖν εἰς εὔκαιρον βοήθειαν. Αὐτὸν οὖν χρεωστικῶς ἀνευφημοῦντες, ὡς χάριν ἐκ Θεοῦ σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΔ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι

  • Γῆς μητρὸς ἐκστάς, Μητρόφανες παμμάκαρ,

  • Ἐκεῖ μετῆρας, οὗ Πατὴρ πάντων μέγας.

  • Μητροφάνης δὲ τετάρτῃ ἔδυ χθόνα βωτιάνειραν.

Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Σοφίας τῆς ἀσκητικῶς βιωσάσης.

ἅγιος ὁσιομάρτυς Ἰωάννης, ὁ ἡγούμενος τῆς μονῆς Μοναγρίας, ἐν σάκκῳ βληθεὶς καὶ τῇ θαλάσσῃ καταποντισθεὶς τελειοῦται.

ὅσιος Ἁλώνιος ἐν εἰρήνῃ τελειοῦται.

Αἱ ἅγιαι Μαρία καὶ Μάρθα, ἀδελφαὶ τοῦ Λαζάρου, ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

  • Ἐκ Βηθανίας τὰς ἀδελφὰς Λαζάρου,

  • Σῴζειν δύνασθαι καὶ νεκρὰς πιστευτέον.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Ανομεν, ελογομεν, καί προσκυνομεν τν Κριον

κ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γεναί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Τῆς Σαμαρείτιδος

   ὁ α’ χορός

Ὁ Εἱρμὸς

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινοὺς ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης.

  ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

δοὺ καθωράθη, ἡ ζωὴ πάντων Χριστός, κρεμάμενος ἐν ξύλῳ ἑκουσίως, καὶ ταῦτα βλέπουσα γῆ ἐσαλεύθη, καὶ πολλὰ Ἁγίων ἠγέρθη ἐμφανῶν, σώματα κοιμηθέντων καὶ τὸ δεσμωτήριον ᾍδου ἐσαλεύθη.

  ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

ραῖος ἐκ τάφου, ὡς νυμφίος ἐκ παστοῦ, πεπόρευσαι, θανάτου καταλύσας, τὴν τυραννίδα Χριστέ, καὶ τοῦ ᾍδου τοὺς μοχλούς, συντρίψας δυνάμει θεϊκῇ, καὶ τῆς Ἐγέρσεώς σου, τῷ φωτὶ τῷ νοητῷ, καταυγάσας κόσμον.

  ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Στησώμεθα πάντες νῦν χοροὺς πνευματικοὺς καὶ κράξωμεν· ὁ Κύριος ἀνέστη, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθω, οὐρανὸς νεφέλαι ῥανάτωσαν ἡμῖν, δικαιοσύνης ὄμβρους ἑορτάζουσι φαιδρῶς καὶ Χριστὸν ὑμνοῦσιν.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

ζωὴ τῶν ζώντων, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ Κύριος πλουσίως, ἐπιρραίνων διδαχάς, ἐκβοᾷ τῇ γυναικί· Παράσχου μοι ὕδωρ τοῦ πιεῖν, ὅπως σοι δώσω ὕδωρ, τῶν ἁμαρτημάτων σου, τὰς πηγὰς ξηραῖνον.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Φωτὸς γενομένη, οἰκητήριον Ἁγνή, καταύγασον τὰς κόρας τῆς ψυχῆς μου, ἀμαυρωθείσας πολλαῖς, μεθοδείαις τοῦ ἐχθροῦ, καὶ βλέψαι ἀξίωσον τρανῶς, τὸ ἀναλάμψαν φέγγος, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καθαρᾷ καρδίᾳ.

ᾨδὴ θ’

Τοῦ Ἱεράρχου

Ἦχος πλ. β’

Θεὸν ἀνθρώποις

ὁ α’ χορὸς 

            Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

ν γῇ πραέων σὺ κατεσκήνωσας, Ἀρχιερεῦ πραῢς ἐν ἀκακίᾳ γενόμενος, καὶ τοῖς ἄνω συνήφθης στρατεύμασι, ὅλος ὡραϊσμένος θείαις λαμπρότησιν, ὅλος τῷ φωτὶ τῶν ἀρετῶν περιεχόμενος.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ν γῇ πραέων σὺ κατεσκήνωσας…..

 ὁ α’ χορὸς 

Δόξα Πατρί…

ρᾷς Ἀγγέλων θείας λαμπρότητας, Πατριαρχῶν Μαρτύρων Ἀποστόλων Μητρόφανες, σὺν αὐτοῖς δυσωπῶν τὸν φιλάνθρωπον, ἄφεσιν τῶν πταισμάτων, βίου διόρθωσιν, Ὅσιε δωρήσασθαι ἡμῖν τοῖς εὐφημοῦσί σε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

Σταγὼν καθάπερ ἡ ἐπουράνιος, τῇ σῇ γαστρὶ Παρθένε ὑετὸς καταβέβηκε, καὶ ξηράνας τῆς πλάνης τὰ ῥεύματα, ὤμβρισεν ἀφθαρσίαν καὶ ἀπολύτρωσιν, πᾶσι τοῖς ἀνθρώποις, διὰ σοῦ θεοχαρίτωτε.

ὁ α’ χορὸς 

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν

ὁ β’ χορὸς

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλριο

ὁ α’ χορὸς

Ἦχος γ’

Φῶς ἀναλλοίωτον

Φῶς τριλαμπέστατον μάκαρ, Μητρόφανες ἐν καρδίᾳ, δεξάμενος ἀνεδείχθης, μέγας φωστὴρ Ἐκκλησίας, καταφωτίζων τοὺς πίστει τῶν ἐν Τριάδι, ἕνα Θεὸν προσκυνοῦντας.

ὁ β’ χορὸς

χος β’

 Γυναῖκες ἀκουτίσθητε

Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ, Ἑβραίοις, ἣν πρὸς πίστιν σήν ἔλαβες, καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.

AINOI

ὁ α’ χορός

Ἦχος δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

 Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

ν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας, διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.  

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, Ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.   

ὁ α’ χορός

Δόξα Πατρὶ… Κα νν…

Ἦχος πλ.β’  

πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν εἰποῦσα, Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

ΕΙΤΑ Η ΜΙΚΡΗ ΔΟΞΟΛΟΓΙΑ

Ο ΙΕΡΕΥΣ Ή ΠΡΟΕΣΤΩΣ

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης χῦμα τὸ

μήν. 

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ……

Στιχηρὰ τῆς Ἑορτῆς

Ἦχος δ’ Ὡς γενναῖον ἐν μάρτυσιν

ὁ α’ χορός

Τὴν πηγὴν ἐν τῷ φρέατι κατιδὼν τὴν ἀέναον καθημένην γύναιον, φέρον καύσωνας, πλείστων παθῶν ἀκεσώδυνον, λαβεῖν ἐπεζήτησεν, ὕδωρ ζῶν τὸ ἐξ αὐτῆς, κρουνηδόν ἐκχεόμενον, ὃ καὶ ἔλαβε, δωρεὰν ἐκ τοῦ λόγου, καὶ οὐκέτι πρὸς τὸ φρέαρ ἐπισπεύδει τὸ γεηρὸν καὶ ἐπίκηρον.

ὁ β’ χορός

Στίχ. ντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος. 

ουδαίων τὰ ἔθιμα, τοῦ γυναίου διώκοντος, καὶ τὸ σφῶν προβάλλοντος ἀκοινώνητον, τῇ μεταλήψει τοῦ ὕδατος, Χριστὸς μετωχέτευσεν, ὁ σοφὸς δημιουργός, τοῖς ἡδέσι προσφθέγμασιν, ἐξαιτήσασθαι, τὸ ζωήρρυτον πόμα, θεῖον ὕδωρ, οὗ πιοῦσα πρὸς τὴν πόλιν, μετοχετεύει τὰ νάματα.

 ὁ α’ χορός

Στίχ. γάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. 

Οὔτε ἄντλημα κέκτησαι, καὶ τὸ φρέαρ βαθύτατον, πόθεν οὖν καὶ δώσεις μοι ὕδωρ ἄφθαρτον, ἡ Σαμαρεῖτις ἐβόα σοι, Χριστὲ σε ὡς ἄνθρωπον, οἰομένη οὐ Θεόν, καὶ τοὺς λόγους θαυμάζουσα, ἣν προσρήμασι, γλυκυτάτοις ἀρδεύσας σὲ Θεόν τε, καὶ Σωτῆρα τῶν ἁπάντων, ὁμολογεῖν παρεσκεύασας.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… Ἦχος πλ. β’

Τάδε λέγει Κύριος τῇ Σαμαρείτιδι· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκέ σοι πιεῖν, ἵνα μὴ διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.

ὁ ἱερεὺς λέγει

γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορός

Ἦχος δ’

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

 Δξα Πατρί… Ἦχος  α’

Τοῦ λίθου σφραγισθέντος

Τὸ μέγα τῆς Τριάδος μυστήριον κηρύττων, τὴν ἐν Χριστῷ οἰκονομίαν διετράνωσας πᾶσιν, ὡς ποίμνης ποιμὴν τῆς λογικῆς, διώξας λύκους τοὺς νοητούς, καὶ τὰ θρέμματα τῆς τούτων φθοροποιοῦ λύμης σώσας βοῶντα· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ὑψώσαντι, δόξα τῷ βεβαιοῦντι διὰ σοῦ πίστιν τὴν ὀρθόδοξον.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον 

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

ὁ α’ χορός

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

 Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δξα Πατρί… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

ὁ β’ χορός

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στχ. ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ α’ χορός

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Δξα Πατρὶ… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

ὁ α’ χορός

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ α’ χορός

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη… 

Εσοδικν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 ὁ β’ χορός

ψάλλοντάς σοι΄ λληλούϊα.

Ετα

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος δ’

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Ἦχος  α’

Τοῦ λίθου σφραγισθέντος

Τὸ μέγα τῆς Τριάδος μυστήριον κηρύττων, τὴν ἐν Χριστῷ οἰκονομίαν διετράνωσας πᾶσιν, ὡς ποίμνης ποιμὴν τῆς λογικῆς, διώξας λύκους τοὺς νοητούς, καὶ τὰ θρέμματα τῆς τούτων φθοροποιοῦ λύμης σώσας βοῶντα· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ὑψώσαντι, δόξα τῷ βεβαιοῦντι διὰ σοῦ πίστιν τὴν ὀρθόδοξον.

 ὁ α’ χορὸς 

τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

 ὁ β’ χορός

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Κοντκιον  χος πλ. δ’   

Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.

Τρισάγιον

Ἀπόστολος

Τοῦ Ἱεράρχου΄ (῾Εβρ. ζ´ 26-28, η´ 1-2).

Προκείμενον ἦχος α’

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. κούσατε ταῦτα πάντα τὰ ἔθνη.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

δελφοί, τοιοτος μν κα πρεπεν ρχιερες, σιος, κακος, μαντος, κεχωρισμνος π τν μαρτωλν, κα ψηλτερος τν ορανν γενμενος· ς οκ χει καθ μραν νγκην, σπερ ο ρχιερες, πρτερον πρ τν δων μαρτιν θυσας ναφρειν, πειτα τν το λαο· τοτο γρ ποησεν φπαξ αυτν νενγκας. νμος γρ νθρπους καθστησιν ρχιερες χοντας σθνειαν, λγος δ τς ρκωμοσας τς μετ τν νμον υἱὸν ες τν αἰῶνα τετελειωμνον. Κεφλαιον δ π τος λεγομνοις, τοιοτον χομεν ρχιερα, ς κθισεν ν δεξι το θρνου τς μεγαλωσνης ν τος ορανος, τν γων λειτουργς κα τς σκηνς τς ληθινς, «ν πηξεν Κριος», κα οκ νθρωπος.

λληλούϊα (γ’) 

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν΄ Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ΄ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ ᾽Ιησοῦς΄ ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Εἰς τὸ Ἐξαιρέτως

ὁ α’ χορὸς

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορὸς

Κοινωνικν

γαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. λληλούϊα.

ντ το «Εἴδομεν τὸ φῶς…»

ψάλλει

ὁ α’χορὸς

τ,

χος πλ. α’

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

4 IOYN16 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

 

 

Advertisements

One comment on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΝ ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ (2016)

  1. Σας ευχαριστω παρα πολυ για τη βοηθεια σας .Οθεος να σας εχει καλα.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: