1 ΜΑΪΟΥ 2016
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ
ΠΑΝΝΥΧΙΣ
Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν Τρισ ά γιον . Παναγία Τριάς…, Πάτερ ἡμῶν…, Ὅτι σοῦ ἐστιν…, Κύριε ἐλέησον, ιβ’. Δε ῦ τε προσκυν ή σωμεν.. ., ἐκ γ’, καὶ τόν Ν’ ψαλμ ό ν .
ὁ Ἱερεὺς: Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Ἀναγνώστης: Ἀ μήν.
ὁ Προεστὼς: Δ όξα σοι ὁ Θεός, δόξα σοι.
Β ασιλεῦ οὐράνιε, ….Τρισάγιον…..
ὁ Ἱερεὺς: Ὅ τι σοῦ ἐστιν ἡ βασιλεία… ὁ Ἀ ναγν ώ στης: Ἀ μήν. Κ ύριε ἐλέησον ( ιβ’) Δ όξα πατρί..Κ αὶ νῦν…
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δ εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ν’ Ψαλμ ὸ ς
Ἐ λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐ πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅ τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σ οὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰ δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰ δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥ αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀ κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀ πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Κ αρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μ ὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀ πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Δ ιδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥ ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κ ύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅ τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θ υσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀ γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τ ότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τ ότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καί ἐλέησόν με ὁ Θεός. ᾠ δ ὴ α ‘
ὁ α ’ χορὸς
Ἦ χος πλ . β ‘ ὁ Ε ἱ ρμ ὸ ς
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γάρ δεδόξασται.
ὁ β ’ χορὸς
Κ ύματι θαλάσσης…
ὁ α ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Κ ύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾅδην θανατώσαντι.
ὁ β ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Κ ύριε Θεέ μου…
ὁ α ’ χορὸς
Δ ό ξα Πατρί …
Ἄ νω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου, ὑπὲρ νοῦν ὡράθης γάρ, νεκρὸς ζωαρχικώτατος.
ὁ β ’ χορὸς
Κα ὶ ν ῦ ν …
Ἵ να σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς, ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς, Φιλ ά νθρωπε .
ᾠ δ ὴ γ ‘
ὁ α ’ χορὸς
ὁ Ε ἱ ρμ ὸ ς
Σ ὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.
ὁ β ’ χορὸς
Σ ὲ τὸν ἐπὶ ὑδάτων…
ὁ α ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σ ύμβολα τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας, νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾅδῃ Δέσποτα, οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε, κραυγάζουσιν.
ὁ β ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σ ύμβολα τῆς ταφῆς σου…
ὁ α’χορὸς
Δ ό ξα Πατρὶ…
Ἥ πλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Μ νήματι καὶ σφραγῖσιν, ἀχώρητε συνεσχέθης βουλήσει, καὶ γὰρ τὴν δύναμίν σου, ταῖς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν, οὐκ ἔστιν ἅγιος,…
ὁ α’χορὸς
…π λήν σου Κύριε φιλάνθρωπε.
ᾠ δ ὴ δ’
ὁ β’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Τ ὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺμ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδη, ὡς παντοδύναμος.
ὁ α’χορὸς
Τ ὴν ἐν Σταυρῷ σου θείαν κένωσιν…
ὁ β’χορὸς
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἑ βδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων, παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶ ἀνακτώμενος.
ὁ α’χορὸς
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἑ βδόμην σήμερον ἡγίασας…
ὁ β’χορὸς
Δ ό ξα Πατρί…
Ῥ ωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄ ρηται σπαράττουσα, ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾅδου, Λόγε τῷ κράτει σου.
ὁ α ’ χορὸς
Κα ὶ ν ῦ ν …
Ὁ ᾅδης Λόγε συναντήσας σοι, ἐπικράνθη, βροτὸν ὁρῶν τεθεωμένον, κατάστικτον τοῖς μώλωψι, καὶ πανσθενουργόν, τῷ φρικτῷ τῆς μορφῆς δέ,…
ὁ β ’ χορὸς
…δ ιαπεφώνηκεν.
ᾠ δ ὴ ε ‘
ὁ α ’ χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Θ εοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται.
ὁ β’χορὸς
Θ εοφανείας σου Χριστέ…
ὁ α’χορὸς
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ν εοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνὸν σοι Λόγε μυστήριον, ὁ εὐσχήμων γὰρ βουλευτής, τήν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με.
ὁ β’χορὸς
Στίχ. Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ν εοποιεῖς τοὺς γηγενεῖς…
ὁ α’χορὸς
Δ ό ξα Πατρί…
Δ ιὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις, ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα, ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲ ἡ ψυχή σου εἰς ᾅδου, ξενοπρεπῶς ἐγκαταλέλειπται.
ὁ β ’ χορὸς
Κα ὶ ν ῦ ν …
Ἐ ξ ἀλοχεύτου προελθών, καὶ λογχευθεὶς τὴν πλευρὰν Πλαστουργέ μου, ἐξ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας Ἀδὰμ γενόμενος, ἀφυπνώσας ὑπερφυῶς, ὕπνον φυσίζωον, καὶ ζωὴν ἐγείρας ἐξ ὕπνου,…
ὁ α ’ χορὸς
…κ αὶ τῆς φθορᾶς ὡς παντοδύναμος.
ᾠ δ ὴ ς ‘
ὁ β ’ χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Σ υνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς, σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε.
ὁ α ’ χορὸς
Σ υνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη…
ὁ β ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἀ νῃρέθης, ἀλλ’ οὐ διῃρέθης, Λόγε ἧς μετέσχες σαρκός, εἰ γὰρ καὶ λέλυταί σου, ὁ ναὸς ἐν τῷ καιρῷ τοῦ πάθους, ἀλλὰ καὶ οὕτω μία ἦν ὑπόστασις, τῆς θεότητος καὶ τῆς σαρκός σου, ἐν ἀμφοτέροις γάρ, εἷς ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος.
ὁ α ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἀ νῃρέθης, ἀλλ’ οὐ διῃρέθης…
ὁ β ’ χορὸς
Δ ό ξα Πατρὶ …
Β ροτοκτόνον, ἀλλ’ οὐ θεοκτόνον, ἔφυ τὸ πταῖσμα τοῦ Ἀδάμ, εἰ γὰρ καὶ πέπονθέ σου, τῆς σαρκὸς ἡ χοϊκὴ οὐσία, ἀλλ’ ἡ θεότης ἀπαθὴς διέμεινε, τὸ φθαρτὸν δὲ σου πρὸς ἀφθαρσίαν μετεστοιχείωσας, καὶ ἀφθάρτου ζωῆς, ἔδειξας πηγὴν ἐξ ἀναστάσεως.
ὁ α ’ χορὸς
Κα ὶ ν ῦ ν …
Β ασιλεύει, ἀλλ’ οὐκ αἰωνίζει, ᾅδης τοῦ γένους τῶν βροτῶν, σὺ γὰρ τεθεὶς ἐν τάφῳ, κραταιὲ ζωαρχικῇ παλάμῃ, τὰ τοῦ θανάτου, κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ’ αἰῶνος ἐκεῖ καθεύδουσι λύτρωσιν ἀψευδῆ,…
ὁ β ’ χορὸς
…Σ ῶτερ γεγονὼς νεκρῶν πρωτότοκος.
ᾠ δ ὴ ζ ‘
ὁ α ’ χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
ὁ β ’ χορὸς
Ἄ φραστον θαῦμα!…
ὁ α ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τ έτρωται ᾅδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
ὁ β ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὄ λβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
ὁ α ’ χορὸς
Δ ό ξα Πατρί …
Ν όμῳ θανόντων, τὴν ἐν τῷ τάφω κατάθεσιν, ἡ τῶν ὅλων δέχεται ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ.
ὁ β ’ χορὸς
Κα ὶ ν ῦ ν …
Μ ία ὑπῆρχεν, ἡ ἐν τῷ ᾅδη ἀχώριστος, καὶ ἐν τάφῳ, καὶ ἐν τῇ Ἐδέμ, θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων. Λυτρωτά,…
ὁ α ’ χορὸς
…ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾠ δ ὴ η ‘
ὁ β ’ χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ἔ κστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς, ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ὁ α ’ χορὸς
Ἔ κστηθι φρίττων οὐρανέ…
ὁ β ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Λ έλυται ἄχραντος ναός, τὴν πεπτωκυῗαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾅδου ταμείων, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ὁ α ’ χορὸς
.
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Λ έλυται ἄχραντος ναός…
ὁ β ’ χορὸς
Δ ό ξα Πατρί …
Π έπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ, νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ὁ α ’ χορὸς
Κα ὶ ν ῦ ν …
Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε,…
ὁ β ’ χορὸς
…ε ἰς πάντας τοὺς αἰῶνας.
ᾠ δ ὴ θ ‘
ὁ α ’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Μ ὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας.
ὁ β ’ χορὸς
Μ ὴ ἐποδύρου μου Μῆτερ…
ὁ α ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐ πὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, ἄναρχε Υἱέ, νῦν δὲ σε Θεέ μου, ἄπνουν ὁρῶσα νεκρόν, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι δεινῶς, ἀλλ’ ἀνάστηθι, ὅπως μεγαλυνθήσωμαι.
ὁ β ’ χορὸς
Στίχ . Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐ πὶ τῷ ξένῳ σου τόκῳ…
ὁ α ’ χορὸς
Δ ό ξα Πατρί …
Γ ῆ με καλύπτει ἑκόντα, ἀλλὰ φρίττουσιν ᾅδου, οἱ πυλωροί, ἠμφιεσμένον, βλέποντες στολήν, ᾐμαγμένην Μῆτερ, τῆς ἐκδικήσεως, τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε.
ὁ β ’ χορὸς
Κα ὶ ν ῦ ν …
Ἀ γαλλιάσθω ἡ Κτίσις, εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς, ὁ γὰρ ἐχθρὸς ἐσκύλευται ᾅδης, μετὰ μύρων Γυναῖκες προσυπαντάτωσαν, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, λυτροῦμαι παγγενῆ, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐξαναστήσομαι.
ὁ α ’ χορὸς
Μ ὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν, ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ π ό θῳ σ ὲ μεγαλ ύ νοντας .
Τρισ ά γιον . Παναγ ί α Τρι ά ς …, Π ά τερ ἡ μ ῶ ν …, Ὅ τι σο ῦ ἐ στιν …
Ἀπολυτίκιον . Ἦχος β ´ .
Ὅ τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾋδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐ κτεν ὴ ς κα ὶ Ἀ π ό λυσις μετ ὰ το ῦ
« Ὁ Ἀ ναστ ὰ ς ἐ κ νεκρ ῶ ν …»
ὁ α ’ χορὸς
ΕΩΘΙΝΟΝ Ζ ‘ Ἦχος βαρὺς
Ἰ δοὺ σκοτία καὶ πρωΐ, καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ’ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἀλλ’ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τ ὴ ν Ἀ ν ά στασιν ἐ τεκμ ή ραντο , καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ’ ὧν, καὶ δι’ ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀ νυμνο ῦ μ έ ν σε τ ὸ ν ζωοδ ό την Χριστ ό ν .
ΤΕΛΕΤΗ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ
Ἦ χος πλ. α’
ὁ Προεξάρχων: Δ εῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.
ὁ α’ χορὸς
Δ εῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.
ὁ β’ χορὸς
Δ εῦτε λάβετε φῶς…
ὁ α’χορὸς
Ἦ χος πλ. β’
Τ ὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
ὁ Διάκονος: Κ αὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’χορὸς: Κ ύριε, ἐλέησον (γ’ ).
ὁ Διάκονος: Σ οφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Προεξάρχων: Ε ἰρήνη πᾶσι.
ὁ β’χορὸς: Κ αὶ τῷ Πνεύματί σου.
ὁ Προεξάρχων: Ἐ κ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Διάκονος: Π ρόσχωμεν.
ὁ α’χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
(Κεφ. 16,1-8)
ὁ Προεξάρχων :
Δ ιαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. καὶ λίαν πρωΐ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἣν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολήν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς΄ Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον, ἠγέρθη, οὐκ ἔστιν ὦδε, ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν, ἀλλ’ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐ φοβο ῦ ντο γ ά ρ.
ὁ α’χορ ὸ ς
Δ όξα σοι, Κύριε, δόξα σοι.
Τ ῌ ΑΓΙ ᾼ ΚΑΙ ΜΕΓΑΛ ῌ
ΚΥΡΙΑΚ ῌ ΤΟΥ ΠΑΣΧΑ
ΟΡΘΡΟΣ
ὁ Προεξάρχων θυμιῶν:
Δ όξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦ χος πλ. α’
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισ ά μενος .
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στ ί χ. α’ Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. β’ Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. γ’ Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. δ’ Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ α’χορὸς
Δ ό ξα Πατρί…
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Ε ἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…
ὁ β’ χορ ὸ ς
…κ αὶ τοῖς ἐν τοῖς μνήμασι ζω ὴ ν χαρισ ά μενος.
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ Καν ώ ν
ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ ἢ χάριν συντομίας εἰς τέσσαρα τροπάρια
ᾠ δ ὴ α’
Ἦ χος α’
ὁ α’χορὸς
εἱρμὸς
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’χορὸς
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί,…
ὁ α’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κ αθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.
ὁ β’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Κ αθαρθῶμεν τὰς αἰσθήσεις,…
ὁ α’χορὸς
Δ ό ξα Πατρί…
Ο ὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Ο ὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν,…
ὁ α’χορὸς
Καταβασ ί α
Ἀ ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν κα ὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σὸν τὸ κράτος…
ᾠδὴ γ’
ὁ α’χορὸς
ὁ εἱρμὸς
Δ εῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Δ εῦτε πόμα πίωμεν καινόν,…
ὁ α’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ν ῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
ὁ β’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ν ῦν πάντα πεπλήρωται φωτός,…
ὁ α’χορὸς
Δ ό ξα Πατρὶ …
Χ θὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Χ θὲς συνεθαπτόμην σοι Χριστὲ…
ὁ α’χορὸς
Καταβασ ί α
Δ εῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν κα ὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σὺ εἶ ὁ Θεὸς ἡμῶν…
Ἡ Ὑ πακο ὴἮ χος δ’ ( χύμα)
Π ρολαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
ᾠ δ ὴ δ’
ὁ β’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ἐ πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
Ἐ πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ,…
ὁ β’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄ ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.
ὁ α’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄ ρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν…
ὁ β’χορὸς
Δ ό ξα Πατρὶ …
Ὡ ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
ὁ α’χορὸς
Κα ὶ ν ῦ ν…
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Καταβασ ί α
ὁ β’χορὸς
Ἐ πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν κα ὶ μ έ γα ἔ λεος .
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι ἀγαθὸς καὶ φιλάνθρωπος…
ᾠ δ ὴ ε’
ὁ α’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’χορὸς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος…
ὁ α’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τ ὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾋδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
ὁ β’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τ ὴν ἄμετρόν σου εὐσπλαγχνίαν,…
ὁ α’χορὸς
Δ ό ξα Πατρὶ …
Π ροσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Π ροσέλθωμεν λαμπαδηφόροι,…
Καταβασ ί α
ὁ α’χορὸς
Ὀ ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν κα ὶ μ έ γα ἔ λεος .
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι ἡγίασται…
ᾠ δ ὴ ς’
ὁ β’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’χορὸς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,…
ὁ β’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φ υλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας.
ὁ α’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Φ υλάξας τὰ σήμαντρα σῷα Χριστέ,…
ὁ β’χορὸς
Δ ό ξα Πατρὶ …
Σ ῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
ὁ α’χορὸς
Κα ὶ ν ῦ ν…
Σ ῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον…
Καταβασ ί α
ὁ β’χορὸς
Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν κα ὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Σ ὺ γὰρ εἶ ὁ βασιλεύς…
Κοντ ά κιον Ἦ χος πλ. δ’
Ε ἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ το ῖ ς πεσο ῦ σι παρ έ χων ἀ ν ά στασιν.
Ὁ Ο ἶ κος
Τ ὸν πρὸ ἡλίου Ἥλιον, δύναντά ποτε ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, ὢ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ’ ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὢ Δέσποτα ἐξεγέρθητι, ὁ το ῖ ς πεσο ῦ σι παρ έ χων ἀ ν ά στασιν.
Συναξ ά ριον
Τῇ Α ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.
Στίχοι
Ψυχαὶ λιθώδεις καὶ ξέναι θείου φόβου,
Λίθοις ἀνεῖλον θεῖον Ἱερεμίαν.
Πρώτῃ- ἐν Μαΐοιο λίθοις κτάνον Ἱερεμίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Βατᾶ τοῦ Πέρσου.
Στίχοι
Καὶ τῷ Βατᾷ, τμηθέντι τὴν κάραν ξίφει,
Βατὰ πρεπόντως οὐρανοῦ τὰ χωρία.
Τ ῇ ἁ γ ί ᾳ κα ὶ μεγ ά λῃ Κυριακ ῇ το ῦ Π ά σχα, α ὐ τ ὴ ν τ ὴ ν ζωηφ ό ρον Ἀ ν ά στασιν ἑ ορτ ά ζομεν το ῦ Κυρ ί ου, κα ὶ Θεο ῦ κα ὶ Σωτ ῆ ρος ἡ μ ῶ ν Ἰ ησο ῦ Χριστο ῦ .
Στ ί χοι
Χριστὸς κατελθὼν πρὸς πάλην ᾍδου μόνος
Λαβὼν ἀνῆλθε πολλὰ τῆς νίκης σκύλα.
Α ὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀ νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ, Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
( Ἀναγινώσκεται ἐκ τρίτου)
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
( Ἀναγινώσκεται ἐκ τρίτου)
ᾠ δ ὴ ζ’
α’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’χορὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος,…
ὁ α’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γ υναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἒδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
ὁ β’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Γ υναῖκες μετὰ μύρων θεόφρονες,…
ὁ α’χορὸς
Δ ό ξα Πατρὶ …
Θ ανάτου ἑορτάζομεν νέκρωσιν ᾋδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Ὡ ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.
Καταβασ ί α
ὁ α’χορὸς
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ε ἴη τὸ κράτος…
ᾠ δ ὴ η’
ὁ β’χορὸς
ὁ ε ἱ ρμ ὸ ς
Α ὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Α ὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα,…
ὁ β’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δ εῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Στ ί χ. Δ όξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Δ εῦτε τοῦ καινοῦ τῆς ἀμπέλου…
ὁ β’χορὸς
Στίχ. Ε ὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
Ἆ ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Κα ὶ ν ῦ ν…
Π άτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ὁ β’χορὸς
Καταβασ ί α
Στίχ. Α ἰνοῦμεν, εὐλογοῦμεν, και προσκυνοῦμεν τὸν Κύριον.
Α ὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν κα ὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι ηὐλόγηται…
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠ δ ὴ θ’
ὁ α’χορὸς
Στ ί χ. Μ εγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου.
ὁ ε ἱ ρμ ὸ ς
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
ὁ β’χορὸς
Στ ί χ. Μ εγάλυνον, ψυχή μου, τόν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστόν τόν ζωοδότην.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,…
ὁ α’χορὸς
Στ ί χ. Χ ριστός τό Καινόν Πάσχα, τό ζωόθυτον θῦμα, ἀμνός Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ’ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
ὁ β’χορὸς
Στ ί χ. Σ ήμερον πᾶσα κτίσις ἀγάλλεται καί χαίρει, ὅτι Χριστός ἀνέστη καί ῞ᾼδης ἐσκυλεύθη.
Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,…
ὁ α’χορὸς
Δ ό ξα Πατρί…
Στ ί χ. Μ εγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καί ἀδιαιρέτου Θεότητος τό κράτος.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Στ ί χ. Χ αῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη· σός γάρ Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ,…
Καταβασ ί α
ὁ α’χορὸς
Στ ί χ. Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη…
ὁ α’χορὸς
Ἀ ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν κα ὶ μ έ γα ἔ λεος.
Ε ἶ τα, Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὲ α ἰ νο ῦ σι…
Ἐ ξαποστειλ ά ριον α ὐ τ ό μελον
ὁ α’χορὸς
Ἦ χος β’
Σ αρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
ὁ β’χορὸς
Σ αρκὶ ὑπνώσας ὡς θνητός,….
ὁ α’χορὸς
Σ αρκὶ ὑπνώσας ὡς θνητός, ……..
ὁ β’χορὸς
… το ῦ κ ό σμου σωτ ή ριον.
AINOI
ὁ α’ χορός
Ἦχος α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὑ μνοῦμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος.
ὁ α’ χορός
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡμᾶς, ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
ὁ β’ χορός
Στ ί χ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τ ὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνοῦμέν σε, Χριστέ, ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι.
Ε ἶ τα τ ὰ Στιχηρ ὰ το ῦ Π ά σχα μετ ὰ τ ῶ ν Στ ί χων α ὐ τ ῶ ν.
ὁ α’ χορός
Ἦ χος πλ. α’
Στ ί χ. Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Π άσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
ὁ β’ χορός
Στ ί χ. Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δ εῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
ὁ α’ χορός
Στ ί χ. Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Α ἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
ὁ β’ χορός
Στ ί χ. Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Π άσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
ὁ α’ χορός
Ἀ ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,…
ὁ β’ χορός
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ α’ χορός
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ β’ χορός
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Το ῦ ἐ ν Ἁ γ ί οις Πατρ ὸ ς ἡ μ ῶ ν
ΙΩΑΝΝΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΛΟΓΟΣ ΚΑΤΗΧΗΤΙΚΟΣ[1]
Εἰς τὴν ἁγίαν καὶ λαμπροφόρον ἡμέραν τῆς ἐνδόξου καὶ σωτηριώδους Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ἀναστάσεως.
ὁ διάκονος : Τ οῦ Κυρίου δεηθῶμεν.
ὁ α’χορὸς : Κ ύριε ἐλέησον.
ὁ προεξάρχων : Ε ἴ τις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως, Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ, Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον, Εἴ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα, Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω, Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω, καὶ γὰρ οὐδὲν ζημιοῦται, Εἴ τις ὑστέρησεν εἰς τὴν ἐνάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων, Εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδύτητα, φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον, ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης, καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει, κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται, Καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται, Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ, οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολαύετε, Πλούσιοι καὶ πένητες μέτ’ ἀλλήλων χορεύσατε, Ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε, Νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον, Ἡ τράπεζα γέμει τρυφήσατε πάντες, ὁ μόσχος πολὺς μηδεὶς ἐξέλθῃ πεινῶν, Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, Μηδείς θρηνείτω πενίαν ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία, Μηδεὶς ὀδυρέσθω πταίσματα, συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε, Μηδεὶς φοβείσθω θάνατον, ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος, Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦ κατεχόμενος, Ἐσκύλευσε τὸν ᾋδην, ὁ κατελθὼν εἰς τὸν ᾋδην, Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ, καὶ τοῦτο προλαβὼν Ἡσαΐας, ἐβόησεν, ὁ ᾋδης, φησίν, ἐπικράνθη συναντήσας σοι κάτω, Ἐπικράνθη, καὶ γὰρ κατηργήθη Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη, Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη, Ἐπικράνθη, καὶ γὰρ καθῃρέθη, Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη, Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν, Ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ, Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε, Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου ᾋδη τὸ νῖκος; Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι, Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες, Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι, Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος, Χριστὸς γὰρ ἐγερθείς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο, Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀ μ ή ν.
ὁ α’χορὸς
Ἦ χος πλ. δ’
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν, Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθ ῆ ναι τ ὰ ς ψυχ ὰ ς ἡ μ ῶ ν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Μετὰ τὸ «Εὐλογημένη ἡ Βασιλεία», ψάλλεται δεκάκις τὸ «Χριστὸς Ἀνέστη», ὡς καὶ εἰς τὴν ἀρχὴν τοῦ Ὄρθρου. Εἶτα τὰ εἰρηνικὰ καὶ τὰ ἀντίφωνα τοῦ Πάσχα, ὡς ἑξῆς ·
Ἀ ντ ί φωνον α’
Ἦ χος β’
Στ ί χ. Ἀ λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
ὁ α’ χορός
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Στ ί χ. Ψ άλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
ὁ β’ χορός
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Ε ἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
ὁ α’ χορός
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Στ ί χ. Π ᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.
ὁ β’ χορός
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Δ ό ξα Πατρὶ… Κα ὶ ν ῦ ν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀ ντ ί φωνον β’
Ἦ χος ὁ α ὐ τ ὸ ς
Στ ί χ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
ὁ β’ χορός
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.
Στ ί χ. Τ οῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
ὁ α’ χορός
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στ ί χ. Ἐ ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
ὁ β’ χορός
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Στ ί χ. Ε ὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
ὁ α’ χορός
Σ ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…
Δ ό ξα Πατρί… Κα ὶ ν ῦ ν…
ὁ β’ χορός
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡ μ ᾶ ς.
Ἀ ντ ί φωνον γ’
Ἦ χος πλ. α’
Στ ί χ. Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’ χορός
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στ ί χ. Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’ χορός
Χ ριστὸς ἀνέστη…
Στ ί χ. Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’ χορός
Χ ριστὸς ἀνέστη…
Στ ί χ. Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ β’ χορός
Χ ριστὸς ἀνέστη…
Ε ἰ σοδικ ὸ ν
Ἐ ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι΄ Ἀ λληλούϊα.
Ε ἶ τα τ ὸ
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…(ἐκ γ’).
ὁ β’ χορός
Ἡ Ὑ πακο ὴ Ἦ χος δ’
Π ρολαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
ὁ α’ χορός
Κοντ ά κιον Ἦ χος πλ. δ’
Ε ἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρ έ χων ἀ ν ά στασιν.
Ἀ ντ ὶ δ ὲ το ῦ Τ ρ ι σ α γ ί ο υ
Ἦ χος α’
Ὅ σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀ λληλούϊα.
ΑΠΟΣΤΟΛΟΣ
Προκε ί μενον Ἦ χος πλ. δ’
Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Στ ί χ. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πρ ά ξεων τ ῶ ν Ἀ ποστ ό λων τ ὸ Ἀ ν ά γνωσμα
Τ ὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων͵ ὢ Θεόφιλε͵ ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις͵ δι΄ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι͵ ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι͵ ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες͵ Κύριε͵ εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; εἶπεν δὲ πρὸς αὐτούς͵ Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ΄ ὑμᾶς͵ καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ κα ὶ ἕ ως ἐ σχ ά του τ ῆ ς γ ῆ ς .
Ἀ λληλο ύ ϊα Ἦ χος δ’
Σ ὺ Κύριε ἀναστὰς οἰκτειρήσεις τὴν Σιών.
Στ ί χ. Ἐ ξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος.
Ε ΥΑΓΓΕΛΙΟΝ
Ἐ κ το ῦ κατ ὰ Ἰ ω ά ννην
Ἐ ν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονενἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. ᾽Εγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ ᾽Ιωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ. Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Ὄσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,οἷα οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. ᾽Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον, ῾Ο ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια δι ὰ ᾽ Ιησο ῦ Χριστο ῦ ἐ γ έ νετο .
ὁ α΄ χορὸς
Δ όξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τὸ Ἐξαιρέτως
ὁ α ’ χορὸς
Ἦ χος α ’
Στ ί χ . Ὁ ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φ ωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει το ῦ τ ό κου σου .
Κοινωνικ ὸ ν
ὁ β’ χορός
Ἦ χος α’
Σ ῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γε ύ σασθε. ( ψάλλεται δὲ ἐκ τρίτου ἢ μετὰ τῶν ἐφεξῆς στίχων αὐτοῦ* )·
Μέγα τὸ μυστήριον τῆς σῆς, Χριστέ, ἀναστάσεως. «Σῶμα Χριστοῦ μεταλάβετε» .
Δείπνῳ παραγέγονας ἑκὼν πάθος ὁ ἀθάνατος. «Σῶμα Χριστοῦ μεταλάβετε» .
Τότε καὶ ὁ ᾅδης συναντήσας, ἐπικράνθη λογοθετούμενος, ψυχὰς ἀπαιτούμενος. «Σῶμα Χριστοῦ μεταλάβετε» .
Τότε καὶ Μαρία ἡ μυρίσασα εὐφράνθη, προσκυνήσασα Θεὸν πρὸ τοῦ μνήματος. «Σῶμα Χριστοῦ μεταλάβετε» .
Εἴπατε τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις, ὅτι ἀνέστη ἐκ νεκρῶν ὁ ἀθάνατος. «Σῶμα Χριστοῦ μεταλάβετε» .
Ἀντὶ τοῦ «Ε ἴδομεν τὸ φῶς…» καὶ τοῦ «Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον…» λέγεται τό, Χριστ ὸ ς ἀ ν έ στη .
᾽ Απόλυσις
Διαλογική· « ῾ Ο ἀ ναστάς ἐ κ νεκρ ῶ ν … ».
ὁ Προεξάρχων : πρός τόν λαόν· «Χριστός ἀ νέστη ».
῾ Ο Λαός : «᾽ Αληθ ῶ ς ἀ νέστη », τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·
ὁ Προεξάρχων : Τό· «Δόξα τ ῇ Α ὐ το ῦ τριημέρ ῳ ἐ γέρσει ».
῾ Ο Λαός : ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνο ῦ μεν Α ὐ το ῦ τήν τριήμερον ἔ γερσιν ».
ὁ Προεξάρχων : Κατακλείει διά τοῦ· «Χριστός ἀ νέστη … » (ὅλον), καί
῾ Ο Λαός : ᾽Αντιφωνεῖ· «᾽ Αληθ ῶ ς ἀ νέστη ὁ Κύριος ».
[1] Ἐ ντα ῦ θα ε ἶ ναι ἡ ἀ ρχικ ὴ κα ὶ κανονικ ὴ θέσις τ ῆ ς ἀ ναγνώσεως το ῦ Λόγου τούτου, ὡ ς μαρτυρε ῖ ται ὑ π ὸ πάντων τ ῶ ν Τυπικ ῶ ν κα ὶ το ῦ Πεντηκοσταρίου. Α ἰ τία τ ῆ ς μεταθέσεως α ὐ το ῦ ε ἰ ς τ ὸ τέλος τ ῆ ς Λειτουργίας ὑ π ῆ ρξε, πιθανώτατα, ἡ βραδύτης τ ῆ ς προσελεύσεως τ ῶ ν Χριστιαν ῶ ν ε ἰ ς τ ὸ ν ναόν, ε ἰ ς ἐ ποχήν, καθ ᾿ ἣ ν ἡ ἀ κολουθία το ῦ Πάσχα ἐ τελε ῖ το κατ ὰ τ ὰ ς πρώτας πρωϊν ὰ ς ὥ ρας τ ῆ ς Κυριακ ῆ ς, ὥ στε ο ἱ προσερχόμενοι ν ὰ μ ὴ στερο ῦ νται τ ῆ ς ἀ κροάσεως το ῦ ὡ ραιοτάτου τούτου Λόγου
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.
Κωνσταντίνε, είσαι πρώτος!!! Σ’ευχαριστούμε πολύ για την πολύτιμη βοήθειά σου (αν και μας κακομαθαίνεις με το να τα βρίσκουμε έτοιμα)! Στο Ηράκλειο είσαι πολύ γνωστός! Είδα περασμένα στα κινητά ψαλτών τα κείμενα των ιερών ακολουθιών από τις ιστοσελίδες σου!
Εύχομαι ο Κύριος να σου δίνει δύναμη να συνεχίζεις το Θεάρεστο έργο σου, με τον ίδιο ζήλο!
Καλή Ανάσταση!
Δέσποινα Ανδρουλάκη
(Σπουδάστρια Βυζαντινής Μουσικής)
Ηράκλειο Κρήτης
Σας ευχαριστώ πολύ για τα καλά σας λόγια. ΚΑΛΗ ΑΝΑΣΤΑΣΗ ΚΑΙ ΚΑΛΟ ΠΑΣΧΑ ΝΑ ΕΧΕΤΕ.