27 ΑΠΡΙΛΙΟΥ 2016
Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ, τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ Πόρνης γυναικός, μνείαν ποιεῖσθαι οἱ θειότατοι Πατέρες ἐθέσπισαν, ὅτι πρὸ τοῦ σωτηρίου Πάθους μικρὸν τοῦτο γέγονε.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως τὸ Βασιλεῦ οὐράνιε…Τρισάγιον οἱ βασιλικοὶ ψαλμοὶ ΙΘ΄ και Κ’ καὶ πάλιν τὸ Τρισάγιον. Σῶσον Κύριε…Ἐλέησον ἡμᾶς ὁ Θεὸς… κλπ.
Mετὰ τὸν Ἑξάψαλμον
Συναπτὴ μεγάλη καὶ ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους εἰς ἦχον πλ.δ’ δὶς τὸ μέγα Ἀλληλουάριον καὶ δὶς τὸ μικρόν μετὰ τῶν στίχων αὐτοῦ.
ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: Ἀμήν.
Ὁ Προεστώς: Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ οὐράνιε,..Τρισάγιον…
.
ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε ἐλέησον. (ιβ’) Δόξα Πατρί..Καὶ νῦν…
Ἐμμελὴς ἀπαγγελία εἰς τὸ κλιτὸν ὕφος
-
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
-
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
-
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
ΨΑΛΜΟΣ Ιθ‘. (19).
Ἐπακούσαι σου Κύριος ………
Καὶ πάλιν
-
Εἰσάκουσόν μου Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς).
-
Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ΄
Δόξα Πατρί… Καὶ νῦν…
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορός
Στίχ. α’. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἀλληλούϊα.(τρίς)
ὁ β’ χορός
Στίχ. β’. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀλληλούϊα.(τρίς)
ὁ α’ χορός
Στίχ. γ’. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται, Ἀλληλούϊα. (τρίς)
ὁ β’ χορός
Στίχ. δ’. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. Ἀλληλούϊα. (τρίς)
ὁ α’ χορός
Εἴθ’ οὕτω, τὸ παρὸν Τροπάριον, μετὰ μέλους καὶ αὐτό.
Ἦχος πλ. δ’
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, δυνάμει τοῦ Σταυροῦ Σου καὶ σῶσον ἡμᾶς.( Ἀργῶς)
ὁ β’ χορός
Δόξα Πατρὶ…
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται..,, ( πρεσβείαις τοῦ Ἁγίου ἢ τῆς Ἁγίας…κλπ) σῶσον ἡμᾶς.( Ἀργῶς)
ὁ α’ χορός
Καὶ νῦν…
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται …….., διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.(Συντόμως)
Συναπτὴ μικρά μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
ὁ α’ χορός
Κάθισμα Ἦχος γ’
Τὴν ὡραιότητα ( Μέλος ἀργὸν εἱρμολογικὸν)
Πόρνη προσῆλθέ σοι, μύρα σὺν δάκρυσι, κατακενοῦσά σου ποσὶ φιλάνθρωπε, καὶ δυσωδίας τῶν κακῶν, λυτροῦται τῇ κελεύσει σου, πνέων δὲ τὴν χάριν σου, μαθητής ὁ ἀχάριστος, ταύτην ἀποβάλλεται, καὶ βορβόρῳ συμφύρεται, φιλαργυρίᾳ ἀπεμπολῶν σε. Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.
ὁ β’ χορός
Κάθισμα Ἦχος δ’
Ταχὺ προκατάλαβε ( Μέλος ἀργὸν εἱρμολογικὸν)
Ἰούδας ὁ δόλιος, φιλαργυρίας ἐρῶν, προδοῦναί σε Κύριε, τὸν θησαυρὸν τῆς ζωῆς, δολίως ἐμελέτησεν. Ὅθεν καὶ παροινήσας, τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις. Τί μοι θέλετε δοῦναι, κἀγὼ παραδώσω ὑμῖν, εἰς τὸ σταυρῶσαι αὐτόν;
ὁ α’ χορός
Κάθισμα Ἦχος α’
Δόξα Πατρί…
Τὸν τάφον σου Σωτὴρ ( Μέλος ἀργὸν εἱρμολογικὸν)
Ἡ Πόρνη ἐν κλαυθμῷ, ἀνεβόα οἰκτίρμον, ἐκμάσσουσα θερμῶς, τοὺς ἀχράντους σου πόδας, θριξὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἐκ βάθους στενάζουσα. Μὴ ἀπώσῃ με, μηδὲ βδελύξῃ Θεέ μου, ἀλλὰ δέξαι με, μετανοοῦσαν, καὶ σῶσον, ὡς μόνος φιλάνθρωπος.
ὁ β’ χορός
Καὶ νῦν… Πάλιν τὸ αὐτὸ
Ἡ Πόρνη ἐν κλαυθμῷ…
Εὐαγγέλιον τοῦ Ὄρθρου
Ἐκ τοῦ κατὰ Ἰωάννην
Τῷ καιρῷ ἐκείνῳ, ἐμαρτύρει ὁ ὄχλος ……… Καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν΄ ἃ οὖν ἐγὼ λαλῶ͵ καθὼς εἴρηκέν μοι ὁ Πατήρ͵ οὕτω λαλῶ.
Ὁ Ν’ ψαλμὸς χύμα καὶ εὐθὺς τὸ ἑπόμενον Τριῴδιον (εἰς ἓξ ἢ τέσσαρα ) μετά τῶν εἱρμῶν
Ποίημα Κοσμᾶ Μοναχοῦ
ὁ α’χορὸς
ᾠδὴ α’ Ἦχος β’. Ὁ Εἱρμὸς
Τῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου, εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β’χορὸς
Τῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας…
ὁ α’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἐν κενοῖς τὸ συνέδριον τῶν ἀνόμων, καὶ γνώμῃ συναθροίζεται κακοτρόπῳ, κατάκριτον τὸν ῥύστην σε ἀποφῆναι Χριστέ, ᾧ ψάλλομεν΄ Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε.
ὁ β’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ἐν κενοῖς τὸ συνέδριον τῶν ἀνόμων,…
ὁ α’χορὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τὸ δεινὸν βουλευτήριον τῶν ἀνόμων, σκέπτεται, θεομάχου ψυχῆς ὑπάρχον, ὡς δύσχρηστον τὸν δίκαιον ἀποκτεῖναι, Χριστόν, ᾧ ψάλλομεν΄ Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε.
ὁ β’χορὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Τὸ δεινὸν βουλευτήριον τῶν ἀνόμων…
ὁ α’χορὸς
Καταβασία
Τῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου, εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Ἦχος δ’
Ὁ ὑψωθεὶς
Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
Ὁ Οἶκος
Ὁ μετὰ τρίτον οὐρανὸν
Ἡ πρῴην ἄσωτος Γυνή, ἐξαίφνης σώφρων ὤφθη, μισήσασα τὰ ἔργα, τῆς αἰσχρᾶς ἁμαρτίας, καὶ ἡδονὰς τοῦ σώματος, διενθυμουμένη τὴν αἰσχύνην τὴν πολλήν, καὶ κρίσιν τῆς κολάσεως, ἣν ὑποστῶσι πόρνοι καὶ ἄσωτοι, ὧνπερ πρῶτος πέλω, καὶ πτοοῦμαι, ἀλλ’ ἐμμένω τῇ φαύλῃ συνηθείᾳ ὁ ἄφρων, ἡ πόρνη δὲ γυνή, καὶ πτοηθεῖσα, καὶ σπουδάσασα ταχύ, ἦλθε βοῶσα πρὸς τὸν Λυτρωτήν. Φιλάνθρωπε καὶ οἰκτίρμον, ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
Συναξάριον
Τῇ ΚΖ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου.
Στίχοι
-
Ἀδελφὰ πάσχεις, Συμεών, τῷ Κυρίῳ,
-
Ξύλῳ κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου.
-
Ἐν ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῶν Καθαρῶν.
Στίχοι
-
Παθῶν καθαρθείς, ὦ Ἰωάννη Μάκαρ,
-
Μονῆς προέστης τῶν Καθαρῶν εἰκότως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ τελειωθέντος.
Στίχοι
-
Σφαγεὶς Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις,
-
‘Ὃς ἠγοράσθης αἵματι Χριστοῦ πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν εἰρήνῃ τελειωθέντος.
Στίχοι
-
Τὸν Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων,
-
Θεοῦ ξενιστὴς Ἀβραὰμ ξενιζέτω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου, ὃς κατὰ γῆς συρόμενος τελειοῦται.
Στίχοι
-
Κονίεται τὸ σῶμα, Μάρτυς Λολλίων,
-
Κόνιν φύρεσθαι τὴν ἀπ’ αὐτοῦ δοὺς κόνιν.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τετάρτῃ, τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ Πόρνης γυναικός, μνείαν ποιεῖσθαι οἱ θειότατοι Πατέρες ἐθέσπισαν, ὅτι πρὸ τοῦ σωτηρίου Πάθους μικρὸν τοῦτο γέγονε.
Στίχοι
-
Γυνή, βαλοῦσα σώματι Χριστοῦ μύρον,
-
Τὴν Νικοδήμου προὔλαβε σμυρναλόην.
Ἀλλ’ ὁ τῷ, νοητῷ μύρῳ χρισθείς, Χριστὲ ὁ Θεός, τῶν ἐπιῤῥύτων παθῶν ἐλευθέρωσον, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἅγιος, καὶ φιλάνθρωπος. Ἀμήν.
ὁ β’ χορὸς
ᾠδὴ η’. Ὁ εἱρμὸς
Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ’ ἐβόων. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’ χορὸς
Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν..
ὁ β’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἀποκενοῦσα, Γυνὴ μύρον ἔντιμον, δεσποτικῇ καὶ θείᾳ, φρικτῇ κορυφῇ, Χριστὲ τῶν ἰχνῶν σου ἐπελάβετο, τῶν ἀχράντων, κεχραμέναις παλάμαις, καὶ ἐβόα. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’ χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἀποκενοῦσα, Γυνὴ μύρον ἔντιμον…
ὁ β’ χορὸς
Στίχ. Εὐλογοῦμεν Πατέρα ,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον.
Δάκρυσι πλύνει, τοὺς πόδας ὑπεύθυνος, ἁμαρτίαις τοῦ πλάσαντος, καὶ ἐκμάσσει θριξί, διὸ τῶν ἐν βίῳ οὐ διήμαρτε, πεπραγμένων τῆς ἀπολυτρώσεως, ἀλλ’ ἐβόα. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ α’χορὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἱερουργεῖται, τὸ λύτρον εὐγνώμονι, ἐκ σωτηρίων σπλάγχνων τε, καὶ δακρύων πηγῆς, ἐν ᾗ διὰ τῆς ἐξαγορεύσεως, ἐκπλυθεῖσα οὐ κατῃσχύνετο, ἀλλ’ ἐβόα. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ὁ β’χορὸς
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον
Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ’ ἐβόων. Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾠδὴ θ’
ὁ α’χορὸς
Ψυχαῖς καθαραῖς, καὶ ἀῤῥυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι’ αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ὁ β’χορὸς
Ψυχαῖς καθαραῖς, καὶ ἀῤῥυπώτοις χείλεσι…
ὁ α’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἀγνώμων φανεὶς καὶ πονηρὸς ζηλότυπος, δῶρον ἀξιόθεον λογοπραγεῖ, δι’ οὗ ὀφειλέσιον ἐλύθη ἁμαρτημάτων, καπηλεύων ὁ δεινός Ἰούδας τὴν φιλόθεον χάριν. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ὁ β’χορὸς
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι
Ἀγνώμων φανεὶς καὶ πονηρὸς ζηλότυπος…
ὁ α’χορὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι
Λέγει πορευθεὶς τοῖς παρανόμοις ἄρχουσι. Τί μοι δοῦναι θέλετε κἀγὼ Χριστὸν ὑμῖν, τὸν ζητούμενον, τοῖς θέλουσι παραδώσω; οἰκειότητα Χριστοῦ, Ἰούδας ἀντωσάμενος χρυσοῦ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ὁ β’χορὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ὢ πηρωτικῆς, φιλαργυρίας ἄσπονδε! λήθης ὅθεν ἔτυχες, ὅτι ψυχῆς, οὐδ’ ὃς ἰσοστάσιος ὁ Κόσμος, ὡς ἐδιδάχθης, ἀπογνώσει γὰρ σαὐτόν, ἐβρόχισας ἀνάψας προδότα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
ὁ α’χορὸς
Καταβασία
Ψυχαῖς καθαραῖς, καὶ ἀῤῥυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι’ αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάριον αὐτόμελον
ὁ α’χορὸς
Ἦχος γ’
Τὸν νυμφῶνά σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ, λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σῶσόν με.
ὁ β’χορὸς
Τὸν νυμφῶνά σου βλέπω…
ὁ α’χορὸς
Τὸν νυμφῶνά σου βλέπω, …
ὁ β’χορὸς
…Φωτοδότα, καὶ σῶσόν με.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στιχηρὰ Ἰδιόμελα
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Σὲ τὸν τῆς Παρθένου Υἱόν, Πόρνη ἐπιγνοῦσα Θεὸν ἔλεγεν, ἐν κλαυθμῷ δυσωποῦσα, ὡς δακρύων ἄξια πράξασα. Διάλυσον τὸ χρέος, ὡς κἀγὼ τοὺς πλοκάμους, ἀγάπησον φιλοῦσαν, τὴν δικαίως μισουμένην, καὶ πλησίον τελωνῶν σε κηρύξω, Εὐεργέτα φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τὸ πολυτίμητον μύρον, ἡ Πόρνη ἔμιξε μετὰ δακρύων, καὶ ἐξέχεεν εἰς τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα΄ ἐκείνην εὐθὺς ἐδικαίωσας, ἡμῖν δὲ συγχώρησιν δώρησαι, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἣν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἐθεώρει τὴν Πόρνην φιλοῦσαν τὰ ἴχνη, καὶ ἐσκέπτετο δόλῳ, τῆς προδοσίας τὸ φίλημα, ἐκείνη τοὺς πλοκάμους διέλυσε, καὶ οὗτος τῷ θυμῷ ἐδεσμεῖτο, φέρων ἀντὶ μύρου, τὴν δυσώδη κακίαν, φθόνος γὰρ οὐκ οἶδε, προτιμᾶν τὸ συμφέρον. Ὢ τῆς Ἰούδα ἀθλιότητος! ἀφ’ ἧς ῥῦσαι ὁ Θεὸς τὰς ψυχὰς ἡμῶν.
ὁ α’χορὸς
Δόξα Πατρὶ ……Ἦχος β’
Ἡ ἁμαρτωλὸς ἔδραμε πρὸς τὸ μύρον πριάσασθαι, πολύτιμον μύρον, τοῦ μυρίσαι τὸν εὐεργέτην, καὶ τῷ μυρεψῷ ἐβόα. Δὸς μοι τὸ μύρον, ἵνα ἀλείψω κἀγὼ τὸν ἐξαλείψαντά μου πάσας τὰς ἁμαρτίας.
ὁ β’χορὸς
Καὶ νῦν …Ἦχος πλ. β’
Ἡ βεβυθισμένῃ τῇ ἁμαρτίᾳ, εὗρέ σε λιμένα τῆς σωτηρίας, καὶ μύρον σὺν δάκρυσι κενοῦσά σοι ἐβόα. Ἴδε ὁ τῶν ἁμαρτανόντων τὴν μετάνοιαν φέρων, ἀλλὰ Δέσποτα διάσωσόν με, ἐκ τοῦ κλύδωνος τῆς ἁμαρτίας, διὰ τὸ μέγα σου ἔλεος.
Ὁ προεστὼς:
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν…
Εἰς τὰ Ἀπόστιχα
ὁ α’χορὸς
Ἰδιόμελα Ἦχος πλ. β’
Σήμερον ὁ Χριστός, παραγίνεται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, καὶ γυνὴ ἁμαρτωλὸς προσελθοῦσα, τοῖς ποσὶν ἐκυλινδοῦτο βοῶσα. Ἴδε τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ, τὴν ἀπηλπισμένην διὰ τὰς πράξεις, τὴν μὴ βδελυχθεῖσαν παρὰ τῆς σῆς ἀγαθότητος, καὶ δός μοι Κύριε, τὴν ἄφεσιν τῶν κακῶν, καὶ σῶσόν με.
ὁ β’χορὸς
Στίχ. α’. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν.
Ἦχος ὁ αὐτὸς
Ἥπλωσεν ἡ Πόρνη, τὰς τρίχας σοὶ τῷ Δεσπότῃ, ἥπλωσεν Ἰούδας, τὰς χεῖρας τοῖς παρανόμοις, ἡ μέν, λαβεῖν τὴν ἄφεσιν, ὁ δέ, λαβεῖν ἀργύρια. Διό σοι βοῶμεν, τῷ πραθέντι καὶ ἐλευθερώσαντι ἡμᾶς, Κύριε δόξα σοι.
ὁ α’χορὸς
Στίχ. β’. Εὐφρανθείημεν, ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος ὁ αὐτὸς
Προσῆλθε γυνὴ δυσώδης καὶ βεβορβορωμένη, δάκρυα προχέουσα ποσί σου Σωτήρ, τὸ Πάθος καταγγέλλουσα. Πῶς ἀτενίσω σοι τῷ Δεσπότη; αὐτὸς γὰρ ἐλήλυθας, σῶσαι πόρνην, ἐκ βυθοῦ θανοῦσάν με ἀνάστησον, ὁ τὸν Λάζαρον ἐγείρας, ἐκ τάφου τετραήμερον, δέξαι με τὴν τάλαιναν, Κύριε καὶ σῶσόν με.
ὁ β’χορὸς
Στίχ. γ’. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ἦχος ὁ αὐτὸς
Ἡ ἀπεγνωσμένη διὰ τὸν βίον, καὶ ἐπεγνωσμένη διὰ τὸν τρόπον, τὸ μύρον βαστάζουσα, προσῆλθέ σοι βοῶσα. Μή με τὴν πόρνην ἀποῤῥίψης, ὁ τεχθεὶς ἐκ Παρθένου, μή μου τὰ δάκρυα παρίδῃς, ἡ χαρὰ τῶν Ἀγγέλων, ἀλλὰ δέξαι με μετανοοῦσαν, ἣν οὐκ ἀπώσω ἁμαρτάνουσαν Κύριε, διὰ τὸ μέγα σου ἔλεος.
ὁ α’χορὸς
Δόξα Πατρὶ …Καὶ νῦν ….ἦχος πλ.δ’
Ποίημα Κασσιανῆς Μοναχῆς
Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή, τὴν σὴν αἰσθομένη θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νύξ μοι, ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας. Δέξαι μου τὰς πηγὰς τῶν δακρύων, ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ, κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας, ὁ κλίνας τοὺς οὐρανούς, τῇ ἀφάτῳ σου κενώσει, καταφιλήσω τοὺς ἀχράντους σου πόδας, ἀποσμήξω τούτους δὲ πάλιν, τοῖς τῆς κεφαλῆς μου βοστρύχοις, ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸ δειλινόν, κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη. Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους, τίς ἐξιχνιάσει ψυχοσῶστα Σωτήρ μου; Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.
Ὁ προεστὼς:
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε. τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.
Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
τὸ Κύριε ἐλέησον ιβ’. Δόξα Πατρὶ… Καὶ νῦν… Τήν τιμιωτέραν…,
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.
ὁ Προεστώς: Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε. νῦν, καὶ ἀεί …
Ἐπουράνιε Βασιλεῦ, …
Εἶθ’ οὕτω, Μετανοίας μεγάλας (γ’), λέγοντες καθ’ ἑαυτούς, καὶ τὴν προγραφεῖσαν Εὐχὴν τοῦ Ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ’, Μετάνοιαν μεγάλην μίαν, λέγοντες καὶ τὸν τελευταῖον Στίχον τῆς ἀνωτέρω Εὐχῆς,
Ναί, Κύριε Βασιλεῦ, ….
Ἀπόλυσις
«…᾽Ερχόμενος ὁ Κύριος ἐπί τό ἑκούσιον πάθος…».
27 ΑΠΡ16 ΟΡΘΡΟΣ ΜΕΓΑΛΉΣ ΤΕΤΑΡΤΗΣ