5 σχόλια

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ (2016)

24 ΑΠΡΙΛΙΟΥ  2016

῾Η εἰς ᾿Ιερουσαλὴμ εἴσο­δος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορὸς

Ἦχος α’

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορός

Δόξα Πατρί…

Τὴν κοινὴν Ἀνάστασιν,…

ὁ α’ χορός

Καὶ νῦν…Ἕτερον  Ἦχος δ’

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος.

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

 Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ

Μετὰ κλάδων νοητῶς, κεκαθαρμένοι τὰς ψυχάς, ὡς οἱ Παῖδες τὸν Χριστόν, ἀνευφημήσωμεν πιστῶς, μεγαλοφώνως κραυγάζοντες τῷ Δεσπότη, Εὐλογημένος εἶ Σωτήρ, ὁ εἰς τὸν Κόσμον ἐλθών, τοῦ σῶσαι τὸν Ἀδάμ, ἐκ τῆς ἀρχαίας ἀρᾶς, πνευματικῶς γενόμενος φιλάνθρωπε, νέος Ἀδὰμ ὡς εὐδόκησας, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…Ἦχος δ’

 Ἐπεφάνης σήμερον

Τεταρταῖον Λάζαρον, ἐκ τοῦ μνημείου, ἀναστήσας Κύριε, πάντας ἐδίδαξας βοᾶν, μετὰ βαΐων καὶ κλάδων σοι΄ Εὐλογημένος εἶ ὁ ἐρχόμενος.

ὁ α’ χορός

Μετὰ τὴν β’ Στιχολογίαν

 Ἦχος δ’. Κατεπλάγη Ἰωσὴφ

Ἐπὶ φίλῳ σου Χριστέ, δάκρυα ῥαίνεις μυστικῶς, καὶ ἐγείρεις ἐκ νεκρῶν, Λάζαρον κείμενον θνητόν, ἐν ᾧ συμπάθειαν ἔδειξας φιλανθρώπως, μαθόντα δὲ τὴν σήν, παρουσίαν Σωτήρ, τὰ πλήθη τῶν βρεφῶν, ἐξῆλθον σήμερον, ἐν ταῖς χερσὶ κατέχοντα βαΐα, τὸ Ὡσαννά σοι κραυγάζοντα΄ Εὐλογημένος εἶ, ὅτι τὸν κόσμον, εἰς τὸ σῶσαι ἐλήλυθας.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

Αἰνέσατε συμφώνως, οἱ λαοὶ καὶ τὰ ἔθνη, ὁ γὰρ Βασιλεὺς τῶν Ἀγγέλων, ἐπέβη νῦν τῷ πώλῳ, καὶ ἔρχεται θέλων ἐν Σταυρῷ, πατάξαι τοὺς ἐχθροὺς ὡς δυνατός, διὰ τοῦτο καὶ οἱ Παῖδες, μετὰ βαΐων, κράζουσι τὸν ὕμνον΄ Δόξα σοι τῷ ἐλθόντι Νικητῇ, δόξα σοι τῷ Σωτῆρι Χριστῷ, δόξα σοι τῷ εὐλογημένῳ, μόνῳ Θεῷ ἡμῶν.

ὁ α’ χορός

Μετὰ δὲ τὸν Πολυέλεον

 Ἦχος πλ. δ’. Τὸ προσταχθὲν μυστικῶς

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καὶ ἐπὶ πώλου, ἐπικαθίσας δι’ ἡμᾶς, καὶ πρὸς τὸ Πάθος, τὸ ἑκούσιον φθάσας, σήμερον ἀκούει, τῶν Παίδων, ἀναβοώντων τὸ Ὡσαννά, τῶν ὄχλων, ἀναφωνούντων Υἱὲ Δαυΐδ, σπεῦσον σῶσαι οὓς ἔπλασας, εὐλογημένε Ἰησοῦ, εἰς τοῦτο γὰρ ἐλήλυθας, ὅπως γνῶμεν τὴν δόξαν σου.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Πάλιν τὸ αὐτὸ

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καὶ ἐπὶ πώλου…. 

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  •    Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον  Ἦχος δ’

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

ὁ β’ χορός

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

ὁ α’ χορός

Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’). 

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἐκ τοῦ κατὰ Ματθαῖον

Τῷ καιρῷ ἐκείνῳ, ὅτε ἤγγισεν ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Βηθφαγῆ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς λέγων αὐτοῖς· Πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.  καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·  εἴπατε τῇ θυγατρὶ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.  πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,  ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.  ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.  οἱ δὲ ὄχλοι οἱ προάγοντες (αὐτὸν) καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυῒδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.  καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος;  οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.  Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερόν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ λέγει αὐτοῖς· Γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς. ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυῒδ, ἠγανάκτησαν  καὶ εἶπον αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί· οὐδέποτε ἀνέγνωτε, ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ἀνάστασιν Χριστοῦ, οὐ λέγομεν, ἀλλ’ εὐθὺς μετὰ τὸν Ν’ (χύμα), ψάλλομεν τὰ παρόντα.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος β’

Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει τῇ ἁγίᾳ ἐν πώλῳ καθήμενος, τὴν ἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.

ὁ β’ χορός

Καὶ νῦν…

Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει τῇ ἁγίᾳ ἐν πώλῳ καθήμενος, τὴν ἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.

ὁ α’ χορός

 Ἦχος πλ. β’

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

ΚΑΝΟΝΕΣ 

Ὁ Κανὼν οὗ ἡ Ἀκροστιχὶς

 Ὡσαννὰ Χριστός, εὐλογημένος Θεός.

 Ποίημα Κοσμᾶ Μοναχοῦ.

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος δ’  Ὁ Εἱρμὸς

Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι, ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

ὁ β’ χορός

Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, …

ὁ α’ χορός

Στόματος, ἐκ νηπίων ἀκάκων, καὶ θηλαζόντων αἶνον, τῶν σῶν οἰκετῶν κατηρτίσω, καταλῦσαι τὸν ἀντίπαλον, καὶ ἐκδικῆσαι πάθει Σταυροῦ, τὴν πτῶσιν τοῦ πάλαι Ἀδάμ, διὰ ξύλου ἀναστῆσαι τοῦτον δέ, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε. 

ὁ β’ χορός

Στόματος, ἐκ νηπίων ἀκάκων…

ὁ α’ χορός

Δόξα Πατρί…

Αἴνεσιν, Ἐκκλησία ὁσίων, τῷ ἐνοικοῦντι Σιών, σοὶ Χριστὲ προσφέρει, ἐν σοὶ δὲ Ἰσραήλ, τῷ ποιητῇ αὐτοῦ, χαίρει, καὶ ὄρη ἔθνη ἀντίτυπα λιθοκάρδια, ἐκ προσώπου σου ἠγαλλιάσαντο, ᾄδοντα΄ ἐπινίκιον ὕμνον σοι Κύριε.  

ὁ β’ χορός

Καὶ νῦν…

Αἴνεσιν, Ἐκκλησία ὁσίων, …

ᾠδὴ γ’  Ὁ Εἱρμὸς

ὁ α’ χορός

Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθη ἡ Ἐκκλησία κράζουσα΄ Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

ὁ β’ χορός

Νάουσαν ἀκρότομον,…

ὁ α’ χορός

Νεκρὸν τετραήμερον, προστάγματι σῷ, ἐκ νεκάδων σύντρομος, ᾍδης ἀφῆκε Λάζαρον, ἡ ἀνάστασις Χριστέ, σὺ γὰρ καὶ ζωή, ἐν ᾧ ἐστερεώθη, ἡ Ἐκκλησία κράζουσα΄ Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

ὁ β’ χορός

Νεκρὸν τετραήμερον,….

ὁ α’ χορός

Δόξα Πατρὶ…

ᾌσατε λαοί, θεοπρεπῶς ἐν Σιών, καὶ εὐχὴν ἀπόδοτε, Χριστῷ ἐν Ἱερουσαλήμ, αὐτὸς ἔρχεται ἐν δόξῃ μετὰ κυριείας, ἐν ᾧ ἐστερεώθη, ἡ Ἐκκλησία κράζουσα, Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

ὁ β’ χορός

Καὶ νῦν…

ᾌσατε λαοί, θεοπρεπῶς ἐν Σιών, καὶ εὐχὴν ἀπόδοτε, Χριστῷ ἐν Ἱερουσαλήμ, αὐτὸς ἔρχεται ἐν δόξῃ μετὰ κυριείας, ἐν ᾧ ἐστερεώθη, ἡ Ἐκκλησία κράζουσα, Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,…

Ἡ Ὑπακοὴ  Ἦχος πλ. β’

Μετὰ κλάδων ὑμνήσαντες πρότερον, μετὰ ξύλων συνέλαβον ὕστερον, οἱ ἀγνώμονες Χριστόν, Ἰουδαῖοι τὸν Θεόν, ἡμεῖς δὲ πίστει ἀμεταθέτῳ, ἀεὶ τιμῶντες ὡς εὐεργέτην, διαπαντὸς βοήσωμεν αὐτῷ, Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

ὁ β’ χορός

ᾠδὴ δ’  Ὁ Εἱρμὸς

Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Χριστὸς ὁ ἐρχόμενος….

ὁ β’ χορός

Ῥηξάτω εὐφροσύνην κραταιὰν ἐπ’ ἔλεον, ὄρη καὶ πάντες βουνοί, καὶ ξύλα τοῦ δρυμοῦ ἐπικροτησάτω, Χριστὸν αἰνεῖτε ἔθνη, καὶ τούτῳ πάντες λαοί, ἐπαινοῦντες βοᾶτε΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Ῥηξάτω εὐφροσύνην…..

ὁ β’ χορός

Δόξα Πατρὶ…

Ἰσχὺν ὁ βασιλεύων τῶν αἰώνων Κύριος, ἐνδεδυμένος ἥξει, τῆς τούτου ὡραιότητός τε καὶ δόξης, ἀσύγκριτος ὑπάρχει εὐπρέπεια ἐν Σιών. Διὸ πάντες βοῶμεν΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Καὶ νῦν…

Σπιθαμῇ ὁ μετρήσας οὐρανόν, δρακὶ δὲ γῆν, Κύριος πάρεστι, Σιὼν γὰρ ἐξελέξατο, ἐν αὐτῇ δὲ οἰκεῖν καὶ βασιλεύειν, ᾑρετίσατο λαῶν, τῶν ἐν πίστει βοώντων΄…

ὁ β’ χορός

….Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’  Ὁ Εἱρμὸς

Τὴν Σιὼν ἐπ’ ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχὺϊ ὕψωσον φωνήν, Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

ὁ β’ χορός

Τὴν Σιὼν ἐπ’ ὄρους ἀνάβηθι….

ὁ α’ χορός

Ὁ ἐν τοῖς ὑψίστοις καθήμενος, ἐπὶ τῶν Χερουβὶμ Θεός, καὶ ἐφορῶν ταπεινά, αὐτὸς ἔρχεται, ἐν δόξῃ μετὰ κυριείας, καὶ πληρωθήσεται τὰ πάντα, θεϊκῆς αἰνέσεως αὐτοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

ὁ β’ χορός

Ὁ ἐν τοῖς ὑψίστοις καθήμενος……

ὁ α’ χορός

Δόξα Πατρὶ…

Σιὼν Θεοῦ ὄρος τὸ ἅγιον, καὶ Ἱερουσαλὴμ κύκλῳ τοὺς ὀφθαλμούς σου ἆρον, καὶ ἴδε συνηγμένα τέκνα σου ἐν σοί, ἰδοὺ γὰρ ἥκασι μακρόθεν, προσκυνῆσαι τῷ Βασιλεῖ σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν

ὁ β’ χορός

Καὶ νῦν…

Σιὼν Θεοῦ ὄρος τὸ ἅγιον, καὶ Ἱερουσαλὴμ κύκλῳ τοὺς ὀφθαλμούς σου ἆρον, καὶ ἴδε συνηγμένα τέκνα σου ἐν σοί, ἰδοὺ γὰρ ἥκασι μακρόθεν, προσκυνῆσαι τῷ Βασιλεῖ σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ,…

ὁ α’ χορός

…καὶ σωτήριον ἔθνεσιν.

ὁ β’ χορός

ᾠδὴ ς’  Ὁ Εἱρμὸς

Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα. Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

ὁ α’ χορός

Ἐβόησαν, ἐν εὐφροσύνῃ…

ὁ β’ χορός

Ὑπόδεξαι, Ἰσραὴλ τοῦ Θεοῦ τὸ βασίλειον, καὶ ὁ βαίνων ἐν τῷ σκότει, τὸ φῶς θεασάσθω μέγα, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

ὁ α’ χορός

Ὑπόδεξαι, Ἰσραὴλ τοῦ Θεοῦ…

ὁ β’ χορός

Δόξα Πατρὶ…

Λελυμένους, σοὺς δεσμίους Σιὼν ἐξαπόστειλον, καὶ ἐκ λάκκου, ἀγνωσίας ἀνύδρου ἐξάγαγε, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

ὁ α’ χορός

Καὶ νῦν…

Λελυμένους, σοὺς δεσμίους Σιὼν ἐξαπόστειλον, καὶ ἐκ λάκκου, ἀγνωσίας ἀνύδρου ἐξάγαγε, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον Αὐτόμελον

Ἦχος πλ. β’

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι, Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Ὁ Οἶκος

Ἐπειδὴ ᾍδην ἔδησας ἀθάνατε, καὶ θάνατον ἐνέκρωσας, καὶ Κόσμον ἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε Χριστέ, ὡς νικητὴν κραυγάζοντά σοι σήμερον, Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, οὐκέτι γὰρ φησι, σφαγήσονται βρέφη διὰ τὸ βρέφος Μαριάμ, ἀλλ’ ὑπὲρ πάντων νηπίων καὶ πρεσβυτῶν, μόνος σταυροῦσαι, οὐκέτι καθ’ ἡμῶν χωρήσει τὸ ξίφος, ἡ σὴ γὰρ πλευρὰ νυγήσεται λόγχῃ, ὅθεν ἀγαλλόμενοι φαμέν, Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Συναξάριον

Τῇ ΚΔ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ.

Στίχοι
Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,
Καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.
Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε πόλονδε Ἐλισαβέτεια.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου.

Στίχοι
Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,
Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτυρων τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων.

Στίχοι
Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,
Εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος.

Στίχοι
Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,
Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου καὶ ἑτέρων τεσσάρων.

Στίχοι
Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,
Τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν.

Στίχοι

  • Πώλῳ καθίσας, ὁ λόγῳ τείνας πόλον,

  • Βροτοὺς ἐκζητεῖ λῦσαι τῆς ἀλογίας.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος δ’

Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι, ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.

ὁ β’χορὸς

ᾠδὴ γ’

Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθη ἡ Ἐκκλησία κράζουσα, Ὡσαννά,…

ὁ α’χορὸς

…εὐλογημένος εἶ ὁ ἐρχόμενος.

ὁ β’χορὸς

ᾠδὴ δ’

Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’χορὸς

ᾠδὴ ε’

Τὴν Σιὼν ἐπ’ ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχὺϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

ὁ β’χορὸς

ᾠδὴ ς’

Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα΄ Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

 ὁ α’χορὸς

ᾠδὴ ζ’

Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν,  και προσκυνοῦμεν τὸν Κύριον.

Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών, ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός,…

ὁ α’χορὸς

ᾠδὴ θ’  Ὁ Εἱρμὸς

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁ β’ χορός

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,…

ὁ α’χορὸς

Ἔθνη ἵνα τί ἐφρυάξατε; Γραφεῖς, καὶ Ἱερεῖς, τί κενὰ ἐμελετήσατε; Τίς οὗτος εἰπόντες, ᾧ Παῖδες μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζουσιν, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁ β’ χορός

Ἔθνη ἵνα τί ἐφρυάξατε;…

ὁ α’χορὸς

Δόξα Πατρὶ…

Οὗτος ὁ Θεός, ᾧ παρόμοιος οὐδείς, δικαίαν πᾶσαν ὁδὸν ἐξευρών, δέδωκε τῷ ἠγαπημένῳ Ἰσραήλ, μετὰ δὲ ταῦτα, ἀνθρώποις συνανεστράφη ὀφθείς΄ Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν…

Σκάνδαλα τρίβου, τί ἐχόμενα ἡμῖν, τιθέατε ἀπειθεῖς; πόδες ὀξεῖς ὑμῶν, αἷμα διεκχέαι Δεσπότου, ἀλλ’ ἀναστήσεται πάντων, σῶσαι τοὺς κράζοντας, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

ὁ α’χορὸς

Καταβασία

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον

Ἦχος β’

ὁ α’χορὸς

  • Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,

ὁ β’χορὸς

  • Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,

ὁ α’χορὸς

  • Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ψαλλόμενον τὸ αὐτὸ καὶ μόνον, καὶ ἐκ γ’.

ΕΥΧΗ ΕΙΣ ΤΟ ΕΥΛΟΓΗΣΑΙ ΤΑ ΒΑΪΑ 

ὁ Διάκονος:Τοῦ Κυρίου δεηθῶμεν

ὁ α’χορὸς

Κύριε ἐλέησον.

ὁ Ἱερεύς: Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννὰ σοι προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στιχηρὰ Ἰδιόμελα

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὁ πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν, ἄλλοι δὲ ἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες, Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον, σὲ ὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ἐξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί, καὶ θεάσασθε σήμερον, τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ, ἐπὶ πώλου εὐτελοῦς, τὴν Ἱερουσαλὴμ προσεπιβαίνοντα, γενεὰ Ἰουδαίων, ἄπιστε καὶ μοιχαλίς, δεῦρο, θέασαι, ὃν εἶδεν Ἡσαΐας ἐν σαρκὶ δι’ ἡμᾶς παραγενόμενον, πῶς νυμφεύεται ὡς σώφρονα, τὴν νέαν Σιών, καὶ ἀποβάλλεται τὴν κατάκριτον συναγωγήν, ὡς ἐν ἀφθάρτῳ δὲ γάμῳ καὶ ἀμιάντῳ, ἀμίαντοι συνέδραμον εὐφημοῦντες, οἱ ἀπειρόκακοι Παῖδες, μεθ’ ὧν ὑμνοῦντες βοήσωμεν, ὕμνον τόν Ἀγγελικόν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἔχοντι τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ ἑκουσίου Πάθους σου, εἰς πίστωσιν πάντων, προενδειξάμενος, Χριστὲ ὁ Θεός, τὸν μὲν Λάζαρον ἐν Βηθανίᾳ, τῇ κραταιᾷ δυνάμει σου, τετραήμερον νεκρὸν ἀνέστησας, καὶ τυφλοῖς δὲ τὸ βλέπειν, ὡς φωτοδότης ἐδωρήσω Σωτήρ, καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν, μετὰ τῶν σῶν Μαθητῶν εἰσῆλθες, καθήμενος ἐπὶ πώλου ὄνου, τὰ τῶν Προφητῶν ἐκπληρῶν κηρύγματα, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, καὶ παῖδες Ἑβραίων μετὰ κλάδων καὶ βαΐων προϋπήντουν σοι΄ Διὸ καὶ ἡμεῖς, κλάδους ἐλαιῶν βαστάζοντες καὶ βαΐα, εὐχαρίστως σοι βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

 ὁ α’ χορός

Ἦχος πλ. β’

Δόξα Πατρὶ….Καὶ νῦν..

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ, Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς΄ Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε, ὁ Διδάσκαλος λέγει, Πρὸς σὲ ποιῶ τὸ Πάσχα,…

                                                          ὁ β’ χορός

…μετὰ τῶν Μαθητῶν μου. 

Δοξολογία Μεγάλη εἰς ἦχον πλ.β’  ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  

ἦχος δ’

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ψάλλομεν τὰ παρόντα Ἀντίφωνα

Ἀντίφωνον α’

ὁ α’ χορός

Ἦχος β’

Στίχ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾍδου εὕροσάν με.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Θλῖψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Ἀντίφωνον β’

ὁ β’ χορός

Ἦχος ὁ αὐτὸς

Στίχ. Ἐπίστευσα, διὸ ἐλάλησα. ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ β’ χορός

Στίχ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι

ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ὁ α’ χορός

Ἀντίφωνον γ’

Ἦχος α’

Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἀπολυτίκιον  Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορός

Στίχ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Τὴν κοινὴν Ἀνάστασιν…

ὁ α’ χορός

Στίχ. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Τὴν κοινὴν Ἀνάστασιν…

ὁ β’ χορός

Στίχ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Τὴν κοινὴν Ἀνάστασιν…

 Εἴσοδος.
Εἰσοδικὸν

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

ὁ α’ χορός

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.  Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐπὶ πώλου ὄνου καθεσθείς,…

ὁ β’ χορός

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

Εἶτα τ          ὰ Ἀπολυτίκια

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

ὁ α’ χορός 

Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

 ὁ β’ χορός

Ἦχος δ’

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ α’ χορός 

Κοντάκιον

Ἦχος πλ. β’ 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι΄ Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Τρισάγιον.

  Ἀ π ό σ τ ο λ ο ς

Προκείμενον  Ἦχος δ’

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. Δ’, 4-9)

Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν, γνωσθήτω πᾶσιν ἀνθρώποις, ὁ Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε. ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει, μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης, ἔσται μεθ’ ὑμῶν.

Ἀλληλούϊα (γ΄) Ἦχος α’

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς.

Ε ὐ α γ γ έ λ ι ο ν
Ἐκ τοῦ κατὰ Ἰωάννην. (ΙΒ´ 1-18).

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν͵ ὅπου ἦν Λάζαρος͵ ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ͵ καὶ ἡ Μάρθα διηκόνει͵ ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. Ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ͵ ὁ μέλλων αὐτὸν παραδιδόναι· Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλ΄ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ Ἰησοῦς͵ Ἄφες αὐτήν͵ ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ΄ ἑαυτῶν͵ ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν͵ καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλ΄ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν͵ὅτι πολλοὶ δι΄ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν͵ ἀκούσαντες ὅτι ἔρχεται ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα͵ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ͵ καὶ ἐκραύγαζον. Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου͵ καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ΄ αὐτό͵ καθώς ἐστιν γεγραμμένον· Μὴ φοβοῦ͵ θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται͵ καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον͵ ἀλλ΄ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ΄ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ΄ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τὸ Ἐξαιρέτως

ὁ α’ χορός  

ὁ εἱρμὸς τῆς θ’ᾠδῆς

 ἦχος δ’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.

Κοινωνικὸν

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.

Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…»

Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

Ἀπόλυσις

«…῾Ο ἐπί πώλου ὄνου καθεσθῆναι…»

24 ΑΠΡ16 ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

5 comments on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ (2016)

  1. Καλησπέρα σας. Συγχαρητήρια κατ΄αρχήν για το έργο σας και πολύτιμο βοηθό για τις Ιερές Ακολουθίες κυρίως από τους ερασιτέχνες ιεροψάλτες. Αντιμετωπίζω το εξής πρόβλημα: «Δεν ήταν δυνατή η φόρτωση του εγγράφου PDF. ΕΠΑΝΑΦΟΡΤΩΣΗ» . Πατώ ΕΠΑΝΑΦΟΡΤΩΣΗ και δεν μου το ανοίγει.

  2. ΚΑΛΗΜΕΡΑ ΣΑΣ ΚΑΙ ΚΑΛΟ ΥΠΟΛΟΙΠΟ ΣΑΡΑΚΟΣΤΗΣ ΚΑΛΗ ΑΝΑΣΤΑΣΗ ΣΕ ΟΛΟΥΣ
    Είχατε δίκιο για το πρόβλημα, το οποίο διορθώθηκε. Σας ευχαριστώ πολύ για τα καλά σας λόγια.

  3. Καλή μέρα σας. Θα ήθελα να ανεβάσετε τον πανηγυρικό εσπερινό της Αγάπης και Τού Αγίου Γεωργιου με λιτή και τα ευαγγέλια σε ξένες γλώσσες όχι μόνο στα Ελληνικά. Και όλες τις ακολουθίες της .Εβδομάδας γιατί πέρσυ δεν είχατε ανεβάσει Μ.Πέμπτη εσπέρας κ Μ.Παρασκευή ούτε πρωί ούτε απόγευμα. Κι αν είναι δυνατόν να τα βάλετε μέσα στη βδομάδα γιατί θέλουμε να τα μελετήσουμε από τη Κυριακή των Βαιων εσπέρας έως και τη Παρασκευή της Διακαινησίμου. Σας εύχομαι καλή Ανάσταση!

  4. Καλή μέρα σας. Θα ήθελα να ανεβάσετε τον πανηγυρικό εσπερινό της Αγάπης και Τού Αγίου Γεωργιου με προφητείες, λιτή και τα ευαγγέλια σε ξένες γλώσσες όχι μόνο στα Ελληνικά.(εάν καθίσταται δυνατό την ακολουθία σε πανηγυρίζοντας ναούς του Αγίου Γεωργίου όπως τελείται) Και όλες τις ακολουθίες της .Εβδομάδας γιατί πέρσυ δεν είχατε ανεβάσει Μ.Πέμπτη εσπέρας κ Μ.Παρασκευή ούτε πρωί ούτε απόγευμα. Κι αν είναι δυνατόν να τα βάλετε μέσα στη βδομάδα γιατί θέλουμε να τα μελετήσουμε από τη Κυριακή των Βαιων εσπέρας έως και τη Παρασκευή της Διακαινησίμου. Σας εύχομαι καλή Ανάσταση!

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: