23 ΑΠΡΙΛΙΟΥ 2016
Σάββατον πρὸ τῶν Βαΐων
Τοῦ Ἁγίου καὶ δικαίου Λαζάρου τοῦ τετραημέρου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος α’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος α’
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Τὴν κοινὴν Ἀνάστασιν,…
ὁ α’ χορός
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος
Κατοικτείρας τῆς Μάρθας, καὶ Μαρίας τὰ δάκρυα, ἐκκυλίσαι τὸν λίθον, ἐκ τοῦ τάφου προσέταξας, Χριστὲ ὁ Θεός, ἀνέστησας φωνήσας τὸν νεκρόν, τὴν τοῦ Κόσμου ζωοδότα, δι’ αὐτοῦ πιστούμενος Ἀνάστασιν, Δόξα τῇ δυναστείᾳ σου Σωτήρ, δόξα τῇ ἐξουσίᾳ σου, δόξα τῷ διὰ λόγου πάντα συστησαμένῳ.
ὁ β’ χορὸς
Δόξα Πατρὶ… Καὶ νῦν… τὸ αὐτὸ
Κατοικτείρας τῆς Μάρθας,…
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρί… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι ηὐλόγηταί σου…
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος πλ. α’ – Τὸν συνάναρχον Λόγον
Ἡ πηγὴ τῆς σοφίας, καὶ τῆς προγνώσεως, τοὺς περὶ Μάρθαν ἠρώτας, ἐν Βηθανίᾳ παρών, Ποῦ τεθήκατε, βοῶν, φίλον τὸν Λάζαρον, ὃν δακρύσας συμπαθῶς, τετραήμερον νεκρόν, ἀνέστησας τῇ φωνῇ σου, Φιλάνθρωπε καὶ Οἰκτίρμον, ὡς ζωοδότης καὶ Κύριος.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… τὸ αὐτὸ
Ἡ πηγὴ τῆς σοφίας,…
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ὁ Ν’ ψαλμὸς χύμα
KANΩΝ
ὁ α’ χορός
ᾠδὴ α’ Ἦχος πλ. δ’
ᾌσωμεν τῷ Κυρίῳ τῷ διαγαγόντι τὸν λαόν αὐτοῦ, ἐν ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
ὁ β’ χορός
ᾌσωμεν τῷ Κυρίῳ…
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Λάζαρον τεθνεῶτα, νεύματι τῷ θείῳ ἐξανέστησας, πλαστουργὸς ὡς ὑπάρχων, καὶ ζωῆς ταμιοῦχος Φιλάνθρωπε.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Λόγῳ τὸν τεταρταῖον, Λάζαρον ἀνέστησας Ἀθάνατε, σκοτεινόμορφον ᾍδου, διαλύσας ἰσχὺϊ βασίλειον.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Πᾶσι τῆς ὑπερθέου, γνώρισμα θεότητος, ὑπέδειξας, ἐκ τῶν νεκρῶν ἐγείρας, τετραήμερον Λάζαρον Δέσποτα.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Σήμερον Βηθανία, προανακηρύττει τὴν Ἀνάστασιν, Χριστοῦ τοῦ ζωοδότου, τῇ ἐγέρσει Λαζάρου χορεύουσα.
Ἕτερος Κανὼν
ᾠδὴ α’ Ἦχος πλ. δ’ – Ὑγρὰν διοδεύσας
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὁ πρὶν ἐκ μὴ ὄντων παραγαγών, τὴν σύμπασαν Κτίσιν, καὶ γινώσκων τῶν καρδιῶν, ταμεῖα προλέγεις ὡς Δεσπότης, τοῖς Μαθηταῖς τοῦ Λαζάρου τὴν κοίμησιν.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Τὸν ἄνθρωπον φύσει οὐσιωθείς, Χριστὲ ἐκ Παρθένου, τοῦ Λαζάρου σὺ τὴν ταφήν, μαθεῖν ἐπηρώτας ὡς ἄνθρωπος, οὐκ ἀγνοῶν ὡς Θεὸς ὅπου ἔκειτο.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Πιστούμενος Λόγε τὴν σεαυτοῦ, Ἀνάστασιν ὄντως, ὡς, ἐξ ὕπνου τὸν προσφιλῆ, ἀνέστησας ἤδη ὀδωδότα, τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνήματος.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς, τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.
ὁ α’ χορός
ᾠδὴ γ’ – Ὁ Εἱρμὸς
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
ὁ β’ χορός
Σὺ εἶ τὸ στερέωμα,…
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Δύο προβαλλόμενος, τὰς ἐνεργείας σου ἔδειξας, τῶν οὐσιῶν, Σῶτερ τὴν διπλόην, Θεὸς γὰρ εἶ καὶ ἄνθρωπος.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἄβυσσος ὢν γνώσεως, σὺ ἐρωτᾷς ποῦ τέθειται, ὁ τεθνεώς, μέλλων ἀναστήσειν, Ζωοδότα τὸν κείμενον.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Τόπους ἀμειβόμενος, ὡς γεγονὼς βροτὸς πέφηνας, περιγραπτός, ὁ πληρῶν τὰ πάντα, ὡς Θεὸς ἀπερίγραπτος.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Λάζαρον ἐξήγειρας, τῷ θεϊκῷ Χριστὲ ῥήματι, κἀμὲ πολλοῖς, πταίσμασι θανέντα, ἐξανάστησον δέομαι.
Εἱρμὸς ἄλλος
ὁ α’ χορός
Οὐρανίας ἁψῖδος
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἐπιστὰς σὺ τῷ τάφῳ, θαυματουργὲ Κύριε, ἐν τῇ Βηθανίᾳ, Λαζάρου, τοῦτον ἐδάκρυσας, νόμῳ τῆς φύσεως, πιστοποιῶν σου τὴν σάρκα, Ἰησοῦ ὁ Θεός μου, ἣν περ προσείληφας.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Τῆς Μαρίας τὸ πένθος, σὺ παρευθὺς ἔπαυσας, Σῶτερ, καὶ τῆς Μάρθας, δεικνύων τὸ αὐτεξούσιον, σὺ γὰρ ἀνάστασις, καὶ σὺ ζωὴ ὥσπερ ἔφης, ἀληθείᾳ πέλεις γάρ, καὶ πάντων Κύριος.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Εἰλημμένον κειρίαις, τὸν προσφιλῆ Κύριε, ᾍδου ἐκ νεκάδων, καὶ ζόφου τοῦτον ἀφήρπασας, σὺ ἐν τῷ λόγῳ σου, τῷ πανσθενεῖ τοῦ θανάτου, διαῤῥήξας κλεῖθρά τε, καὶ τὰ βασίλεια.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ἐνοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε φιλάνθρωπε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
ὁ β’ χορός
Κάθισμα Ἦχος δ’ – Κατεπλάγη Ἰωσὴφ
Συμπαρέστησαν Χριστῷ, αἱ τοῦ Λαζάρου ἀδελφαί, καὶ δακρύουσαι πικρῶς, καὶ ὀλολύζουσαι αὐτῷ, ἔφησαν, Κύριε, τέθνηκε Λάζαρος, αὐτὸς δὲ ὡς Θεός, οὐκ ἀγνοῶν τὴν ταφήν, ἠρώτα πρὸς αὐτάς. Ποῦ τεθήκατε; καὶ προσελθὼν τῷ τάφῳ προσεφώνει, τὸν τετραήμερον Λάζαρον, ὁ δὲ ἀνέστη, καὶ προσεκύνει, τὸν αὐτὸν ἀναστήσαντα.
ὁ α’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον
Προγινώσκων τὰ πάντα ὡς ποιητής, ἐν Βηθανίᾳ προεῖπας τοῖς Μαθηταῖς, ὁ φίλος ἡμῶν Λάζαρος, κεκοίμηται σήμερον, καὶ εἰδὼς ἠρώτας, φησί, ποῦ τεθήκατε; καὶ τῷ Πατρὶ προσηύξω, δακρύσας ὡς ἄνθρωπος, ὅθεν καὶ φωνήσας, ὃν ἐφίλεις ἐξ ᾍδου, ἀνέστησας Κύριε, τετραήμερον Λάζαρον. Διὰ τοῦτο βοῶμέν σοι΄ Πρόσδεξαι Χριστὲ ὁ Θεός, τῶν τολμώντων προσφέρειν τὴν αἴνεσιν, καὶ καταξίωσον πάντας τῆς δόξης σου.
ᾠδὴ δ’ Ὁ Εἱρμὸς
ὁ β’ χορός
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
ὁ α’ χορός
Εἰσακήκοα Κύριε,…
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Οὐ συμμάχου δεόμενος, ἀλλ’ οἰκονομίαν τελῶν ἀπόρρητον, προσευχόμενος ἀνέστησας, νεκρὸν τετραήμερον Παντοδύναμε.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὁ Πατρὶ συναΐδιος, Λόγος καὶ Θεὸς τὸ πρὶν καθορώμενος, νῦν ὡς ἄνθρωπος προσεύχεται, προσευχὰς ὁ πάντων προσδεχόμενος.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἡ φωνή σου κατέλυσε, Σῶτερ τοῦ θανάτου πᾶσαν τὴν δύναμιν, τὰ θεμέλια τοῦ ᾍδου δέ, θεϊκῇ δυνάμει διεκλόνησε.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τὴν Παρθένον ὑμνήσωμεν, ὡς μετὰ τὸν τόκον παρθένον μείνασαν, καὶ κυήσασαν Χριστὸν τὸν Θεόν, τὸν ἐκ πλάνης Κόσμον λυτρωσάμενον.
Εἱρμὸς ἄλλος
ὁ β’ χορός
Σύ μου ἰσχύς, Κύριε
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Σὺ ὡς ποιμήν, ἥρπασας Σῶτερ τὸν ἄνθρωπον, τὸν φθαρέντα, ἤδη τετραήμερον, δημιουργέ, λύκου ἐκ δεινοῦ, ὄντως καὶ παμφάγου, ὡς δυνατός τε καὶ Κύριος, ἐν τούτῳ, προδεικνύων, τὴν παγκόσμιον δόξαν, τῆς σῆς νῦν τριημέρου Ἐγέρσεως.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Σὲ τὴν ζωήν, βλέπουσαι αἱ περὶ Μάρθαν Χριστέ, ἀνεβόων. Εἰ ᾖς ὧδε Κύριε, ὁ φωτισμός, πάντων καὶ ζωή, ὅλως οὐ τεθνήκει, νεκρὸς οὐκ ὤφθη ὁ Λάζαρος, ζωὴ δὲ τῶν θανέντων, σύ, φιλάνθρωπε πέλων, εἰς χαρὰν μετατρέπεις τὸ πένθος αὐτῶν.
ὁ β’ χορός
Δόξα Πατρί…
Σὲ τὴν πηγήν, φρίττουσι Κύριε ἄβυσσοι, σοὶ δουλεύει, ἡ ὑγρὰ ἡ σύμπασα, σὲ πυλωροί, τρέμουσι Χριστέ, ᾍδου δὲ τὰ κλεῖθρα, τῷ κράτει σου διαλύονται, Λαζάρου ἀναστάντος, ἐκ νεκρῶν τῇ φωνῇ σου, παντοδύναμε Σῶτερ φιλάνθρωπε.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἵόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ,…
ὁ β’ χορός
…Θεοτόκον ἁγνήν σε γινώσκοντας.
ᾠδὴ ε’
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ἐπιστὰς τῷ Λαζάρου, μνήματι φιλάνθρωπε, τοῦτον ἐκάλεσας, καὶ ζωὴν παρέσχες, ὡς ζωὴν χρηματίζων ἀθάνατος, τῶν βροτῶν ἁπάντων, οἵα Θεός, τὴν ἐσομένην, προθεσπίζων προδήλως Ἀνάστασιν.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Δεδεμένος τοὺς πόδας, Λάζαρος ἐβάδιζε, θαῦμα ἐν θαύμασι! καὶ γὰρ μείζων ὤφθη, τοῦ κωλύοντος ὁ ἐνισχύων Χριστός, οὗ τῷ λόγῳ πάντα, δουλοπρεπῶς ὑπηρετοῦσιν, ὡς Θεῷ καὶ Δεσπότῃ δουλεύοντα.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὁ νεκρὸν ὀδωδότα, Λάζαρον ἐγείρας Χριστὲ τετραήμερον, ἐξανάστησόν με, νεκρωθέντα νῦν ἁμαρτήμασι, καὶ τεθέντα λάκκῳ, καὶ σκοτεινῇ σκιᾷ θανάτου, ἀλλὰ ῥῦσαι, καὶ σῶσον ὡς εὔσπλαγχνος.
Εἱρμὸς Ὁ αὐτὸς
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Τῷ Πατρὶ νέμων δόξαν, ὥσπερ οὐκ ἀντίθεος, ᾖσθα εὐχόμενος, τὸν περιεστῶτα, σὺ πιστούμενος ὄχλον Μακρόθυμε, τὴν εὐχαριστίαν, τῷ σῷ Πατρὶ προσαναφέρων, τῇ κελεύσει ἐγείρων τὸν Λάζαρον.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.
Ὢ φωνὴς θεοφθόγγου, θείας τε δυνάμεως, Σῶτερ τοῦ κράτους σου! δι’ ἧς ᾍδου πύλας, τοῦ παμφάγου θανάτου συνέτριψας, ἀλλ’ ἐξάρπασόν με, ὥσπερ τὸν πρὶν ἐκ τῶν παθῶν μου, τετραήμερον φίλον σου Λάζαρον.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἱκεσίαις Λαζάρου, Μάρθας καὶ Μαρίας τε, ἡμᾶς ἀξίωσον, θεατὰς γενέσθαι, τοῦ Σταυροῦ καὶ τοῦ Πάθους σου Κύριε, καὶ τῆς λαμπροφόρου, τῶν ἡμερῶν καὶ βασιλίδος, Ἀναστάσεως τῆς σῆς φιλάνθρωπε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου, κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην,…
ὁ α’ χορός
…ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Ἐντεῦθεν ἀρχόμεθα τῶν Τετραῳδίων,
Τετραῴδιον
Ποίημα τοῦ αὐτοῦ Κοσμᾶ
ᾠδὴ ς’
ὁ β’ χορός
Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς
Τὸν Ἰωνᾶν, ἐν τῷ κήτει Κύριε, μονώτατον κατῴκισας, ἐμὲ δὲ τὸν πεπεδημένον, ἐν ἄρκυσι τοῦ ἐχθροῦ, ὡς ἐκ φθορᾶς ἐκεῖνον διάσωσον.
ὁ α’ χορός
Τὸν Ἰωνᾶν, ἐν τῷ κήτει Κύριε,…
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἀγάπη σε, εἰς Βηθανίαν Κύριε, ἀπήγαγε πρὸς Λάζαρον, καὶ τοῦτον ἤδη ὀδωδότα, ἀνέστησας ὡς Θεός, καὶ ἐκ δεσμῶν, τοῦ ᾍδου διέσωσας.
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἡ Μάρθα μέν, ἀπεγνώκει Λάζαρον, ὡς ἤδη τετραήμερον, Χριστὸς δὲ τὸν διαφθαρέντα, ἀνέστησεν ὡς Θεός, καὶ εἰς ζωὴν μετήγαγε ῥήματι.
Ἕτερον Ποίημα Ἰωάννου Μοναχοῦ
Ἱλάσθητί μοι Σωτὴρ
ὁ β’ χορός
Δόξα Πατρὶ…
Θεὸς ὢν ἀληθινός, Λαζάρου ἔγνως τὴν κοίμησιν, καὶ ταύτην τοῖς Μαθηταῖς, τοῖς σοῖς προηγόρευσας, πιστούμενος Δέσποτα, τῆς θεότητός σου, τὴν ἀόριστον ἐνέργειαν.
ὁ α’ χορός
Καὶ νῦν…
Τῇ σαρκὶ περιγραπτός, ὑπάρχων ὁ ἀπερίγραπτος, εἰς Βηθανίαν ἐλθών, ὡς ἄνθρωπος Δέσποτα, δακρύεις τὸν Λάζαρον, ὡς Θεὸς δὲ θέλων, ἀνιστᾷς τὸν τετραήμερον.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Ἦχος β’
Τὰ ἄνω ζητῶν
Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.
Ὁ Οἶκος
Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων; Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται, τούτοις προλέγων καὶ ἐκδιδάσκων, ὅτι πάντα γινώσκεις ὡς Κτίστης πάντων, ἄγωμεν οὖν πορευθῶμεν, καὶ ἴδωμεν ξένην ταφήν, καὶ θρῆνον τὸν τῆς Μαρίας, καὶ τὸν τάφον Λαζάρου ὀψώμεθα, ἐκεῖ γὰρ μέλλω θαυματουργεῖν, ἐκτελῶν τοῦ Σταυροῦ τὰ προοίμια, καὶ πᾶσι παρέχων θείαν ἄφεσιν.
Συναξάριον
Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.
Στίχοι
Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις,
Ἑκὼν παρ’ ἐχθρῶν τέμνεται διὰ ξίφους.
Ἦρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου.
Στίχοι
Θείαν κεφαλὴν ἦρεν Οὐαλερίου
Κακὴ κεφαλὴ δήμιος διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, Στρατηλατῶν.
Στίχοι
Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας,
Ἑῷον εἶδε φῶς νοητὸν Κυρίου.
Ὁ χριστομάρτυς τέμνεται Πρωτολέων,
Χριστῷ πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων.
Στίχοι
Ἀθανάσιος φαρμακὸς τομὴν κάρας
Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ.
Στίχοι
Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην.
Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει τελειοῦνται.
Στίχοι
Ξίφει, Θερινέ, συνθερισθεὶς Δονάτῳ,
Ἄμφω Θεοῦ γίνεσθε δράγματα ξένα.
Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου.
Στίχοι
-
Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας.
-
Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.
Ταῖς τοῦ σοῦ φίλου Λαζάρου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
Ἦχος πλ. δ’
ᾠδὴ α’
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα. Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ὁ β’ χορός
ᾠδὴ γ’
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα,…
ὁ α’ χορός
…μόνε φιλάνθρωπε.
ὁ β’ χορός
ᾨδὴ δ’
Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος, διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
ὁ α’ χορός
ᾠδὴ ε’
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
ὁ β’ χορός
ᾠδὴ ς’
Ἱλάσθητί μοι Σωτὴρ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
ὁ α’ χορός
ᾠδὴ ζ’
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες. Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
ὁ β’ χορός
ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται
ᾠδὴ θ’ Ἦχος πλ. δ’.Ὁ Εἱρμὸς
ὁ α’ χορός
Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ θεῖον πῦρ ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.
ὁ β’ χορός
Τὴν ἁγνὴν ἐνδόξως…
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Οἱ λαοὶ ἰδόντες βαδίζοντα, νεκρὸν τεταρταῖον, ἐκπλαγέντες τῷ θαύματι, ἀνεβόων τῷ Λυτρωτῇ, Θεόν σε ἐν ὕμνοις μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Προπιστῶν τὴν ἔνδοξον Ἔγερσιν, τὴν σὴν ὢ Σωτήρ μου, νεκρὸν τετραήμερον, ἐκ τοῦ ᾍδου ἐλευθεροῖς, τὸν Λάζαρον, ἐν ὕμνοις μεγαλύνω σε.
Ἄλλος
ὁ α’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Κυρίως Θεοτόκον
Τιμῶν σου τὸν Πατέρα, καὶ ἀποδεικνύων, ὡς οὐκ ἀντίθεος ᾖσθα, προσεύχῃ Χριστέ, αὐτεξουσίως ἐγείρας τὸν τετραήμερον.
ὁ β’ χορός
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ἐκ τάφου τεταρταῖον, Λάζαρον ἐγείρας, τῆς τριημέρου Χριστέ μου. Ἐγέρσεως, παναληθέστατον πᾶσι, δεικνύεις μάρτυρα.
ὁ α’ χορός
Δόξα Πατρί…
Βαδίζεις καὶ δακρύεις, φθέγγῃ τε Σωτήρ μου. Τὴν ἀνθρωπίνην δεικνύς σου ἐνέργειαν, τὴν θεϊκὴν δὲ μηνύων, ἐγείρεις Λάζαρον.
ὁ β’ χορός
Καὶ νῦν…
Ἐνήργησας ἀφράστως, Δέσποτα Σωτήρ μου, καθ’ ἑκατέρων τῶν δύο σου φύσεων, αὐτεξουσίῳ θελήσει, τὴν σωτηρίαν μου.
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις Χορείαις, σὲ μεγαλύνοντες.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάρια
ὁ α’ χορός
Ἦχος β’
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορὸς
Ἦχος γ’
Ἐπεσκέψατο ἡμᾶς
Λόγῳ σου Λόγε τοῦ Θεοῦ, Λάζαρος νῦν ἐξάλλεται, πρὸς βίον παλινδρομήσας, καὶ μετὰ κλάδων οἱ λαοί, σὲ Κραταιὲ γεραίρουσιν, ὅτι εἰς τέλος ὀλέσεις, τὸν ᾍδην θανάτῳ σου.
ὁ β’ χορός
Λόγῳ σου Λόγε τοῦ Θεοῦ,…
ὁ α’ χορὸς
Ἕτερον, ὅμοιον
Διὰ Λαζάρου σε Χριστός, ἤδη σκυλεύει θάνατε, καὶ ποῦ σου ᾍδου τὸ νῖκος; τῆς Βηθανίας ὁ κλαυθμός, νῦν ἐπὶ σὲ μεθίσταται, πάντες κλάδους τῆς νίκης,…
ὁ β’ χορός
…αὐτῷ ἐπισείωμεν.
ΑΙΝΟΙ
Ἦχος α’
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἀνάστασις καὶ ζωὴ τῶν ἀνθρώπων, ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας, ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας, ζωηφόρῳ νεύματι, τὸν τετραήμερον.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Λάζαρον τεθνεῶτα, τετραήμερον ἀνέστησας ἐξ ᾍδου Χριστέ, πρὸ τοῦ σοῦ θανάτου, διασείσας τοῦ θανάτου τὸ κράτος, καὶ δι’ ἑνὸς προσφιλοῦς τὴν πάντων ἀνθρώπων προμηνύων, ἐκ φθορᾶς ἐλευθερίαν, διὸ προσκυνοῦντές σου, τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν, Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Μάρθα καὶ Μαρία, τῷ Σωτῆρι ἔλεγον, Εἰ ᾖς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος, Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων, τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε, Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν, τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῆς θεότητός σου Χριστέ, παρέχων τοῖς Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην βουλόμενος, διὸ τοῖς Ἀποστόλοις, ὡς προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς, τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν, μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος, ἀλλ’ ὁ διὰ σοῦ τετραήμερος ἀναστάς, τὸ θεῖόν σου κράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοι.
ὁ α’ χορός
Ἦχος δ’
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τεταρταῖον ἤγειρας τὸν φίλον σου Χριστέ, καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον ἔπαυσας, ὑποδεικνύων τοῖς πᾶσιν, ὅτι αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκῇ δυναστείᾳ, αὐτεξουσίῳ θελήματι, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοι.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Μάρθα τῇ Μαρίᾳ ἐβόα, ὁ Διδάσκαλος πάρεστι, καὶ φωνεῖ σε, πρόσελθε, Ἡ δὲ δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος, ἰδοῦσα ἀνεβόησε, πεσοῦσα προσεκύνησε, καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε, Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.
ὁ α’ χορός
Ἦχος πλ. δ’
Στίχ. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω η χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἤγειρας τετραήμερον, μόνον γὰρ ὡς ἐπέστης τῷ μνήματι, ἡ φωνὴ ζωὴ τῷ τεθνεῶτι γέγονε, καὶ στενάξας ὁ ᾍδης, ἀπέλυσε φόβῳ, Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοι.
ὁ β’ χορός
Στίχ. Ἐξομολογήσομαί σοί, Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ, Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας, ἐξ ᾍδου καλέσας τὸν Λάζαρον, κἀμὲ φιλάνθρωπε, νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθὴς ἐξανάστησον, δέομαι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Ἦχος β’
Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σήμερον! ὅτι νεκρὸν τεταρταῖον, ἐκ τάφου Χριστὸς φωνήσας ἤγειρε, καὶ φίλον ἐκάλεσε, δοξολογήσωμεν αὐτόν, ὡς ὑπερένδοξον, ὡς ταῖς πρεσβείαις, τοῦ δικαίου Λαζάρου, σώσῃ τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον ἦχος β’ (πάντοτε)
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
-
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
-
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
-
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
-
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
-
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
-
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
-
Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
-
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
-
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
-
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
-
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
-
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
-
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
-
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.