Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ(2016)

24 ΑΠΡΙΛΙΟΥ  2016

῾Η εἰς ᾿Ιερουσαλὴμ εἴσο­δος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (23/04/16)

 

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ Ἀναγνώστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

 

Δόξα Πατρί… Καὶ νῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὅτι πρέπει σοι, πᾶσα δόξα, …

Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α’ Κάθισμα τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος πλ.β’.  Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες, τὸν Σταυρόν σου λέγομεν, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος…

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, καὶ Υἱὸς συναΐδιος, ἐπὶ πώλου ἀλόγου ἐμετρίασε σήμερον, ἐν Βηθανίᾳ ἐλθών, ὅθεν παῖδες Ἑβραίων, κλάδους χερσὶ κατέχοντες, εὐφήμουν φωνῇ΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

ὁ β’ χορός

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Δεῦτε καὶ ἡμεῖς σήμερον, πᾶς ὁ νέος Ἰσραήλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, μετὰ τοῦ Προφήτου Ζαχαρίου ἐκβοήσωμεν΄ Χαῖρε σφόδρα θύγατερ Σιών, κήρυσσε θύγατερ Ἱερουσαλήμ΄ ὅτι ἰδοὺ ὁ Βασιλεύς σου, ἔρχεταί σοι πραΰς καὶ σῴζων, καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου΄ ἑόρταζε τὰ τῶν Παίδων, κλάδους χερσὶ κατέχουσα εὐφήμησον΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Τὴν σεπτὴν Ἀνάστασιν, τὴν σὴν προτυπούμενος ἡμῖν, ἤγειρας θανόντα τῇ προστάξει σου, τὸν ἄπνουν Λάζαρον, τὸν φίλον Ἀγαθέ, ἐκ τοῦ μνήματος τεταρταῖον ὀδωδότα΄ ὅθεν καὶ τῷ πώλῳ ἐπέβης συμβολικῶς, ὥσπερ ἐπ’ ὀχήματος φερόμενος, τὰ ἔθνη τεκμαιρόμενος Σωτήρ. Ὅθεν καὶ τὸν αἶνόν σοι προσφέρει, ὁ ἠγαπημένος Ἰσραήλ, ἐκ στομάτων θηλαζόντων, καὶ νηπίων ἀκάκων, καθορώντων σε Χριστέ, εἰσερχόμενον εἰς τὴν Ἁγίαν Πόλιν, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ΄ Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς΄ Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε΄ ὁ Διδάσκαλος λέγει, Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.

 ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Ἦχος ὁ αὐτὸς

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες, τὸν Σταυρόν σου λέγομεν΄ Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

 

Εἴσοδος.

Σοφία Ὀρθοί !

 

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

 ὁ α’ χορός

Ἦχος β’

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ β’ χορός

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ α’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

 

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. ΜΘ’, 1-2, 8-12)

Ἐκάλεσεν Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς΄ Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τὶ ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, συνάχθητε, καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ἡμῶν, Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος, ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ,  ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ, χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ, ἢ γάλα.

Προφητείας Σοφονίου τὸ Ἀνάγνωσμα

(Κεφ. Γ’, 14-19)

Τάδε λέγει Κύριος, Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου, Βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκέτι. Ἐν τῷ καιρῷ ἐκείνῳ, ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ, θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου, Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατός, σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοὶ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. Καὶ συνάξω τοὺς συντετριμμένους σου, οὐαί! τὶς ἔλαβεν ἐπ’ αὐτὴν ὀνειδισμόν. Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκά σου, λέγει Κύριος, ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστούς ἐν πάσῃ τῇ γῇ.

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα

(Κεφ. Θ’, 9-15)

Τάδε λέγει Κύριος, Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σώζων αὐτός, πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ ὑδάτων ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς. Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας τοὺς δεσμίους σου, ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ, καθήσεσθε ἐν ὀχυρώμασι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου, διπλᾶ ἀνταποδώσω σοι, διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε, ὡς ῥομφαίαν μαχητοῦ, καὶ Κύριος ἔσται ἐπ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ..Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις….

  • Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν.. Εἴη τὸ κράτος τῆς βασιλείας σου ..

  • Ἀπόστιχα

ΣτιχηρὰἸδιόμελα

 ὁ α’ χορός

Ἦχος πλ. δ’

Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ΄ ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.

  • ὁ β’ χορός

Στίχ. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.

Ἦλθεν ὁ Σωτὴρ σήμερον, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πληρῶσαι τὴν γραφήν΄ καὶ πάντες ἔλαβον ἐν ταῖς χερσὶ Βαΐα, τοὺς δὲ χιτῶνας ὑπεστρώννυον αὐτῷ, γινώσκοντες, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν΄ ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.

  • ὁ α’ χορός

Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ Ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς, Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως΄ τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.

 ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν… ἦχος πλ. β’

Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες, τὸν Σταυρόν σου λέγομεν΄ Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

 

ὁ προεστὼς: Νῦν ἀπολύεις ….Τρισάγιον….

ὁ α’ χορός

Ἦχος α’

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορός

Δόξα Πατρί…

Τὴν κοινὴν Ἀνάστασιν,…

ὁ α’ χορός

Καὶ νῦν…Ἕτερον  Ἦχος δ’

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. 

 

Ἀπόλυσις  

«Ὁ ἐπὶ πώλου ὄνου καθεσθῆναι……»


 23 ΑΠΡ16 ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: