Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Ε΄ΝΗΣΤΕΙΩΝ (2016)

17 ΑΠΡΙΛΙΟΥ 2016

† ΚΥΡΙΑΚΗ Ε΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

«Μαρας σας τς Αγυπτας». ᾿

Ηχος πλ. α΄, ωθινν β΄

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάληκαὶἡ κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ΑΠΟΛΥΤΙΚΙΑ

χος πλ.α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’.ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ. β’.Πάντα τὰἔθνη ἐκύκλωσάν με, καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’.Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶἔστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ὁ β’ χορός

Δόξα Πατρί…Ἀπολυτίκιοντῆς Ὁσίας

Ἦχος πλ. δ

ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα, λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου, διὸ καὶ μετὰ  Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμα σου.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Συναπτμικρκαὶἡ κφνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ’ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ β’ χορός

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε, ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσον με.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

πειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

χος πλ. α

Στίχ.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁἌγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ.Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου,

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δξα Πατρὶ… Τριαδικν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸἍγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Κα νν… Θεοτοκον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁἐκ σοῦ σαρκωθείς Θεὸς καὶἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δξα σοιὁ Θες.

Συναπτ μικρκαὶἡ κφνησις

 Ὅτι ηλγητα σου…

ἩὙπακοὴἮχοςπλ. α’

γγελικῇὁράσειτὸννοῦνἐκθαμβούμεναι, καὶθεϊκῇἘγέρσειτὴνψυχὴνφωτιζόμεναι, αἱΜυροφόροιτοῖςἈποστόλοιςεὐηγγελίζοντο. Ἀναγγείλατεἐντοῖςἔθνεσι, τὴνἈνάστασιντοῦΚυρίου, συνεργοῦντοςτοῖςθαύμασι, καὶπαρέχοντοςἡμῖνμέγαἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

ὁ α’ χορός

Ἀντίφωνον Α

ν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

ὁ β’ χορός

Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

γίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.

ὁ β’ χορός

Ἀντίφωνον Β

Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.

ὁ α’ χορός

Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

ὁ β’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

γίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Ἀντίφωνον Γ

πὶ τοῖς εἰρηκόσι μοι. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.

ὁ β’ χορός

πὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

γίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί,…

ὁ β’ χορός

μα τε καὶ Λόγῳ.

ὁ α’ χορός

Προκείμενον

νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ β’ χορός

νάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ.Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.

νάστηθι Κύριε ὁ Θεός μου,…

ὁ β’ χορός

τι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς:Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β’.

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ΕΩΘΙΝΟΝ Β’  (Μαρκ. Κεφ. Ι,1-8)

Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωΐ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς΄ Τὶς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος΄ ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολήν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς΄ Μὴ ἐκθαμβεῖσθε,  Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον΄ ἠγέρθη, οὐκ ἔστιν ὦδε΄ ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ’ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν΄ ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον΄ ἐφοβοῦντο γάρ.

ὁ χορς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦἄλλον οὐκ οἴδαμεν, τὸὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸἀνόμημά μου.

  • πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶἡἁμαρτία μου ἐνώπιόν μουἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶὑπὲρ χιόνα λευκανθήσομαι.

  • κουτιεῖς μοιἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴἀποῤῥίψῃς μεἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸἅγιον μὴἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶἀσεβεῖς ἐπὶ σὲἐπιστρέψουσιν.

  • ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • τι εἰἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, κα ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορός

Δόξα Πατρὶ…Ἦχος πλ. δ’

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ’ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

ὁ β’ χορός

Καὶ νῦν …Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

ὁ α’ χορός

Ἦχος πλ. β’

Στίχ.λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαῤῥῶν εἰς τὸἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυΐδ βοῶ σοι. Ἐλέησόν με ὁΘεός, κατ τ μέγα σου λεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ 

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. α’. Ὁ Εἱρμὸς

ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

ὁ β’ χορός

Στίχ.Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

ὁ α’ χορός

Στίχ.Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

γειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

Καὶτοῦ Τριῳδίου.
ὁ α’ χορός

ΕἰςτὸνΠλούσιονκαὶεἰςτὸνπτωχὸνΛάζαρον.

Ἦχοςπλ. δ’

Στίχ.ΔόξαΣοιὁΘεὸςἡμῶν, δόξαΣοι.

Ὑγρὰν διοδεύσας

Παρεῖκάςμεπλούτῳτῶνἡδονῶντῷεὐφραινομένῳκαθ’ ἡμέρανἐντῇτρυφῇ, Πλουσίῳ, διὸ σε ἱκετεύω, Σῶτερ πυρὸς με ὡς Λάζαρον λύτρωσαι.

ὁβ’ χορός

 Στίχ.Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

μφίεσμαι Σῶτερ ταῖς ἡδοναῖς ὥσπερ ὁ τὴν βύσσον, περιθέμενος καὶ χρυσόν, χρυσῆν τε ἐσθῆτα, ἀλλὰ μὴ με ἐν τῷ πυρὶ ὡς ἐκεῖνον ἐκπέμψειας.

ὁ α’ χορός

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Εὐφραίνετο πλούτῳ καὶ τῇ τρυφῇ ὁ Πλούσιος πάλαι ἐν τῷ βίω τῷ φθαρτικῷ, διὸ περ βασάνοις κατεκρίθη, ὁ δὲ πτωχὸς ἐδροσίζετο Λάζαρος.

ὁβ’ χορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν ἀνύμφευτε Μῆτερ εὐφημοῦσιν ἀνελλιπῶς, τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

ὁ α’ χορός

Ἕτερος Κανὼν τῆς Ὁσίας Μαρίας.  

Ἦχος πλ. β’.

Στίχ.γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κύματι θαλάσσης

Πόθῳ τὴν φωσφόρον, καὶ θείαν σου μνήμην πανηγυρίζοντι, φῶς μοι κατάπεμψον, παρισταμένη Ὁσία τῷ φωτὶ τῷ ἀπροσίτῳ Χριστῷ πειρασμῶν παντοίων με τοῦ βίου διασώζουσα.

ὁβ’ χορός

 Στίχ.γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

τοῖς Αἰγυπτίοις, σαρκὶ ἐνδημήσας, ὁ ἀπερίγραπτος καὶ προαιώνιος, ὁλοφαῆ σε ἀστέρα ἐξ Αἰγύπτου ἀναδείκνυσιν, ὁ γινώσκων Κύριος τὰ πάντα πρὶν γενέσεως.

ὁ α’ χορός

Δόξα Πατρί…

Θείων ἐνταλμάτων σεμνὴ ἀγνοοῦσα θεῖον εἰκόνισμα, Θεοῦ ἐῤῥύπωσας, θείᾳ προνοίᾳ δὲ πάλιν ἀπεκάθηρας πανεύφημε, θεωθεῖσα πράξεσιν, Ὁσία ταῖς ἐνθέοις σου.

ὁβ’ χορός

Καὶ νῦν…Θεοτοκίον

τῆς σῆς Θεέ μου, πολλῆς εὐσπλαγχνίας καὶ τῆς ἀφάτου σου, συγκαταβάσεως! ὅπως τὴν πρότερον Πόρνην, ταῖς Μητρός σου παρακλήσεσιν ὡς ἁγνὴν καὶ ἄμωμον Ἀγγέλοις καθωμοίωσας.

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ γ’. Ὁ Εἱρμὸς

πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ’ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

ὁ α’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ’ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

ΚατοΤριῳδίου.
ὁ α’ χορός

  Σὺ εἶ τὸ στερέωμα

Στίχ.Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Λάζαρον ὡς ἔσωσας, ἐκ τῆς φλογὸς Χριστέ, οὕτω μὲ ἐκ τοῦ πυρός, ῥῦσαι τῆς γεέννης τὸν ἀνάξιον δοῦλόν σου.

ὁβ’ χορός

Στίχ.Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Πλούσιος τοῖς πάθεσι καὶ ἡδοναῖς εἰμι Κύριε, Λάζαρος δὲ πένης τῇ στερήσει ἀρετῶν, ἀλλὰ σῶσόν με.

ὁ α’ χορός

Στίχ.Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Κόκκινον καὶ βύσσινον ἐνεδιδύσκετο πλούσιος, ταῖς ἡδοναῖς καὶ ταῖς ἁμαρτίαις, διὰ τοῦτο φλογίζεται.

ὁβ’ χορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

Δὸς ἡμῖν βοήθειαν ταῖς ἱκεσίαις σου Πάναγνε τὰς προσβολὰς ἀποκρουομένη τῶν δεινῶν περιστάσεων.

Τῆς Ὁσίας

ὁ α’ χορός

Στίχ.γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὲ τὸν ἐπὶ ὑδάτων

Πύλαις τῆς ἀπωλείας ἐγγισάσῃ πράξεσι ταῖς ἀτόποις πύλας ὁ πρὶν τοῦ ᾅδου συντρίψας σθένει θεότητος πύλας τῆς μετανοίας σοι ἀνοίγει Πάνσεμνε, πύλη τῆς ζωῆς ὑπάρχων αὐτός.

ὁβ’ χορός

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

πλον τῆς ἁμαρτίας μακρόθυμε τὴν πρὶν γεγενημένην ὅπλῳ Σταυροῦ τοῦ θείου, τῇ προσκυνήσει ἀνέδειξας ὅπλα δαιμόνων ἅπαντα καὶ πανουργεύματα ὅλως τροπουμένην εὔσπλαγχνε.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Λύτρον ὑπὲρ ἁπάντων τὸ ἴδιον ὁ πρὶν ἐκχέας Αἷμα λουτρῶ τῶ τῶν δακρύων σὲ καθαρὰν ἀπεργάζεται λέπραν δεινὴν νοσήσασαν κακίστης πράξεως, ὅλως ὁ τὸ εἶναι πᾶσι διδούς.

ὁβ’ χορός

Καὶ νῦν…Θεοτοκίον

Λόγου παντὸς ὑπάρχει, ἀνώτερον τὸ ἐπὶ σοὶ Παρθένε, Λόγος Πατρὸς ἐν σοὶ γὰρ θεοπρεπῶς κατεσκήνωσε, λύσιν πταισμάτων ἅπασι τοῖς ἁμαρτάνουσι λόγῳ μόνῳ παρεχόμενος.

Συναπτ μικρ καὶἡ κφνησις

 Ὅτι σ εἶὁ Θες μν,…   

Κοντάκιον  Ἦχος γ’. Ἡ Παρθένος σήμερον

πορνείαις πρότερον, μεμεστωμένη παντοίαις Χριστοῦ Νύμφη σήμερον τῇ μετανοίᾳ ἐδείχθης, Ἀγγέλων, τὴν πολιτείαν ἐπιποθοῦσα, δαίμονας Σταυροῦ τῷ ὅπλῳ καταπατοῦσα, διὰ τοῦτο βασιλείας ἐφάνης νύμφη Μαρία ἔνδοξε.

Ὁ Οἶκος

Τὴν ἀμνάδα Χριστοῦ καὶ θυγατέρα, ᾄσμασιν εὐφημοῦμέν σε νῦν, Μαρία παναοίδιμε τὴν τῶν Αἰγυπτίων ἀναφανεῖσαν θρέμμα τὴν πλάνην δὲ τούτων πᾶσαν φυγοῦσαν, καὶ καλῶς προσενεχθεῖσαν τῇ Ἐκκλησίᾳ βλάστημα τίμιον δι’ ἐγκρατείας καὶ δεήσεως, ἀσκήσασαν ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως, διὸ καὶ ὑψώθης ἐν Χριστῷ, διὰ βίου καὶ πράξεως, Βασιλείας Οὐρανοῦ φανεῖσα νύμφη Μαρία πάνσεμνε.

ὁβ’ χορός

Κάθισμα. Τοῦ Τριῳδίου

Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

Τὰ σκιρτήματα πάντα τὰ τῆς σαρκός, χαλινώσασα πόνοις ἀσκητικοῖς ἀνδρεῖον ἀπέδειξας, τῆς ψυχῆς σου τὸ φρόνημα, τὸν γὰρ Σταυρὸν ποθήσασα Κυρίου θεάσασθαι ἱερῶς ἀοίδιμε τῷ Κόσμῳ ἐσταύρωσαι, ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας προθύμως διήγειρας σεαυτὴν παμμακάριστε΄ Διὰ τοῦτο γεραίρομεν τὴν μνήμην σου Μαρία πιστῶς τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι τοῦ δωρηθῆναι πλουσίως ὑμῖν ταῖς πρεσβείαις σου.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…Θεοτοκίον  Ὅμοιον

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί, δεινῶς γὰρ κατεπόντισε, καταιγὶς τῶν πταισμάτων με, ἀλλ’ ἡ τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον ἐπ’ ἐμὲ ἐπίβλεψον΄ Παρθένε καὶ ῥῦσαί με πάσης ἁμαρτίας καὶ παθῶν ψυχοφθόρων καὶ πάσης κακώσεως τοῦ δεινοῦ πολεμήτορος ἵνα ψάλλω γηθόμενος΄ Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς καταφεύγουσι πίστει τῇ σκέπη σου Ἄχραντε.

ὁ Ἀναστάσιμος

ὁ β’ χορός

ᾠδὴ δ’. Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

ὁ α’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

ὁ β’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

κτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

ΚατοΤριῳδίου.

ᾠδὴδ’.

ὁβ’ χορός

Στίχ. ΔόξαΣοιὁΘεὸςἡμῶν, δόξαΣοι.

ΕἰσακήκοαΚύριε

Κατετρύφαὁπλούσιοςβρώσεικαὶἐνδύμασιεὐφραινόμενος, ὁδὲΛάζαροςχορτάζεσθαιἐπεθύμειτούτουτῶντραπέζηςψιχίων.

ὁα’ χορός

Στίχ. ΔόξαΣοιὁΘεὸςἡμῶν, δόξαΣοι.

ΟἱμὲνκύνεςἀπέλειχονγλώττῃτοῦπτωχοῦΛαζάρουτοὺςμώλωπαςσυμπαθέστεροιγινόμενοιτῆςΠλουσίουγνώμηςεἰςτὸνπένητα.

ὁβ’ χορός

Στίχ. ΔόξαΣοιὁΘεὸςἡμῶν, δόξαΣοι.

ΤῷπυλῶνιἐβέβλητοπάλαιτοῦΠλουσίουΣῶτερὁΛάζαροςτιμωρούμενοςταῖςμάστιξιτῆςπενίας, ὅθεννῦνδοξάζεται.

ὁ α’ χορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

ν ἐκύησας Ἄχραντε, πρέσβευε σωθῆναι τοὺς ἀνυμνοῦντάς σε ἐκ δουλείας τοῦ ἀλάστορος ὅτι μόνη πέλεις προστασία ἡμῶν.

Τῆς Ὁσίας

ὁβ’ χορός

Στίχ.γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν

ς πλαστουργὸς βροτείας φύσεως ὡς ἐλέους πηγὴ καὶ εὐσπλαγχνίας πλοῦτος ᾠκτείρησας φιλάνθρωπε πρόσφυγα τὴν σήν, καὶ ἀφήρπασας ταύτην τοῦ ὀλεθρίου θηρός.

ὁ α’ χορός

Στίχ.γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σταυρὸν ἰδέσθαι ἐπισπεύδουσα σταυρικῷ φωτισμῷ Μαρία κατηυγάσθης Σταυρῷ τοῦ ὁμιλήσαντος, νεύσει θεϊκῇ σταυρωθεῖσα τῷ Κόσμῳ ἀξιοθαύμαστε.

ὁβ’ χορός

 Δόξα Πατρί…

τῶν κακῶν αἰτία πρότερον ἡδονῇ πονηρᾷ πολλοῖς γεγενημένη ἡλίου δίκην λάμψασα πᾶσιν ὁδηγὸς ἡ Ὁσία ἐδείχθη τοῖς ἁμαρτάνουσι.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Νοῦν ὑπερέβης καὶ οὐράνιον νοητὲ οὐρανὲ τοῦ πάντων Βασιλέως, νομίμων γὰρ τῆς φύσεως ἄνευθεν Ἁγνὴ νομοδότην…

ὁβ’ χορός

καὶ Κτίστην πάντων ἐκύησας.

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ ε’. Ὁ Εἱρμὸς

ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

ὁ β’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

ὁ α’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον.

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

Κατο Τριδίου.
ὁα’ χορός

Στίχ. ΔόξαΣοιὁΘεὸςἡμῶν, δόξαΣοι.

Ἵνατίμεἀπώσω

βραὰμἐντοῖςκόλποιςΛάζαρονὁΠλούσιοςὡςἐθεάσατο, ἐνφωτὶκαὶδόξῃεὐφραινόμενονΠάτερ, ἐκραύγαζεν, Ἀβραὰμἐλέησόνμετὸνἐνπυρὶκατακριθέντακαὶτὴνγλῶττανδεινῶςφλογιζόμενον.

ὁβ’ χορός

Στίχ. ΔόξαΣοιὁΘεὸςἡμῶν, δόξαΣοι.

Κατετρύφησαςπλούτῳ, βίουεὐφραινόμενοςἈβραὰμἔφησε, τῷΠλουσίῳ, ὅθεν, τετιμώρησαιὧδεαἰώνια, ἐνπυρὶὑπάρχων΄Ὁδὲπτωχὸςἐνεὐφροσύνῃ, τῇἀλήκτῳἀγάλλεταιΛάζαρος.

ὁα’ χορός

Στίχ. ΔόξαΣοιὁΘεὸςἡμῶν, δόξαΣοι.

Τῇτοῦβίουἀπάτῃ, πλούσιοςγεγένημαιὥσπερὁΠλούσιοςὁτὸνβίονὅλονἡδοναῖςδαπανήσαςΦιλάνθρωπε, ἀλλὰδέομαίσου, τῶνοἰκτιρμῶντοῦλυτρωθῆναι, τοῦπυρὸςὥσπερσέσωσταιΛάζαρος.

ὁβ’ χορός

Στίχ. περαγίαΘεοτόκε, σῶσονἡμᾶς.Θεοτοκίον

Μητρικὴνπαῤῥησίαν, τὴνπρὸςτὸνΥἱόνσουκεκτημένηΠάναγνεσυγγενοῦςπρονοίαςτῆςἡμῶνμὴπαρίδῃςδεόμεθαὅτισὲκαὶμόνην, ΧριστιανοὶπρὸςτὸνΔεσπότηνἱλασμὸνεὐμενῆπροβαλλόμεθα.

Τῆς Ὁσίας

ὁ α’ χορός

Στίχ.γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Θεοφανείας σου Χριστέ

Μωσῆς δεδόξασταί ποτε, ἐν τῷ Σινᾷ Θεοῦ τὰ ὀπίσθια, μυστικῶς θεώμενος΄ Ὁ ἔνδοξος ὑπογράφων ξένον μυστήριον, μανναδόχον δὲ στάμνον νῦν, Εἰκόνα ἄχραντον, θερμῶς προσπεσοῦσα Μαρία Ἀγγελικὸν βίον κομίζεται.

ὁβ’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ναοῦ εὐπρέπειαν τοῦ σοῦ ἐπιποθοῦσα, ψαλμικῶς θεάσασθαι, νοερόν τε σκήνωμα τῆς δόξης σου ἡ τὸν σὸν ναὸν βεβηλώσασα νοεραῖς πρεσβείαις Χριστὲ τῆς ἀπειράνδρου σου ναοῦ γενομένης ναόν με τοῦ παντουργοῦ, ποίησον Πνεύματος.

ὁ α’ χορός

 Δόξα Πατρὶ…

τῷ ἀγκίστρῳ τῆς σαρκός, δι’ ὀφθαλμῶν τοὺς πολλοὺς ζωγρήσασα ἡδονῇ βραχείᾳ τε κατάβρωμα διαβόλου τούτους ποιήσασα, ἠγκιστρεύθη, παναληθῶς τῇ θείᾳ χάριτι Σταυροῦ τοῦ τιμίου ἡδύτατον τῷ Χριστῷ ὄψον ὑπάρξασα.

ὁβ’ χορός

Καὶ νῦν…Θεοτοκίον

Μεμυημένος ὁ χορός, τῶν Προφητῶν, τὸ ἐν σοὶ μυστήριον, μυστικαῖς θεηγορίαις Ἄχραντε σὲ ποικιλοτρόπως προέλεγε, μανναδόχου στάμνου ἰδὲ νῦν Εἰκόνα ἄχραντον αὐτῇ προσπεσοῦσα Μαρία, ἡ ἐγγυήτρια,…

ὁ α’ χορός

μαρτωλῶν πρὸς Θεόν.

ὁ Ἀναστάσιμος

ὁ β’ χορός

ᾠδὴ ς’. Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκφθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

ὁ α’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

ὁ β’ χορός

Στίχ.Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορᾷ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

Κατο Τριδίου.
ὁβ’ χορός

Στίχ.Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἱλάσθητί μοι Σωτὴρ

πλούσιος ἑαυτὸν φλογὶ πυρὸς κατεδίκασε, τῇ ἐνηδόνῳ ζωῇ, ὁ πένης δὲ Λάζαρος, πτωχείαν ἑλόμενος, ἐν τῷδε τῷ βίῳ, ἠξιώθη τῆς ἀλήκτου χαρᾶς.

ὁ α’ χορός

Στίχ.Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι

ν κόλποις τοῦ Ἀβραὰμ ὁ Λάζαρος κατηξίωται, τῆς αἰωνίου ζωῆς, Χριστὲ ἐμφορούμενος, πυρὶ δὲ ὁ Πλούσιος, καὶ ψυχὴν καὶ σῶμα, κατεκρίθη τιμωρούμενος.

ὁβ’ χορός

Στίχ.Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι

Κατεδικάσθη εἰς πῦρ, ὁ Πλούσιος διὰ Λάζαρον, μὴ κατακρίνῃς ἐμέ, τὸν δείλαιον δέομαι φιλάνθρωπε Κύριε, ἀλλ’ ὡς Λάζαρόν με, τοῦ φωτός σου καταξίωσον.

ὁ α’ χορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεοκυῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Τῆς Ὁσίας

ὁβ’ χορός

Στίχ.γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἄβυσσος ἐσχάτη

Χαίρουσι Μαρία τὰ τῶν Ἀγγέλων στρατεύματα, τὸν ἐφάμιλλον Ὁσία βίον, τὸν ἐν σοὶ καθορῶντες καὶ δόξαν τῷ Κυρίῳ κραυγάζοντες.

ὁ α’ χορός

Στίχ.γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Φρίττουσι δαιμόνων τῶν ζοφερῶν τὰ συστήματα τὸ τῆς σῆς καρτερικὸν ἰσχύος, ὅτι γυνὴ παραδόξως καὶ γυμνή, καὶ μόνη τούτους ᾔσχυνας.

ὁβ’ χορός

 Δόξα Πατρί…

λαμψας ἡλίου δίκην Μαρία πανεύφημε, καὶ τὴν ἔρημον ταῖς φρυκτωρίαις πᾶσαν ἐφώτισας, ὅθεν κἀμὲ τῷ σῷ φωτὶ καταλάμπρυνον.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

γγελοι περιλαμφθέντες, τῇ δόξῃ τοῦ τόκου σου ἐν τῇ γῇ εἰρήνην πᾶσιν ἡμῖν, καὶ εὐδοκίαν ἀνθρώποις, Παρθένε κεκράγασιν. 

Συναπτ μικρκαὶἡ κφνησις

Σ γρ εἶὁ Βασιλες…

Κοντάκιον  Ἦχος πλ. α’. Μιμητὴς ὑπάρχων

Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε, διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Ὁ Οἶκος

κούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοὶ κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΙΖ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Περσίδος, καὶ τῶν σὺν αὐτῷ, Αὐδελλᾶ Πρεσβυτέρου, Γοθαζάτ, Φουσίκ, καὶ ἑτέρων χιλίων ἑκατὸν πεντήκοντα.

Στίχοι

  • Ἐπίσκοπόν σε, Συμεών, ἐγὼ μέγαν,

  • Ἐκ δὲ ξίφους μέγιστον ἀθλητὴν ἔγνων.

  • Ἄρκτου τὸ δεινὸν Αὐδελλᾶς ἔδυ στόμα,

  • Βδέλλης ἀπλήστου τοῦ Σατᾶν φυγὼν στόμα.

  • Ἐπιτραπέντος τοῦ θύειν ἢ τεθνάναι,

  • Θανεῖν Γοθαζὰτ εἵλετο τμηθεὶς ξίφει.

  • Τὸ δέρμα Φουσὶκ ἐκδεδάρθω μου λέγει,

  • Χιτὼν ὑφανθεὶς τοῦ Σατανᾶ τῇ κρόκῃ.

  • Τέμνουσιν ἀνδρῶν τριπλοπεντηκοντάδα,

  • Τὴν τριπρόσωπον προσκυνοῦσαν οὐσίαν.

  • Πίπτουσι Περσῶν ἀμφὶ χιλίους ξίφει,

  • Ἰδὼν ἔφης ἂν Παῦλε, Μαρτύρων νέφος.

  • Ἑβδομάτῃ Συμεὼν δεκάτῃ ἀπὸ αὐχένα τμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀδριανοῦ τοῦ νέου.

Στίχοι

  • Ἂν οὐκ ἔγνως τὶς ἐστιν ὁ φλογὸς μέσον,

  • Γνώσῃ λαλοῦντος, Ἀδριανέ, καρτέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγαπητοῦ, Πάπα Ῥώμης.

Στίχοι

  • Θνῄσκων τὶ κράζεις; Σῶτερ, ἠγάπησά σε.

  • Ἀλλ’ ἠγαπήθης, Ἀγαπητέ, καὶ πλέον.

 

Τῇ αὐτῇ ἡμέρᾳ,Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.

Στίχοι

  •  Ἀπῆρε πνεῦμα, σάρξ ἀπεῤῥύη πάλαι.

  •  Τὸν ὄστινον, γῆ, κρύπτε νεκρὸν Μαρίας.

Ταῖς αὐτῶν πρεσβείαις, Χριστέ  ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇθείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε, ες πντας τος αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ.Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ.τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ.ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ.Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ.ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ειπρθενε.

Συναπτ μικρκαὶἡ κφνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον Β’

Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον΄ εἶδον γὰρ Νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ΄ καὶ αὐτὸς ταύταις ἔφη΄ Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς΄ Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας΄ ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.

ὁβ’ χορός

Τῆς Ὁσίας τὸ παρὸν.Ἦχος γ’.Ὁ οὐρανὸν τοῖς ἄστροις

πόδειγμα μετανοίας σὲ ἔχοντες πανοσία Μαρία Χριστὸν δυσώπει, ἐν τῷ καιρῷ τῆς Νηστείας, τοῦτο ἡμῖν δωρηθῆναι, ὅπως ἐν πίστει καὶ πόθῳ, σὲ ᾄσμασιν εὐφημῶμεν.

ὁ α’ χορός

Θεοτοκίον  Ὅμοιον

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρὰ Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι,…

ὁβ’ χορός

τῶν αἰωνίων βασάνων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁα’ χορός

Στίχ.Τοῦποιῆσαιἐναὐτοῖςκρῖμαἔγγραπτον. Δόξααὕτηἔσταιπᾶσιτοῖςὁσίοιςαὐτοῦ.

Κύριε, ἐσφραγισμένουτοῦτάφουὑπὸτῶνπαρανόμων, προῆλθεςἐκτοῦμνήματος, καθὼςἐτέχθηςἐκτῆςΘεοτόκου, οὐκἔγνωσανπῶςἐσαρκώθης, οἱἀσώματοίσουἌγγελοι, οὐκᾔσθοντοπότεἀνέστης, οἱφυλάσσοντέςσεστρατιῶται, ἀμφότεραγὰρἐσφράγισταιτοῖςἐρευνῶσι, πεφανέρωταιδὲτὰθαύματα, τοῖςπροσκυνοῦσιν, ἐνπίστειτὸμυστήριον, ὃἀνυμνοῦσιν, ἀπόδοςἡμῖνἀγαλλίασιν, καὶτὸμέγαἔλεος.

ὁβ’ χορός

Στίχ.ΑἰνεῖτετὸνΘεὸνἐντοῖςἉγίοιςαὐτοῦ, αἰνεῖτεαὐτὸνἐνστερεώματιτῆςδυνάμεωςαὐτοῦ.

Κύριε, τοὺςμοχλοὺςτοὺςαἰωνίουςσυντρίψας, καὶδεσμὰδιαῤῥήξας, τοῦμνήματοςἀνέστης, καταλιπὼνσουτὰἐντάφια, εἰςμαρτύριοντῆςἀληθοῦςτριημέρουταφῆςσου, καὶπροῆγεςἐντῇΓαλιλαίᾳ, ὁἐνσπηλαίῳτηρούμενος. Μέγασουτὸἔλεος, ἀκατάληπτεΣωτήρ, ἐλέησονἡμᾶς.

ὁα’ χορός

Στίχ.Αἰνεῖτεαὐτὸνἐπὶταῖςδυναστείαιςαὐτοῦ, αἰνεῖτεαὐτὸνκατὰτὸπλῆθοςτῆςμεγαλωσύνηςαὐτοῦ.

Κύριε, αἱΓυναῖκεςἔδραμονἐπὶτὸμνῆμα, τοῦἰδεῖνσετὸνΧριστόν, τὸνδι’ ἡμᾶςπαθόντα, καὶπροσελθοῦσαι, εὗρονἌγγελονἐπὶτὸνλίθονκαθήμενον, τῷφόβῳκυλισθέντα, καὶπρὸςαὐτὰςἐβόησελέγωνἈνέστηὁΚύριος, εἴπατετοῖςμαθηταῖς, ὅτιἀνέστηἐκνεκρῶν, ὁσῴζωντὰςψυχὰςἡμῶν.

ὁβ’ χορός

Στίχ.Αἰνεῖτεαὐτὸνἐνἤχῳ, σάλπιγγος, αἰνεῖτεαὐτὸνἐνψαλτηρίῳκαὶκιθάρᾳ.

Κύριε, ὥσπερἐξῆλθεςἐσφραγισμένουτοῦτάφου, οὕτωςεἰσῆλθεςκαὶτῶνθυρῶνκεκλεισμένων, πρὸςτοὺςμαθητάςσου, δεικνύωναὐτοῖςτὰτοῦσώματοςπάθη, ἅπερκατεδέξωΣωτὴρμακροθυμήσας, ὡςἐκσπέρματοςΔαυΐδ, μώλωπαςὑπήνεγκας, ὡςΥἱὸςδὲτοῦΘεοῦ, κόσμονἠλευθέρωσας. Μέγασουτὸἔλεος, ἀκατάληπτεΣωτήρ, ἐλέησονἡμᾶς.

ΣτιχηρὰΠροσόμοιατοῦΤριῳδίου.

ὁα’ χορός

Ἦχοςπλ. β‘. 

Στίχ. Αἰνεῖτεαὐτὸνἐντυμπάνῳκαὶχορῷ, αἰνεῖτεαὐτὸνἐνχορδαῖςκαὶὀργάνῳ.

Ὅληνἀποθέμενοι

Σὲμὲνδιεκώλυε, τῆςτῶνσεπτῶνἐποπτίας, μολυσμῶντῶνπρότερον, τὸἐπισυρόμενονμιαντήριον, ἡδὲσὴαἴσθησις, καὶτῶνσοὶθεόφρον, πεπραγμένων, ἡσυνείδησις, τὴνπρὸςτὰκρείττονα, σοὶἐπιστροφὴνἐνειργάσατο΄Εἰκόνιγὰρπροσβλέψασα, τῆςεὐλογημένηςθεόπαιδος, πάντωνκαταγνοῦσα, πταισμάτωνσουπανεύφημετῶνπρίν, ἐνπαῤῥησίᾳτὸτίμιον, Ξύλονπροσεκύνησας.

ὁβ’ χορός

Στχ. Αἰνεῖτεαὐτὸνἐνκυμβάλοιςεὐήχοις, αἰνεῖτεαὐτὸνἐνκυμβάλοιςἀλαλαγμοῦ. ΠᾶσαπνοὴαἰνεσάτωτὸνΚύριον.

Σὲμὲνδιεκώλυε, τῆςτῶνσεπτῶνἐποπτίας,…

ὁα’ χορός

Στχ.πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοικαί εἰσήκουσε τῆς δεήσεώς μου.

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον, ἔνθεν γέγονας, καὶ σφοδρῶςἔδραμες τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα, διὰ πολιτείας, ἠμαύρωσας λεπτύνασα σαρκός, ἐν παῤῥησίᾳ ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.

ὁβ’ χορός

Στχ.Καὶἔστησεν ἐπὶπέτραν τοὺς πόδας μουκαί κατηύθυνε τά διαβήματά μου.

ρημον οἰκήσασα, τῶν σῶν παθῶν τὰς εἰκόνας, ἐκ ψυχῆς ἀπήλειψας, τὸ θεοειδέστατον ἐξεικόνισμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν ἰδέας, καὶ τοσοῦτον ὑπερέλαμψας, ὡς καὶ τοῖς ὕδασι κούφως ὑπερβαίνειν μακάριε, καὶ γῆθεν ὑπεραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, καὶ νῦν ἐν παῤῥησίᾳ, πανένδοξε Μαρία τῷ Χριστῷ, παρισταμένη δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁα’ χορός

ΔόξαΠατρί… Ἦχος α’. Ἰδιόμελον

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ, ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλ’ ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυΐδ ὁ Προφήτης διδάσκει λέγων. Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

ὁ β’ χορός

Καὶ νῦν…ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α΄ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶἍγιον Πνεῦμα.

ὁ β’ χορός

Κύριε ὁ Θεός, ὁἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησον ἡμᾶς.

ὁ β’ χορός

τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

Καταξίωσον, Κύριε, ἐν τῇἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

Γένοιτο, Κύριε, τὸἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

Κύριε, καταφυγὴἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.

ὁ β’ χορός

τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

Παράτεινον τὸἔλεός σου τοῖς γινώσκουσί σε. γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος πλ.α.

ναστάς ἐκ τοῦ μνήματος καί τά δεσμά διαρρήξας τοῦ ᾃδου, ἒλυσας τό κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ρυσάμενοςἐμφανίσας σεαυτόν τοῖς ἀποστόλοις σου, ἐξαπέστειλας αὐτούς ἐπί τό κήρυγμα καί δι’ αὐτῶν τήν εἰρήνην παρέσχες τῇ οἰκουμένη, μόνε πολυέλεε.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

ἈντίφωνονΑ

ὁαχορός

Ἦχοςβ´.

Στίχ. Α´. Εὐλόγειἡψυχήμου, τὸνΚύριον, καὶπάντατὰἐντόςμουτὸὄνοματὸἅγιοναὐτοῦ.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου, Σῶτερσῶσονἡμᾶς.

ὁ β’ χορός

Στίχ.Β´. Εὐλόγει, ἡψυχήμου, τὸνΚύριον, καὶμὴἐπιλανθάνουπάσαςτὰςἀνταποδόσειςαὐτοῦ.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου…

ὁαχορός

Στίχ.Γ´. Κύριοςἐντῷοὐρανῷἡτοίμασετὸνθρόνοναὐτοῦ, καὶἡβασιλείααὐτοῦπάντωνδεσπόζει.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου…

ὁβχορός

Στίχ. Δ΄ΕὐλογεῖτετὸνΚύριον, πάντατὰἔργααὐτοῦ, ἐνπαντὶτόπῳτῆςδεσποτείαςαὐτοῦ.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου…

ὁαχορός

ΔόξαΠατρί

ὁβχορός

Καὶνῦν.

ΤαῖςπρεσβείαιςτῆςΘεοτόκου…

ἈντίφωνονΒ

ὁβχορός

Ἦχοςβ´.

Στίχ.Α´. Αἴνει, ἡψυχήμουτὸνΚύριον, αἰνέσωΚύριονἐντῇζωῇμουψαλῶτῷΘεῷμουἕωςὑπάρχω.

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν, ψάλλοντάςσοιἈλληλούϊα.

ὁαχορός

Στίχ. Β´. Μακάριος, οὗὁΘεὸςἸακὼββοηθὸςαὐτοῦ, ἡἐλπὶςαὐτοῦἐπὶΚύριοντὸνΘεὸναὐτοῦ.

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν…

ὁβχορός

Στίχ. Γ´.Τὸνποιήσαντατὸνοὐρανὸνκαὶτὴνγῆν, τὴνθάλασσανκαὶπάντατὰἐναὐτοῖς·

Σῶσονἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν…

ὁαχορός

ΣτίχΔ´ΒασιλεύσειΚύριοςεἰςτὸναἰῶνα,  ὁΘεόςσου, Σιών, εἰςγενεὰνκαὶγενεάν.

Σῶσον, ἡμᾶς, ΥἱὲΘεοῦ, ὁἀναστὰςἐκνεκρῶν…

ὁβχορός

ΔόξαΠατρὶ

ὁαχορός

Καὶνῦν

ὁβχορός

μονογενὴςΥἱὸςκαὶΛόγοςτοῦΘεοῦ, ἀθάνατοςὑπάρχων, καὶκαταδεξάμενος, διὰτὴνἡμετέρανσωτηρίαν, σαρκωθῆναιἐκτῆςἁγίαςΘεοτόκουκαὶἀειπαρθένουΜαρίας, ἀτρέπτωςἐνανθρωπήσας, σταυρωθείςτε, ΧριστὲὁΘεός, θανάτῳθάνατονπατήσας, ΕἷςὢντῆςἁγίαςΤριάδος, συνδοξαζόμενοςτῷΠατρὶκαὶτῷἁγίῳΠνεύματι, σῶσονἡμᾶς

ἈντίφωνονΓ

ὁα’ χορός

Στίχ. α´.ΑὕτηἡἡμέραΚυρίου, ἀγαλλιασώμεθακαὶεὐφρανθῶμενἐναὐτῇ.

ἈπολυτίκιονἮχοςπλ. α

ΤὸνσυνάναρχονΛόγονΠατρὶκαὶΠνεύματι, τὸνἐκΠαρθένουτεχθένταεἰςσωτηρίανἡμῶν, ἀνυμνήσωμενπιστοὶκαὶπροσκυνήσωμεν, ὅτιηὐδόκησεσαρκί, ἀνελθεῖνἐντῷσταυρῶ, καὶθάνατονὑπομεῖναι, καὶἐγεῖραιτοὺςτεθνεῶτας, ἐντῇἐνδόξῳἈναστάσειαὐτοῦ.

ὁβ’ χορός

Στίχ.β´.ΑἰνεσάτωσανΑὐτὸνοἱοὐρανοὶκαὶἡγῆ.

ΤὸνσυνάναρχονΛόγον…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

Ἦχοςβ

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ὁ β’ χορὸς

ψάλλοντάς σοι, λληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ὁβ’ χορός

τῆς Ὁσίας Ἦχος πλ.δ’

ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα, λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου, διὸ καὶ μετὰ  Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμα σου.

ὁα’ χορός

ΤοῦΝαοῦ

ὁβ’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντκιονχοςβ’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτκε, τν τιμντων σε.

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. α΄

Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.

Στίχ.  Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. θ’, 11-14)

δελφοὶ Χριστὸς παραγενόμενος Ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου τοὐτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦἰδίου Αἵματος εἰσῆλθεν ἐφ’ ἅπαξ εἰς τὰἍγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ Αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου, ἑαυτόν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, ες τ λατρεειν Θε ζντι; 

ὁ β’ χορὸς

Ἀλληλούϊα (γ’ ) Ἦχος πλ. α΄

Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Στίχ.  τι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον.( Ι’ 32-45)

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητάς αὐτοῦ καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν͵ ὅτι΄ Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα͵ καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν͵ καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν͵ καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ͵ Διδάσκαλε͵ θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς͵ Τί θέλετέ [με] ποιήσω ὑμῖν;οἱ δὲ εἶπαν αὐτῷ͵ Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς͵ Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω͵ ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; οἱ δὲ εἶπον αὐτῷ͵ Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς͵ Τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε͵ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι͵ ἀλλ΄ οἷς ἡτοίμασται. Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. Καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς͵ Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλ΄ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν͵ ἔσται ὑμῶν διάκονος͵καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος͵ ἔσται πάντων δοῦλος·καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

ὁ  χορός

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου ( ἦχος  β’,  μέλος ἀρχαῖον)

Εςτ, ξαιρτως

τὸ Μέγα Μεγαλυνάριον

πὶσοὶχαίρει, Κεχαριτωμένη, πᾶσαἡκτίσις, Ἀγγέλωντὸσύστημα, καὶἀνθρώπωντὸγένος·ἡγιασμένεναέ, καὶΠαράδεισελογικέ, παρθενικὸνκαύχημα, ἐξἧςΘεόςἐσαρκώθη, καὶπαιδίονγέγονεν, ὁπρὸαἰώνωνὑπάρχωνΘεὸςἡμῶν. Τὴνγὰρσὴνμήτραν, θρόνονἐποίησε, καὶτὴνσὴνγαστέρα, πλατυτέρανοὐρανῶνἀπειργάσατο. ἘπὶσοὶχαίρειΚεχαριτωμένη, πᾶσαἡκτίσις, δόξασοι.

Κοινωνικόν

ΑἰνεῖτετὸνΚύριονἐκτῶνοὐρανῶν. Ἀλληλούϊα.

Εἴδομεντὸφῶςτὸἀληθινόν, ἐλάβομενΠνεῦμαἐπουράνιον, εὕρομενπίστινἀληθῆ, ἀδιαίρετονΤριάδαπροσκυνοῦντες, αὕτηγὰρἡμᾶςἔσωσεν.

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

Εἴη τὸὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶἕως τοῦ αἰῶνος. (Τρὶς)

17 ΑΠΡ16 ΚΥΡΙΑΚΗ Ε΄ΝΗΣΤΕΙΩΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: