Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΤΕΤΑΡΤΗΣ Ε΄ΝΗΣΤΕΙΩΝ ΜΕΤΑ ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ ΔΩΡΩΝ (2016)

13 ΑΠΡΙΛΙΟΥ 2016

Τετάρτη τῆς Ε’ Ἑβδομάδος

Ἑσπερινὸς καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων

ὁἹερες:ΕὐλογημένηἡβασιλείατοῦΠατρὸςκαὶτοῦΥἱοῦκαὶτοῦἉγίουΠνεύματος, νῦν, καὶἀεί, καὶεἰςτοὺςαἰῶναςτῶναἰώνων.

 

 Ἀρχιερεὺςἢὁναγνστης:

μήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμενκαὶπροσπέσωμενΧριστῷ, τῷβασιλεῖἡμῶνΘεῷ.

Δεῦτε, προσκυνήσωμενκαὶπροσπέσωμεναὐτῷΧριστῷ, τῷβασιλεῖκαὶΘεῷἡμῶν. 

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.    

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦἐρωδιοῦἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸἔργον αὐτοῦ, καὶἐπὶ τὴν ἐργασίαν αὐτοῦἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖἑρπετὰὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶἀπὸ τῆς γῆς, καὶἄνομοι, ὥστε μὴὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁἥλιος ἔγνω τὴν δύσιν αὐτοῦἔθου σκότος, καὶἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰἔργα σου, Κύριε πάντα ἐν σοφίᾳἐποίησας.

Δξα Πατρὶ… Κα νν…

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοιὁ Θεός (κ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

 ὁΔιάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

  • ὁ Ἱερες:

τι πρπει σοι, πσα δξα, ……….

Μεθ’ ὃκλείεταιἐντελῶςἡὩραίαΠύλη, ὁἈναγνώστηςἀναγινώσκειμεγαλοφώνωςτά «ΠρὸςΚύριον» ἤτοιτὸΙΗ’ (18ον) Κάθισματοῦψαλτηρίου.

 

ΠΡΩΤΗ ΣΤΑΣΙΣ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ

 

ΨΑΛΜΟΣ ΡΙΘ’ 119

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Τὶ δοθείη σοι, καὶ τὶ προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς, ἄνθραξι τοῖς ἐρημικοῖς, Οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ΄ πολλὰ παρῴκησεν ἡ ψυχή μου, Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός, ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

ΨΑΛΜΟΣ ΡΚ’ 120

ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τόν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος, Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ ΡΚΑ’ 121

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα, Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.

ΨΑΛΜΟΣ ΡΚΒ’ 122

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως. Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

ΨΑΛΜΟΣ ΡΚΓ’ 123

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ, εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὁδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῤύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρίς)

 

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

  • Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

  • Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).

  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).

  • Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

  • Σοὶ Κύριε.

Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

 

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ

 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΨΑΛΜΟΣ ΡΚΔ’ 124

Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν΄ εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

ΨΑΛΜΟΣ ΡΚΕ’ 125

ν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν καὶ ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν΄ Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.

 

ΨΑΛΜΟΣΡΚΣΤ’ 126

ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν. Ἐγείρεσθε μετὰ τὸ καθῆσθαι οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὅταν δῶ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν, οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

ΨΑΛΜΟΣ ΡΚΖ’ 127

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι,μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν ταῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

ΨΑΛΜΟΣ ΡΚΗ’ 128

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες΄ Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρὶς)

 

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

 

Δξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

  • Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

  • Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).

  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

  • Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).

  • Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῶ Θεῷ παραθώμεθα.

  • Σοὶ Κύριε.

Ὅτι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ, Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν. 

 

 ΣΤΑΣΙΣ ΤΡΙΤΗ ΤΟΥ ΚΑΘΙΣΜΑΤΟΣ

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΨΑΛΜΟΣ ΡΚΘ’ 129

κ βαθέων ἐκέκραξά σοι, Κύριε΄ Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχὴ μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΛ’ 130

Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ ΡΛΑ’ 131

Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου. Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σύ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς. Καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶ κέρας τῶ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῶ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτόν ἐξανθήσει τὸ ἁγίασμά μου. 

ΨΑΛΜΟΣ ΡΛΒ’ 132

δοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών, ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ ΡΛΓ’ 133

δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

(ΕΜΜΕΛΩΣ)

  • Ἐν ταῖς νυξὶν ἐπάρατετὰς χεῖραςὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός, (τρὶς)

ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

 

  • Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

  • Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).

  • Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

  • Κύριε ἐλέησον.(χύμα εἰς τὸ κλιτόν).

  • Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

  • Σοὶ Κύριε.

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σώζειν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

 

Οἱ χοροὶ ταπεινῇ τῇ φωνῇ ψάλλουσι τό, Κύριε ἐκέκραξα…, εἰς ἦχον τοῦ Ἰδιομέλου τοῦ Τριῳδίου.

ὁ α’ χορός

χος πλ. δ’

  Ψαλμς ρμ’ (140)

  • μήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

   ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

 

ὁ α’ χορός

Στίχ. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂνπαρέλθω.

Στιχηρὸν Ἰδιόμελον

Τοῖς τῶν ἐμῶν λογισμῶν, λῃσταῖς περιπεσών, ἐσυλήθην ὁ τάλας τὸν νοῦν, καὶ δεινῶς πληγωθείς, ὅλην μου τὴν ψυχὴν τετραυμάτισμαι, καὶ ἔνθεν κεῖμαι γυμνὸς ἀρετῶν, ἐν τῇ τοῦ βίου ὁδῷ, Ἱερεὺς δὲ ἰδὼν με τῷ μώλωπι ὀδυνώμενον, διὰ τὸ ἀνίατον, παρορῶν, οὐκ ἐπιβλέπει. Λευΐτης δὲ πάλιν, μὴ φέρων τὴν ψυχοφθόρον ἀλγηδόνα, καὶ αὐτὸς κατιδών, ἀντιπαρῆλθέ μοι, σὺ δὲ ὁ εὐδοκήσας, οὐκ ἐκ Σαμαρείας, ἀλλ’ ἐκ Μαρίας σαρκωθῆναι, Χριστὲ ὁ Θεός, τῇ φιλανθρωπίᾳ σου, παράσχου μοι τήν ἴασιν, ἐπιχέων ἐπ’ ἐμέ, τὸ μέγα σου ἔλεος.

ὁ β’ χορός

Στίχ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

Τοῖς τῶν ἐμῶν λογισμῶν,…

ὁ α’ χορός

Στίχ. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

Μαρτυρικὸν

Εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις, ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι, ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

 ΣτιχηρὰΠροσόμοιαΠοίημαἸωσὴφ

Ἦχοςὁαὐτός

ὁβ’ χορός

Στίχ. ντῷἐκλείπεινἐξἐμοῦτὸπνεῦμάμου, καὶσὺἔγνωςτὰςτρίβουςμου.

Κύριε, εἰκαὶκριτηρίῳ

Κύριε, σὺτοὺςἱεροὺςΜαθητάςσου, λογικοὺςοὐρανοὺςἔδειξας, τούτωνἱεραῖςμεσιτείαις, τῶντῆςγῆςκακῶνμελύτρωσαι, δι’ ἐγκρατείαςὑψῶν, συνέσεωςἑκάστοτε, τῆςπρὸςτὰπάθητὸνλογισμόνμου, ὡςοἰκτίρμωνκαὶφιλάνθρωπος.

ὁα’ χορός

Στίχ. νὁδῷταύτῃ, ᾗἐπορευόμην, ἔκρυψανπαγίδαμοι.

χοντες, πάντεςτὸνκαιρὸντῆςΝηστείας, ὡςσυνεργὸνθείωνπράξεων, κλαύσωμενἐξὅληςκαρδίας, καὶτῷΣωτῆριβοήσωμεν. Διὰτῶνσῶνμαθητῶν, Κύριεπολυέλεε, σῶσοντοὺςφόβῳἀνυμνοῦντας, τὴνπολλὴνφιλανθρωπίανσου.

ὁ β’ χορός

Ἕτερον Ποίημα Θεοδώρου

Τὴν ἔνδοξον καὶ ἄχραντον

Στίχ. Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

πόστολοι πανεύφημοι, οἱ τοῦ Κόσμου πρεσβευταί, ἀσθενούντων ἰατροί, τῆς ὑγείας φύλακες, ἀμφοτέρωθεν ἡμᾶς συντηρήσατε, τῆς Νηστείας τὸν χρόνον διϊππεύοντας, ἐν ἀλλήλοις ἐνθέως εἰρηνεύοντας, τὸν νοῦν ἀνενόχλητον τῶν παθῶν φυλάττοντες, ἵνα ᾄσωμεν Χριστῷ, ὡς νικητῇ ἐξαναστάντι, ὕμνον ἅπαντες.

Ἕτερα Προσόμοια κατ’ Ἀλφάβητον

Ποίημα Συμεὼν τοῦ Μεταφραστοῦ

Ἦχος δ’

ὁ α’ χορός

Στίχ.Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι

πας ὁ βίος μου μετὰ πορνῶν, καὶ τελωνῶν ἐκδεδαπάνηται, ἄρα δυνήσομαι κἄν ἐν γήρᾳ, μεταγνῶναι ἅπερ ἐξήμαρτον; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ. Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα΄ Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

Βάρει συνέχομαι ἀμελείας, τῷ βορβόρῳ ἐγκυλινδούμενος, βέλει κεντούμενος τοῦ Βελίαρ, καὶ μολύνω τὸ κατ’ εἰκόνα μου. Ἐπιστροφεῦ ἀμελούντων, καὶ λυτρωτὰ ἐπταισμένων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Γέγονα πρόσκομμα τῶν ἀνθρώπων, γεωργήσας ὡς γηγενής, γεηρά΄ γάμῳ ὡμίλησα σῇ προστάξει, καὶ παρέβην μιάνας κοίτην ἐμήν, ὁ ἀπὸ γῆς πλαστουργήσας, τὸ πλάσμα σου μὴ παρίδῃς, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 ὁ β’ χορός

Στίχ. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ. 

Δήμιος γέγονα τῇ ψυχῇ μου, τῆς σαρκός μου πρόνοιαν ποιησάμενος, δαίμοσι παίγνιον κατεστάθην, ἡδοναῖς δουλεύων καὶ ἀτοπήμασι. Τῇ εὐσπλαγχνίᾳ σου φεῖσαι, φυγαδευτὰ τῶν δαιμόνων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

κὼν ἐξήμαρτον ὑπὲρ πάντας, διὰ τοῦτο ἐγκαταλέλειμμαι, ἔχω ἀντίδικον τῆς ψυχῆς μου, τῆς σαρκὸς τὸ φρόνημα καὶ σκοτίζει με. Ὁ φωτισμὸς τῶν ἐν σκότει, καὶ ὁδηγὸς πλανωμένων΄ Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Ζήσεται ἔλεγεν ὁ Προφήτης, ἡ ψυχή μου Κύριε, καὶ αἰνέσει σε, ζήτησον πρόβατον πλανηθέν με, καὶ ἀρίθμησόν με τῇ ποίμνῃ σου, δός μοι καιρὸν μετανοίας, ἵνα στενάζων βοῶ σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

μαρτον ἥμαρτον ἀθετήσας, τὰ προστάγματά σου Χριστὲ ὁ Θεός, ἵλεως γενοῦ μοι, ὦ Εὐεργέτα, ἵνα βλέψω τοῖς ἔνδοθεν ὀφθαλμοῖς, καὶ ἀποφύγω τοῦ σκότους, καὶ μετὰ φόβου βοήσω. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 ὁ β’ χορός

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Θῆρές με ἄγριοι περιέσχον, ἀλλ’ ἐξ αὐτῶν με ἅρπασον Δέσποτα, θέλεις γὰρ ἅπαντας τοῦ σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πάντας ἀνθρώπους ὡς Κτίστης, καὶ μετὰ πάντων με σῶσον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶὁἱλασμός ἐστιν.

αμα γίνου μοι Εὐεργέτα΄ λυτρωτὰ Σωτήρ μου καὶ μὴ ἀπώσῃ με, ἴδε με κείμενον ἀνομίαις, καὶ ἀνάστησόν με ὡς παντοδύναμος, ἵνα κἀγὼ ἐξαγγέλλω, τὰς πράξεις μου καὶ βοῶ σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

 ὁ β’ χορός

Στίχ.Ἕνεκεν τοῦὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κρύψας τὸ τάλαντον τὸ δοθὲν μοι, ὡς ἀγνώμων δοῦλος τῇ γῇ κατέχωσα, καὶ γὰρ ὡς ἄχρηστος κατεκρίθην, καὶ οὐ τολμῶ λοιπὸν ἐξαιτῆσαί σοι, ὡς ἀνεξίκακος οἴκτειρόν με, ἵνα κἀγὼ ἀνακράζω. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ.Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Λίμνην ἐξήρανας παθημάτων, τῆς Αἱμοῤῥοούσης ἁφῇ κρασπέδου σου, λήψομαι ἄφεσιν ἐγκλημάτων, ἀδιστάκτῳ πίστει σοι προσερχόμενος. Δέξαι κἀμὲ ὡς ἐκείνην, καὶ ἴασαί μου τὸ ἄλγος. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ.Ὅτι παρὰ τῷ Κυρίῳ τὸἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Μέλλεις καθέζεσθαι ἐπὶ θρόνου, ὁ ποιήσας λόγῳ τὸν οὐρανὸν καὶ τὴν γῆν, μέλλομεν ἅπαντες παραστῆναι, ἐξαγγέλλοντές σοι τὰς ἁμαρτίας ἡμῶν, πρὸ τῆς ἡμέρας ἐκείνης, ἐν μετανοίᾳ με δέξαι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ.Αἰνεῖτε τὸν Κύριον πάντα τὰἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Νεῦσον τῷ ὄμματι τῷ εὐσπλάγχνῳ, καὶ γενοῦ μοι ἵλεως μόνε Σωτήρ, νάματα δώρησαι ἰαμάτων, τῇ ἀθλίᾳ μου καὶ ταλαιπώρῳ ψυχῇ, ἀπόσμηξον ἐκ τοῦ ῥύπου, τῶν ἔργων μου ἵνα μέλψω. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐκραταιώθη τὸἔλεος αὐτοῦἐφ’ ἡμᾶς, καὶἡἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ξίφη ηὐτρέπισεν ὁ Βελίαρ, ἐκθηρεῦσαι σπεύδων τὴν ταπεινήν μου ψυχήν΄ ξένον ἐποίησέ με Οἰκτίρμον, φωτισμοῦ τῆς γνώσεως τοῦ προσώπου σου. Ὁ κραταιὸς ἐν ἰσχύϊ, τούτου σκευῶν ἅρπασόν με΄ Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ.Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

λος τοῖς πάθεσιν ἐδουλώθην, ἐγκαταλείψας νόμον καὶ θείας γραφάς, ὅλον με ἴασαι εὐεργέτα, δι’ ἐμὲ κατ’ ἐμὲ γεγονὼς ἀγαθέ, ἐπίστρεψόν με οἰκτίρμον, ὁ τῶν παθῶν καθαιρέτης΄ Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ.Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Πόρνη τοῖς δάκρυσι καταβρέχει, τοὺς ἀχράντους τε καὶ τιμίους πόδας σου, πάντας προτρέπουσα τοῦ προστρέχειν, καὶ λαμβάνειν λύσιν τῶν ἐγκλημάτων αὐτῶν. Αὐτῆς τὴν πίστιν παράσχου, κἀμοὶ Σωτήρ τοῦ βοᾶν σοι΄ Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ύπον καθάρισον τῆς ψυχῆς μου, ὁ δι’ ἐμὲ πτωχεύσας καὶ νηπιάσας σαρκί, ῥανίδα ἐλέους σου καταπέμψας, τῷ ἀσθενεῖ καὶ τεθλασμένῳ Χριστέ, ἀπόπλυνον ἐκ τοῦ ῥύπου, ἰάτρευσον ἀσθενοῦντα. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Στήριξον Δέσποτα τὴν ψυχήν μου, σοὶ προστρέχειν καὶ σοὶ δουλεύειν ἀεί΄ σκέπη ὑπάρχεις γάρ μου καὶ φύλαξ, καὶ ἀντίληψις καὶ βοήθεια, ἀξίωσον Θεὲ Λόγε, βοᾶν με ἐν παῤῥησίᾳ. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τεῖχος ἀπόρθητον ἡμῖν γενοῦ, Ἰησοῦ Σωτὴρ καὶ ἐλεῆμον Θεέ, τρόποις καὶ ἔργοις ἀπατηλοῖς γάρ, συμπεπτώκαμεν, ἀλλ’ ἀνάστησον, ὡς εὐεργέτης τὸ πλάσμα, καὶ διαλλάγηθι ὡς οἰκτίρμον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Υἱὸς ὁ ἄσωτος ἐγενόμην, διασκορπίσας τὸν πλοῦτον, λιμῷ νῦν τήκομαι΄ ὑπὸ τὴν σκέπην σου καταφεύγω, ὥσπερ ἐκεῖνον δέξαι με Πάτερ ἀγαθέ, καὶ μέτοχον τῆς τραπέζης, ἀξίωσον τοῦ βοᾶν σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Φθόνῳ ἐξέβαλε Παραδείσου, τὸν πρωτόπλαστον ὁ ἀρχέκακος, φάσκων τὸ Μνήσθητι ἐπὶ ξύλου, ὁ Λῃστὴς ἀπέλαβε τὸν Παράδεισον, ἐγὼ δὲ πίστει καὶ φόβῳ, τὸ Μνήσθητί μου, βοῶ σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Χεῖρά μοι ἔκτεινον ὡς τῷ Πέτρῳ, καὶ ἀνάγαγε τοῦ βυθοῦ ὁ Θεός, χάριν καὶ ἔλεός μοι παράσχου, τῇ πρεσβείᾳ τῆς παναμώμου Μητρός, τῆς σὲ τεκούσης ἀσπόρως, καὶ τῶν Ἁγίων σου πάντων΄ Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ψάλλοντα, δέξαι με καθ’ ἑκάστην, ὁ Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν μου, ψυχὴν καὶ σῶμά μου ὁλοκλήρως, εἰς τὰς χεῖράς σου παρατίθημι, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ, χρεωστικῶς ἐκβοῶ σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

τῆς ἀφάτου σου εὐσπλαγχνίας, ὑπεράγαθε ἀνεξίκακε Κύριε! ὢ ἀναμάρτητε καὶ οἰκτίρμον, μή με ἀποῤῥίψῃς ἀπὸ τοῦ προσώπου σου, ὅπως κἀγὼ εὐχαρίστως, χαίρων καὶ ψάλλων βοῶ σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…Θεοτοκίον

τῇ ἀῤῥήτῳ συγκαταβάσει! ὢ τοῦ ξένου τόκου τὸ ὑπερθαύμαστον! ὢ πῶς Παρθένος βρέφος σε φέρει, ἐν ἀγκάλαις ταύτης τὸν Ποιητὴν καὶ Θεόν! ὁ ἐξ αὐτῆς σαρκωθῆναι, καταδεξάμενος εὐεργέτα, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ψαλλομένου τοῦ Δοξαστικοῦ, ἀνοίγονται τὰ Βημόθυρα καὶ ἐξέρχονται τῆς βορείου Πύλης ὁ Διάκονος καὶ ὁ Ἱερεύς (ἤ μόνος ὁ Ἱερεύς), μετὰ θυμιατοῦ, καὶ προηγουμένου λαμπαδούχου γίνεται ἡ μικρὰ Εἴσοδος.

 

Εσοδος

 

Διάκονος: Σοφα ρθοί !

 

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης( χύμα ):

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σεἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸὁκόσμος σὲ δοξάζει.

 

ὁ Διάκονος:Ἑσπέρας.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Προκεμενον  χος δ’  Ψαλμς  Ϟγ’ (93)

Θεὸς ἐκδικήσεων Κύριος. Θεὸς ἐκδικήσεων.

Στίχ. Ὑψώθητι, ὁ κρίνων τὴν γῆν.

 

Διάκονος:Σοφία.

Γενσεως τὸἈνγνωσμα

Διάκονος:Πρόσχωμεν.

 (Κεφ. ΙΖ’, 1-9)

γένετο Ἄβραμ ἐτῶν ἐνενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ΄ Ἐγὼ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος καὶ θήσομαι τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεός, λέγων, Ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ, ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικά σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται καὶ στήσω τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναι σου Θεός, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου τήν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον, καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ. Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν.

Προκεμενον χος πλ.β’  Ψαλμς Ϟε’ (95)

σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ.ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ.

 

ὁἈναγνώστης:Κέλευσον!

 

Ὁ ἱερεὺς κρατῶν λαμπάδα ἀνημμένην καὶ θυμιατὸν ἐξηρτημένον, ἵσταται ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης καὶ σφραγίζων διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐκφωνεῖ:

 

Σοφία, Ὀρθοί.

 

Εἶτα ὁ Ἱερεύς, στρεφόμενος πρὸς τὸν λαὸν καὶ ἱστάμενος ἐπὶ τῆς Ὡραίας Πύλης, ἐκφωνεῖ:

+ Φῶς Χριστοῦ φαίνει πᾶσι.

 

Καὶ εὐλογῶν διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐπανέρχεται ἐν τῷ Ἱερῷ.

 Εἶτα ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης

Παροιμιν τὸἈνγνωσμα

Διάκονος:Σοφία.Πρόσχωμεν

(Κεφ. ΙΕ’, 20 – ΙϚ’, 9)

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. Ἄνοήτου τρίβοι, ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήριξε δὲ ὅριον χήρας. Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου, ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. Δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνδρῶν δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει, θεωρῶν ὀφθαλμὸς καλά, εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. Ὁ εἰσακούων ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν αὐλισθήσεται. ‘Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν ἑαυτοῦ. Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. Τῷ ἀνθρώπῳ πρόθεσις καρδίας, καὶ παρὰ Κυρίῳ ὑπόκρισις γλώσσης. Ὅσῳ μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου τοῦ Θεοῦ σου εὑρήσεις χάριν. Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ τῷ Θεῷ, καὶ ἑδράζων πνεύματα Κύριος. Κύλισον ἐπὶ Κύριον τὰ ἔργα σου, καὶ ἑδρασθήσονται οἱ λογισμοί σου. Πάντα εἰργάσατο Κύριος δι’ ἑαυτὸν οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇὀλοῦνται. Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος΄ χειρὶ δὲ χεῖρας βαλὼν ἀδίκως, οὐκ ἀθωωθήσεται. Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτόν, εὑρήσουσιν εἰρήνην. Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇτὰ διαβήματα αὐτοῦ.

 

Ὁ ἱερεύς, εὐθὺς μετὰ τὸ τέλος τοῦ ἀναγνώσματος, ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ἐλαφρῶς, ψάλλει σεμνῶς καὶ κατανυκτικῶς. (Κατὰ μὲν τὴν Α’ Ἑβδομάδα, τὴν Μεγάλην Ἑβδομάδα καθὼς καὶ εἰς μνήμας ἑορταζομένων Ἁγίων εἰς ἦχον πλ.β’, κατὰ δὲ τὰς ὑπολοίπους ἡμέρας εἰς ἦχον πλ.α’ ). 

 

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

 

Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ νότιον μέρος τῆς Ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.

 

Στίχ α’. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι μὲ πρὸς σέ.

ὁ α’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

 

Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ ὄπισθεν μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.

 

Στίχ, β’. Θοῦ, Κύριε, φυλακὴν τῶ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

 

Ὁ ἱερεὺς ἐρχόμενος εἰς τὸ βόρειον μέρος τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν λέγει ἐκφώνως.

 

Στίχ, γ’. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

 

ὁ α’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

 

Ὁ ἱερεὺς ἐρχόμενος ἔμπροσθεν τῆς ἁγίας Τραπέζης λέγει ἐκφώνως.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

 

Ὁ Ἱερεὺς εὑρισκόμενος ἤδη ἔμπροσθεν τῆς Ἁγίας Τραπέζης ἐπαναλαμβάνει.

 

Κατευθυνθήτω ἡ προσευχή μου.

 

Ἐξελθὼν δὲ εἰς τὴν Ὡραίαν Πύλην, θυμιᾶ τὴν εἰκόνα τοῦ Δεσπότου Χριστοῦ ψάλλων.

 

ὡς θυμίαμα ἐνώπιόν σου.

 

Ἀκολούθως δὲ θυμιᾶ τὰς λοιπὰς εἰκόνας, τὸν Ναὸν καὶ τὸν λαόν, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ὑπόλοιπον.

ὁ α’ χορός

παρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

 

Ὁ Διάκονος ἐξελθὼν (ἢ ὁ Ἱερεὺς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης ἱστάμενος), λέγει τὴν Ἐκτενῆ.

 

ΕΚΤΕΝΗΣ

  • Εἴπωμεν πάντες ….Ὁ Ἱερεὺς:Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, ……

Καὶ ψάλλεται ὑπὸ τοῦ α’ χοροῦ ἀργῶς καὶ κατανυκτικῶς εἰς ἦχον πλ. β’ἀντὶ τοῦ χερουβικοῦ τὸ ἑπόμενον, ὅπερ ἀναγινώσκει καὶ ὁ ἱερεὺς μυστικῶς (ἐκ γ’) ἔμπροσθεν τῆς ἁγίας Τραπέζης προσκυνῶν τρίς, μετὰ τοῦ διακόνου.

ὁ α’ χορός

Νῦναἱ Δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ Βασιλεὺς τῆς δόξης.

 

Ἐδῶ διακόπτεται ὁ ὕμνος, Γίνεται ἡ εἴσοδος ἐν ἀπολύτῳ σιγῇ, τοῦ Ἱερέως φέροντος τὸν Ἀέρα ἐπὶ τῆς κεφαλῆς καὶ κρατῶν τὰ Ἅγια, Διότι τὰ Δῶρα εἶναι προηγιασμένα, ὁ λαὸς γονατίζει εὐλαβῶς, ἐγείρεται δὲ ὅταν ἐναποτίθενται ἐπὶ τῆς Ἁγίας Τραπέζης.

 

Ὁ α΄χορὸς ψάλλων, ἐξακολουθεῖ τὸ διακοπὲν μέλος:

 

δοὺ θυσία μυστική, τετελειωμένη, δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. λληλούϊα.

 

ὁ Διάκονος:

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

  • Πληρώσωμεν τὴν ἑσπερινὴν…   

Κοινωνικὸν

ὁ β’ χορός

ἦχος α’ ἐκ τοῦ Κε.

Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα.

 

ὁ α΄ χορὸς ψάλλει (ἀντὶ τοῦ »Εἴδομεν τὸ φῶς»), τὸ ἑξῆς:

ἦχος β’

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου΄ Ἄρτον οὐράνιον, καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος΄ Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

 

ὁ  χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

(Χύμα εἰς τὸ κλιτὸν)

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.(τρίς)

 Κατὰ δὲ τὴν διάρκειαν τῆς ἀναγνώσεως τῶν ψαλμῶν ὁ Ἱερεὺς διανέμει τὸ Ἀντίδωρον.

 

ΨΑΛΜΟΣ ΛΓ’ 33

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου΄ ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐρρύσατό με. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνήρ, ὅς ἐλπίζει ἐπ’ Αὐτόν. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Τὶς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινούς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν.

ΨΑΛΜΟΣ ΡΜΔ’ 144

ψώσω σε, ὁ Θεός μου, ὁ Βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς ὁ Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τούς κατερραγμένους. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδεις τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σάρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

 

Δι’ εὐχῶν τῶν ἁγίων…..

13 ΑΠΡ16 ΠΡΟΗΓΙΑΣΜΕΝΗ ΤΕΤΑΡΤΗΣ Ε΄΄ΝΗΣΤΕΙΩΝ

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: