Σχολιάστε

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΝ Τῼ ΟΡΘΡῼ (2016)

16 ΑΠΡΙΛΙΟΥ 2016

(ΕΣΠΕΡΑΣ ΤΗΣ 15ΗΣ ΑΠΡΙΛΙΟΥ)

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

ΕΝ Τ ΟΡΘΡ

Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, ……

Ἀναγνώστης:  Ἀμήν.

Ὁ  Ἀρχιερεύς ἢ ὁ Προεστὼς:Δόξα σοι ὁ Θεός, δόξα σοι.

Βασιλεῦ οὐράνιε,…..Τρισάγιον……

Κύριε ἐλέησον ( ιβ’) Δόξα Πατρί..Καὶ νῦν…

Ἐμμελὴς ἀπαγγελία εἰς τὸ κλιτὸν ὕφος

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷἡμῶν. 

ΨΑΛΜΟΣ Ιθ’ (19)

πακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ.

ξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Δῴη σοι Κύριε κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι .

γαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.

Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ.

πακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς  δεξιᾶς αὐτοῦ.

Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα.

Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν, καὶ ἀνωρθώθημεν.

Κύριε, σῶσον τὸν Βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

 

ΨΑΛΜΟΣ Κ’. 20.

Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς,  καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ  τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν .

τι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητας, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν, καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾽ αὐτόν.

τι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος· εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.

τι ὁ  Βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ  σαλευθῇ.

Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.

τι θήσεις αὐτοὺς ὡς κλίβανον πυρός, εἰς καιρὸν τοῦ προσώπου σου.

Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.

Τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων.

τι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.

τι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.

ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου ·ᾄσομεν, καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

Καὶ πάλιν Τρισγιον. Παναγα Τρις, Πτερ μν, τι σοῦἐστιν.

 

Ἀναγνώστης:Ἀμὴν.

Τροπάρια

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΔόξαΠατρί…

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νῦν…Θεοτοκίον

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

  • ὁ Ἱερεὺς:λέησον ἡμᾶς… 

ὁ Ἱερεὺς:Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, ……..

ὁ Ἀρχιερεὺς ἢ ὁ Ἀναγνώστης:Ἀμήν.

ΔόξαἐνὑψίστοιςΘεῷ, καὶἐπὶγῆςεἰρήνη, ἐνἀνθρώποιςεὐδοκία(ἐκτρίτου).

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).

Μετὰ τὸν Ἑξάψαλμον

Συναπτὴ μεγάλη

καὶἡ κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος πλ.δ’

ὁα’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν, εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου. (ἀργῶς)

ὁβ’ χορὸς

Στχ, α’.ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… ( ἀργῶς)

ὁ α’ χορὸς

Στχ, β’.Πάντα τὰἔθνη ἐκύκλωσάν με, καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶἐπέφανεν ἡμῖν… (συντόμως)

ὁβ’ χορὸς

Στχ, γ’.Παρὰ Κυρίου ἐγένετο αὕτη, καίἐστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.

ΘεὸςΚύριος, καὶἐπέφανενἡμῖν…(συντόμως)

ὁ α’ χορὸς

 Ἦχοςπλ. δΑὐτόμελον

Τὸπροσταχθὲνμυστικῶς, λαβὼνἐνγνώσει, ἐντῇσκηνῇτοῦἸωσήφ, σπουδῇἐπέστη, ὁἈσώματοςλέγωντῇἈπειρογάμῳ, ὁκλίναςτῇκαταβάσειτοὺςοὐρανούς, χωρεῖταιἀναλλοιώτωςὅλοςἐνσοί.  Ὃνκαὶβλέπωνἐνμήτρᾳσου, λαβόνταδούλουμορφήν, ἐξίσταμαικραυγάζεινσοι, χαῖρε, Νύμφηἀνύμφευτε! (Ἀργῶς)

ὁβχορὸς

Δξα Πατρί

Τὸπροσταχθὲνμυστικῶς, ….

αχορὸς

Κα νν

Τὸπροσταχθὲνμυστικῶς, …..(Συντόμως)

Καὶ εὐθὺς Ἀρχιερεὺς Ἱερεὺς τὴν ΑΣτάσιν τῶν Οἴκων

ΣΤΑΣΙΣ Α

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε,(ἐκ γ’)καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα΄

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

  Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, λληλούϊα.

ὁ α’χορὸς

λληλούϊα.

 Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα: Ἐκ λαγόνων ἁγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω,

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις,

χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,

χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ‘ ἧς κατέβη ὁ Θεός,

χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,

χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,

Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα,

χαῖρε, τὸ πῶς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.

χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῷ Ἀπειρογάμῳ καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. λληλούϊα.

 ὁ β’χορὸς

λληλούϊα.

χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,

χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,

χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,

χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,

χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,

χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,

χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. λληλούϊα.

ὁχορὸς

λληλούϊα.

ΕτατΚοντκιονδχορονργς.

ὁα’ χορός

χοςπλ. δ’  Ατμελον

Τῇὑπερμάχῳστρατηγῷτὰνικητήρια,

ὁβ’ χορός

ςλυτρωθεῖσατῶν δεινῶν, εὐχαριστήρια,

ὁ α’ χορός

ναγράφω σοιἡ Πόλις σου, Θεοτόκε,

ὁ β’ χορός

λλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ α’ χορός

κ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ β’ χορός

να κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Καὶ εὐθὺς ὁ Ἱερεὺς τὴν Β’Στάσιν τῶν Οἴκων

ΣΤΑΣΙΣ Β’

κουσαν οἱ ποιμένες των Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον,

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ,

χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,

χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,

χαῖρε, ὅτι τὰἐπίγεια συγχορεύει οὐρανοῖς.

Χαῖρε, τῶν Ἀποστόλων τὸἀσίγητον στόμα,

χαῖρε, τῶν ἀθλοφόρων τὸἀνίκητον θάρσος.

Χαῖρε, στεῤῥόν τῆς πίστεως ἔρεισμα,

χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.

Χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁᾅδης,

χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ, καὶὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες, λληλούϊα.

ὁ β’χορὸς

λληλούϊα.

 δον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τὸν πλάσαντα χειρί τοὺς ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ,

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,

χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,

χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,

χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,

χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,

χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.

Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,

χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν. λληλούϊα.

ὁ α’χορὸς

λληλούϊα.

 Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον΄

Χαῖρε, ἀνόρθωσις των ἀνθρώπων,

χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα,

χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,

χαῖρε, πέτρα ἡ ποτίσασα τους διψῶντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει,

χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφή τοῦ μάννα διάδοχε,

χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ Γῆ τῆς ἐπαγγελίας,

χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε. 

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ’ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος, διόπερ ἐξεπλάγη σου τήν ἄῤῥητον σοφίαν, κράζων, λληλούϊα.

ὁ χορὸς

λληλούϊα.

Ετα τ Κοντκιον δχορον ργοσυντόμως.

χος πλ. δ’  Ατμελον

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,……

Συναπτ μικρ καὶἡ κφνησις

τι σν τ κρτος… 

 Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα 

KANΩΝ
Ἀκροστιχὶς

«Χαρς δοχεον, σο πρπει χαρειν μνη. ωσφ»

 Ποημα ωσφ τοῦὙμνογρφου.

ὁ α’ χορός

δ α’χος δ’ Ερμς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶᾄσω γηθόμενος, ταύτης τὰ θαύματα .

ὁ β’ χορός

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶᾄσω γηθόμενος, ταύτης τὰ θαύματα .

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι, Χαῖρε χαρᾶς δοχεῖον, δι’ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦᾅδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

ὁ α’ χορός

Δξα Πατρὶ…

όδον τὸἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

ὁ β’ χορός

Κα νν…

γνείας θησαύρισμα, χαῖρε δι’ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

Καταβασία

ὁ α’ χορός

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶᾄσω γηθόμενος,…

ὁ β’ χορός

ταύτης τὰ θαύματα .

ὁ α’ χορός

δ γ’ Ερμς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .

ὁ β’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴἀκένωτος Δέσποινα.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

ὁ α’ χορός

Δξα Πατρὶ…

ρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

ὁ β’ χορός

Καί νν…

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλοὺς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

Καταβασία

ὁ α’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶἐν τῇ θείᾳ δόξῃ σου, στεφνων δξης ξωσον .

 Συναπτ μικρ καὶἡ κφνησις

 Ὅτι σ εἶὁ Θες μν,…

Ετα τ Κοντκιον δχορον συντομότερον.

χος πλ. δ’  Ατμελον

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,……

Καὶ εὐθὺς ὁ Ἱερεὺς τὴν Γ’Στάσιν τῶν Οἴκων

ΣΤΑΣΙΣ Γ’

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες΄

Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας,

χαῖρε, τὸ στέφος της ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,

χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,

χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπτοναι πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,

χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,

χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολή τῶν γυμνῶν παῤῥησίας,

χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας΄λληλούϊα.

ὁ α’ χορὸς

λληλούϊα.

λος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος΄ συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα΄

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,

χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,

χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ,

χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,

χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.

Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις,

χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,

χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως, λληλούϊα.

ὁ β’χορὸς

λληλούϊα.

ήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε΄ ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας΄ ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν΄

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,

χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,

χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταὶ,

χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,

χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,

χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι,

χαῖρε, λιμήν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 ὁ α’ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος, ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει, λληλούϊα.

ὁ α’ χορὸς

λληλούϊα.

Ετα τ Κοντκιον δχορον συντόμως.

 χος πλ. δ’  Ατμελον

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,….

Συναπτ μικρκαὶἡ κφνησις

Σ γρ εἶὁ Βασιλες…

ὁ α’ χορός

Κάθισμα  Ἦχος α’ ( εἰς ἀργὸν εἱρμολογικὸν μέλος)

Τὸν τάφον σου Σωτὴρ

μέγας Στρατηγός, τῶν ἀΰλων Ἀγγέλων εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε λέγων σοι, εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον βάθος, βροτῶν ἡ ἀνάκλησις.

ὁ β’ χορός

δ δ’ Ερμς

καθήμενος ἐν δόξῃἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁὑπέρθεος, τῇἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάμει σου.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

λαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

ὁ β’ χορός

Δξα Πατρί…

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, ἀπειρόγαμε, δι’ ἧς ἡμεῖς ἐθεώθημεν.

ὁ α’ χορός

Κα νν…

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶἱερὸν καταφύγιον.

ὁ β’ χορός

Καταβασία

καθήμενος ἐν δόξῃἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁὑπέρθεος, τῇἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάμει σου.

ὁ α’ χορός

δ ε’ Ερμς

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

σχὺς καὶὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾅδου, νυμφῶν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

ὁ β’ χορός

  • περαγία θεοτόκε, σῶσον ἡμᾶς.

Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳἔχων ζωῆς τὸν Κύριον, οὗὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷὑποκύψαντας.

ὁ α’ χορός

Δξα Πατρὶ…

ωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι, Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶἀξιάκουστα, περὶἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

ὁ β’ χορός

Κα νν…

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

ὁ α’ χορός

Καταβασία

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

 β’ χορός

δ ς’ Ερμς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

ὁ α’ χορός

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸἐγκαλλώπισμα.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κ σοῦἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα, ὅθεν βοῶμέν σοι, Χαῖρε, ὁ πόκος ὁἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δοὺ σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι, Χαῖρε ἡἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε,  ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

Εἶτα τὸ Τετραῴδιον

Ποίημα τοῦ αὐτοῦ Ἰωσήφ, οὗ ἡ ἀκροστιχὶς

«Αὕτη ἡ ᾠδὴ τοῦ Ἰωσήφ».

Ἦχος πλ. β’

ὁ β’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοῦ βίου τὴν θάλασσαν

θλοῦντες οἱ Μάρτυρες, καὶ ὡς λίθοι ἐκλεκτοί, ἐπὶ γῆς κυλιόμενοι, οἰκοδομίαν ἅπασαν τοῦ ἐχθροῦ, τελείως κατέστρεψαν, καὶ ναοὶ Θεοῦ ἐχρημάτισαν.

ὁ α’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

μᾶς ἱκετεύομεν, τοὺς τὸν δρόμον τὸν καλόν, τετελεκότας Μάρτυρες. Τὸν τῆς Νηστείας δρόμον τρέχειν ἡμᾶς, καλῶς ἐνισχύσατε, ἀρετῶν τελειώσει διαλάμποντας.

ὁ β’ χορός

Στίχ.Αἱ ψυχαὶ αὐτῶν ἐν οὐρανοῖς αὐλισθήσονται.Νεκρώσιμον

Τοὺς δούλους σου Δέσποτα, μεταστάντας ἀπὸ γῆς, πρὸς σὲ τὸν ὑπεράγαθον, σῆς Βασιλείας ποίησον κοινωνούς, τῶν θείων Μαρτύρων σου, ἱεραῖς μεσιτείαις πολυέλεε.

ὁ α’ χορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

μόνη πανύμνητος, τοῖς ὑμνοῦσί σε πιστῶς, ἁμαρτημάτων ἄφεσιν, καὶ χαρισμάτων θείων διανομήν, δοθῆναι ἱκέτευε, τὸν πανάγιον Λόγον Μητροπάρθενε.

Ἕτερον Ποίημα Θεοδώρου τοῦ Στουδίτου

Ἦχος πλ. α’ 

ὁ β’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τοῦ κήτους τὸν Προφήτην

Τὴν μνήμην ἐκτελοῦντες τῶν Μαρτύρων, Κυρίῳ ἀναπέμψωμεν τοὺς ὕμνους, σήμερον, ἐνθέως εὐφραινόμενοι.

ὁ α’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Τὰ ξίφη καὶ τὸ πῦρ μὴ πτοηθέντες, θαῤῥοῦντες ἐν τῇ πίστει Ἀθλοφόροι, τυράννους ἐν τούτῳ κατεπλήξατε.

ὁ β’ χορός

Δόξα Πατρί…

Τριάδα τοῖς προσώποις ἀνυμνῶ σε, Μονάδα κατ’ οὐσίαν προσκυνῶ σε, Πάτερ, Υἱέ, καὶ Πνεῦμα ἅγιον.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

γγέλων καὶ ἀνθρώπων εὐφημία ὑπάρχεις ὅτι ἔτεκες Παρθένε, Χριστὸν τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ.Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Θανάτῳ τὴν ζωὴν ἀντιλαβόντες, σκιρτᾶτε τὰ οὐράνια οἰκοῦντες Ἀθλοφόροι, ἔνδοξοι Χριστοῦ τοῦ Θεοῦ.

ὁ α’ χορός

Στίχ.Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Θανάτου καὶ ζωῆς ὁ κυριεύων, τοὺς πίστει μεταστάντας ἐκ τοῦ βίου, Χριστέ, σὺν Ἁγίοις σου ἀνάπαυσον.

ὁ β’ χορός

Καταβασία

Ὁ Εἱρμὸς

Τοῦ κήτους τὸν Προφήτην ἐλυτρώσω, ἐμὲ δὲ ἐκ βυθοῦ ἁμαρτημάτων, ἀνάγαγε, Κύριε καὶ σῶσόν με.

Ετα τ Κοντκιον δχορον σύντομον.

χος πλ. δ’  Ατμελον

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,………

Καὶ εὐθὺς ὁ Ἀρχιερεὺς ἢ ὁ Ἱερεὺς τὴν Δ’Στάσιν τῶν Οἴκων

ΣΤΑΣΙΣ Δ’

Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας΄

Χαῖρε, ἡ στήλη τῆς παρθενίας.

χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.

χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.

χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα.

χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.

χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα,

Χαῖρε, καλὴ κουροτρόφε παρθένων.

χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 μνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν, λληλούϊα.

ὁ β’χορὸς

λληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα΄

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου,

χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,

χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,

χαῖρε, ὅτι τὸν πολύῤῥητον, ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,

χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον,

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,

χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας.

χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι’ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, λληλούϊα.

ὁ α’χορὸς

λληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.

χαῖρε, Ἁγία Ἁγίων μείζων,

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι.

χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.

χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,

Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.

χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια.

χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσι.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,

χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον ( ἐκ γ’), δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορὰς ἅπαντας΄ καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας, λληλούϊα.

ὁ β’χορὸς

λληλούϊα.

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε, καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα΄

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’χορὸς

Χαῖρε, Νύμφη, ἀνύμφευτε.

Καὶ εὐθύς ὁ Ἀναγνώστης χύμα:

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ……

Συναξριον

Τῇ ΙΣΤ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης καὶ Χιονίας.

Στίχοι

  • Χιὼν τὸ πῦρ ἦν τῇ Χιονίᾳ τάχα,

  • Οὗ συμμετασχεῖν ἠγάπησεν Ἀγάπη.

  • Βέλος σε πέμπει πρὸς τὸν εἰρήνης τόπον,

  • Ἀφ’ αἱμάτων σῶν ἐκμεθυσθὲν Εἰρήνη.

  • Χιονίην τ’ Ἀγάπην ἐκκαιδεκάτῃ κατέκαυσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φήλικος Ἐπισκόπου, Ἰανουαρίου Πρεσβυτέρου, Φουρτουνάτου καὶ Σεπτεμίνου.

Στίχοι

  • Τετρὰς ἀθλητῶν συγκεκομμένων ξίφει

  • Νῦν συγχορεύει μυριάσιν Ἀγγέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεωνίδου, Χαρίσσης, Νίκης, Γαληνῆς, Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας.

Στίχοι

  • Κόλποις θαλάσσης ἐκδοθεὶς Λεωνίδης

  • Φθάνει κολυμβῶν Ἀβραὰμ κόλπων ἄχρι.

  • Θάλασσαν ἡ Χάρισσα φρίττειν οὐκ ἔχω,

  • Ἥτις θάλασσαν προξενεῖ μοι χαρίτων.

  • Βυθῷ Γαληνὴ καὶ Νίκη βεβλημέναι,

  • Νίκην ἐφεῦρον καὶ γαλήνην ἐκ σάλου.

  • Βυθὸς θαλάσσης λαμβάνει τὴν Καλλίδα,

  • Κάλλους ἐρῶσαν ψυχεραστοῦ Κυρίου.

  • Εὑροῦσα κέρδος ἐκ βυθοῦ σωτηρίαν

  • Τὸ νουνεχές σου δεικνύεις, Νουνεχία.

  • Γαστὴρ θαλάσσης λαμβάνει κόρας δύο,

  • Λίχνην φυγούσας, δυσσεβείας γαστέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εἰρήνης.

Στίχοι

  • Εἰρηνικῶς ζήσασα, Μάρτυς Εἰρήνη,

  • Οὐκ εἰρηνικῶς, ἀλλ’ ἐκ τοῦ ξίφους θνῄσκεις

Τῇαὐτῇἡμέρᾳ,ΣαββάτῳτῆςπέμπτηςἙβδομάδοςτῶνΝηστειῶν, ἑορτάζομεντὸνἈκάθιστονὝμνοντῆςὙπεραγίαςΔεσποίνηςἡμῶνΘεοτόκου, καὶἈειπαρθένουΜαρίας.

Στίχοι

  • Ὑμνοις ἀΰπναις εὐχαρίστως ἡ Πόλις,

  • Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνεῖ Προστάτιν.

Ταῖς τῆς σῆς ὑπερμάχου τε καὶ ἀπροσμάχου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεὸς τῶν περικειμένων καὶ ἡμᾶς ἀπάλλαξον συμφορῶν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος φιλάνθρωπος.μήν.

ὁ α’ χορός

δ ζ’ Ερμς

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

νυμνοῦμέν σε, βοῶντες Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡῥάβδος ἡ μυστική, ἄνθος τὸἀμάραντον, ἡἐξανθήσασα, χαῖρε Δέσποινα, δι’ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε, ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶἀνακράζει σοι. Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τὸ οὖς σου ἁγνή, καὶ σῷσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.

Τοῦ Τετραῳδίου

ὁ α’ χορός

Εἱρμὸς ἄλλος

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δροσοβόλον μὲν τὴν κάμινον

ὑπέρφωτος ὁμήγυρις τῶν θείων σου, Μαρτύρων Πολυέλεε, ἐν τῷ φωτί σου τῷ ἀδύτῳ νῦν περιπολεῖ, αὐτῶν ἱκεσίαις φωτισμόν, ἁμαρτιῶν τε ἱλασμόν, παράσχου πᾶσι Χριστέ.

ὁ β’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ς ὡραῖος ὁ καιρὸς ὃν ἡμῖν δέδωκας, τῆς ἐγκρατείας Κύριε! ἐν ᾧ οἴκτειρον τὰς ψυχὰς ἡμῶν ὡς ἀγαθός, εὐχαῖς τῶν ἁγίων Ἀθλητῶν, τῶν τὰ ὡραῖα καὶ σεπτά, στερξάντων Πάθη σου.

ὁ α’ χορός

Νεκρώσιμον

Στίχ.Αἱ ψυχαὶ αὐτῶν ἐν οὐρανοῖς αὐλισθήσονται.

Διελθόντας πολυώδυνον κλυδώνιον, τοῦ βίου τοὺς ἱκέτας σου, ἐγκαθόρμισον, εἰς λιμένα Δέσποτα ζωῆς, βοᾶν μετὰ πάντων ἐκλεκτῶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

τοῦ νόμου τὸν δοτῆρα Ἀειπάρθενε, κυήσασα ἱκέτευε, τὰς ἀνομίας ὑπεξάραι πάσας ἐν καιρῷ, τῷ νῦν ἐνεστῶτι τοῖς καλῶς, προαιρουμένοις ἐξασκεῖν, θείας Νηστείας σπουδήν.

Ἕτερος Εἱρμὸς

ὁ α’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εὐλογητὸς εἶ ὁ Θεὸς

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δείξας γενναίους, ὑπὲρ σοῦ ἀθλοῦντας τοὺς Μάρτυρας, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ β’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τοὺς Ἀθλοφόρους, πρέσβεις ἡμῖν εἰς σὲ παρασχόμενος, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ α’ χορός

Δόξα Πατρί…

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ εἷς μὲν τῇ φύσει, προσώποις δὲ τρισὶ γνωριζόμενος, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τεχθεὶς ἀσπόρως, καὶ τὴν Τεκοῦσαν δείξας ἁγνεύουσαν, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ α’ χορός

Στίχ.Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ θήρας φιμώσας, καὶ σβέσας πῦρ εἰς δόξαν τῶν Ἁγίων σου, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ β’ χορός

Στίχ.Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ ἀπὸ θανάτου, εἰς ἄπειρον ζωὴν μεταθέμενος, τοὺς πίστει σοι ἐν βίῳ λειτουργήσαντας.

ὁ α’ χορός

Καταβασία

Ὁ Εἱρμὸς

Εὐλογητὸς εἶ ὁ Θεός, ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.

ὁ β’ χορός

δ η’ Ερμς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος. Νῦν δὲἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νηδὺϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ, ᾧ ψάλλομεν. Τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε, ὅθεν σεὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη, ὅθεν σεὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται, ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κόσμῳ τεκοῦσα σωτηρίαν, δι’ ἧς ἀπὸ γῆς εἰς ὕψος ᾔρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Τετραῳδίου

ὁ β’ χορός

Εἱρμὸς ἄλλος

Ἐκ φλογὸς τοῖς ὁσίοις

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, ἐπουράνιοι Νόες ὑπερεθαύμασαν, τούτων προσευχαῖς, τὰ ἐλέη σου Δέσποτα, ἐν ἡμῖν πλουσίως, θαυμάστωσον οἰκτίρμον.

ὁ α’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν

Οἱ τὸ πῦρ θείᾳ δρόσῳ καταπατήσαντες, Ἀθληταὶ τοῦ Κυρίου ἀξιοθαύμαστοι, ῥύσατε ἡμᾶς, τοῦ πυρὸς τοῦ κολάζοντος, ταῖς πρὸς τὸν Δεσπότην, θερμαῖς ὑμῶν πρεσβείαις.

ὁ β’ χορός

Νεκρώσιμον

Στίχ.Αἱ ψυχαὶ αὐτῶν ἐν οὐρανοῖς αὐλισθήσονται.

περάγαθε Λόγε τοὺς ἐκδημήσαντας, ἐξ ἡμῶν Ὀρθοδόξους ζωῆς ἀξίωσον, τῆς ἐν οὐρανῷ, καὶ ἁγίας λαμπρότητος, ταῖς τῶν καλλινίκων, Μαρτύρων ἱκεσίαις.

ὁ α’ χορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

κεσίαις Οἰκτίρμον τῆς κυησάσης σε, καὶ ἁγίων Μαρτύρων καὶ Ἀποστόλων σου, φώτισον ἡμῶν, τὰς ψυχὰς τοῦ δοξάζειν σε, ἐν ἀγαλλιάσει, ψυχῆς εἰς τοὺς αἰῶνας.

Εἱρμὸς ἕτερος

ὁ β’ χορός

Τὴν ποιητὴν τῆς Κτίσεως

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χοροὶ Μαρτύρων ἅγιοι, μνήσθητε τῶν πόθῳ ἀνυμνούντων ὑμᾶς, καὶ ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ξίφει τυμπανιζόμενοι, ἔχαιρον οἱ Μάρτυρες, ὑμνοῦντες Χριστόν, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα τὸν Κύριον.

Ξενοπρεπῶς μερίζεται, ἡ Τριάς, καὶ μένει ἀμερὴς ὡς Θεός, ἣν ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Παρθένος βρέφος τέτοκε, Θεὸς γὰρ ἐκ ταύτης ἐνηνθρώπησε. Πᾶσα σάρξ ὑμνείτω, αὐτὸν εἰς τοὺς αἰῶνας.

ὁ β’ χορός

Στίχ.Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στῆλαι ἀνδρείας ὤφθησαν, πτῶσιν διαβόλου θριαμβεύοντες, οἱ Μάρτυρες ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ.Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὸν Ἀβραὰμ κολπώσασθαι, ἀξίωσον Κύριε τοὺς δούλους σου, πίστει μεταστάντας, πρὸς σὲ καὶ τῇ ἐλπίδι.

Καταβασία

ὁ β’ χορός

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ὁ α’ χορός

δ θ’  Ερμς

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

να σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

φθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις, ὅθεν βοῶμέν σοι. Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸἀνθρώπινον.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦἡμῶν, καὶἐκβοήσωμεν. Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τὸἀλλότριον.

Τοῦ Τετραῳδίου

ὁαχορός

Εἱρμὸς ἄλλος

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θεὸν ἀνθρώποις

ς φῶς ὡς ἥλιος ἀνατείλαντες, πᾶσαν τὴν γῆν ἀκτῖσιν εὐσεβείας οἱ Μάρτυρες, καὶ λαμπάσι θαυμάτων ἐφώτισαν, καὶ τῆς πολυθεΐας σκότος ἠφάνισαν, ὧν ταῖς ἱκεσίαις ὁ Θεός, ἡμᾶς ἐλέησον.

ὁ β’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στρατὸς Μαρτύρων ἀκαταγώνιστος, πάντας ἡμᾶς ἐνίσχυσον καλῶς ἀγωνίσασθαι, καὶ τελέσαι Νηστείας τὸ στάδιον, ὅπως ἐνθέου βίου, ἔργα τελέσαντες, μέτοχοι γενώμεθα ζωῆς, ἀγαλλιώμενοι.

ὁαχορός

Νεκρώσιμον

Στίχ.Αἱ ψυχαὶ αὐτῶν ἐν οὐρανοῖς αὐλισθήσονται.

σὴ φθασάτω χρηστότης Κύριε, τοὺς ἐξ ἡμῶν φρικώδει μεταστάντας κελεύσει σου, κυκλωσάτω αὐτοὺς σοῦ τὸ ἔλεος, καὶ καθοδηγησάτω, πρὸς τὰ σκηνώματα, τὰ καταυγαζόμενα φωτί, τῷ τοῦ προσώπου σου.

ὁ β’ χορός

Στίχ.περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φωνῇ Ἀγγέλου βουλῆς τὸν Ἄγγελον, τῆς τοῦ Πατρὸς ἀῤῥήτως Θεοτόκε ἐκύησας. Τὰς φωνὰς οὖν τῶν δούλων σου πρόσδεξαι, ἃς ἐν τῷ τῆς Νηστείας χρόνῳ προσάγομεν, καὶ ταύτας προσάγαγε Θεῷ ὥσπερ θυμίαμα.

ὁαχορός

Εἱρμὸς ἕτερος

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡσαΐα χόρευε

Τελοῦντες πανήγυριν, Μαρτυρικήν, σήμερον λαοί, σκιρτήσωμεν ἐν ᾠδαῖς, μέλποντες Χριστῷ, τῷ ἀθλοθετήσαντι, καὶ τὰς νίκας, κατὰ τῶν ἐχθρῶν, τούτοις παρέχοντι, ὃν ἐν ὕμνοις μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

νυξι ξεόμενοι, καὶ τμηθέντες, ξίφει μεληδόν, συνήφθητε τῷ Χριστῷ, ἀγαπητικῶς, πανεύφημοι Μάρτυρες, διὸ καὶ νῦν, ἐν τοῖς Οὐρανοῖς, ἀγαλλιώμενοι, ὑπὲρ πάντων ἱκετεύσατε.

ὁαχορός

Δόξα Πατρί…

μοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς, Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

πὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ, ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε, καὶ γὰρ Θεός, ἐστὶν ὁ τεχθείς, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

ὁαχορός

Στίχ.Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Τὸ γενναῖον στράτευμα, τοῦ Ἀνακτος, πάντων καὶ Θεοῦ, τοὺς Μάρτυρας ἐν ᾠδαῖς, στέψωμεν λαοί, αὐτοὶ γὰρ ἐνίκησαν, δαιμονικὰς φάλαγγας σαφῶς, οὓς ἀναμέλποντες, τὸν Δεσπότην μεγαλύνομεν.

ὁβχορός

Στίχ.Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

τε πᾶν τὸ πλάσμα σου, ἀναστήσῃς κρίνεσθαι Χριστέ, οὓς προσελάβου καὶ νῦν, δούλους σου πιστούς, ἐλέησον σύγγνωθι, τὰ ἐν βίῳ, πταίσματα αὐτῶν, καὶ σὺν Ἁγίοις σου, ἀναπαύων εἰς αἰῶνας αὐτούς.

ὁαχορός

Καταβασία

Ὁ Εἱρμὸς

σαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱόν, τὸν Ἐμμανουήλ, Θεόν τε, καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.

Συναπτ μικρκαὶἡ κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε

Τὸ ἀπ’ αἰῶνος σήμερον, γνωρίζεται μυστήριον, ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, Υἱὸς Παρθένου Μαρίας, δι’ εὐσπλαγχνίαν γίνεται, καὶ χαρᾶς εὐαγγέλια, ὁ Γαβριὴλ προσφθέγγεται, μεθ’ οὗ βοήσωμεν πάντες. Χαῖρε ἡ Μήτηρ Κυρίου.

ὁ β’ χορός

Τὸ ἀπ’ αἰῶνος σήμερον, γνωρίζεται μυστήριον, ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, Υἱὸς Παρθένου Μαρίας, δι’ εὐσπλαγχνίαν γίνεται, καὶ χαρᾶς εὐαγγέλια, ὁ Γαβριὴλ προσφθέγγεται, μεθ’ οὗ βοήσωμεν πάντες. Χαῖρε ἡ Μήτηρ Κυρίου.

ΑΙΝΟΙ

Ἦχοςδ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ.Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν

Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι, Παναγία, τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κεκρυμμένον μυστήριον,…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Φωτοφόρον παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄχραντος τῆς θεόπαιδος, δεῦρο πρὸς τοῦτο κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον, τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρῴην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον κατάβασιν.

  β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ΓαβριὴλὁἈρχάγγελος, ἐπὶσὲΠαναμώμητε, ἐμφανῶςἐλεύσεται, καὶβοήσεισοι, Χαῖρεκατάραςλυτήριον, πεσόντωνἀνόρθωσις, χαῖρεμόνηἐκλεκτή, τῷΘεῷχρηματίσασα, χαῖρεἔμψυχε, τοῦἡλίουνεφέλη, ὑποδέχου, τὸνἈσώματονἐνμήτρᾳ, τῇσῇοἰκῆσαιθελήσαντα.

ὁ α’ χορός

Δξα Πατρί…Κα νν…χος δ’

Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος, ἐλάλει γὰρ πρὸς αὐτὴν ὁἈρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰῥήματα, ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, Διὸ καὶἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι, ὁἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι,…

ὁ β’ χορός

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶἍγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον 

Ἦχος πλ.δ’

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.  Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!

 

Ἐκτενὴς καὶ Ἀπόλυσις

 

Διὰ τούς τελοῦντας Ἀγρυπνίαν παραθέτομεν ἐνταῦθα τὰ τῆς Θείας Λειτουργίας

 

 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τ Τυπικ κα εἰς τοὺς Μακαρισμοὺς δ’ἐκ τῆς γ’ ᾨδῆς καὶ δ’ἐκ τῆς Ϛ’  ᾨδῆς τοῦ Κανόνος τῆς Θεοτόκου.

ΑΚΟΛΟΥΘΙΑ  ΤΩΝ  ΤΥΠΙΚΩΝ

ΣΤΑΣΙΣ Α’ 

ΨΑΛΜΟΣ ΡΒ’ (102)

Ἦχος πλ.δ’

ὁ α’ χορός

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, Εὐλογητὸς εἶ, Κύριε.

  • Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

ὁ β’ χορός

  • Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

ὁ α’ χορός

  • Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.

ὁ β’ χορός

  • Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

ὁ α’ χορός

  • Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

ὁ β’ χορός

  • Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.

ὁ α’ χορός

  • γνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.

ὁ β’ χορός

  • Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.

ὁ α’ χορός

  • Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.

ὁ β’ χορός

  •   τι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.

ὁ α’ χορός

  •   Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.

ὁ β’ χορός

  • Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.

ὁ α’ χορός

  • νθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

ὁ β’ χορός

  • τι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

ὁ α’ χορός

  • Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.

ὁ β’ χορός

  • Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.

ὁ α’ χορός

  • Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

ὁ β’ χορός

  • Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.

ὁ α’ χορός

  • Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.

ὁ β’ χορός

  • Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

ὁ α’ χορός

  • Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

ὁ β’ χορός

  • Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

ὁ α’ χορός

  • Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.Εὐλογητὸς εἶ, Κύριε.

ΣΤΑΣΙΣ Β’

ΨΑΛΜΟΣ ΡΜΕ’ (I45)

  Ἦχος β’

ὁ β’ χορός

Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι.

  • Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

ὁ α’ χορός

  • Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.

ὁ β’ χορός

  • ξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.

ὁ α’ χορός

  • ν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.

ὁ β’ χορός

  • Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

ὁ α’ χορός

  • Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.

ὁ β’ χορός

  • Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.

ὁ α’ χορός

  • Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, Κύριος ἀγαπᾷ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους.

ὁ β’ χορός

  • ρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδόν ἁμαρτωλῶν ἀφανιεῖ.

ὁ α’ χορός

  • Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεὸς σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ΣΤΑΣΙΣ Γ’

ΜΑΚΑΡΙΣΜΟΙ

Ἦχος δ’

ὁ α’ χορός

  • ν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.  

ὁ β’ χορός

  • Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

ὁ α’ χορός

  • Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

ὁ β’ χορός

  • Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

ὁ α’ χορός

δ γ’ Ερμς

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Τος σος μνολγους

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴἀκένωτος Δέσποινα.

ὁ β’ χορός

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

ὁ α’ χορός

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

ρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

ὁ β’ χορός

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλοὺς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

ὁ α’ χορός

δ ς’ Ερμς

Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Τν θεαν τατην

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸἐγκαλλώπισμα.

   ὁ β’ χορός

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

κ σοῦἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα, ὅθεν βοῶμέν σοι, Χαῖρε, ὁ πόκος ὁἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

ὁ α’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

δοὺ σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι, Χαῖρε ἡἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε,  ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

Εἰσοδικὸν

ὁα’ χορός

( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον  ὅταντελεῖταισυλλείτουργον)

ΔεῦτεπροσκυνήσωμενκαὶπροσπέσωμενΧριστῷ, σῶσονἡμᾶςΥἱὲΘεοῦὁἐνἉγίοιςθαυμαστὸς…..
ὁβχορὸς

ψάλλοντάςσοι, Ἀλληλούϊα.

ὁα’ χορός

( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον  ὅταντελεῖταισυλλείτουργον)

Ἀπολυτίκιον Ἦχος πλ.δ

Τὸπροσταχθὲνμυστικῶς, λαβὼνἐνγνώσει, ἐντῇσκηνῇτοῦἸωσήφ, σπουδῇἐπέστη, ὁἈσώματοςλέγωντῇἈπειρογάμῳ, ὁκλίναςτῇκαταβάσειτοὺςοὐρανούς, χωρεῖταιἀναλλοιώτωςὅλοςἐνσοί.  Ὃνκαὶβλέπωνἐνμήτρᾳσου, λαβόνταδούλουμορφήν, ἐξίσταμαικραυγάζεινσοι, χαῖρε, Νύμφηἀνύμφευτε!

ὁβχορός

( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον  ὅταντελεῖταισυλλείτουργον)

Κοντκιονχοςπλ.δ‘ 

Τῇὑπερμάχῳστρατηγῷτὰνικητήρια, ὡςλυτρωθεῖσατῶνδεινῶν, εὐχαριστήρια, ἀναγράφωσοιἡΠόλιςσου, Θεοτόκε, ἀλλ’ ὡςἔχουσατὸκράτοςἀπροσμάχητον, ἐκπαντοίωνμεκινδύνωνἐλευθέρωσονἵνακράζωσοι, Χαῖρε, Νύμφηἀνύμφευτε.

Τρισάγιον

Απόστολος

Προκείμενον ἦχος γ’

ᾠδὴ τῆς Θεοτόκου

Μεγαλύνει ἡ ψυχή μου, τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

(Κεφ. Θ´ 1- 7)

δελφοί, εἶχενἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθηἡ πρώτη, ἐνᾗἥ τε λυχνία καὶἡ τράπεζα καὶἡ πρόθεσις τῶνἄρτων, ἥτις λέγεται Ἅγια· μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴἡ λεγομένηἍγια῾Αγίων, χρυσοῦνἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐνᾗ στάμνος χρυσῆἔχουσα τὸ μάννα καὶἡῥάβδος᾽Ααρὼνἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸἱλαστήριον· περὶὧν οὐκἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱἱερεῖς τὰς λατρείαςἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέρανἅπαξ τοῦἐνιαυτοῦ μόνοςὁἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρειὑπὲρἑαυτοῦ καὶ τῶν τοῦ λαοῦἀγνοημάτων.

Ἀλληλούϊα (γ’)

Εαγγέλιον

κ το κατ Λουκᾶν.(Α´ 39-49, 56).

ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,  καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.  καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ  καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.  καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ;  ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.  καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.  Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον  καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,  ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.  ὅτι ἐποίησέ μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

ὁ  χορὸς

Δόξα σοι Κύριε, δόξα σοι. 

ΚαὶκαθεξῆςἡΘείαΛειτουργίατοῦἹεροῦΧρυσοστόμου

Εςτ, ξαιρτως

ᾠδὴθ’,ἦχοςδ’.

παςγηγενής, σκιρτάτῳτῷπνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτωδέ, ἀΰλωνΝόων, φύσιςγεραίρουσα, τὴνἱερὰνπανήγυριν, τῆςΘεομήτορος, καὶβοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Κοινωνικὸν

Ποτήριονσωτηρίουλήψομαι, καὶτὸὄνομαΚυρίουἐπικαλέσομαι.Ἀλληλούϊα.  

 

Εἴδομεντὸφῶςτὸἀληθινόν, ἐλάβομενΠνεῦμαἐπουράνιον, εὕρομενπίστινἀληθῆ, ἀδιαίρετονΤριάδαπροσκυνοῦντες, αὕτηγὰρἡμᾶςἔσωσεν.

 

Πληρωθήτωτόστόμαἡμῶναἰνέσεώςσου, Κύριε, ὅπωςὑμνήσωμεντήνδόξανΣου, ὅτιᾐξίωσαςἡμᾶςμετασχεῑντῶνᾁγίωνμυστηρίωνΣου.  στήριξονἡμᾶςἐντῶσῶᾁγιασμῶὅληντήνἡμέρανμελετᾶντήνδικαιοσύνηνΣου. ἈλληλουΐαἈλληλουΐα, Ἀλληλουΐα.

 

ΕἴητὸὄνομαΚυρίουεὐλογημένονἀπότοῦνῦνκαὶἕωςτοῦαἰῶνος. (τρὶς)

15 ΑΠΡ16 ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ΕΝ ΤΩ ΟΡΘΡΩ (ΠΑΡΑΣΚΕΥΗ Ε΄ΝΗΣΤΕΙΩΝ ΕΣΠΕΡΑΣ)

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: