Σχολιάστε

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ ΜΕΤΑ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ (2016)

15 ΑΠΡΙΛΙΟΥ 2016

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

μετ τοῦἈκαθίστου μνου

Ὁ Ἱερες:Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ προεστὼς: Δόξα σοιὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, ….Τρισάγιον…

Ὁἀναγνώστης:

μν.Κριελησονιβ’

Δξα Πατρὶ… Κα νν…

  • Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖἡμῶν Θεῷ.

  • Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖἡμῶν Θεῷ.

  • Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷἡμῶν.

Ψαλμς Ν΄

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸἀνόμημά μου

  • ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

  • ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶἡἁμαρτία μου ἐνώπιόν μουἐστὶ διὰ παντὸς

  • σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

  • ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου

  • ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι

  • ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶὑπὲρ χιόνα λευκανθήσομαι

  • ἀκουτιεῖς μοιἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

  • ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

  • καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

  • μὴἀποῤῥίψης μεἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸἅγιόν σου μὴἀντανέλῃς ἀπ’ ἐμοῦ

  • ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

  • διδάξω ἀνόμους τὰς ὁδούς σου καὶἀσεβεῖς ἐπὶ σὲἐπιστρέψουσιν

  • ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

  • ὅτι εἰἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

  • θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει

  • ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ

  • τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ψαλμς ΞΘ΄

  • Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.

  • . Αἰσχυνθήτωσαν, καὶἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.

  • Ἀποστραφήτωσαν εἰς τὰὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.

  • Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε.

  • Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.

  • Καὶ λεγέτωσαν διὰ παντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱἀγαπῶντες τὸ σωτήριόν σου.

  • Ἐγὼ δὲ πτωχὸς εἰμὶ καὶ πένης. ὁ Θεός, βοήθησόν μοι.

  • Βοηθός μου καὶῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.

Ψαλμς ΡΜΒ΄

  • Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνη σου.

  • Καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

  • Ὃτι κατεδίωξεν ὁἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

  • . Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶἐταράχθη ἡ καρδία μου.

  • Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων .

  • Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆἄνυδρός σοι.

  • Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου.

  • . Μὴἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

  • Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸἔλεός σου, ὅτι ἐπὶ σοὶἤλπισα.

  • . Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲᾖρα τὴν ψυχήν μου.

  • Ἐξελοῦ μεἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον΄δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.

  • . Τὸ πνεῦμά σου τὸἀγαθὸν ὁδηγήσει μεἐν γῇ εὐθείᾳ΄ἕνεκεν τοῦὀνόματός σου, Κύριε, ζήσεις με.

  • . Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶἐν τῷἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

  • . Καὶἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Δοξολογα

  • Δόξα ἐν ὑψίστοις Θεῷ, καὶἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκίᾳ.

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν.

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶἅγιον Πνεῦμα.

  • Κύριε ὁ Θεός, ὁἀμνός του Θεοῦ, ὁ Υἱός του Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν του κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας του κόσμου.

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶἐλέησον ἡμᾶς.

  • Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα του αἰῶνος.

  • Κύριε, καταφυγὴἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

  • . Κύριε, πρὸς σε κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶὁ Θεός μου.

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

  • Παράτεινον τὸἔλεος σου τοῖς γινώσκουσί σε.

  • Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

  • Γένοιτο, Κύριε, τὸἔλεος σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

  • Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματα σου.

  • Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.

  • Κύριε, τὸἔλεός σου εἰς τὸν αἰῶνα, τὰἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

  • Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷἁγίῳ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶἀοράτων.

Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας της Παρθένου καὶἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶἀναστάντα τῇ τρίτῃἡμέρα κατὰ τὰς Γραφάς. Καὶἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸἍγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.

Εἰς μίαν , Ἁγίαν, Καθολικὴν καὶἈποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα του Θεοῦἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

ὁ α’ χορός

 Ἦχος πλ. δ’ Αὐτόμελον

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ, ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.  Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε! (Ἀργῶς)

 ὁ β’ χορός

Τὸ προσταχθὲν μυστικῶς,… (Ἀργῶς)

ὁ α’ χορός

Τὸ προσταχθὲν μυστικῶς,…(Συντόμως)

Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν Α’ στάσιν τῶν Χαιρετισμῶν.

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε,(ἐκ γ’) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα΄

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, Ἀλληλούϊα.

ὁ χορὸς

λληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα: Ἐκ λαγόνων ἁγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω,

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις,

χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,

χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ‘ ἧς κατέβη ὁ Θεός,

χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,

χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,

Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα,

χαῖρε, τὸ πῶς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.

χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῷ Ἀπειρογάμῳ καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως. Ἀλληλούϊα.

 ὁ χορὸς

λληλούϊα.

χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,

χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,

χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,

χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,

χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,

χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,

χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. Ἀλληλούϊα.

ὁ’χορὸς

Ἀλληλούϊα.
Χαρςδοχεον, σοπρπειχαρεινμνη. ωσφ.

 ΠοημαωσφτοῦὙμνογρφου.

ὁα’ χορός

δα’χοςδ’Ερμς

νοίξωτὸστόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶᾄσω γηθόμενος, ταύτης τὰ θαύματα .

ὁ β’ χορός

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶᾄσω γηθόμενος, ταύτης τὰ θαύματα .

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι, Χαῖρε χαρᾶς δοχεῖον, δι’ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦᾅδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

ὁ α’ χορός

Δξα Πατρὶ…

όδον τὸἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

ὁ β’ χορός

Κα νν…

γνείας θησαύρισμα, χαῖρε δι’ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

ὁ α’ χορός

δ γ’ Ερμς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .

ὁ β’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον .

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴἀκένωτος Δέσποινα.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

ὁ α’ χορός

Δξα Πατρί…

ρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

ὁ β’ χορός

Κα νν…

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλοὺς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τν σῳζομνων πανμνητε.

Ετα τ Κοντκιον δχορον ργς.

ὁ α’ χορός

χος πλ. δ’  Ατμελον

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὁ β’ χορός

ς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,

ὁ α’ χορός

ναγράφω σοιἡ Πόλις σου, Θεοτόκε,

ὁ β’ χορός

λλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ α’ χορός

κ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ β’ χορός

να κράζω σοι, Χαῖρε, Νύμφη νμφευτε.

ΣΤΑΣΙΣ Β’

κουσαν οἱ ποιμένες των Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον,

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ,

χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,

χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,

χαῖρε, ὅτι τὰἐπίγεια συγχορεύει οὐρανοῖς.

Χαῖρε, τῶν Ἀποστόλων τὸἀσίγητον στόμα,

χαῖρε, τῶν ἀθλοφόρων τὸἀνίκητον θάρσος.

Χαῖρε, στεῤῥόν τῆς πίστεως ἔρεισμα,

χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.

Χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁᾅδης,

χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ, καὶὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες, Ἀλληλούϊα.

ὁ χορὸς

λληλούϊα.

δον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τὸν πλάσαντα χειρί τοὺς ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ,

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,

χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,

χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,

χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,

χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,

χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.

Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,

χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν. Ἀλληλούϊα.

ὁ χορὸς

λληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος, τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον΄

Χαῖρε, ἀνόρθωσις των ἀνθρώπων,

χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα,

χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,

χαῖρε, πέτρα ἡ ποτίσασα τους διψῶντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει,

χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.

Χαῖρε, τροφή τοῦ μάννα διάδοχε,

χαῖρε, τρυφῆς ἁγίας διάκονε.

Χαῖρε, ἡ Γῆ τῆς ἐπαγγελίας,

χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ’ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος, διόπερ ἐξεπλάγη σου τήν ἄῤῥητον σοφίαν, κράζων, Ἀλληλούϊα.

ὁ χορὸς

λληλούϊα.

ὁ β’ χορός

δ δ’ Ερμς

καθήμενος ἐν δόξῃἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁὑπέρθεος, τῇἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάμει σου.

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

λαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

ὁ β’ χορός

Δξα Πατρί…

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, ἀπειρόγαμε, δι’ ἧς ἡμεῖς ἐθεώθημεν.

ὁ α’ χορός

Κα νν…

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα,…

ὁ β’ χορός

καὶἱερὸν καταφύγιον.

ὁ α’ χορός

δ ε’ Ερμς

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

σχὺς καὶὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾅδου, νυμφῶν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

ὁ β’ χορός

  • Ὑπεραγία θεοτόκε, σῶσον ἡμᾶς.

Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳἔχων ζωῆς τὸν Κύριον, οὗὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷὑποκύψαντας.

ὁ α’ χορός

Δξα Πατρί…

ωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι, Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶἀξιάκουστα, περὶἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

ὁ β’ χορός

Κα νν…

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ, τῶν μακαριζόντων σε,…

ὁ α’ χορός

Θεοτόκε ἑκάστοτε.

 β’ χορός

δ ς’ Ερμς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

ὁ α’ χορός

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸἐγκαλλώπισμα.

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κ σοῦἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα, ὅθεν βοῶμέν σοι΄ Χαῖρε, ὁ πόκος ὁἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

ὁ β’ χορός

Δξα Πατρὶ…

δού σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

ὁ α’ χορός

Κα νν…

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι, Χαῖρε ἡἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε,  ἡ τοὺς πιστοὺς ἀπαύστως, πισκιζουσα.

Ετα τ Κοντκιον δχορον ργοσυντόμως.

χος πλ. δ’  Ατμελον

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,…

ΣΤΑΣΙΣ Γ’

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες΄

Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας,

χαῖρε, τὸ στέφος της ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,

χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,

χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπτοναι πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,

χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,

χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολή τῶν γυμνῶν παῤῥησίας,

χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ  χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας΄ Ἀλληλούϊα.

ὁ  χορὸς

λληλούϊα.

λος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος΄ συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα΄

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,

χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,

χαῖρε, των πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ,

χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,

χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.

Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις,

χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,

χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁχορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον, τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως, Ἀλληλούϊα.

ὁ χορὸς

λληλούϊα.

ήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε΄ ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας΄ ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν΄

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,

χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,

χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταὶ,

χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,

χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,

χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι,

χαῖρε, λιμήν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

 ὁ  χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος, ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει, Ἀλληλούϊα.

ὁ  χορὸς

λληλούϊα.

ὁ α’ χορός

δ ζ’ Ερμς

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

νυμνοῦμέν σε, βοῶντες Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡῥάβδος ἡ μυστική, ἄνθος τὸἀμάραντον, ἡἐξανθήσασα, χαῖρε Δέσποινα, δι’ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε, ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

ὁ α’ χορός

Δξα Πατρί…

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶἀνακράζει σοι. Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.

ὁ β’ χορός

Κα νν…

κετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τὸ οὖς σου ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως,

ὁ α’ χορός

τὴν σὴν Πόλιν Θεοτόκε.

ὁ β’ χορός

δ η’ Ερμς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος. Νῦν δὲἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νηδὺϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ, ᾧ ψάλλομεν. Τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε, ὅθεν σεὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη, ὅθεν σεὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

Δξα Πατρὶ…

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται, ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

ὁ α’ χορός

Κα νν…

κόσμῳ τεκοῦσα σωτηρίαν, δι’ ἧς ἀπὸ γῆς εἰς ὕψος ᾔρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰἔργα, καὶὑπερυψοῦτε,…

ὁ β’ χορός

εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

δ θ’  Ερμς

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

να σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

ὁ α’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

φθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις, ὅθεν βοῶμέν σοι. Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸἀνθρώπινον.

ὁ β’ χορός

  • Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦἡμῶν, καὶἐκβοήσωμεν. Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

ὁ α’ χορός

Δξα Πατρί…

περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

ὁ β’ χορός

Κα νν…

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τὸἀλλτριον.

 

Ετα τ Κοντκιον δχορον συντομότερον.

χος πλ. δ’  Ατμελον

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,…..

ΣΤΑΣΙΣ Δ’

Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας΄

Χαῖρε, ἡ στήλη τῆς παρθενίας.

χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.

χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.

χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα.

χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.

χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα,

Χαῖρε, καλὴ κουροτρόφε παρθένων.

χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

μνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν, Ἀλληλούϊα.

ὁ χορὸς

λληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον, τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα΄

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου,

χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,

χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα,

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,

χαῖρε, ὅτι τὸν πολύῤῥητον, ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,

χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον,

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,

χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας.

χαῖρε, ζωὴ μυστικῆς εὐωχίας,

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι’ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως, Ἀλληλούϊα.

ὁ χορὸς

λληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.

χαῖρε, Ἁγία Ἁγίων μείζων,

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι.

χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,

Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.

χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,

Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.

χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια.

χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσι.

Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,

χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (γ’), δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορὰς ἅπαντας΄ καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας, Ἀλληλούϊα.

ὁ χορὸς

λληλούϊα.

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε, καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα΄

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ χορὸς

Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ετα τ Κοντκιον δχορον συντόμως.

 χος πλ. δ’  Ατμελον

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,……

Καὶ εὐθὺς ὁ ἀναγνώστης: Τρισάγιον…

Τῇὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,……

Κριε λησον μ’

ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶἡμῶν ἐν τῇὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κριε λησον  γ’

Δξα Πατρὶ… Κα νν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

ὁ Ἱερες: Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς…

Κύριε ἐλέησον (γ‘) καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.

σπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῶν ἡδονῶν τοῦ βίου, ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον, ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ’ ἐμοὶ τῷἁμαρτωλῷ καὶἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν , καὶἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦἀγαθότητος καί, παριδών μου τὰἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὑτοῦἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοιἀεὶὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις των πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοβερᾷἡμέρᾳ τῆς Κρίσεως, τῆς αἰωνίου μεῥυομένη κολάσεως, καί τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦἡμῶν κληρονόμον μεἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.  ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦὕπνου τῆς ἁμαρτίας καὶἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν , σβέσον τὰ πεπυρωμένα βέλη του πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

περένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲἀνατίθημι, Μῆτερ του Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

ὁἹερες μσως τν πλυσιν

 Ετα ὁἹερες λγει (ποκρινομνων μν τ Κριε, λησον, συνεχς).

  • Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου…….

  Χορς ψλλει

χος γ’

Τὴν ὡραιότητα τῆς Παρθενίας σου, καὶ τὸὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, Ποῖον σοιἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δεὀνομάσω σε; ἀπορῶ καὶἐξίσταμαι. Διὸὡς προσετάγην βοῶ σοι, Χαῖρε, ἡ Κεχαριτωμένη.

15 ΑΠΡ16 ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ ΜΕΤΑ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: