Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ Δ΄ΝΗΣΤΕΙΩΝ (2016)

9 ΑΠΡΙΛΙΟΥ  2016

Σάββατον δ΄ τν νηστειν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

 

Καὶ ψλλομεν τετράκις ες χον β’ τ,

ὁ α’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

πολυτκιον χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρὶ…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμντες μεγαλνομεν.

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…   

Μετὰ τὴν Α’ Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

ὁ α’ χορὸς

Ἦχος γ

σοι φιλομάρτυρες, εὐφράνθητε καὶ νῦν, συμφώνως ἀναμέλποντες τὴν ὑμνῳδίαν τῷ Χριστῷ· ὡς γὰρ φωστῆρες ἐν Κόσμῳ, ἀνέτειλεν ἡμῖν τὴν ἐτήσιον μνήμην τῶν Ἀθλοφόρων αὐτοῦ, θαυμάτων χάριν ἐκπέμπουσαν, καὶ φωτίζουσαν τὸν νοῦν, καὶ τὰς ψυχὰς ἡμῶν.

   βχορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος. Ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ, σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

   αχορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 κλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

  βχορὸς

ΔόξαΝεκρώσιμον

Τὴν ὡραιότητα

τε τῷ λόγῳ σου παραστησόμεθα, τῷ ἀδεκάστῳ σου Βήματι Κύριε, μὴ κατακρίνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν Δικαίων σου, Χριστέ, οὓς προσελάβου κατάταξον, ὡς μόνος ὑπάρχων πολυέλεος.

  αχορὸς

Καὶ νῦνΘεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 (ὁ Ἄμωμος εἰς στάσεις δύο)

τὰ Εὐλογητάρια.

χος πλ. α’

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

νάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δξα Πατρί…  Τριαδικν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Κα νν…

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη. 

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ ῾Ιερεύς:Ελέησον ἡμᾶς, …

ὁ ῾Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, …..

Καθσματα χος πλ. α’

ὁ β’ χορὸς

νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Δξα Πατρί… 

Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Κα ννΘεοτοκον

ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΩΝ ΕΝΝΕΑ ΩΔΩΝ

  Κανὼν τοῦ Ἁγίου, οὗ Ἀκροστιχίς.

 

 

 

Τοὺς Εὐψυχίου εὐψύχως ᾄδω πόνους. Ποίημα Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς

  αχορὸς 

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

  βχορὸς 

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…….

  αχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Τοὺς ἄθλους εὐψύχως μάκαρ τοὺς σούς, Εὐψύχιε Μάρτυς, ἀναμέλπων σε δυσωπῶ, ἔχων παρρησίαν τήν ψυχήν μου, τῆς τῶν παθῶν τυραννίδος ἐξάρπασον.

 

  βχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

νοῦς σου τῇ νεύσει τῇ πρὸς Θεόν, ἀνένευσε πάντων, τῶν τοῦ βίου μάκαρ τερπνῶν, καὶ ὅλος ὡραῖος ἀπεφάνθη, κατὰ παθῶν βασιλεύσας Εὐψύχιε.

  αχορὸς 

Δξα Πατρί 

 φάνας ἱμάτιον σεαυτῷ, ἐξ ἔργων ἀρίστων, καὶ φοινίξας μαρτυρικῶς, ἐστόλισαι τούτῳ καὶ παρέστης, ὡραϊσμένος Κυρίῳ Εὐτύχιε.

βχορὸς

Κα ννΘεοτοκίον

Σαρκὸς ὁμοιώματι γεννηθείς, ἐκ σοῦ ὁ Δεσπότης, ἐκαινούργησε τὴν ἡμῶν, πεπαλαιωμένην Κόρη φύσιν, καὶ τοὺς θνητοὺς οὐρανίους εἰργάσατο.

ᾨδὴ γ Εἱρμὸς

  αχορὸς 

Σὺ εἶ ταὸ στερέωμα, ταῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ ταὸ φῶς, ταῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε ταὸ πνεῦμά μου».

  βχορὸς 

Σὺ εἶ ταὸ στερέωμα,…….

αχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

 μφρονα ὑπάρχοντα, καταμηνύουσιν ἄφρονες, σὲ δυσμενεῖ, Ἄρχοντι ἀφρόνως, δαιμονίοις λατρεύοντι.

  βχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

 ψει μαρτυρίου σοι, προσομιλήσαντι Ἄγγελος, ἐπιφανείς, σὲ παραθαρρύνει, ἀθλοφόρε Εὐψύχιε.

  αχορὸς 

Δξα Πατρί 

Ψάλλων τῷ Κυρίῳ σου, πάσης χαρᾶς ὄντως πέπλησαι, Μάρτυς σοφέ· ὅθεν καὶ εὐψύχως, τὸ μαρτύριον ἤνυσας.

βχορὸς

Κα ννΘεοτοκίον

μνον χαριστήριον, τῶν ἀθλητῶν χορὸς ᾄδει σοι, Κόρη σεμνή, σοῦ ταῖς ὁδηγίαις, νικηφόρος γενόμενος.

 ΚΑΤΑΒΑΣΙΑ

  αχορὸς 

 Εἱρμὸς 

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Συναπτ μικρ κα  κφνησις

τι σ ε Θες μν,…

ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, δι τς Θεοτκου συντρησον, Πολυλεε

Κάθισμα Ἦχος α’

ὁ β’ χορὸς 

Τὸν τάφον σου Σωτὴρ

Εὐψύχως τὸν καλόν, διανύσας ἀγῶνα, ἐνίκησας ἐχθρόν, τὸν πολέμιον Μάρτυς, βραβεῖον τὰ θαύματα, ἐκ Θεοῦ κομισάμενος· ὅθεν ἅπασα, ἡ τῶν Πιστῶν ἐκκλησία, μακαρίζει σε, ἐν τῇ παρούσῃ ἡμέρᾳ, συμφώνως Εὐψύχιε,

ὁ α’ χορὸς 

Δξα Πατρί…  Κα ννΘεοτοκίον

Συγχάρητε βροτοί, τῇ Μητρὶ τοῦ Κυρίου, αἰνέσατε αὐτήν, οὐρανῶν αἱ Δυνάμεις, δοξάσατε τὴν ἄχραντον, οἱ τῆς γῆς βασιλεύοντες, δεῦτε ἅπαντες, τῶν φιλεόρτων οἱ δῆμοι· Χαίροις εἴπωμεν, τῇ Θεοτόκῳ συμφώνως, πιστῶς εὐφραινόμενοι.

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς 

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

ὁ α’ χορὸς 

Εἰσακήκοα Κύριε,…..

 ὁ β’ χορὸς 

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Χαίρων Μάρτυς διένειμας, πάντα τὰ ὑπάρχοντα πενητεύουσι, μαρτυρίου ὄλβον ἄσυλον, καὶ χαρὰν ἀγήρω ἀντικτώμενος.

 ὁ α’ χορὸς 

Στίχ.  γιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

 ερῶς φωτιζόμενος, σκότος ἀνιέρων σὺ ἐστηλίτευσας, ἀναγκάζειν πειρωμένων σε, ὑπαχθῆναι πλάνῃ δεισιδαίμονι.

  βχορὸς 

Δξα Πατρί 

Οὐ λιμὸς οὐδὲ θάνατος, οὐδὲ τῆς παρούσης τρυφῆς ἀπόλαυσις, τῆς ἀγάπης σε τοῦ κτίσαντος, διαστῆσαι Μάρτυς ὑπερίσχυσαν.

αχορὸς

Κα ννΘεοτοκίον

 περτέρα δυνάμεων, τῶν ἐπουρανίων σὺ χρηματίσασα, σαρκικῶν παθῶν ὑπέρτερον, τὸν ἐμὸν

ὁ β’ χορὸς

……Παρθένε νοῦν ἀνάδειξον.

ᾨδὴ ε Εἱρμὸς

  αχορὸς 

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

   βχορὸς 

Φώτισον ἡμᾶς,…..

  αχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

 φερες σαρκός, τὰς αἰκίσεις καρτερώτατα, ἀναρτηθεὶς Μάρτυς Εὐψύχιε, παραπλησίως, τῷ Δεσπότῃ πάσης κτίσεως.

   βχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

 μνεις τὸν Χριστόν, τὰς πλευρὰς Μάρτυς ξεόμενος, καὶ τὴν δορὰν προσαφαιρούμενος, ἀνδρειοτάτης, διανοίας καρτερότητι.

    αχορὸς 

Δξα Πατρί 

Ψεύδους τὴν ἀχλύν, ἀληθείᾳ Μάρτυς ἔλυσας, ἐν τῇ σοφίᾳ τῇ τῶν λόγων σου, δείξας ἀσόφους, τοὺς τῇ πλάνῃ ῥητορεύοντας.

βχορὸς

Κα ννΘεοτοκίον

πὲρ τῶν εἰς σέ, τὰς ἐλπίδας πάντων Δέσποινα, κεκτημένων ἀπαύστως πρέσβευε, ὅπως μελλούσης..

  ὁ α’ χορὸς 

……. λυτρωθῶμεν κατακρίσεως.

ᾨδὴ ς’ Ὁ Εἱρμὸς

  ὁ β’ χορὸς 

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

    αχορὸς 

 Τὴν δέησιν ἐκχεῶ……..

βχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Χειμάζει μὲν τῶν βασάνων ὁ ὄγκος, οὐκ ἰσχύει δὲ βυθίσαι σε μάκαρ· τὸν γὰρ Χριστόν, καὶ Θεὸν κυβερνήτην, καὶ ἀρωγὸν ἐπιφέρεις ἰθύνοντα, λιμένα σε πρὸς γαληνόν, τῆς αὐτοῦ βασιλείας Εὐψύχιε.

  αχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

 ραῖόν σου τὸ ἀνάστημα Μάρτυς, τῆς ψυχῆς τοῖς ἐναντίοις δεικνύων, ὤφθης αὐτοῖς, φοβερὸς καταπλήττων, ὑπομονῇ τὴν ἐκείνων κακόνοιαν, καὶ εἴληφας παρὰ Χριστοῦ, τῶν ἀγώνων τῆς νίκης τὰ ἔπαθλα.

βχορὸς 

Στίχγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Συλῆσαι τὸν θησαυρὸν οἰόμενος, τῆς ψυχῆς σου ὑπελθὼν σε ἐντέχνως, ἐν δωρεαῖς, καὶ βασάνων ἰδέαις, ἀπεπειρᾶτο τὸ εὔτονον λύειν σου, ὁ τύραννος, ἀλλὰ στερρῶς, ὑπομείνας νενίκηκας Ἔνδοξε.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

νόρθωσον συμπτωθέντα με ὅλον, ὡς τοῖς πάθεσιν ἀνοίξαντα θύραν, καὶ ἐν τῇ σῇ, ἀγαθῇ μεσιτείᾳ πρὸς μετανοίας εἰσόδους εἰσάγαγε, καὶ σῶσόν με ἡ τοῦ παντός, τὸν Σωτῆρα τεκοῦσα καὶ Κύριον.

ᾨδὴ ς’ Ἦχος δ’

Ἐν πελάγει τοῦ βίου

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

περέβητε ὅρους, σαρκὸς Ἀθληταί, πολλῇ ὑπομονῇ, ὑπενεγκόντες τιμωρίας πόνους, διὸ ἅπαντα πόνον, καὶ θλίψιν κουφίζετε, τῶν ὑμᾶς ἀνυμνολογούντων.

 ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Μυριάσιν Ἀγγέλων, στρατὸς ἡνώθη, ἁγίων Ἀθλητῶν, καὶ ἱκετεύει τὸν πανάγιον Θεόν, ἐγκλημάτων μυρίων, ἡμᾶς ἐκλυτρώσασθαι, ὡς Χριστῷ εὐηρεστηκότες.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Νεκρωθεὶς καὶ ἐν τάφῳ, Χριστὲ ὑπνώσας, ἀνέστησας νεκρούς, καὶ τοῖς πίστει τεθνεῶσι νέμεις, ἀγαθότητος πλοῦτον, Χριστὲ τὴν ἀνάπαυσιν, μετὰ πάντων τῶν Ἁγίων.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Θεοῦ Θεὸς Λόγος, ζητῶν Θεῶσαι τὸν ἄνθρωπον Ἁγνή, ἐκ σοῦ σαρκοῦται, καὶ βροτὸς ὁρᾶται ὃν ἀπαύστως δυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν καιρῷ τῆς ἀπολογίας.

Ἕτερος τοῦ κυρίου Θεοδώρου

Εἱρμὸς ἄλλος

Τῶν πταισμάτων τῇ ζάλῃ

ὁ β’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Σαρκὸς καὶ αἵματος Ἅγιοι μὴ φεισάμενοι, πρὸς πᾶσαν βάσανον ἔστητε, ἀκατάπληκτοι, Χριστὸν μὴ ἐξαρνούμενοι, διὸ ἐκ τῶν οὐρανῶν κατέπεμψε Χριστός, τοὺς στεφάνους ἡμῖν.

 ὁ α’ χορός

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Τῇ τῶν Μαρτύρων πανηγύρει ὑπαντήσωμεν, λαμπροφοροῦντες ταῖς πράξεσι, καὶ βοήσωμεν ἐν θεοπνεύστοις ᾄσμασιν. Ὑμεῖς ἐστε ἀληθῶς ἑωσφόροι, ἐπὶ γῆς Χριστομάρτυρες.

ὁ β’ χορός

Δόξα…

Τριὰς ἁγία δοξάζω σε, φύσιν ἄναρχον, ἕνα Θεὸν ἕνα Κύριον, τρία πρόσωπα, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ἀγέννητον γεννητὸν ἐκπορευτόν, τὸν αὐτὸν καὶ ἀΐδιον.

ὁ α’ χορός

Καὶ νῦν … Θεοτοκίον

μακαρία Θεόνυμφε, πῶς γεγέννηκας ἄνευ ἀνδρός, καὶ μεμένηκας ὡς τὸ πρότερον; Θεὸν γὰρ ἀπεκύησας, τεράστιον φοβερόν, ἀλλ’ αἴτησαι σῴζεσθαι, τοὺς ὑμνοῦντάς σε.

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος, σὺν τῷ Προφήτῃ κραυγάζω σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, Κύριε, καὶ διάσωσόν με.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον – Ἦχος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.

 

Συναξάριον

Τῇ θ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐψυχίου τοῦ ἐν Καισαρείᾳ.

Στίχοι

  • Ἐκεῖ μετῆλθεν Εὐψύχιον τὸ ξίφος,

  • Οὗ Χριστὸς ἦλθε, Καισαρείας εἰς μέρη.

  • Φάσγανον ἀμφ’ ἐνάτην Εὐψυχίου ἔκταμε λαιμόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαδίμου τοῦ Ἀρχιμανδρίτου, καὶ τῶν ἑπτὰ μαθητῶν αὐτοῦ.

Στίχοι

  • Ἑπτὰς μαθητῶν συντέτμηται Βαδίμῳ,

  • Εἰς οὐρανοὺς δ’ ἔφθασεν, οὗ Θεὸς θρόνος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἐν τῇ αἰχμαλωσίᾳ τελειωθέντων ἐν Περσίδι.

Στίχοι

  • Εἰς πυρσολατρῶν γῆν ἐναθλεῖ Περσίδα

  • Ἡ χριστολατρῶν αὐχενότμητος φάλαγξ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Αὐδιησοῦς μαχαίρᾳ τελειοῦται.

Στίχοι

  • Ὢν αἰχμάλωτος Αὐδιησοῦς τὴν τύχην,

  • Ἠλευθέρωται, τὴν σφαγὴν διδοὺς λύτρον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μήν.

Καταβασία

ᾠδὴ η’ 

 ὁ β’ χορὸς 

χος δ’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον.

Ερμς

Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσαι καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, Ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’ Ὁ Εἱρμὸς

Καταβασία

ὁ α’ χορός

Ἦχος δ’

Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς Τεκούσης σε.

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΗΧΟΣ Γ’

ξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.(Δις)

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦχος γ’

ὁ α’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις

καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.

β’ χορός

Θεοτοκίον

Τῶν μαθητῶν ὁρώντων σε

μεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν, ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος   γ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι Ἀγγέλοις, καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον, παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

  ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο, οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως, αὐτὸν ὡμολόγησαν τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπερ τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Αἱ δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν Μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ς φωστῆρες ἐν Κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν τὸν Θεὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Δόξα… Νεκρώσιμον

νθρωποι τί μάτην ταραττόμεθα; ὁ δρόμος βραχύς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, καὶ ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος. Διὸ Χριστῷ τῷ ἀθανάτῳ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι, πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι ὑπὲρ ἀχρείων δούλων σου.

 

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… 

Ες τ πστιχα

Νεκρώσιμα Προσόμοια

τοῦ Θεοφάνους

ὁ α ’χορὸς

Ἦχος γ’

Τῷ τύπῳ τοῦ Σταυροῦ

Δοξάζω τὸν Σταυρόν σου τὸν τίμιον, δι’ οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοῖς ἐν πίστει καὶ πόθῳ σε ὑμνοῦσι, μόνε Πολυέλεε. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

   βχορὸς

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

  μόνος ἐλεήμων, καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον ἀγαθότητος πέλαγος, ὁ γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων, ἣν ἐδημιούργησας, σὲ ἱκετεύομεν Χριστὲ ὁ Θεός. Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

  αχορὸς

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. 

πνώσας ἐν τῷ τάφῳ ὡς ἄνθρωπος, δυνάμει ἀηττήτῳ σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν τάφῳ ὑμνοῦντας, ἀσιγήτως ὕμνον σοι προσφέροντας. Διὸ βοῶμέν σοι Χριστὲ ὁ Θεός· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

  βχορὸς

ΔόξαΚαὶ νῦνΘεοτοκίον

Λαμπάδα νοητὴν σε βαστάζουσαν, τὸ φέγγος τῆς Θεότητος, ὁμιλῆσαν παχύτητι τῆς ἀνθρώπων οὐσίας, Θεοτόκε πάντες ἐπιστάμεθα, τὸν σὸν δυσώπησον Υἱὸν καὶ Θεόν. Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

Προεστώς: γαθν τ ξομολογεσθαιΤρισάγιον

πολυτκιον

χος β

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

βχορὸς

Δξα Πατρί χος πλ. δ

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

αχορὸς

Κα ννΘεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμντες μεγαλνομεν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

ντφωνον γ

αχορὸς

Στχ. α Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

χος β

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

βχορὸς

Στίχ. β Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…

ΕΙΣΟΔΟΣ

αχορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

βχορὸς

ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

αχορὸς

πολυτκιον

χος β

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

Ἐκ τοῦ Βήματος

χος πλ. δ’

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ β’ χορὸς 

Τοῦ Ναοῦ 

ὁ α’ χορὸς

Κοντκιον  χος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς  ψυχάς  τῶν δοῦλων  σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

ὁ β’ χορὸς 

ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, δι τς Θεοτκου συντρησον, Πολυλεε.

Τρισάγιον

᾽Απόστολος

Προκείμενον . Ἦχος πλ. β΄

Αἱ ψυχαὶ αὐτῶν ἐν αγαθοῖς αὐλισθήσονται.

Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   6:9-12

δελφοί, πεπείσμεθα  περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδεί κνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

λληλοϊα (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον (ζ΄ 31 – 37)

Τῷ καιρῷ ἐκείνῳ, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.  καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.  καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,  καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· Ἐφφαθά, ὅ ἐστι διανοίχθητι. 35 καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.  καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον.  καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

ἦχος β’( Ἀρχαία Τάξις) 

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. λληλούϊα.

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ  χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

Με­τ τν πι­σθμ­βω­νον εχν

Τρισάγιον

καὶ ψάλλονται τά Τροπάρια·

 «Μετά πνευμάτων δικαίων…» κτλ., καί τελεῖται τό μνημόσυνον τῶν κεκοιμημένων …..

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρὶς)

9 ΑΠΡ16 ΣΑΒΒΑΤΟΝ Δ΄ ΝΗΣΤΕΙΩΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: