2 ΑΠΡΙΛΙΟΥ 2016
Σ ά ββατον γ΄ τ ῶ ν νηστει ῶ ν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Καὶ ψ ά λλομεν τετράκις ε ἰ ς ἦ χον β’ τ ό ,
ὁ α’ χορὸς
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Στ ί χ. Μ ακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Στ ί χ. Κ αὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἀ πολυτ ί κιον ἦ χος β’
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ… ἦ χος πλ. δ’
Μ νήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Μ ήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμ ῶ ντες μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετὰ τὴν Α’ Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
ὁ α’ χορὸς
Ἦχος β’
Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ’ αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.
ὁ β’ χορὸς
Στίχ . Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῳ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Ἀ θλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε· αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορὸς
Στίχ . Τ οῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δόξα… Νεκρώσιμον
Ἡ μνήμη τῶν κεκοιμημένων Κύριε, εἰς μνείαν τῶν προσδοκωμένων ἄγει με, καὶ καθορῶν μου τὴν καταδίκην, προσφέρω τὴν ἐκ βασάνων φωνήν· Ἐλεῆμον ἐλέησόν με.
ὁ α’ χορὸς
Καὶ νῦν … Θεοτοκίον
Μ ήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
(Μετὰ τὸν ῎Αμωμον)
τὰ Εὐλογητάρια.
Ἦ χος πλ. α’
ὁ β’ χορὸς
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
ὁ α’ χορὸς
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
ὁ β’ χορὸς
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ε ἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.
ὁ α’ χορὸς
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀ νάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί… Τριαδικ ὸ ν
Τ ὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν…
Χ αῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
ὁ β’ χορὸς
Ἀ λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Ἀ λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορὸς
Ἀ λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ ῾Ιερεύς: ᾽Ε λέησον ἡμᾶς, ὁ Θεός…….
ὁ ῾Ιερεύς : ῞Οτι Σύ εἶ ἡ ἀνάστασις……
Καθ ί σματα Ἦ χος πλ. α’
ὁ β’ χορὸς
Ἀ νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Τ ὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκ ί ον
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα
ΕΙΤΑ Η ΣΤΙΧΟΛΟΓΙΑ ΤΩΝ ΕΝΝΕΑ ΩΔΩΝ ΚΑΙ
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).
Ὁ τῶν μοναστῶν στῦλος ὑμνείσθω Τίτος.
Ποίημα Θεοφάνους.
ᾨδὴ α’ Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Ὑ γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὅ λον με τοῖς πάθεσι τῆς σαρκός, δεινῶς ἐμπαγέντα, καὶ φθαρέντα ταῖς ἡδοναῖς, θησαυρὸς ὑπάρχων ἀπαθείας, ταῖς σαῖς πρεσβείαις με Τίτε διάσωσον.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ῇ θείᾳ τοῦ Πνεύματος ἐκλογῇ, Θεῷ προσηνέχθης, ἐκ σπαργάνων τῶν μητρικῶν, καὶ τῆς ἀπειράνδρου Θεοτόκου, μύστης καὶ λάτρις ἐχρημάτισας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡ ς τῆς ἐγκρατείας τὸν γλυκασμόν, θηλάσας ἀπώσω, τὴν πικρίαν τὴν τῶν παθῶν· ὅθεν ὑπὲρ μέλι καὶ κηρίον, ἡδύνεις Πάτερ τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Ν έον ὡς τοῦ Παύλου σε φοιτητήν, Τίτον εὐφημοῦμεν· τῶν ἐκείνου γὰρ ζηλωτής, ἀγώνων ἐδείχθης θεομάκαρ, καὶ σὺν αὐτῷ τὸ στέφος εἴληφας.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκ ί ον
Λ όγον τὸν ἀμήτορα ἐκ Πατρός, ἀπάτορα τοῦτον, ἐπ’ ἐσχάτων θεανδρικῶς, ἐκύησας μόνη Θεομῆτορ, ὡς ὑπερτέρα πάσης κτίσεως.
ᾨδὴ γ’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Σ ὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μ ύρον ἁγιάσματος, ἐκ τῶν ἀσκητικῶν Ὅσιε, ἀρωμάτων, ὅλως συνετέθης, εἰς ὀσμὴν τοῦ Θεοῦ ἡμῶν.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅ πλον τὴν ἐγκράτειαν, καὶ θυρεὸν εὐχὴν Ὅσιε, ἔχων ἀεί, τὰς ἀρχὰς τοῦ σκότους, θριαμβεύσας κατῄσχυνας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ν όμον τὸν τοῦ Πνεύματος, ἀντιτιθεὶς σοφῶς ἔσβεσας, τὸν τῆς σαρκός, νόμον καὶ νομίμως, τῷ Κυρίῳ δεδούλευκας.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Ἄ πασαν τὴν ἔφεσιν, καὶ τὴν διάνοιαν Ὅσιε, πρὸς τὸν Χριστοῦ, πόθον προσερείσας, τῶν γηΐνων ἠλόγησας.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκ ί ον
Ἵ λεων γενέσθαι μοι, ἐκδυσωπῶ ἀεὶ Δέσποινα, ταῖς σαῖς εὐχαῖς, τὸν ἐκ σοῦ τεχθέντα, ἐν ἡμέρᾳ τῆς κρίσεως.
ὁ α’ χορὸς
Καταβασία
Σ ὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν,…
Ὡ ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε
Κάθισμα Ἦχος δ’
ὁ α’ χορὸς
Τ αχὺ προκατάλαβε Δακρύων τοῖς ῥεύμασι, καθάπερ δένδρον σοφέ, ἀεί πιαινόμενος, δικαιοσύνης καρπούς, πλουσίως ἐξήνθησας· ὅθεν σε συνελθόντες, ἐπαξίως τιμῶμεν, Τίτε θαυματοφόρε, ἀσκητῶν ὡραιότης, ἀλλὰ ταῖς ἱκεσίαις ταῖς σαῖς, πάντας περίσῳζε.
ὁ β’ χορὸς
Δόξα… Ἐπεφάνης σήμερον
Τ ὸν τοῦ βίου τάραχον, ἐγκαταλείψας, καὶ ἡσύχως ἅπαντα, ζήσας τὸν βίον σου σοφέ, πρὸς τὸν Θεὸν μεταβέβηκας, θαυματοφόρε Πατὴρ ἡμῶν ὅσιε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον ὅμοιον
Ἐ ν τῇ σκέπῃ ἄχραντε, τῇ σῇ Παρθένε, προσφυγόντες ἅπαντες, δεόμεθά σου ἐκτενῶς, Μὴ διαλίπῃς πρεσβεύουσα, τῷ φιλανθρώπῳ σωθῆναι τοὺς δούλους σου.
ᾨδὴ δ’ Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Ε ἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Σ ηπεδόνα Μακάριε, τὴν τῆς ἁμαρτίας πᾶσαν διέπτυσας, καὶ τῷ βέλει τῆς ἀσκήσεως, τῶν δαιμόνων σμῆνος ἐτραυμάτισας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τ ῆς ἁγνείας τῷ ἔρωτι, τὴν ψυχὴν τρωθεὶς θερμῶς ἠκολούθησας, τῷ Χριστῷ, καὶ εἰσελήλυθας, εἰς νυμφῶνα δόξης Παμμακάριστε.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὡ ς λειμὼν εὐωδέστατος, καὶ τῶν ἀρετῶν παράδεισος ἔμψυχος, τὴν ἐγκράτειαν ἐξήνθησας, δι’ ἧς πάντας τρέφεις τοὺς τιμῶντάς σε.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί…
Ν ομοθέτην ἀσκήσεως, καὶ τῆς ἀπλανοῦς εἰκόνα πραότητος, ὡς Μωσῆν σε καὶ Δαυῒδ ἀληθῶς, κεκτημένοι πάντες μακαρίζομεν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Χ ερουβὶμ ὑπερτέραν σε, καὶ τῶν Σεραφὶμ ὑμνοῦμεν Πανάμωμε· ὃν γὰρ τρέμουσι τὰ σύμπαντα, ἐν σαρκὶ ἐβάστασας…
ὁ β’ χορὸς
….. τ αῖς ἀγκάλαις σου.
ᾨδὴ ε’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Ἴ να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
ὁ β’ χορὸς
Ἴ να τὶ με ἀπώσω,…..
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Σ βέσας πάντα τὰ πάθη, δρόσῳ τῶν ἀγώνων σου Τίτε μακάριε, καὶ τὸ πῦρ ἀνάψας, δαψιλῶς τῆς ἀγάπης καὶ πίστεως, ἐγκρατείας λύχνος, καὶ φωτισμὸς τῆς ἀπαθείας, καὶ ἡμέρας υἱὸς ἐχρημάτισας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τ ὸν τῆς πίστεως βότρυν, θείᾳ γεωργίᾳ σου Πάτερ, ἐξέθρεψας, καὶ ληνοῖς ἀπέθου, καὶ ἐξέθλιψας πόνοις ἀσκήσεως, καὶ κρατῆρα πλήσας, πνευματικόν τῆς ἐγκρατείας, κατευφραίνεις καρδίας τῆς ποίμνης σου.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Ὑ πομεὶνας γενναίως, προσβολὰς καὶ στίγματα δαιμόνων Ὅσιε, ἀνεδείχθης στῦλος, καρτερίας στηρίζων τὴν ποίμνην σου, βακτηρίᾳ θείᾳ, ἐπὶ νομὰς τῆς ἐγκρατείας, καὶ ἐφ’ ὕδωρ ἐκτρέφων μακάριε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὡ ς λιμένα σε πάντες, τεῖχος καὶ ὀχύρωμα καὶ σκέπην Ἄχραντε, καὶ πρὸς βασιλείαν, ἀκαταίσχυντον εἴσοδον ἔχοντες, τῆς ἡμῶν ἐλπίδος, μὴ ἐκπεσεῖν ἐκδυσωποῦμεν, μητρικαῖς σου
ὁ α’ χορὸς
……π ρεσβείαις πανάμωμε.
ᾨδὴ ς ‘ Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Ἱ λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Λ ύσας παθῶν τὴν ἀχλύν, καὶ τὴν ζοφώδη σκοτόμαιναν, ἡμέραν ἀνατολῆς, καὶ φῶς ἐν ταῖς τρίβοις σου, ἀνέτειλας Ὅσιε, ἐκ πολλῶν ἀγώνων, καὶ κινδύνων τῶν τῆς πίστεως.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὅ λως ἐξέστης Θεῷ, τῷ ἔρωτι τῆς ἀσκήσεως, καὶ κόσμον καταλιπών, καὶ τὰ κοσμοκράτορος, ἐδράξω θεόληπτε, τῆς ὑπερκοσμίου, βασιλείας τὴν ἀπόλαυσιν.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Σ υνέλεξας ἐν ψυχῇ, τὸν θεῖον πλοῦτον τῆς χάριτος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, δι’ ὧν ἐγνωρίσθης, οἶκος ὄντως τοῦ Θεοῦ ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὕ λης τῆς κάτω σοφέ, παρέδραμες τὴν εὐτέλειαν, ἀΰλῳ δὲ προσευχῇ, τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, κληρονόμος ὤφθης, διὰ βίου τελειότητος.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σ υνείληφας ἀληθῶς, Θεοῦ τὸν Λόγον ἐν μήτρᾳ σου, καὶ τοῦτον ὑπερφυῶς, Πανάμωμε τέτοκας, ὃν λιταῖς ἱλέωσαι, τῶν κινδύνων πάντας, ἐκλυτρώσασθαι τοὺς δούλους σου.
Τετραώδιον
ᾠδὴ ς’ Ἦχος δ’
Ἦλθον εἰς τὰ βάθη
ὁ β’ χορός
Στίχ. Δ όξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Α ἱμάτων ἠρδεύσατε σταγόσι, τῶν εὐσεβῶν καρδίας δυσσεβούντων δὲ τὰς παρατάξεις, περιφανῶς ἐν αὐταῖς ἐπνίξατε, Ἀθλοφόροι ἀξιάγαστοι.
ὁ α’ χορός
Στίχ. Δ όξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δ οξάσαντες μέλεσιν οἰκείοις, τὸν τοῦ παντὸς Δεσπότην, νῦν δοξάζεσθε ἀδιαλείπτως, δόξα πιστῶν, Ἀθληταὶ ὑπάρχοντες καὶ μεγάλοι ἀντιλήπτορες.
ὁ β’ χορός
Στίχ. Δ όξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐ ν λάκκῳ ἐτέθης κατωτάτω, τοὶς οὖν πιστῶς θανοῦσι τὴν ἀνάπαυσιν Λόγε, παράσχου, τῶν ἱερῶν Ἀθλητῶν δεήσεσι, καὶ πταισμάτων ἀπολύτρωσιν.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἵ να σε φωναῖς διαπρυσίοις, ἀνευφημῶμεν Κόρη, τὰς φωνὰς ἡμῶν ταύτας προσδέχου, καὶ ἱλασμὸν ὀφλημάτων λήψεσθαι, τὸν Υἱόν σου καθικέτευε.
Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. δ’
Συνεχόμενον δέξαι με
ὁ β’ χορός
Στίχ. Δ όξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ν ῦν Μαρτύρων πανήγυρις, συνδράμωμεν καὶ τὰ ἆθλα αὐτῶν, τὰ πανσέβαστα μακαριοῦντες, Χριστὸν τὸν τούτους στέψαντα ὑμνήσωμεν.
ὁ β’ χορός
Στίχ. Δ όξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἐ ν τῇ θείᾳ πυρούμενοι ἀγάπῃ Χριστοῦ, ἐπ’ ἀνθράκων πυρὸς διαβαίνετε, ὡς ἐπὶ δρόσου, αὐτὸν ὑμνοῦντες Μάρτυρες μακάριοι.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Σ ὲ Τριὰς ὑπεράρχιε, καὶ θεία Μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἐ κ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἱεσσαὶ προπάτορ ἀνασκίρτησον, ὁ σῴζων Κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.
Καταβασία
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Σ υνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον – Ἦχος πλ. δ’
Μ ετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Ὁ Οἶκος
Α ὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα .
Συναξάριον
Τ ῇ Β ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Τίτου.
Στίχοι
Τὶ τοῦτο, Τίτε; καὶ σὺ λείπεις ἐκ βίου;
Λείπω μεταστάς, δόξαν οὕτω Κυρίῳ.
Δευτερίῃ Τίτοιο ἀπὸ ψυχὴν Νόες ἦραν.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Ἀμφιανοῦ καὶ Αἰδεσίου.
Στίχοι
Σῷ συμβυθισθεὶς Ἀμφιανὲ συγγόνῳ,
Ὕδωρ θαλάσσης ἀμφιέννυμαι, λέγε.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Θεοδώρας.
Στίχοι
Σεμνή, καλή τε ἡ Θεοδώρα οὖσα,
Δῶρον προσήχθη εὐάρεστον Κυρίῳ.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυκάρπου.
Στίχοι
Ὡς κλῆμα τμηθεὶς Πολύκαρπος Κυρίου,
Τὸν καρπὸν οὕτω πλείονα Χριστῷ φέρει.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Καταβασία
ὁ β’ χορὸς
ᾠδὴ η’ Ὁ Εἱρμὸς
ἦχος πλ.δ’
Στ ί χ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ο ἱ θεοῤῥήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον. Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)
ὁ α’ χορός
Στ ί χ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στ ί χ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠ δ ὴ θ’
Ὁ Εἱρμὸς
Ἦχος πλ.δ ’
Μεγαλύνομέν σε, τὴν Μητέρα τοῦ φωτός, καὶ δοξάζομέν σε, Θεοτόκε Παρθένε, ὡς τεκοῦσαν Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορός
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἦχος β’
Τ ὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος γ’
ὁ α’ χορός
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.
ὁ β’ χορός
Θεοτοκίον
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος .β’
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ Μαρτυρικὰ
Ὑ πὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ Κόσμον ὅλον δορυφορεῖται ὑμῶν τὰ λείψανα, Ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τ ὸν Σταυρὸν τοῦ Χριστοῦ λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ Διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τ ῶν Ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ· Ἐλέησον ἡμᾶς, ὡς φιλάνθρωπος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Π ᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε· διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.
ὁ α’ χορός
Δόξα… Νεκρώσιμον
τοῦ Δαμασκηνοῦ
Ἦχος β’
Ἐ κ γῆς πλαστουργήσας με, εἰς γῆν πάλιν πορεύεσθαι, τῇ παραβάσει με κατέκρινας, ἔστησας ἡμέραν ἐτάσεως, ἐν ᾗ τὰ κρυπτὰ τῆς ἑκάστου πράξεως, φανερὰ παρίστανται ἐνώπιόν σου, τότε φεῖσαί μου ἀναμάρτητε, καὶ τῶν ἐσφαλμένων μοι συγχώρησιν διδούς, τῆς Βασιλείας σου μὴ χωρίσῃς με.
ὁ β’ χορός
Καὶ νῦν … Θεοτοκίον
Χ αῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης, Ἅγιος ὁ Ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
Ὁ προεστὼς:
Σ οὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δ όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… Ε ἰ ς τ ὰ Ἀ π ό στιχα
Νεκρώσιμα Προσόμοια
τοῦ Θεοφάνους
Ἦχος β’
Ὅτε ἐκ τοῦ ξύλου σε
ὁ α’χορὸς
Ῥ ύμην, τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα· πᾶσι δὲ ἐπήγασας ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, θνητοῖς ἐδωρήσω· ὅθεν σου δεόμεθα, Σῶτερ ἀνάπαυσον, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀκηράτου σου δόξης, τούτους καταξίωσον φιλάνθρωπε.
ὁ β’ χορὸς
Στίχ . Μ ακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ἵ να, τοὺς ἀνθρώπους κοινωνοὺς θείας Βασιλείας ἐργάσῃ, σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ, μετόχους ἀνάδειξον τῆς Βασιλείας σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀϊδίου σου δόξης, καὶ μακαριότητος ἀξίωσον.
ὁ α ’ χορὸς
Στίχ . Κ αὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Σ ῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως, βαθὺ μυστήριον, χαίρων ἐξετέλεσας, ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα Κόσμον, Αἵματι τιμίῳ σου· διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον Φιλάνθρωπε.
ὁ β ’ χορὸς
Δόξα…
Τ ρόμῳ τῷ φρικτῷ καὶ φοβερῷ, βήματι τῷ σῷ παρεστῶτες, οἱ ἀπ’ αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι, τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται, δικαιοκρισίαν, τότε φεῖσαι Δέσποτα, Σῶτερ τῶν δούλων σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀϊδίου τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον.
ὁ α ’ χορὸς
Καὶ νῦν … Θεοτοκίον
Ε ὔας τῆς προμήτορος Ἁγνή, σὺ τὴν ὀφειλὴν συλλαβοῦσα, Θεὸν ἀπῄτησας, τὸν τὴν ἀφθαρσίαν τε, καὶ τὴν ἀνάστασιν, τοῖς πιστοῖς χαριζόμενον, καὶ τῇ ἀθανάτῳ, δόξῃ στεφανώσαντα, τοὺς σὲ δοξάζοντας, ὃν νῦν δυσωποῦσα μὴ παύσῃ, τούτους ἐν φωτὶ κατατάξαι, τῆς αὐτοῦ λαμπρότητος Θεόνυμφε.
ὁ Προεστώς : Ἀ γαθ ὸ ν τ ὸ ἐ ξομολογε ῖ σθαι …. Τρισάγιον ….
Ἀ πολυτ ί κιον
ὁ α ’ χορὸς
ἦ χος β ‘
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β ’ χορὸς
Δ ό ξα πατρὶ … ἦ χος πλ . δ ‘
Μ νήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α ’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκ ί ον
Μ ήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἦχος β´ .
Στίχ . α ‘ . Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’ . Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’ . Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
ὁ β’ χορός
Ἦχος πλ. α’
Στίχ. α’ , Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ . β ‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β’ χορός
Στίχ . γ ‘ , Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α’ χορός
Στίχ. δ ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β ’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶ νῦν …
ὁ β ’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς .
Ἀ ντ ί φωνον γ ‘
ὁ α ’ χορὸς
Στ ί χ . α ‘ Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β ’ χορὸς
Στίχ . Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…
ΕΙΣΟΔΟΣ
ὁ α ’ χορὸς
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
ὁ β ’ χορὸς
…ψ άλλοντάς σοι Ἀλληλούϊα.
ὁ α ’ χορὸς
Ἀ πολυτ ί κιον
ἦ χος β ‘
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἐκ τοῦ Βήματος
Ἦ χος πλ. δ’
Μ νήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ β’ χορὸς
Τοῦ Ναοῦ
ὁ α’ χορὸς
Κοντ ά κιον Ἦ χος πλ. δ’
Με τὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δοῦλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
ὁ β’ χορὸς
Κοντ ά κιον Ἦ χος πλ. δ’
Ὡ ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε.
Τρισάγιον
᾽Απόστολος
Προκείμενον Ἦ χος πλ. β’
Ε ὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.
Στ ί χ. Μ ακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Ι’, 32-38)
Ἀ δελφοί, ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες΄ καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσητε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐ κ π ί στεως ζ ή σεται.
Ἀ λληλο ύ ϊα (γ΄)
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μάρκον. (Β’ 14-17 ).
Τ ῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδε Λευΐν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον͵ καὶ λέγει αὐτῷ΄ Ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ͵ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς Μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. Καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων͵ καὶ ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ΄Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει; Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς΄ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ΄ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς εἰς μετάνοιαν.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
ἦχος β’( Ἀρχαία Τάξις)
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Κοινωνικόν
ὁ β’ χορός
Μ ακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀ λληλούϊα.
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν
Τρισάγιον
καὶ ψάλλονται τά Τροπάρια·
«Μ ετά πνευμάτων δικαίων…» κτλ.,
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς).
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.