Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ Β΄ΝΗΣΤΕΙΩΝ(ΣΥΝΑΞΙΣ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ) (2016)

26 ΜΑΡΤΙΟΥ  2016

Σάββατον τς Β’ βδομάδος τν Νηστειν.

σναξις το ρχιστρατγου Γαβριλ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἦχος δ.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

ὁ β’ χορός

Σήμερον τῆς σωτηρίας… 

ὁ α’ χορός

Σήμερον τῆς σωτηρίας …..

Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

ΚΑΘΙΣΜΑΤΑ

ὁ α’ χορός

Ἦχος α. Τὸν τάφον σου Σωτὴρ

μέγας Στρατηγός, τῶν ἀΰλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε, λέγων σοι, Εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

μέγας Στρατηγός,…


Μετὰ τὴν β
Στιχολογίαν.

 ὁ α’ χορός

Ἦχος γ. Τὴν ὡραιότητα

Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρε σοι φωνεῖ Ἀρχάγγελος, εὐλογημένη σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε, Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα, ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος, Διὸ καὶ κατὰ πάντα βοῶμέν σοι, Χαῖρε ἡ Κεχαριτωμένη.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Σήμερον ἅπασα κτίσις…

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

Εθ’ οτως ὁ

Κανὼν τς ορτς

ο κροστιχς, κατὰ Ἀλφάβητον.

Ποίημα Ἰωάννου Μοναχοῦ

ὁ α’ χορός

ᾠδὴ α  .Ἦχος δ . Ὁ Εἱρμὸς

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.

ὁ β’ χορός

νοίξω τὸ στόμα μου…

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

δέτω σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαυΐδ ὁ Προπάτωρ σου, Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου, χαρὰν γὰρ μηνύει σοι, τὴν ἀνεκλάλητον.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

Βοῶ σοι γηθόμενος, κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοι, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον, εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τις Πάναγνε.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

Γνωσθήτω μοι Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται ὃ εἴρηκας; λέγει σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

Δολίως με φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε, καὶ χαίρω θεώμενος, τὴν σὴν ἀσφάλειαν, θάρσει Δέσποινα, Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα.

  Κανὼν τοῦ Ἀρχαγγέλου, οὗ ἀκροστιχίς.

Ὡς παμμέγιστον τὸν Γαβριὴλ αἰνέσω. Ἰωσήφ.

ᾨδὴ αἮχος δ

Ἀνοίξω τὸ στόμα μου

  αχορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.,

ς φῶς χρηματίζοντα, ταὶς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀΰλοις μεθέξεσι, θεῖον καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν μου, φώτισον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.

  βχορός

 Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στησώμεθα σήμερον, χοροὺς ἐνθέους γηθόμενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωμάτων Νοῶν, τὸν τὴν ἄρρητον, χαρὰν μεμηνυκότα, ἐν κόσμῳ φοιτήσασαν δι’ ἀγαθότητα.

 ὁ α’ χορός

Δόξα Πατρὶ…

Προστάτην σε μέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγμα, Γαβριὴλ ἔχοντες, οἱ ποθοῦντές σε, ῥυόμεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως ἀνευφημοῦντές σε.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

γνὴν σε πανάμωμον, ὁ Γαβριὴλ ὡς ἑώρακε, τὸ Χαῖρέ σοι Δέσποινα, λαμπρῶς ἐβόησεν, ἀπειρόγαμε, βροτῶν ἡ σωτηρία, Ἀγγέλων τὸ καύχημα, καὶ σεμνολόγημα.

ὁ α’ χορός

ᾠδὴ γ Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Συλλήψει σου, στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,…

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

ξέλιπεν Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ’ ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, σὺ δὲ πῶς τοῦτον τέξομαι, Παρθένος οὖσα, σαφήνισον.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ζητεῖς παρ’ ἐμοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς σῆς, ἀλλ’ οὗτος ἀνερμήνευτος, τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, δημιουργῷ δυνάμει σοι, ἐπισκιάσαν ἐργάσεται.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

ἐμὴ Προμήτωρ δεξαμένη, τὴν γνώμην τοῦ ὄφεως Τρυφῆς, τῆς θείας ἐξωστράκισται, διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασμὸν τὸν ξένον σου, εὐλαβουμένη τὸν ὄλισθον.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θεοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν μηνύσων σοι βουλήν, τὶ με φοβῇ Πανάμωμε, τὸν μᾶλλόν σε φοβούμενον, τὶ εὐλαβῇ με Δέσποινα, τὸν σὲ σεπτῶς εὐλαβούμενον;

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους

ὁ α’ χορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.,

Μεθέξει φωτὸς ἀϋλοτάτου, ὡς ἄϋλος ὄντως Γαβριήλ, ἀΰλως φωτιζόμενος, φῶς καθωράθης δεύτερον, τοὺς ὑλικοὺς ἑκάστοτε, βροτοὺς φωτίζων ὑμνοῦντάς σε.

  βχορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.,

Μεγίστης εὐκλείας ἠξιώθης, τὸ μέγα μυστήριον ἡμῖν, ἀνακαλύψας μέγιστε, Ἀγγέλων δι’ οὗ ἤρθημεν, οἱ ἀπὸ γῆς πρὸς μέγιστον, ὕψος μεγάλως τιμῶντές σε.

  ὁ α’ χορός

Δόξα Πατρὶ…

πίφανον πᾶσιν οὐρανόθεν, τοῖς πόθῳ ζητοῦσί σε ἀεί, καὶ παῦσον τὸ κλυδώνιον, καθ’ ἡμῶν κινούμενον, τῶν πειρασμῶν καὶ θλίψεων, ὦ Γαβριὴλ Ἀρχιστράτηγε.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Γνωρίζων τὸ πάλαι κεκρυμμένον, Μυστήριον Κόρη σοι ποτέ, ὁ Γαβριὴλ ἐκραύγαζε· Χαῖρε Θεοῦ παλάτιον, ἐν ᾧ οἰκήσας ἅπαντας, βροτοὺς θεώσει ὡς εὔσπλαγχνος.

 

Συναπτ μικρ κα  κφνησις

 Ὅτι σ ε Θες μν,… 

ὁ β’ χορός

Κάθισμα Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

μέγας Γαβριήλ, Ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύμενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει, τὸ θεῖον μελῴδημα, τῇ Τριάδι γηθόμενος. Τοῦτον ἅπαντες, μεγαλοφώνως ἐν πίστει, ἀνυμνήσωμεν, καὶ καθαρᾷ διανοίᾳ, αἰσίως δοξάσωμεν.

   αχορός

Δόξα ΠατρὶΚαὶ νῦνἮχος δ’

ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Των ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν φρικτὸν ὄντως, σοὶ Γαβριὴλ πεπίστευται Μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη· χρεωστικῶς σὲ ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.

δ δ 

Ὁ Εἱρμὸς

βχορός

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας΄ Δόξα Χριστὲ τῇ δυνάμει σου.

αχορός

καθήμενος ἐν δόξῃ…

βχορός

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς .

εράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δε τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται;

αχορός

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς

 Κατεμήνυσεν ἡ βάτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόῤῥητον, μετὰ τόκον γάρ, μενεῖς Ἁγνή, ἀειπάρθενος.

βχορός

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς

Λαμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενούσης τῆς ἁγνείας μου; Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον.

αχορός

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς

Μετὰ δέους σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταμαι, μετὰ φόβου Κόρη, νῦν κατανοεῖν εὐλαβοῦμαί σε, ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος, ὁ τοῦ Πατρός ὡς ηὐδόκησε.

ᾨδὴ δ

Τὴν ἀνεξιχνίαστον

  βχορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.,

 στασο μεθέξεσι θεαρχικαῖς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουμένων ἐν πνεύματι.

αχορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.,

Στόμασι πηλίνοις σε χαρμονικῶς, πύρινον τῇ φσει ὑπάρχοντα, ἀνευφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ μεσιτείαις σου.

 ὁ β’ χορός

Δόξα Πατρὶ…

Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξῃ ἀπορρήτῳ ἀστράπτουσαν, ἠμφιεσμένος, Στρατηγὲ τῶν Λειτουργῶν, τῷ Βασιλεῖ παρίστασαι, τῷ ἐπουρανίῳ γηθόμενος.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

λην σε τῷ Πνεύματι ὁ Γαβριήλ, περιηγνισμένην Πανάμωμε, κατανοήσας, ἐκβοᾷ σοι ἐμφανῶς· Χαῖρε ἀρᾶς ἡ λύτρωσις,….

ὁ β’ χορός

…. καὶ τῶν Προπατόρων ἀνάκλησις.

δ ε’ 

Ερμς

ὁ α’ χορός

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ξέστη τὰ σύμπαντα,…

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Νοεῖν σου οὐ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν, θαύματα γὰρ γέγονε πολλάκις, θείᾳ δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ξενίζῃ Πανάμωμε, καὶ ξένον γὰρ τὸ θαῦμά σου, μόνη γὰρ τὸν πάντων Βασιλέα, δέξῃ ἐν μήτρᾳ σαρκωθησόμενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα, καὶ τοῦ Νόμου τὰ σύμβολα.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, μήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῶ Πνεύματι;

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Πρὸς τὸν σὸν Προπάτορα, Δαυΐδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, μόνην ἐξελέξατο, λογικὸν ἐνδιαίτημα.

ᾨδὴ ε’

Ἐξέστη τὰ σύμπαντα

ὁ α’ χορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.,

Νοὸς κατὰ μέθεξιν, τοῦ πρώτου φωτιζόμενος, δεύτερον ὡράθης φῶς κραυγάζων, σὺν ταῖς ἀπείροις Ἀγγέλων τάξεσιν· Ἅγιος ὁ Θεὸς ὁ παντουργός, Υἱὸς ὁ συνάναρχος, καὶ τὸ Πνεῦμα τὸ σύνθρονον.

ὁ β’ χορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.,

Τὸ εἶδός σου πύρινον, τὸ κάλλος ὑπερθαύμαστον, ἅπασαν διάνοιαν ἐκπλῆττον, μέγα τὸ κλέος Γαβριὴλ μέγιστε, θείων Ἀσωμάτων ἀρχηγέ, πάντων ἐγκαλλώπισμα, τῶν πιστῶς ἀνυμνούντων σε.

ὁ α’ χορός

Δόξα Πατρὶ…

θεῖος ὡς εἶδὲ σε, καιρῷ τοῦ θυμιάματος, πάλαι συνεστῶτα Ζαχαρίας, μένει κωφεύων· οὐ γὰρ ἐπίστευσε, σοῦ τῇ ἀγγελία τῇ φρικτῇ, ἣν περ ἐξεφώνησας, Γαβριήλ Ἀρχιστράτηγε.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ναὸς ἁγιάσματος, ὑπάρχουσα Πανάμωμε, φωνῇ Γαβριὴλ τοῦ Ἀρχαγγέλου, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, τέτοκας πανάγιον Θεόν, πάντας ἁγιάζοντα, …

ὁ α’ χορός

…..καὶ δεινῶν ἐξαιρούμενον.

δ ς’ 

Ὁ Εἱρμὸς

ὁ β’ χορός

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος΄ Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

ὁ α’ χορός

βόησε, προτυπῶν…

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

ημάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρμόσυνον, δεξαμένη, εὐφροσύνης ἐνθέου πεπλήρωμαι, χαρὰν γὰρ μηνύεις, καὶ χαρὰν καταγγέλλεις τὴν ἄληκτον.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

Σοὶ δέδοται, ἡ χαρὰ Θεομῆτορ ἡ ἔνθεος, σοὶ τὸ Χαῖρε, πᾶσα κτίσις κραυγάζει Θεόνυμφε, σὺ γὰρ μόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

Τῆς Εὔας νῦν, δι ἐμοῦ καταργείσθω κατάκριμα, ἀποδότω, δι’ ἐμοῦ τὸ ὀφείλημα σήμερον, δι’ ἐμοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς

πέσχετο, ὁ Θεός, Ἀβραὰμ τῷ προπάτορι, εὐλογεῖσθαι, ἐν τῷ σπέρματι τούτου τὰ Ἔθνη Ἁγνή, διὰ σοῦ δὲ πέρας, πσχεσις δχεται σμερον.

 

ᾨδὴ ς’

Τὴν θείαν ταύτην

ὁ β’ χορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Γεώδεις γλῶσσαι γεραίρειν σε, τὸν νοῦν τὸν φωταυγῆ καὶ οὐράνιον, οὐκ ἐξισχύουσι, περιφανῶς λαμπρυνόμενον, ταῖς ὑπὲρ νοῦν καὶ λόγον, θείαις λαμπρότησιν.

ὁ β’ χορός

Στιχ. ρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

κτὶς Ἡλίου πολύφωτε, πυρίνων Λειτουργῶν Ἀρχιστράτηγε, ταῖς σελασφόροις σου, πρὸς τὸν Δεσπότην δεήσεσι, τοὺς ὑμνητάς σου σκότους, παθῶν ἐξάρπασον.

 ὁ β’ χορός

Δόξα Πατρὶ…

Βουλὰς ἐθνῶν διασκέδασον, τὴν Πίστιν τὴν ὀρθόδοξον κράτυνον, παῦσον τὰ σχίσματα, τῆς Ἐκκλησίας, Ἀρχάγγελε, ταῖς πρὸς τὸν Κτίστην πάντων, σοῦ παρακλήσεσι.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

ημάτων θείων ὑπήκοος, Ἁγνὴ τοῦ Γαβριὴλ ἐχρημάτισας, καὶ τὸν προάναρχον, Λόγον σαρκὶ

ἀπεκύησας, τῆς ἀλογίας κόσμον ἀπολυτρούμενον.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον 
  Ἦχος πλ. δ

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.

Ὁ Οἶκος

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

  • Χαῖρε, δι’ ἦς ἡ χαρὰ ἐκλάμψει,

  • χαῖρε, δι’ ἦς ἡ ἀρὰ ἐκλείψει.

  • Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις,

  • χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

  • Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς,

  • χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς.

  • Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

  • χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

  • Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

  • χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

  • Χαῖρε, δι’ ἦς νεουργεῖται ἡ κτίσις,

  • χαῖρε, δι’ ἦς βρεφουργεῖται Κτίστης.

  • Χαῖρε, Νύμφη ἀνύμφευτε.

Συναξάριον

ΤΚΣΤ’ τοῦ αὐτοῦ μηνός, τὴν Σύναξιν ἐπιτελοῦμεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδομένην, ὡς τῷ θείῳ καὶ ὑπερφυεῖ Μυστηρίῳ καὶ ἀπορρήτῳ καθυπουργήσαντος.

Στίχοι

  • Τὸν σὴν ἀπαγγείλαντα σάρκωσιν Νόα,

  • Τιμῇ πρεπούσῃ πᾶσα σάρξ τιμᾷ, Λόγε.

  • Εἰκάδι ἀμ’ ὕμνους Γαβριὴλ κτίσιν ἕκτῃ ἐγείρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων κς´, Μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάντων· ἐξ ὧν εἰσι Πρεσβύτεροι δύο· Βαθούσις καὶ Οὐΐρκας, μετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἀρπύλας μονάζων, λαϊκοὶ δέ, Ἀβήπας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἠσκόος, Σύλλας, Σίγητζας, Σουηρίλλας, Σεΐμβλας, Θέρμας, Φίλγας· καὶ ἐκ τῶν γυναικῶν Ἄννα, Ἀλλάς, Βάρις, Μωϊκώ, Μαμύκα, Οὐϊρκώ, καὶ Ἀνιμάϊς.

Στίχοι

  • Τόσην πυρὶ φλέγουσι πληθὺν Μαρτύρων,

  • Ὄσας ἄγει Μὴν σήμερον τὰς ἡμέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κοδράτου, Θεοδοσίου, Ἐμμανουήλ, καὶ ἑτέρων Μ’ τῶν ἐν Ἀνατολῇ.

Στίχοι

  • Κοδρᾶτε, θαυμάζω σὲ τῆς εὐανδρίας!

  • Πῶς ὑπτιάζων ἀνδρικῶς σφάττῃ μάκαρ.

  • Θεοδόσιος τῷ Θεῷ ζῶν καὶ μόνῳ,

  • Ζωὴν δι’ αὐτὸν ἐκ ξίφους καταστρέφει.

  • Ξίφει χεθήτω, κἂν κοτύλη φησὶ μοι,

  • Ἐμμανουήλ, πέφυκεν αἵματος μία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἠιμῶν Στεφάνου τοῦ Ὁμολογητοῦ, τοῦ Τριγλίας Ἡγουμένου.

Στίχοι

  • Θείου Στέφανος ἀμπελῶνος ἐργάτης,

  • Θεῷ παραστάς, καμάτου μισθὸν λάβῃ.

Τῇ αὐτῇ ἡμέρᾳ ἀναγινώσκεται διήγησις ὠφέλιμος Μάλχου μοναχοῦ αἰχμαλωτισθέντος.

 Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ

ᾠδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Συλλήψει σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας΄ Δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορός

ᾠδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ ς’

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος΄ Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

κουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ, διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς ἀναστραφήσεται, διὸ καὶ χαίρων βοῶ΄ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καταβασία

Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.

 

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἦχος β.Τοῖς Μαθηταῖς συνέλθωμεν

γγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόῤῥητον θαῦμα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἅπαν γένος, Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.

ὁ β’ χορός

 Ὅμοιον

Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε ἔμψυχε βάτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλῖμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα, χαῖρε Εὔας ἡ λύσις.

ΑΙΝΟΙ

 ὁ α’ χορός

Ἦχος α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε, συλλήψῃ Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντών σοι, τὸ Χαῖρε Ἁγνή.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν οὐρανίων ἁψίδων,…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε΄ συλλήψῃ ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῷ κόσμῳ ἀχώρητον, καὶ κυοφόρος ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι’ ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ’ ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, ἐμορφώθη τὸ ἀλλότριον.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…Ἦχος πλ. δ’

Ἰωάννου Μοναχοῦ

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· ὁ γὰρ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος καὶ σύνθρονος Υἱός, οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον, ἑαυτόν καθῆκεν εἰς κένωσιν κατ’ εὐδοκίαν καὶ βούλησιν Πατρικήν, καὶ μήτραν ᾤκησε Παρθενικήν, προαγνισθεῖσαν τῷ Πνεύματι. Ὢ τοῦ θαύματος! ὁ Θεὸς ἐν ἀνθρώποις, ὁ ἀχώρητος ἐν μήτρᾳ, ὁ ἄχρονος ἐν χρόνῳ, καὶ τὸ παράδοξον, ὅτι καὶ ἡ σύλληψις ἄσπορος, καὶ ἡ κένωσις ἄφραστος, καὶ τὸ μυστήριον ὅσον! Ὁ Θεὸς γὰρ κενοῦται, καὶ σαρκοῦται καὶ πλάττεται, Ἀγγέλου πρὸς τὴν Ἁγνήν, τὴν σύλληψιν λέξαντος· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ,

ὁ β’ χορός

…ὁ ἔχων τὸ μέγα ἔλεος.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ΄’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

γιος ὁ Θεός,
ὁ β’ χορός

γιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος δ’

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

 ντφωνον Α’

ὁ α’ χορὸς

Στίχος α. Θεὸς τὸ κρίμα σου τῷ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.

Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορὸς

Στίχος β. ναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στίχος γ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορὸς

Στίχος δ. μοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Δξα Πατρὶ…

 ὁ β’ χορὸς

 Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον Β’

ὁ β’ χορὸς

Στίχος α. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.

Σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς, ψάλλοντάς Σοι,ἀλληλούϊα.

αχορός

Στίχος β. γίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς,…

ὁ β’ χορὸς

Στίχος γ. Θεὸς ἐμφανῶς ἤξει, ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς,…  

αχορός

Στίχος δ. νατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ δι’ ἡμᾶς σαρκωθείς,…  

   βχορός

Δόξα Πατρὶ

αχορός

Καὶ νῦν

  βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον Γ

αχορὸς

Στίχος α. σται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας.

Ἦχος δ

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

  βχορός

Στίχος β. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον,…

αχορὸς

Στίχος γ. Εὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον,…

Μικρὰ Εἴσοδος.

αχορός 

 Ἦχος β

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ε ἰ σ ο δ ι κ ό ν

Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς…

ὁ β’ χορός

ψάλλοντάς Σοι, λληλούϊα.

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος δ

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

βχορός

Ἀπολυτίκιον Ἦχος δ’

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀϋλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω δυνάμεων.

αχορὸς 

Τοῦ Ναοῦ 

βχορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον 
  Ἦχος πλ. δ

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε, Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.

 

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι. 

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(γ’ 12-36)

δελφοί, βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, ἐν τῷ λέγεσθαι· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωῡσέως;

λληλοϊα (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον. (Α’´35-44).

Τῷ καιρῷ ἐκείνῳ, ἀπῆλθεν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ,καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε ζητοῦσι. Καὶ λέγει αὐτοῖς· ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὁ δὲ ᾿ησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι. Καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ’αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. Καὶ ἐμβριμησάμενος αὐτῷ εὐθέως ἐξέβαλεν αὐτὸν καὶ λέγει αὐτῷ· ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλ᾿ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

ξελέξατο Κύριος τὴν Σιών, ᾐρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. λληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρὶς)

26 ΜΑΡ16 ΣΑΒΒΑΤΟΝ Β΄ΝΗΣΤΕΙΩΝ (ΣΥΝΑΞΙΣ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ)

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: