Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ Α΄ΝΗΣΤΕΙΩΝ (2016)

19 ΜΑΡΤΙΟΥ 2016

Σάββατον Α´ ἑβδομάδος τῶν Νηστειῶν.

«Θεοδώρου μεγαλομάρ­τυ­­ρος τοῦ Τή­­ρω­νος (μνήμη τοῦ διὰ κολλύβων θαύματος)».

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

Ἦχος β’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!,…

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον  ὁ αὐτὸς

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

Μετὰ τὴν α’ Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. δ’

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικας ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ΄ ὁ Θεὸς Ἰσραὴλ΄ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Τὴν Σοφίαν καὶ Λόγον

Οἰκουμένης φωστῆρες ἀειλαμπεῖς, ἀνεδείχθητε πίστει μαρτυρικῇ, ὅλην ἀναθέμενοι, τὴν ἐλπίδα πρὸς Κύριον, καὶ νοητῷ ἐλαίῳ, τοῦ Πνεύματος Ἅγιοι, τὰς ψυχικάς λαμπάδας ὑμῶν ἐφαιδρύνατε· ὅθεν καὶ κρατῆρες νοεροί, προχέοντες τὰ αἵματα, ὡς νάματα, τῇ Ἐκκλησίᾳ ἐφάνητε, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

 ὁ α’ χορὸς 

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Τὸ προσταχθὲν μυστικῶς

Δι’ ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ.

ὁ α’ χορὸς 

 Δόξα…   Καὶ νῦν… Θεοτοκίον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία. 

 

 [Μετὰ τὸν ῎Αμωμον]

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Καθίσματα τοῦ ἁγίου Θεοδώρου

Ἦχος γ’  Θείας πίστεως

Ζέων πίστεως ὀρθοδοξίᾳ, πλάνην ἔσβεσας κακοδοξίας, καταργήσας τῶν εἰδώλων τὸ ἄθεον, καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Ὅμοιον

Θεῖον δῶρόν σε πρὸς σωτηρίαν, πάσῃ δέδωκε τῇ οἰκουμένῃ, ὁ ἐν τοῖς ἄθλοις δυναμώσας σε Κύριος, τὰς ψυχικὰς ἡμῶν νόσους ἰώμενος, καὶ τῶν σωμάτων τὰ πάθη τροπούμενος. Μάρτυς Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἡ τὸν ἀχώρητον, Θεὸν ἐν μήτρᾳ σου, Παρθένε ἄχραντε, κυοφορήσασα, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς ἀῤῥεύστως ἀνατείλαντα, Λόγον ἐνυπόστατον, καὶ Υἱὸν ὁμοούσιον, τοῦτον ἐκδυσώπησον, σὺν Προφήταις καὶ Μάρτυσιν. Ὁσίοις, Ἀσκηταῖς, καὶ Δικαίοις, δοῦναι ἡμῖν λύσιν πλημμελημάτων.

Ὁ Ν’ ψαλμὸς χύμα 

KANΩΝ

Σὲ τὸ χρυσαυγὲς Μαρτύρων ἄνθος σέβω. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος δ’

 Ὁ Εἱρμὸς

ὁ α’ χορός  

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

ὁ β’ χορός  

 Θαλάσσης, τὸ ἐρυθραῖον….

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Στεφάνῳ, ὑπὲρ χρυσὸν ἐκλάμποντι, Μάρτυς κοσμούμενος, καὶ μαρτυρίου λάμπων καλλοναῖς, τῷ Δεσπότῃ παρίστασαι, ὑπὲρ ἡμῶν δεόμενος, τῶν σὲ τιμώντων ἀξιάγαστε.

  ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἐτρώθης, τῷ γλυκυτάτῳ ἔρωτι, Μάρτυς τοῦ κτίσαντος, καὶ τὰ τερπνὰ τοῦ βίου παριδών, τὴν ῥοπὴν ὅλην δέδωκας, τῆς σῆς καρδίας Χρύσανθε, τῷ ποθουμένῳ προθυμότατα.

 ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Τῇ πίστει, θωρακισθεὶς κατέβαλες, τὸν πολυμήχανον, σοὶ προσβαλόντα Μάρτυς γυναικός, ἡδονῆς δελεάσματι, καὶ τῆς ἁγνείας τίμιον, Χρύσανθε σκεῦος ἐχρημάτισας.

ὁ β’ χορός 

Στίχ.  Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς Θεοτοκίον

Ὁ φύσει, τῇ Θεϊκῇ ἀπρόσιτος, προσιτὸς ὤφθη μοι, ἐκ σοῦ Παρθένε σάρκα προσλαβών, ὃν Δαρεία ποθήσασα, καρτερικῶς συνήθλησε, καὶ νυμφικῶς αὐτῷ προσήνεκται.


ᾠδὴ α’ Ἦχος δ’

Ἀνοίξω τὸ στόμα μου

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὁ πάντων ἐπέκεινα, σὲ τὴν ἀῤῥήτως γεννήσασαν, ἁπάντων προέθηκε, τῶν ἑαυτοῦ ἐκλεκτῶν, ὅθεν σήμερον, τὸν τούτου στεφανίτην, ὑμνοῦντες Πανύμνητε, σοὶ προεξάρχομεν.

ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὁ πάντων ἐπέκεινα, …….

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Τὸν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑπέρλαμπρον, τὸν ὀνομαστότατον, καὶ περιβόητον, τὸν ἐν θαύμασιν, ἀπ ἄκρων γῆς εἰς ἄκρα, ἐπίσημον ᾄσματι, μέλψω Θεόδωρον.

ὁ β’ χορός 

 Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἡμέρα εὐφρόσυνος, ἐν ταῖς πενθίμοις ἀνέτειλε, καὶ τὴν σκυθρωπότητα, τούτων ἐφαίδρυνε, προεόρτια, προοίμια μακρόθεν, ἐκλάμψασα χάριτι, τοῦ θείου Μάρτυρος.

ὁ α’ χορός  

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥαντίζει καθάρσια, τὴν Ἐκκλησίαν τοῖς αἵμασι, τὸ ἅγιον σφάγιον, ὃ προσελάβετο, ὁ τεθυμένος, καὶ θῦμα δεδεγμένος, τὸν ὑπεραθλήσαντα, τῆς θείας δόξης αὐτοῦ.

ὁ α’ χορός 

Στίχ.  Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.Θεοτοκίον

Ὡραῖον κἂν ἄωρον, τὸ ἑορτάζειν νενόμισται, ἡ γὰρ ὡραΐσασα, τὰ πάντα Δέσποινα, καὶ νῦν ἔδειξε, τῆς μνήμης κοινωνοῦσα, τῷ προκινδυνεύοντι ταύτης δι’ αἵματος.

Ἕτερος Κανὼν

ᾠδὴ α’  Ἦχος πλ. β’

ὁ α’ χορός

Ὡς ἐν ἠπείρῳ

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ θαυμαστὸς ἐν Ἁγίοις ὄντως Θεός, ἐν ἐμοὶ θαυμάστωσαν, τὰ ἐλέη σου Χριστέ, λόγον μοι δωρούμενος, ὡς ἄν, τὰ θαυμάσια τοῦ σοῦ, αἰνέσω Μάρτυρος.

ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Τὸ σταθερὸν ἐν τοῖς ἄθλοις καὶ καρτερόν, ἐν τοῖς πόνοις ἔδειξας, Ἀθλοφόρε τοῦ Χριστοῦ, τὸ ταχὺ δὲ πάλιν ἐφ’ ἡμᾶς, βοηθείας φανερῶν, τῆς σῆς Θεόδωρε.

ὁ α’ χορός 

Δόξα Πατρὶ…

Τὴν εὐσεβῆ τῶν Πατέρων πίστιν ψυχῆς, τῆς αὐτοῦ ὁ τύραννος, ἀπωσάμενος κακῶς, ἀσεβῆ ἠθέλησε βουλήν, τῷ Θεῷ προσκεκρουκώς, ἀεὶ πορεύεσθαι.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Θεοῤῥημόνων προῤῥήσεις πάλαι ἀνδρῶν, ἐπὶ σοὶ πεπλήρωνται, Μητροπάρθενε σαφῶς, ὡς Θεὸν τεκοῦσαν ἀληθῆ, καὶ Θεὸν ἀληθινόν, ὑπερφυῶς καὶ φρικτῶς.

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

ὁ α’ χορός

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

ὁ β’ χορός

Εὐφραίνεται ἐπὶ σοί…

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Χρυσίον δοκιμασθέν, τῇ τῶν κολάσεων πυρᾷ πέφηνας, Βασιλικῶς Χρύσανθε, φέρων παθημάτων ἐκσφράγισμα.

 ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

 Ῥητόρων καταλιπών, ἀδολεσχίαν ταῖς πλοκαῖς ἤγρευσαι, τῶν μαθητῶν Χρύσανθε, τοῦ περιφανῶς σε σοφίσαντος.

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὑπείκεις τῷ ἐραστῇ, νυμφαγωγοῦντί σε Χριστῷ Πάνσοφε, διὰ σεπτῆς πίστεως, ἔρωτα σαρκὸς καταλείψασα.

ὁ β’ χορός

   Στίχ.  Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.Θεοτοκίον

Σαρκὶ τεχθεὶς ἐκ γαστρός, σοῦ τῆς Παρθένου Ἰησοῦς Ἄχραντε, Νύμφην ἁγνὴν Μάρτυρα, ἑαυτῷ Δαρείαν μνηστεύεται..

ᾠδὴ γ’ – Ὁ Εἱρμὸς

ὁ α’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νικᾷ πᾶσι τρόποις τὰ βελτίω, ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ καιροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν.

ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νικᾷ πᾶσι τρόποις τὰ βελτίω,….

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον, καὶ γὰρ ἐξ οἰκείων Ἀθλητά, οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύτῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν.

ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Καλλίστην κρηπῖδα κατεβάλου, ταῖς σαῖς ἀριστείαις Ἀριστεῦ, τὸν θῆρα τὸν ὀλέθριον, τὸν πῦρ καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος.

ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λυττήσας ὁ νέος ἀποστάτης, κατ’ ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥσπερ ἰῷ συνέφυρεν, ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι.

ὁ β’ χορός 

Στίχ.  Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐπλήσθην μὲν σύμπασα Παρθένε, τοῦ γνῶναι τὸν Κύριον ἡ γῆ, ἐκ σοῦ τῷ Κόσμῳ φάναντα΄ ἀλλὰ τοῖς θείοις Μάρτυσι, χάρις πολλὴ κρατύνασι, δι’ ἑαυτῶν τὴν ἀλήθειαν.

Εἱρμὸς ἄλλος

ὁ α’ χορός 

Οὐκ ἔστιν Ἅγιος

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ὁ πρὶν τῆς Εὔας τοῖς ὠσί, ψιθυρίσας δολίως, τὸν Ἀδὰμ δι’ αὐτῆς δέ, ἀπατήσας δολερῶς, αὐτὸς καὶ νῦν τὸν ἰόν, τῆς κακίας πρὸς ἀπάτην κέχυκε.

ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν δόλον εἶχε κατ’ αὐτοῦ, ἔτρεφε τὴν μανίαν, κατὰ τῶν εὐθηνούντων, καιρὸν ἐζήτει εὐθῆ, καθ’ ὃν τὸ μῖσος τελεῖν, ἐμελέτα, ὁ παρανομώτατος.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Τῶν ἡμερῶν ἡ ἀπαρχή, τῶν ἁγίων ἐπέστη Νηστειῶν, ἐν αἷς ἅπας, Χριστιανὸς ἑαυτόν, δι’ ἐγκρατείας πολλῆς, ἐκκαθαίρει, πάντων ἀπεχόμενος.

ὁ β’ χορός 

Καὶ νῦν… Θεοτοκίον

Ἐλπὶς τοῦ Κόσμου κραταιά, σκέπη καὶ προστασία, Παναγία Παρθένε, μὴ παρίδῃς ἀγαθὴ τὴν δέησιν οἰκετῶν, τῶν ἐκ πόθου, σὲ μακαριζόντων ἀεί.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,…

ὁ α’ χορός

Κάθισμα  Ἦχος πλ. δ’ – Τὴν σοφίαν καὶ Λόγον

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, στεῤῥῶς κατεφρόνησας, ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορός 

Δόξα Πατρί… Ὅμοιον

Μαξιμίνου θωπείαις μὴ ἐκλυθείς, τοῦ Χριστοῦ δὲ τοῖς λόγοις ἀνδρειωθείς, εἰδώλων τὰ τεμένη, ἐν πυρὶ ἀπετέφρωσας, ἀθλητικῶς νικήσας, καλῶς τὸν ἀντίπαλον, προφητικῶς διῆλθες, τὸ πῦρ ὡς ἐν ὕδατι, ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, τοῖς αἰτοῦσιν ἐκ πίστεως. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός 

Καὶ νῦν… Θεοτοκίον  Ὅμοιον

Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Ὑψίστου Πανύμνητε ἀνομιῶν μὲ ὄντα, αἰσχρὸν καταγώγιον καὶ ἐν γνώσει γενόμενον, τοῖς δαίμοσι παίγνιον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας μὲ ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι’ ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, φωτὸς ἀνεσπέρου σου.

ᾨδὴ δ’

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αἱ τοῦ Πνεύματος ἀστράψασαι λαμπηδόνες, τῇ καθαρᾷ καρδίᾳ σου ὅλον φωταυγῆ σε, Μάρτυς ἀπειργάσαντο, προθύμως κραυγάζοντα· Δόξα τῇ δυνάμει σου Κύριε.

  ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑφαντὸν σε θείας χάριτος ἐκ τῶν ἄνω, ὁ Ποιητὴς ἐνέδυσεν ἄφθαρτον χιτῶνα, ἄμωμον τηρήσαντα, τὸ σῶμα Μακάριε, καὶ ὡς νικητὴν ἐστεφάνωσε.

ὁ α’ χορός

Στίχ.  Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Γενναιότητι καρδίας ἀπετινάξω, τὰς ἡδονὰς τοῦ σώματος, κάλλει ἀσυγκρίτῳ, θείῳ ἐνηδόμενος, καὶ χαίρων διήνυσας, τὸ τῆς μαρτυρίας σου στάδιον.

  ὁ β’ χορός

Στίχ.  Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἐθεώθης κατὰ μέθεξιν Ἀθλοφόρε, θεοποιοῦ ἑνώσεως καὶ πρὸς οὐρανίους, εἰσῳκίσθης χαίρουσα, θαλάμους ὡς ἄμωμος, Νύμφη τοῦ Δεσπότου τῆς κτίσεως.

ὁ α’ χορός 

Στίχ.  Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Συντηρήσας σε Παρθένον ὡς πρὸ τοῦ τόκου, μετὰ τὸν τόκον ἄχραντε, ἐκ σοῦ ἐσαρκώθη, ὁ ἀπερινόητος, Δαρείαν τὴν Μάρτυρα, Νύμφην ἑαυτῷ ἐπαγόμενος.

ᾠδὴ δ’

ὁ β’ χορός

Ὁ καθήμενος ἐν δόξῃ

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὢ καινῆς καὶ παραδόξου, μίξεώς τε, καὶ κράσεως! παρθενία τόκον, ἥνωσε τεχθεὶς ὁ θεάνθρωπος, ταῖς σκυθρωπαῖς δὲ ἡμέραις, τὴν εὐφρόσυνον, τὸν οἰκεῖον τιμῶν, Ἀθλητὴν ἐγκατέμιξεν.

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 

Ὢ καινῆς καὶ παραδόξου, …..

ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἴδε πῶς Χριστὸν ἐφίλει, ὁ Χριστῷ στρατευόμενος, τοὺς ἐχθροὺς γὰρ τούτου, ζήλῳ καὶ πυρὶ κατηνάλωσε, καὶ ἑαυτὸν τελευταῖον καλλιέργημα, καὶ δεκτὸν αὐτῷ θῦμα, προθύμως ἀπέδωκε.

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νικηφόρος ἐκ τῶν ἄθλων, ὁ Γεννάδας ἀνέλυσε, παῤῥησίᾳ λόγων, καὶ ὑπεροψίᾳ κολάσεων, τοὺς θεατὰς καταπλήξας, καὶ γενόμενος, πάσῃ κτίσει καινόν, καὶ παράδοξον θέατρον.

ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὀστοῦν μὲν οὐ συνετρίβη, τοῦ Θεοῦ καὶ Δεσπότου μου, ὢ μακροθυμίας! καὶ μετὰ τὴν νέκρωσιν πάσχοντος, τὸν δὲ αὐτοῦ Στρατιώτην πῦρ δεξάμενον, καὶ τροχὸς ηὐλαβήθη, θανόντος προσάψασθαι.

ὁ α’ χορός 

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.  Θεοτοκίον

Συνθανόντες τῷ Δεσπότῃ, τῆς ζωῆς οἱ θεράποντες, καὶ συναναστάντες, ζῶσι παρ’ αὐτῷ νῦν αἰώνια, καὶ τῷ Υἱῷ τὴν Μητέρα συνδοξάζουσιν, εὐλογοῦντες Πατέρα, Υἱόν, Πνεῦμα ἅγιον.

Ἄλλος

ὁ β’ χορός 

Χριστός μου δύναμις

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Βουλὴν βουλεύεται, ὁ ἀσεβέστατος, καὶ σκοπεῖται, ὡς ὄντως ἐστὶ φρικτή, ἔγνω γὰρ ὁ δείλαιος, διὰ βρωμάτων μιαρῶν, τὸν λαὸν καταμολύνειν Χριστοῦ.

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰς ἔργον ἤνεγκε, βουλὴν τὴν ἄθεσμον, συσταλῆναι προστάξας τῶν καθαρῶν, ἐδεσμάτων ἔνθεσιν, καὶ προτεθῆναι ἃ αὐτός, κατεμόλυνε τοῖς αἵμασι.  

ὁ β’ χορός

Δόξα Πατρὶ…

Γέγονεν ἔκπυστον, καὶ διαβόητον, τὸ ἀνόμημα πᾶσι Χριστιανοῖς, ὅθεν ὡς ἐπέγνωσε, καὶ συνδρομὴ πάντων ὁμοῦ, εἰς Ναὸν Κυρίου ἅγιον.

ὁ α’ χορός

Καὶ νῦν…

Τὴν σὲ Κυήσασαν, τὸν προαιώνιον, ἐκ Πατρὸς γεννηθέντα νῦν οἱ πιστοί, πρέσβιν προβαλλόμεθα, ταύτης δεήσεσι καμφθείς,…

ὁ β’ χορός

…εὐμενὴς γενοῦ τοῖς δούλοις σου.

 

ᾨδὴ ε’ Ὁ Εἱρμὸς

ὁ α’ χορός

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

ὁ β’ χορός

Σὺ Κύριέ μου φῶς,….

ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μετάρσιον τὸν νοῦν, τῶν ἐνύλων ποιούμενος, δεσμούμενος τὴν κακίαν, τοῦ ἐχθροῦ Ἀθλοφόρε, διέλυσας μακάριε.

  ὁ β’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἁγνείας ἐραστής, γεγονὼς ἱερώτατε, μετήνεγκας τῆς Παρθένου, τὸ διάπυρον φίλτρον, εἰς Κύριον πανεύφημε.

    ὁ α’ χορός

Στίχ.  Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ῥηγνύμενον ὁρῶν, καὶ ποσὶ συμπατούμενον, τὸν τύραννον γεγηθότι, λογισμῷ τὸν Δεσπότην, Παμμάκαρ ἐμεγάλυνας.

ὁ β’ χορός 

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.  Θεοτοκίον

Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, ὦ πάναγνε Θεὸν Λόγον· ὑπὲρ νοῦν γὰρ καὶ λόγον, διπλοῦν τῇ φύσει τέτοκας.

ᾠδὴ ε’

ὁ α’ χορός

Ἐξέστη τὰ σύμπαντα,

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνοίγεται σήμερον, τὰ πρόθυρα τῆς χάριτος, καὶ ἡ καταπαύσιμος νῦν αὕτη, προεικονίζει τὴν ἀναστάσιμον, οὕτω λαμπροφόρος τὴν λαμπράν, Δέσποιναν γεραίρουσα, καὶ τὸν ἔνδοξον Μάρτυρα.

ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δωρεῖται φερώνυμον, δῶρον Θεὸς Θεόδωρον τοῖς ἠγαπηκόσι τοῦ φανέντος, ἠγαπημένου τὴν ἐπιφάνειαν, παραδόξων ἔργων ποιητὴν θείων τε δυνάμεων, αὐτουργὸν ἐργασάμενον.

ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐδὲν πρὸς τὸν Μάρτυρα, τὰ τόξα καὶ τὰ βέλη σου, ἐχθρὲ τῆς ἀνθρώπων σωτηρίας, καὶ τεθνηκώς γάρ, ζῇ καὶ ἐγρήγορε, καὶ τοῖς κακουργήμασι τοῖς σοῖς, ἀντικαθιστάμενος, σώζει πάντα ὀρθόδοξον.

 ὁ β’ χορός 

Στίχ.  Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.  Θεοτοκίον

Ξενίζον ἦν πρότερον, τὸ θαῦμα τῆς θεόπαιδος, ταῖς τῶν Ἀθλητῶν δὲ μαρτυρίαις, εἴληφε πίστιν, τὴν ἀναμφίβολον, καὶ τὸ πιστευόμενον ἀεί, μένει θαυμαζόμενον, καὶ πιστῶς προσκυνούμενον.

Ἄλλος

ὁ α’ χορός 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ θείῳ φέγγει σου Ἀγαθὲ

Ὁ τότε τοίνυν Ἀρχιερεὺς ὅλος θαμβηθεὶς τοῦ ἀσεβοῦς, ὡς ἔγνω τὸ διαβούλιον, ὕμνοις ἐν παννύχοις Θεὸν ἱκέτευε, μὴ παριδεῖν εἰς τέλος, λαὸν τὸν κλῆρον αὐτοῦ.

ὁ β’ χορός  

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀλλ’ ὁ ταχὺς ὄντως βοηθός, τῶν ἐν ἀληθείᾳ καὶ θερμῇ, προσκαλουμένων δεήσει αὐτόν, οὐ παρεῖδεν ὅλως, ἀλλὰ ταχίστην αὐτοῖς ἐργάζεται τὴν λύσιν τοῦ ἐγχειρήματος.

ὁ α’ χορός 

Δόξα Πατρὶ…

Ἐκ τῶν ὑψίστων ὁ βοηθός, πέμπεται ὡς τάχιστα πρὸς γῆν, ὁ ἀθλοφόρος Θεόδωρος, καὶ τῷ Ἀρχιποίμενι ἐποπτάνεται, τὴν λύσιν ἐκδιδάσκων, τῆς παρανόμου βουλῆς.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Οὐδεὶς προστρέχων ἐπὶ τὴν σήν, Δέσποινα ἀντίληψιν θερμῶς, καταισχυνθήσεται πώποτε, ἀλλ’ αἰτεῖται χάριν, καὶ δῶρον δέχεται, πρὸς τὸ συμφέρον θᾶττον,…

ὁ α’ χορός

… τῆς ἐξαιτήσεως..

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορός

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς Πλευρᾶς σου ῥεύσαντι αἵματι.

ὁ α’ χορός

Θύσω σοι, μετὰ φωνῆς…

ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑμνοῦντα, τὸν Δεσπότην τῶν ὅλων ἀοίδιμε, φῶς οὐρανόθεν δι’ ὅλου, σὲ περικυκλῶσαν καταφωτίζει, καθειργμένον, ζοφωτάτῳ οἰκήματι Χρύσανθε.

  ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ῥώμῃ σε, μαρτυρίῳ σεπτῷ κλεϊζόμενον, χρυσοειδῆ ὡς ἀστέρα, κεκτημένη Μάρτυς στολίζεται, τοῖς ἀγῶσι, καὶ τοῖς θείοις σου Χρύσανθε θαύμασιν.

  ὁ β’ χορός

Στίχ.  Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 

Ὡραία, περικαλής τε καὶ περιδέξιος, Μάρτυς Δαρεία Παρθένε, δεδειγμένη, Λόγῳ ὡραιοτάτῳ, ἐνυμφεύθης, διὰ πόνων παντοίων τοῦ σώματος.

ὁ α’ χορός 

Στίχ.  Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.  Θεοτοκίον

Νέον σε, ὡς παιδίον Παρθένος ἐκύησε, τὸν προαιώνιον Λόγον, ὃν ποθοῦσαι Κόραι, ταύτης ὀπίσω, σοὶ τῷ πάντων, Βασιλεῖ νυμφικῶς ἀπηνέχθησαν.

ᾠδὴ Ϛ’

ὁ β’ χορός 

Τὴν θείαν ταύτην καὶ πάντιμον

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νηστεύειν Σῶτερ οὐ δύνανται, οἱ φίλοι καὶ υἱοὶ τοῦ νυμφῶνός σου, σὲ τὸν Νυμφίον γάρ, σὺν τῇ Μητρὶ καὶ τῷ φίλῳ σου, ξενίζουσι παρόντα, καὶ θεραπεύουσιν.

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀπέστη Θεοῦ τοῦ σώζοντος, ἀπέστη καὶ φρενῶν ὁ δυσώνυμος, καὶ πρὸς ἀπόνοιαν, κατεξανέστη τῆς πίστεως, ἀλλ’ ἀντὶ ταύτης εὗρε, τὸν μεγαλώνυμον.

ὁ β’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Παθῶν κατέστη σοφώτερος, καὶ δράσας ὁ γενναῖος θερμότερος, τὴν πρὸς τυράννους γάρ, πάλην καὶ νίκην καλῶς ἀσκηθείς, οὐδὲ θανὼν ἀπέστη, τοῦ κατορθώματος. 

ὁ α’ χορός

Στίχ.  Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.  Θεοτοκίον

Ῥυσθέντες σήμερον Δέσποινα, κινδύνου ψυχοφθόρου τῷ θαύματι, τοῦ Ἀθλοφόρου σου, κατὰ τὴν σὴν θείαν πρόνοιαν, τὴν χάριν ἀμφοτέροις, ἀντιτιθέαμεν.

ὁ β’ χορός 

Ἄλλος

Τοῦ βίου τὴν θάλασσαν

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν ξένον θαμβούμενος, τῆς ὁράσεως τῆς σῆς, Ἀρχιερεὺς ἀντέφησε. Σὺ τὶς εἶ Κύριε, ὁ λαλὼν ἐμοὶ; γνώρισον καὶ δίδαξον, πῶς εὑρήσωμεν θᾶττον τὴν βοήθειαν.

ὁ α’ χορός

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Θεόδωρος ἔφησεν΄ Ἐγὼ πέφυκα σαφῶς, ὁ ἀθλητὴς καὶ ἄκουσον΄ Σῖτον ἑψήσας, μέρισον τοῖς λαοῖς, καὶ οὕτω σωθήσεσθε, κεχραμένων βρωμάτων τοῦ ἀλάστορος.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Ὡς μέγα τὸ θαῦμά σου, καὶ παράδοξος ἡ σή, ἀντίληψις Θεόδωρε! διὸ θαῤῥοῦντες πάντες εἰλικρινῶς, πρὸς σὲ καταφεύγομεν, καὶ δεόμεθα΄ Σῶσον τοὺς οἰκέτας σου.

ὁ α’ χορός 

Καὶ νῦν… Θεοτοκίον

Φωτὸς οἰκητήριον, καὶ δοχεῖον καθαρόν, τοῦ Λόγου ἐχρημάτισας, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ τῇ ἐν σοί, ἐπισκέψει Πνεύματος, τοῦ ἁγίου, διό με φωταγώγησον.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  Αὐτόμελον

Ἦχος πλ. δ’

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Ὁ Οἶκος

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραταιὸς νικητὴς κατὰ τοῦ δολεροῦ, ὡς ἀήττητος.

Συναξάριον

Τῇ ΙΘ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Χρυσάνθου καὶ Δαρείας.

Στίχοι

  • Ζῶσι Χρύσανθος καὶ Δαρεία ἐν πόλῳ,

  • Κἂν ἐκπνέωσι, ζῶντες εἰσδύντες βόθρῳ.

  • Χῶσαν συζυγίην δεκάτῃ ἐνάτῃ ὁμόλεκτρον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ὁ Τριβοῦνος, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.

Στίχοι

  • Φυγὼν θάλασσαν Κλαύδιος, τὴν τῆς πλάνης.

  • Ἔνδον θαλάσσης βάλλεται παρὰ πλάνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱλαρία, ἡ τούτου σύζυγος, ξίφει τελειοῦται.

Στίχοι

  • Ἱλαρία τμηθεῖσα τὴν κάραν ξίφει,

  • Θεοῦ πρόσωπον ἱλαρώτατα βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἰάσων καὶ Μαῦρος, οἱ υἱοὶ αὐτῶν, ξίφει τελειοῦνται.

Στίχοι

  • Σὺν αὐταδέλφῳ τέμνεται Μαύρῳ κάραν,

  • Ἀδελφὰ τούτῳ συμφρονήσας Ἰάσων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγχαρίου.

Στίχοι

  • Ὁ Παγχάριος πᾶσαν ἦν πλουτῶν χάριν,

  • Ὃν πρὸς τομὴν ἤλειψεν ἡ Θεοῦ χάρις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Διόδωρος Πρεσβύτερος καὶ Μαριανὸς Διάκονος, σπηλαίῳ ἐγκλεισθέντες, τελειοῦνται.

Στίχοι

  • Ὡς βῆμα τὸ σπήλαιον· ἔνδον γὰρ φέρει

  • Θύτην τε Χριστοῦ καὶ σὺν αὐτῷ Λευΐτην.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδοξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν.

Στίχοι

  • Τροφὴ κολλύβων, ἑστιᾷ Τήρων πόλιν,

  • Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾠδὴ α’ 

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

… στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας, Δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορός

ᾠδὴ ε’ 

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός
ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάρια

ὁ α’ χορὸς

Ἦχος β’

Τοῖς Μαθηταῖς

Στεφανηφόρος Ἅγιε, παρεστὼς σὺν Ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν Βήματι, καὶ φωτὸς τοῦ ἐκεῖθεν, πληρούμενος Ἀθλοφόρε, τὴν εἰρήνην τῷ Κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, Μάρτυς ἠγλαϊσμένε.

ὁ β’ χορός

Θεοτοκίον

Ἐν τῇ γαστρί σου Κύριος, ἀπολλύμενον Κόσμον, φθορᾶς ἀνακαλέσασθαι, βουληθεὶς ὥσπερ οἶδεν, ἐσκήνωσε Θεοτόκε. Σωτηρίαν οὖν πάντες, εὑρόντες ἐκβοῶμέν σοι΄ Χαῖρε τὸ τοῦ Ἀγγέλου, πανευκλεές, γυναιξὶν ἐν πάσαις εὐλογημένῃ, καὶ γὰρ χαρὰν ἐκύησας, πάσῃ τῇ οἰκουμένῃ.

ΑΙΝΟΙ

Ἦχος α’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν οὐρανίων ταγμάτων

Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν εὐσεβείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες. Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, εὔχου ὑπὲρ τῶν τιμώντων σε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

Τῇ φερωνύμῳ σου κλήσει, δῶρον Θεοῦ ἀληθῶς, τοῖς θλιβομένοις πᾶσι, θυμηδία ἐδόθης, Θεόδωρε τρισμάκαρ, πᾶς γὰρ τῷ σῷ, προσπελάζων Ναῷ ἀληθῶς, μετ’ εὐφροσύνης λαμβάνων τὰς ἀμοιβάς, τῶν θαυμάτων σου γεραίρει Χριστόν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πᾶσαν τὴν ἰσχύν σου, δῶρον δεκτόν, τῷ Θεῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἄθλοις μετὰ σπουδῆς, Θεοδώρητόν σου πρόσκλησιν.  

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.

ὁ α’ χορός 

Δόξα Πατρί…

Ἦχος πλ. β’

Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ Κόσμῳ Θεόδωρε΄ Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν, ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν πόνων σου.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

τὸ Ἀπολυτίκιον 

Ἦχος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

 Ἀπολυτίκιον  Ἦχος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

ὁ β’ χορός

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα!…

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

Εἰσοδικὸν

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος β’

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον  ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Ἦχος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Τρισάγιον

᾽Απόστολος

Προκείμενον ἦχος βαρὺς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Τιμόθεον Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

 (Κεφ. β´ 1- 10)

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ ᾽Ιησοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης αἰωνίου.

Ἀλληλούϊα (γ’)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον. (Μαρκ. β´ 23-28).

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων͵ καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ͵ Ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;καὶ λέγει αὐτοῖς΄ Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυΐδ͵ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ΄ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν͵ οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς͵ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; καὶ ἔλεγεν αὐτοῖς΄ Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

ἦχος β’( Ἀρχαία Τάξις)

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.  Ἀλληλούϊα.  

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

19 ΜΑΡ16 ΣΑΒΒΑΤΟΝ Α΄ ΝΗΣΤΕΙΩΝ 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: