Σχολιάστε

Α΄ΣΤΑΣΗ ΤΩΝ ΧΑΙΡΕΤΙΣΜΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΜΕΤΑ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ (2016)

18 ΜΑΡΤΙΟΥ 2016

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

Μετ τς Α’Στάσεως τν Χαιρετισμν

  Τῇ Παρασκευῇ τῆς Α’ Ἑβδομάδος ἑσπέρας

ερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βασιλε ορνιε, …Τρισάγιον….

Ὁ ἀναγνώστης:

μν.Κριε λησον ιβ’

Δξα Πατρί… Κα νν…

  • Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς Ν΄

  • λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

  • ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

  • ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς

  • σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

  • ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου

  • ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι

  • ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

  • ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

  • ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

  • καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

  • μὴ ἀποῤῥίψης με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ

  • ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

  • διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν

  • ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

  • ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

  • θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει

  • ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ

  • τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

Ψαλμς ΞΘ΄

  • Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.

  • . Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.

  • Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά.

  • Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε.

  • Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.

  • Καὶ λεγέτωσαν διὰ παντός. Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

  • Ἐγὼ δὲ πτωχὸς εἰμὶ καὶ πένης. ὁ Θεός, βοήθησόν μοι.

  • Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.

Ψαλμς ΡΜΒ΄

  • Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνη σου.

  • Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

  • Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

  • . Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος,  καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

  • Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων .

  • Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

  • Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου.

  • . Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

  • Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

  • . Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου.

  • Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον΄ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

  • . Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ΄ ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

  • .  Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου,  καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

  • . Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Δοξολογα

  • Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν.

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα.

  • Κύριε ὁ Θεός, ὁ ἀμνός του Θεοῦ, ὁ Υἱός του Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν του κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας του κόσμου.

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

  • Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα του αἰῶνος.

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

  • . Κύριε, πρὸς σε κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

  • Παράτεινον τὸ ἔλεος σου τοῖς γινώσκουσί σε.

  • Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

  • Γένοιτο, Κύριε, τὸ ἔλεος σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

  • Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματα σου.

  • Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου.

  • Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

  • Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας της Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.

Εἰς μίαν , Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. μν.

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα του Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ο ΚΑΝΩΝ

«Χαρς δοχεον, σο πρπει χαρειν μνη. ωσφ.»

 Ποημα ωσφ το μνογρφου.

ὁ α’ χορός

δ α’  χος δ’  Ερμς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

νοίξω τὸ στόμα μου, …

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι, Χαῖρε χαρᾶς δοχεῖον, δι’ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾅδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.

ὁ α’ χορός

Δξα Πατρὶ…

όδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

ὁ β’ χορός

Κα νν…

γνείας θησαύρισμα, χαῖρε δι’ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

δ γ’

 ὁ α’ χορός

Ερμς

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,…

ὁ α’ χορός

  • ·       περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

ὁ β’ χορός

  • ·       περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

ὁ α’ χορός

Δξα Πατρὶ…

ρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

ὁ β’ χορός

Κα νν…

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλοὺς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος,…

ὁ α’ χορός

….. τῶν σῳζομένων πανύμνητε.

δ δ’

 ὁ β’ χορός

Ερμς

καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστέ, τῇ δυνάμει σου.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 

ν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

λαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.      

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

ὁ β’ χορός

Δξα Πατρὶ…

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, ἀπειρόγαμε, δι’ ἧς ἡμεῖς ἐθεώθημεν.

ὁ α’ χορός

Κα νν…

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν, Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα,…

ὁ β’ χορός

καὶ ἱερὸν καταφύγιον.

δ ε’

ὁ α’ χορός

Ερμς

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

δὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.      

σχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ἃδου, νυμφῶν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.     

Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

ὁ α’ χορός

Δξα Πατρί…

ωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι, Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

ὁ β’ χορός

Κα νν…

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ, τῶν μακαριζόντων σε,…

ὁ α’ χορός

Θεοτόκε ἑκάστοτε.

δ ς’

ὁ β’ χορός

Ερμς

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες .

ὁ α’ χορός

Τὴν θείαν ταύτην καὶ πάντιμον,… 

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

κ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα, ὅθεν βοῶμέν σοι, Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

ὁ β’ χορός

Δξα Πατρὶ…

δοὺ σοι, Χαῖρε, κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

ὁ α’ χορός

Κα νν…

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι, Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε,…

ὁ β’ χορός

τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

δ ζ’ 

ὁ α’ χορός

Ερμς

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.   

νυμνοῦμέν σε, βοῶντες Χαῖρε ὄχημα, Ἠλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

ατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι’ ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

ητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε, ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

ὁ α’ χορός

Δξα Πατρὶ…

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι. Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.

ὁ β’ χορός

Κα νν…

κετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τὸ οὖς σου ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως,…

ὁ α’ χορός

τὴν σὴν Πόλιν Θεοτόκε.

δ η’

 ὁ β’ χορός

Ερμς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος. Νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.  

Νηδὺϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ, ᾧ ψάλλομεν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.      

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.   

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 

ὁ β’ χορός

Δξα Πατρὶ…

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται, ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

ὁ α’ χορός

Κα νν…

κόσμῳ τεκοῦσα σωτηρίαν, δι’ ἧς ἀπὸ γῆς εἰς ὕψος ᾔρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε,…

ὁ β’ χορός

εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

δ θ’  Ερμς

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.       

να σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

ὁ α’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.           

φθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις, ὅθεν βοῶμέν σοι. Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

ὁ β’ χορός

  • περαγία Θεοτόκε, σῶσον ἡμᾶς.         

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν. Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

ὁ α’ χορός

Δξα Πατρί…

περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

ὁ β’ χορός

Κα νν…

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τ λλτριον.

Ετα τ Κοντκιον δχορον ργς.

ὁ α’ χορός

χος πλ. δ’  Ατμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὁ β’ χορός

ς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,

ὁ α’ χορός

ναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε,

ὁ β’ χορός

λλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ α’ χορός

κ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ β’ χορός

να κράζω σοι, Χαῖρε, Νύμφη νμφευτε.

ερες στμενος ες τν σωλα πρ τς εκνος τς Θεοτκου, παγγλλει μμελς τν στσιν τν Χαιρετισμν.

 ΣΤΑΣΙΣ Α’

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε (γ’) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα΄

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις,

χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,

χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,

χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,

χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις,

χαῖρε, δι’ ἧς βρεφουργεῖται Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’ χορὸς
Χαῖρε, Νύμφη ἀνύμφευτε

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων, λληλούϊα.

ὁ α’ χορὸς
λληλούϊα.

 Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα. Ἐκ λαγόνων ἁγνῶν Υἱὸν, πῶς ἐστι τεχθῆναι δυνατόν λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω΄

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις,

χαῖρε, σιγῆς δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,

χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.

Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ‘ ἧς κατέβη ὁ Θεός,

χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,

Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,

χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,

Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα,

χαῖρε, τὸ πῶς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.

χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ β’χορὸς
Χ
αῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ΄ καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως΄ λληλούϊα.

ὁ β’χορὸς
λληλούϊα.

χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνοῦν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾂσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,

χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,

χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν,

χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,

χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,

χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,

χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

ὁ α’ χορὸς
Χαῖρε, Νύμφη ἀνύμφευτε.

 Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθών δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη. λληλούϊα.

ὁ α’ χορὸς
λληλούϊα.

Ετα τ Κοντκιον δχορον συντόμως.

ὁ α’ χορός

 χος πλ. δ’  Ατμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,

ὁ β’ χορός

ς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,

ὁ α’ χορός

ναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε,

ὁ β’ χορός

λλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,

ὁ α’ χορός

κ παντοίων με κινδύνων ἐλευθέρωσον

ὁ β’ χορός

να κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Καὶ εὐθὺς ὁ ἀναγνώστης: Τρισάγιον..

βδομὰς α’

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Κριε λησον μ’

ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἃγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κριε λησον  γ’

Δξα Πατρὶ… Κα νν…

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.

ερες: Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ εὐλογῆσαι ἡμᾶς…

Κύριε ἐλέησον (γ‘) καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.

σπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων των Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ μὲ τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῶν ἡδονῶν τοῦ βίου, ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον, ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν , καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησία χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσέ με, καὶ ἐν τῷ καιρῷ της ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις των πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.  ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν , σβέσον τὰ πεπυρωμένα βέλη του πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

περένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ του Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

βδομς α’

Εθς ερες Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς…

Σοφία, ὀρθοὶ, ἀκούσωμεν… Εἰρήνη πᾶσι.

ὁ β’ Χορς: Καὶ τῷ πνεύματί σου.

ερες: κ τοῦ κατὰ Ἰωάννην…

Πρόσχωμεν.

Χορς: Δόξα σοι, Κύριε, δόξα σοι.

Κα ναγινσκει ερες τ Εαγγλιον τς Παννυχδος.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς΄ Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι.  Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό΄ καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ.  Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.  Μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε.  Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα΄ ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν΄ ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.  Ἐὰν μή τις μείνῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη΄ καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται.  Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσεσθε, κα γενσεται μν.

α΄ Χορς: Δόξα σοι Κύριε, δόξα σοι.

ερες μσως τν πλυσιν

Χορς  μήν.

Ετα ερες λγει (ποκρινομνων μν τ Κριε, λησον, συνεχς).

  • Εὐξώμεθα ὑπὲρ…..

  • Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, (γ’ ).

β’ Χορς ψλλει

χος γ’

Τὴν ὡραιότητα τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, Ποῖον σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι, Χαρε, Κεχαριτωμνη.

18 ΜΑΡ16 Α΄ ΣΤΑΣΗ ΤΩΝ ΧΑΙΡΕΤΙΣΜΩΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: