27 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016
Σάββατον.
Προκοπ ί ου το ῦ Δεκαπολ ί του ( † η΄ α ἰ .). Στε –
φ ά νου το ῦ γηρο κ ό μου .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Καὶ ψ ά λλομεν τετράκις ε ἰ ς ἦ χον β’ τ ό ,
ὁ α’ χορὸς
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Στ ί χ. Μ ακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ β’ χορὸς
Στ ί χ. Κ αὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ἀ λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἀ πολυτ ί κιον ἦ χος β’
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δ ό ξα Πατρὶ… ἦ χος πλ. δ’
Μ νήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον
Μ ήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμ ῶ ντες μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετὰ τὴν Α’ Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
Ἦχος πλ. α’
ὁ α’ χορὸς
Κ ύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι, αὐτῶν ταῖς παρακλήσεσιν, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Τ ὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος Ἀγαθὸς καὶ φιλάνθρωπος.
ὁ α’ χορὸς
Στίχ. Τ οῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Δ ιωγμοὺς καὶ κινδύνους ὑπεριδόντες, καὶ τυράννων τὰ θράση μὴ πτοηθέντες, παῤῥησίᾳ τὸν Χριστὸν ἀνεκήρυττον καὶ βασάνων αἰκισμοὺς ὑπομείναντες στεῤῥῶς, εἰδώλων πλάνην καθεῖλον, καὶ κράτος τοῦ Διαβόλου, οἱ Ἀθλοφόροι σαφῶς νικήσαντες.
ὁ β’ χορὸς
Δόξα Πατρί… Νεκρώσιμον
Γ ινώσκεις ὁ Θεὸς ἡμῶν, ὅτι ἐν ἁμαρτίαις γεγεννήμεθα΄ δι’ ὃ σε ἱκετεύομεν΄τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα, ἃ ὡς ἄνθρωποι καὶ θνητοὶ ἐν βίῳ ἔπραξαν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Χ αῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
τὰ Εὐλογητάρια.
Ἦ χος πλ. α’
ὁ β’ χορὸς
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τ ῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
ὁ α’ χορὸς
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
ὁ β’ χορὸς
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ε ἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.
ὁ α’ χορὸς
Στίχ. Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀ νάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί… Τριαδικ ὸ ν
Τ ὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν…
Χ αῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
ὁ β’ χορὸς
Ἀ λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Ἀ λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορὸς
Ἀ λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορὸς
Κ αί ἀναύπασον τοὺς δούλους Σου.
ὁ ῾Ιερεύς: ᾽Ε λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: ῎Ε τι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.
ὁ β’ Χορός: Κ ύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.
ὁ α’ Χορός: Κ ύριε, ἐλέησον γ´ (χύμα).
ὁ ῾Ιερεύς: Τ οῦ Κυρίου δεηθῶμεν
ὁ β’ Χορός: Κ ύριε, ἐλέησον (ἅπαξ.)
Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:
τήν εὐχήν
῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.
ὁ ῾Ιερεύς: Τ οῦ Κυρίου δεηθῶμεν.
ὁ α’ Χορός: Κ ύριε, ἐλέησον (ἅπαξ).
ὁ ῾Ιερεύς : ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καθ ί σματα Ἦ χος πλ. α’
ὁ β’ χορὸς
Ἀ μὴν. Ἀ νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Τ ὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκ ί ον
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.
Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα
Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς .
Σοῖς Χριστέ, δούλοις τούς δε τοὺς ὕμνους φέρω. Ἰωσήφ.
ᾨδὴ α’ Ἦχος πλ. α’
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Γ ῆν ἐφ’ ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνὴν τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως, Κύριε, καὶ εἰσήγαγες αὐτόν, εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα ψάλλοντα ἐπινίκιον ᾠδήν.
ὁ β’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ ώματα προϊέμενοι, τοῖς ἀνημέροις δικασταῖς, ἠνέγκατε ἀνυποίστους αἰκισμούς, γενναῖοι Ἀθληταί, προσδοκῶντες λήψεσθαι βραβεῖα ἄνωθεν, καὶ εἰσήγαγεν ὑμᾶς Χριστός, εἰς αἰωνίους σκηνάς, χαίροντας ᾄδοντας, ἐπινίκιον ᾠδήν.
ὁ α’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὅ σιοι καὶ Δίκαιοι, καὶ Ἱεράρχαι εὐκλεεῖς, τελέσαντες τὰ προστάγματα Θεοῦ, ἐποίμαναν λαούς, καὶ καλῶς ὡδήγησαν ἐφ’ ὕδωρ γνώσεως, ἀξίως καὶ χειμάρρους τῆς τρυφῆς, ἀπειλήφασι, βρύοντες πάντοτε, ἰαμάτων ποταμούς.
ὁ β’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἴ θυνόν με, Κύριε, πρὸς τοὺς λιμένας τῆς ζωῆς, δεήσεσι Προφητῶν πανευκλεῶν, σοφῶν Ἱεραρχῶν, ἱερῶν Γυναίων τε τῶν ἀθλησάντων στερρῶς, καὶ τὸν ἄρχοντα ἀεί, ἀνδρείᾳπατησάντων φρενί, ᾄδοντα ψάλλοντα, ἐπινίκιον ᾠδήν.
ὁ α’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ ὲ καθικετεύομεν, τὸν εὐδιάλλακτον Θεόν, ἀνάπαυσον ἐν τοῖς κόλποις Ἀβραάμ, τοὺς δούλους σου, Χριστέ, οὓς πιστῶς μετέστησας, ἐκ τῆς τοῦ βίου ταραχῆς, καὶ ἀξίωσον αὐτούς,φωτὸς διαιωνίζοντος, τούτων τὰ πταίσματα, παρορῶν ὡς ἀγαθός.
ὁ β’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Χ αῖρέ σοι κραυγάζομεν, τῇ κυησάσῃ τὴν χαράν, Πανύμνητε, φωταγώγησον ἡμῶν, τὸν νοῦν καὶ τὴν ψυχήν, καὶ πρὸς τρίβους γνώσεως, πάντας ὁδήγησον, καὶ πταισμάτωνἱλασμόν, δοθῆναι πᾶσιν αἴτησαι, Δέσποινα ἄχραντε, τὸν Υἱόν σου καὶ Θεόν.
Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.
Θεοφάνους ὁ πέμπτος εἰς νεκροὺς κανών.
Ὁ Εἱρμὸς
Τῷ σωτῆρι Θεῷ,
ὁ α’ χορὸς
Στίχ . Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Θ ειοτάτῃ στοργῇ, οἱ Ἀθλοφόροι Χριστοῦ, τυράννων θράσος κατηδάφισαν, τοῖς μεταστᾶσι δὲ πιστοῖς, οἱ συμπαθέστατοι, αἰτοῦνται, τὴν ἄφεσιν καὶ τὴν ἀνάστασιν.
ὁ β’ χορὸς
Στίχ . Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἐ ν Ἁγίων σκηναῖς, ἐν ταῖς αὐλαῖς σου Χριστέ, τοὺς μεταστάντας κατασκήνωσον, τὴν ὀφειλὴν ὑπὲρ αὐτῶν καταβαλλόμενος, τὸ αἷμά σου Δέσποτα τὸ τιμιώτατον.
ὁ α’ χορὸς
Στίχ . Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ἡ σοφία Θεοῦ, ὁ ἀκριβής χαρακτὴρ, ὁ πάντα φέρων τοῦ Γεννήτορος, οὓς προσελάβου οἰκτίρμον, αὐτὸς ἀνάπαυσον, διδοὺς τὴν ἀΐδιον μακαριότητα.
ὁ β’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Φ ωτοφόρος σκηνή, χρυσοειδὴς κιβωτός, τὸν Θεὸν Λόγον περιέχουσα, σεσαρκωμένον δι’ ἡμᾶς τὸν καταλύσαντα, θανάτου τὴν δύναμιν, ὤφθης Πανάμωμε
ὁ Κανών, ἔχων Ἀκροστιχίδα τήνδε.
Τοὺς σοὺς ἀγῶνας εὐπρεπῶς μέλπω Μάκαρ.
ᾠδὴ α ‘ Ἦχος πλ . β ‘
Ὁ Εἱρμὸς
Ὡς ἐν ἠπείρῳ πεζεύσας
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τ ῆς εὐσεβείας τῷ φίλτρῳ κατασχεθείς, καὶ τῷ θείῳ ἔρωτι, τρικυμίας κοσμικάς, ἀπεκρούσω Ὅσιε, Θεῷ, ἐπινίκιον ᾠδὴν ἀνακρουόμενος.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ φωτοφόρος σου βίος καὶ τὸ φαιδρόν, τῆς ψυχῆς καὶ σύντονον, εὐσεβείᾳ συγκραθέν, ἀρετῆς εἰκόνισμα λαμπρόν, ἐν σοὶ Ὅσιε, τρανῶς ἀπηκριβώσατο.
ὁ α ’ χορὸς
Δ ό ξα Πατρί …
Ὑ περφυεῖ δᾳδουχίᾳ καὶ φωταυγεῖ, τοῦ Χριστοῦ λαμπόμενος, τῶν παθῶν τὰς προσβολάς, ἐγκρατῶς ἐμάρανας βοῶν· ἐπινίκιον ᾠδὴν τῷ Παντοκράτορι.
ὁ β ’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκίον
Σ εσαρκωμένον τὸν Λόγον θεοπρεπῶς, συλλαβοῦσα Πάναγνε, τὸν πρὶν ἄσαρκον ἡμῖν, ὑπὲρ φύσιν τέτοκας Ἁγνή, μετὰ γέννησιν Παρθένος διαμείνασα.
ᾨδὴ γ ‘
Ὁ Εἱρμὸς
ὁ α ’ χορὸς
Σ αλευομένη τὴν καρδίαν μου, Κύριε, τοῖς κύμασι τοῦ βίου, στερέωσόν με, εἰς λιμένα εὔδιον, καθοδηγῶν ὡς Θεός.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ῥ αβδιζομένου οὐκ ἐφείσασθε σώματος, πανεύφημοι ὁπλῖται νευρούμενοι, ταῖς ἐλπίσι Μάρτυρες, τῶν αἰωνίων τερπνῶν.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἱ εραρχίας τὴν στολὴν ἐφαιδρύνατε, ἰδέαις ἐναρέτοις ποιμάναντες, τοῦ Χριστοῦ τὸ ποίμνιον, ἐπὶ νομὰς ζωηράς.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ άρκα νεκροῦντες ἐγκρατείᾳ οἱ ὅσιοι, ζωῆς θείας μετέσχον· αὐτῶν Χριστέ, ἱεραῖς δεήσεσι, κινδύνων ῥῦσαι ἡμᾶς.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ οῖς κοιμηθεῖσι τὴν ἐκεῖθεν ἀνάπαυσιν, Φιλάνθρωπε παράσχου, ἃ ἔπραξαν, ἐπὶ γῆς ὀφλήματα, παρορῶν ὡς Θεός.
ὁ β ’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ε ὐλογημένην γυναικῶν σε ὡς ἔβλεψε, κατάλογος γενναίως ἐνήθλησε, καὶ τῷ σῷ προσήνεκται, Παρθενομῆτορ Υἱῷ.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Στερέωσον ἡμᾶς ὁ Θεὸς
ὁ α ’ χορὸς
Στίχ . Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Ἀ νδρείως ταῖς τυράννων ὁρμαῖς, ἀνθεστηκότες ἠγωνίσαντο, οἱ Ἀθληταί, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν κεκοιμημένων Χριστέ.
ὁ β ’ χορὸς
Στίχ . Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ν ομίμοις ἐντραφέντας τοῖς σοῖς, τοὺς μεταστάντας Ὑπεράγαθε, ἐν φωτεινοῖς σου σκηνώμασι, προσδεξάμενος ἀνάπαυσον.
ὁ α ’ χορὸς
Στίχ . Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ὁ μόνος ἐλεήμων Θεός, οὓς ἐξελέξω καταξίωσον, τῆς τῶν Ἁγίων λαμπρότητος, παρορῶν αὐτῶν τὰ πταίσματα.
ὁ β ’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὑ μνοῦμεν τὸν σὸν τόκον Ἁγνή, δι’ οὗ τῆς πρῴην κατακρίσεως, καὶ τῆς κατάρας ἐρρύσθημεν, καὶ θανάτου ἐλυτρώθημεν.
ᾠδὴ γ ‘
Ὁ Εἱρμὸς
Οὐκ ἔστιν Ἅγιος
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ οῦ ἡ θεόληπτος ψυχή, τῷ τῆς πίστεως ζήλῳ, πυρπολουμένη Μάκαρ, τῶν ἀνόμων τὴν πικράν, μανίαν καὶ τὸν θυμόν, Θεοφόρε, κραταιῶς διέλυσεν.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ο ἰκείοις αἵμασι βαφείς, τῶν Μαρτύρων τοὺς ἄθλους, ἐμιμήσω τρισμάκαρ, αἰκισμοὺς τῶν ἀσεβῶν, ἀνδρειοτάτῃ ψυχῇ, ὑπομείνας, καρτερικῶς Προκόπιε.
ὁ α ’ χορὸς
Δ ό ξα Πατρί …
Ὑ πέστης Ὅσιε διπλοῦς, τοὺς ἀγῶνας ἐμφρόνως, τὰς αἱρέσεις ἐλέγχων, καὶ λεόντων τὰς ὁρμὰς ἀνδρείως ὑπενεγκών, θεοφρόνως, πάνσοφε Προκόπιε.
ὁ β ’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκίον
Σ οφία Λόγος τοῦ Πατρός, ὁ πρὸ πάντων αἰώνων, ἐπ’ ἐσχάτων τῶν χρόνων, ἀπορρήτως σαρκωθείς, ἐξ ἀπειράνδρου Μητρός, Θεοτόκον ταύτην ἀπειργάσατο.
ὁ α ’ χορὸς
Ὁ Εἱρμὸς
Ο ὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου .
Συναπτ ὴ μικρ ὰ μεθ ‘ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν …
Μαρτυρικόν Κοντάκιον
Ἦχος πλ . δ ‘
Ὡ ς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε .
ὁ β ’ χορὸς
Κάθισμα Ἦχος α ‘
Τοῦ λίθου σφραγισθέντος
Ἀ σώματος ἐν βίῳ ἐγνωρίσθης Πατὴρ ἡμῶν, καὶ ἔνσαρκος Ἀγγέλοις, ἀνεδείχθης συνδίαιτος, τῷ κόσμῳ κατὰ Παῦλον σταυρωθείς, τῷ σοὶ ἐσταυρωμένῳ ἀληθῶς, καὶ εἰς οὐράνιον οἰκῶν, τῇ διανοίᾳ χῶρον ὁ γήϊνος· Δόξα τῷ εὐδοκήσαντι ἐν σοί, δόξα τῷ γνωρισθέντι σοι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
ὁ α ’ χορὸς
Δόξα … Καὶ νῦν … Θεοτοκίον
Τ ὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων, τοὺς εὐφημοῦντας πόθῳ, καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
ᾨδὴ δ ‘
Ὁ Εἱρμὸς
ὁ β ’ χορὸς
Ἀ κήκοα, Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Δ υνάμει σου, Κύριε, οἱ Ἀθλοφόροι ἐχθρῶν δυνάμεις κατεπάτησαν, καὶ ἰσχὺς γεγόνασι τῶν πιστῶν, καὶ μέγα κραταίωμα.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ο ἱ Ὅσιοι ἅπαντες, ἀγαλλιάσει, ἀγαλλιῶνται, καὶ ἐνδέδυνται οἱ Ἱερεῖς οἱ ἔνθεοι, δικαιοσύνην ὥσπερ ἱμάτιον.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὑ μνήσωμεν ἅπαντες, τοὺς θεηγόρους Θεοῦ Προφήτας, καὶ τιμήσωμεν Γυναικῶν κατάλογον, τὸν καλῶς τὸν δρόμον τελέσαντα.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Λ ιμένι σου Δέσποτα, τῆς Βασιλείας ἐγκαθορμίσας, οὓς μετέστησας ταραχῆς καὶ κλύδωνος, τοῦ παρόντος βίου ἀνάπαυσον.
ὁ α ’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὁ Ἄχρονος γέγονε, νῦν ὑπὸ χρόνον ἐκ σοῦ Παρθένε· τοῦτον αἴτησαι διαλῦσαι ἅπαντα, τῆς ψυχῆς μου τὰ χρόνια πταίσματα.
…. δίδου νικᾶν τὸν ὀρθόδοξον .
Εἱρμὸς ὁ αὐτὸς
ὁ β ’ χορὸς
Στίχ . Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Σ υναΐδιόν σε τῷ Πατρὶ ὁμολογοῦντες εὐσεβῶς, ἀνῃρέθησαν οἱ Μάρτυρες Χριστέ, καὶ βοῶσί σοι. Σῶσον οὓς προσελάβου δούλους σου.
ὁ α ’ χορὸς
Στίχ . Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὁ γενόμενος ἐν τοῖς νεκροῖς, καὶ νεκρὸς ἐλεύθερος Χριστέ, νεκροῖς ζωὴν αἰώνιον διδούς, τὴν ἀνάπαυσιν δὸς νῦν, τοῖς μεταστᾶσι δούλοις σου.
ὁ β ’ χορὸς
Στίχ . Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Π αραγενόμενος εἰς τὸ σῶσαι, τὸ πλανώμενον Χριστέ, τὸν Παράδεισον ἀξίωσον οἰκεῖν, οὓς μετέστησας, πίστει δικαιώσας καὶ χάριτι.
ὁ α ’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐ πεσκίασεν ἡ τοῦ Ὑψίστου, Κόρη δύναμις ἐν σοί, καὶ Παράδεισον εἰργάσατο ζωῆς, ξύλον ἔχουσα, μέσον τὸν μεσίτην καὶ Κύριον.
ᾠδὴ δ ‘
Ὁ Εἱρμὸς
Χριστὸς μου δύναμις
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ ρδεύων Ὅσιε, δακρύων χεύμασι, τὴν καρδίαν σου Μάκαρ τῶν ἀρετῶν, σπόρον ἐγεώργησας, ἐκ διανοίας καθαρᾶς, ὁσιώτατε Προκόπιε.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Γ εῶδες φρόνημα, τῷ θείῳ Πνεύματι, καθυπέταξας Πάτερ ἀσκητικόν, βίον ἀνελόμενος, καὶ συνταττόμενος χοροῖς, τῶν Μαρτύρων Παμμακάριστε.
ὁ β ’ χορὸς
Δ ό ξα Πατρί …
Ὡ ς Μάρτυς ἔνθεος, καὶ ἀληθέστατος, ὑπὲρ τῆς εὐσεβείας αἱρετικήν, ἤλεγξας ἀπόνοιαν· τῆς γὰρ μανίας ἀληθῶς, τῶν ἀθέων κατεφρόνησας.
ὁ α ’ χορὸς
Κα ὶ ν ῦ ν …Θεοτοκίον
Ν ομίμων ἄνευθεν, θεσμῶν Πανάμωμε, συλλαβοῦσα τὸν Κτίστην δίχα φθορᾶς, τοῦτον ἀπεγέννησας, καὶ Θεοτόκος ἀληθῶς…
ὁ β ’ χορὸς
…κ αὶ κυρίως ἐχρημάτισας.
ᾨδὴ ε ‘
Ὁ Εἱρμὸς
ὁ α ’ χορὸς
Τ ὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον, νοητὲ Ἤλιε, ἡμεροφαεῖς ἀκτῖνας ἐν ἐμοί, τοῦ διατμῆξαι τὴν νύκτα τὸ φῶς.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἰ άσεις τοῖς νοσοῦσι, πηγάζει Μαρτύρων τὰ ὀστᾶ· μὴ συντριβέντα γὰρ κακίᾳ, ὡσεὶ χνοῦν ἐλέπτυναν, τὰ τῆς δυσσεβείας ἅπαντα ὀστᾶ, καὶ τὴν ἡμῶν ἀνορθοῦσι συντριβήν.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ οὺς νόμους συντηροῦσαι, Ἱεραρχίαι ἐποίμαναν λαούς, καὶ καθωδήγησαν, Οἰκτίρμον, πρὸς ζωὴν τὴν μένουσαν, οἱ δὲ Ὅσιοι, ἐνέκρωσαν παθῶν, τυραννίδα τελείῳ νοΐ.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ ιμάσθωσαν Προφῆται, καὶ σὺν αὐτοῖς πάντες Δίκαιοι πιστῶς, καὶ εὐφημείσθωσαν ὁσίως αἱ πολιτευσάμεναι, καὶ διὰ βασάνων λάμψασαι ἐν γῇ, θεῖαι Γυναῖκες, ὡς δοῦλαι Χριστοῦ.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ο ὓς ἐκ γῆς προσελάβου, ἐν οὐρανίοις κατάταξον σκηναῖς, πιστοὺς οἰκέτας σου, τούτων παρορῶν τὰ πταίσματα, δι΄ὑπερβολὴν χρηστότητος τῆς σῆς, ὁ σαρκωθεὶς δι΄ἡμᾶς τοὺς βροτούς.
ὁ β ’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὑ μνοῦμέν σε Παρθένε, δι’ ἧς ἐφάνη ὁ Θεὸς ἐπὶ γῆς, βροτὸς γενόμενος. Χαῖρε γῆ εὔκαρπε, ἡ καρποφορήσασα στάχυν μυστικὸν ἡμῖν, τὸν διατρέφοντα πᾶσαν πνοήν.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Ὀρθρίζοντες βοῶμέν
ὁ α ’ χορὸς
Στίχ . Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Μ αρτύρων προσδεξάμενος Κύριε, τὰς αἰτήσεις, ψυχὰς ἃς μετέστησας, τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.
ὁ β ’ χορὸς
Στίχ . Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Π ροέφησας οὐκ ὄψεται θάνατον, ὁ πιστεύσας εἰς σέ· διὸ Δέσποτα, τοὺς μεταστάντας ἀνάπαυσον.
ὁ α ’ χορὸς
Στίχ . Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Τ ερπνότητος τοῦ οἴκου σου Κύριε, τοὺς σοὺς δούλους τυχεῖν καταξίωσον, καὶ τῆς γλυκείας μεθέξεως.
ὁ β ’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὁ Λόγος ὁ Πατρὶ συναΐδιος, σαρκωθεὶς ἐκ Παρθένου ἐνέκρωσε, διὰ θανάτου τὸν θάνατον.
ᾠδὴ ε ‘ Ὁ Εἱρμὸς
Τῷ θείῳ φέγγει σου ἀγαθέ ,.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἁ γιασθέντα ἀσκητικῶς, καὶ τελειωθέντα σε δι’ αἵματος, γεραίρομεν Ὅσιε· μνήμη γὰρ δικαίων μετ’ ἐγκωμίων ἀεί, πιστῶς ἐπιτελεῖται, καὶ μνημονεύεται.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σ οφῶς ὁ πάντα μεταποιῶν, καὶ μετασκευάζων πρὸς τὸ κρεῖττον, ὡς βούλεται Κύριος, τῇ τῶν δυσσεβούντων μιαιφονίᾳ τῇ σῇ, ἀσκήσει μαρτυρίου, κλέος προσέθετο
ὁ α ’ χορὸς
Δ ό ξα Πατρί …
Ἐ πὶ τῶν ὤμων ἀναλαβών, τὴν διὰ Σταυροῦ πανοπλίαν, σὺ τῷ Χριστῷ ἠκολούθησας, τῶν ὀπίσω Πάτερ λήθην ποιούμενος, καὶ τοῖς ἔμπροσθεν δρόμοις ἐπεκτεινόμενος.
ὁ β ’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκίον
Ὑ μνοῦμεν Πάναγνε τὸν ἐκ σοῦ, σάρκα παθητήν τε καὶ θνητήν, περιβαλλόμενον Κύριον, καὶ τεθεωμένην ἀπεργασάμενον…
ὁ α ’ χορὸς
…ἑ νώσει ἀσυγχύτῳ τῇ καθ’ ὑπόστασιν.
ᾨδὴ ς ‘
Ὁ Εἱρμὸς
ὁ β ’ χορὸς
Ὡ ς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω, Κύριε, κᾀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς ναὸν τὸν ἅγιόν σου.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ ῶμα προδόντες αἰκισμοῖς, οἱ Μάρτυρες, τυράννων χερσίν, ἠγάλλοντο τῇ ψυχῇ· τὴν θείαν γὰρ ἔβλεπον, ὄντως αἰώνιον ἀπόλαυσιν, καὶ τὰς θείας ἀντιδόσεις.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Δ όξα σοφῶν Ἱεραρχῶν, καὶ τῶν Ὁσίων σὺ ὑπάρχεις Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν, τὸν σὸν λαὸν οἴκτειρον, ὅν περ ἰδίῳ σου αἵματι, ὡς φιλάνθρωπος ἐκτήσω.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐ κ σοῦ λαμπόμενοι τὸν νοῦν, Προφῆται Κύριε, δηλοῦσι μακράν, τὰ ἐσόμενα τρανῶς, Γυναῖκες δὲ σθένει σου, κράτος ἐχθροῦ καταλύουσιν, ἐν ἀσκήσει καὶ ἀθλήσει.
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ οὺς μεταστάντας ἐξ ἡμῶν, πιστοὺς οἰκέτας σου, χοροῖς ἐκλεκτῶν, συναριθμῶν Ἀγαθέ, ἀνάπαυσον Κύριε, πάντα τὰ τούτων ἐγκλήματα, παρορῶν δι’ εὐσπλαγχνίαν.
ὁ α ’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὁ διαπλάσας κατ’ ἀρχάς, τὴν Εὔαν Κύριε, Παρθένου νηδύν, καθυποδὺς τὴν ἐμήν, ἐργάζῃ ἀνάπλασιν, δούλου σχῆμα ἐνδυσάμενος, ὁ Δεσπότης τῶν ἁπάντων.
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Ἐκύκλωσέ με ἄβυσσος ,
ὁ β ’ χορὸς
Στίχ . Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Σ τρατεύματα Μαρτύρων σου, τὰς ἄνω Δυνάμεις μιμούμενα, Χριστὲ δυσωποῦσί σε, παράσχου φιλάνθρωπε, τοῖς μεταστᾶσι τὴν παρὰ σοῦ ἀπόλαυσιν.
ὁ α ’ χορὸς
Στίχ . Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἐ ν τόποις ἀναψύξεως, ἐν τόποις Ἁγίων λαμπρότητος, ἐν τόποις ἀνέσεως, ὡς μόνος φιλάνθρωπος, οὓς προσελάβου ἐγκατάταξον οἰκέτας σου.
ὁ β ’ χορὸς
Στίχ . Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ἱ λάσθητι τοῖς δούλοις σου, καὶ τούτοις πταισμάτων συγχώρησιν, παράσχου δεόμεθα, ζωῆς καταξίωσον τῆς ἀνωλέθρου, καὶ μακαρίας λήξεως.
ὁ α ’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σ υλλήψεως ἀσπόρου σου, τίς λόγος ὁ φράσαι δυνάμενος, τὸ θαῦμα Πανάμωμε; Θεὸν γὰρ ἐγέννησας, δι’ εὐσπλαγχνίαν ἡμῖν ἐπιδημήσαντα.
ᾠδὴ ς ‘
Ὁ Εἱρμὸς
Τοῦ βίου τὴν θάλασσαν ,
ὁ β ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Π ροβαίνων ἀείμνηστε, ἀπὸ δόξης ἀληθῶς, ἀσκητικῆς ἀνέδραμες, πρὸς Μαρτύρων ἀνδρείαν τε καὶ τιμήν, οἰκείου ἐξ αἵματος, ἐρυθρὰν πορφυρίδα περικείμενος.
ὁ α ’ χορὸς
Στίχ . Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥ εόντων τὸ ἄστατον, λογισάμενος ψυχῇ, καὶ λογισμῷ θεόφρονι, τοῖς ἀεὶ διαμένουσιν ἀγαθοῖς, καὶ πέρας οὐκ ἔχουσιν, εὐσεβῶς ἑπτερώθης Παμμακάριστε.
ὁ β ’ χορὸς
Δόξα …
Ἐ γκράτειαν σύντονον, καὶ πραότητα Χριστός, σὲ καθορῶν πλουτήσαντα, φιλανθρώπως ἐπέβλεψεν ἐπὶ σέ, καὶ δόξης ἀνέδειξε, κοινωνὸν θεοφόρε Παναοίδιμε.
ὁ α ’ χορὸς
Καὶ νῦν … Θεοτοκίον
Π ανάμωμε Δέσποινα, τῆς ψυχῆς μου τὰ δεινά, καὶ χαλεπὰ συντρίμματα, χειρουργίαις ἰάτρευσον μυστικαῖς, δραστήρια φάρμακα, τοῦ Υἱοῦ σου βαλοῦσα τὰ παθήματα.
.ὁ β ’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Τ οῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς …
Κοντάκιον – Ἦχος πλ . δ ‘
Μ ετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος .
Ὁ Οἶκος
Α ὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον, οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι΄ Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα .
Συναξάριον
Τ ῇ ΚΖ ‘ τοῦ αὐτοῦ μηνός , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου.
Στίχοι
Οὐδέν, Δεκαπολῖτα, γῆς πᾶσαι πόλεις,
Πρὸς τὴν νοητήν, ἔνθα περ τάττῃ, πόλιν.
Εἰκάδι ἑβδομάτῃ Προκοπίῳ τέρμα φαάνθη.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται ἀληθῶς, καὶ ξίφει τελειοῦται.
Στίχοι
Φώτισμα μέλλων ἐκγελᾶν, γελᾷς πλάνην,
Πλυθεὶς δὲ Γελάσιε, ἐκτέμνῃ κάραν.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θαλλελαίου.
Στίχοι
Ὁ Θαλλέλαιος φαιδρῶς, ἥκει πρὸς πόλον,
Θαλλοῖς ἐλαιῶν, ἀρεταῖς ἐστεμμένος.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ Ἁρματίου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Γήρει Στέφανος πρύτανις ζωῆς πόρου,
Ὃν περ θανόντα Πρύτανις στέφους στέφει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νήσιος βουνεύροις τυπτόμενος, τελειοῦται.
Στίχοι
Νεύροις βοείοις Νήσιος πάσχων φέρει·
Νευρούμενος γὰρ τῶν πόνων λήθην ἔχει.
Ο ἱ Ὅσιοι πατέρες ἡμῶν Ἀσκληπιὸς Ἰάκωβος καὶ Τιμόθεος οἱ ἐν Καισαρείᾳ ἐν εἰρήνῃ τελειοῦνται.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀ μήν.
ᾠδὴ η’
ὁ β’ χορὸς
Στ ί χ. Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Ε ἱ ρμ ὸ ς
Ἐ κ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ
ὁ α’ χορός
Στ ί χ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στ ί χ. Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
ᾨδὴ θ’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Λ ίθος ἀχειρότμητος ὄρους ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φυσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
ὁ β’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἱ ερομαρτύρων Ἁγίων τὴν ἱερὰν τελοῦντες μνήμην, ὕμνοις ἱεροῖς δεῦτε πάντες, μεγαλοφώνως αὐτοὺς τιμήσωμεν, ὑπὲρ ἡμῶν πρεσβεύοντας, τῷ πανοικτίρμονι Θεῷ ἡμῶν.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὤ φθητε ὡς τίμιοι λίθοι, ἐπὶ τῆς γῆς ἀπὸ ἀθέων, Μάρτυρες συρόμενοι θεῖοι, καὶ τῆς ἀπάτης τὰ ὀχυρώματα, σθένει Θεοῦ συντρίβοντες· ὅθεν ἀξίως μακαρίζεσθε.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ ήμερον ἡ πόλις Χερσῶνος, ὑμῶν τὴν μνήμην ἑορτάζει· ταύτης γὰρ ἐδείχθητε πύργοι, καὶ θεῖοι στῦλοι καὶ ὀχυρώματα, ποιμένες καὶ διδάσκαλοι, καὶ πρεσβευταὶ θεομακάριστοι.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἤ δη τοῖς χοροὶς τῶν Ἀγγέλων, χορὸς Πατέρων ἠριθμήθη, Εὐγένιος, Ἐφραὶμ καὶ Καπίτων, Ἐλπίδιός τε καὶ ὁ Αἰθέριος, καὶ Βασιλεὺς ὁ ἔνδοξος, καὶ θεόφρον Ἀγαθόδωρος.
ὁ β’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε σῶσον ἡμᾶς Θεοτοκίον
Φ έρουσα Χριστὸν ἐν ἀγκάλαις, χειρὶ τὸν φέροντα τὰ πάντα, ἡ θεοχαρίτωτος Κόρη, ἐκπληττομένη ἐβόα λέγουσα· Πῶς καὶ Υἱὸν γνωρίζω σε, καὶ Ποιητήν μου ἀκατάληπτε;
Κανὼν τῶν Κοιμηθέντων
Ὁ Εἱρμὸς
Σὲ τὴν ὑπὲρ νοῦν
ὁ α’ χορός
Στίχ . Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Ἄ θλων ἱερῶν οἱ Μάρτυρες ἔπαθλα, εἰληφότες δωρήσασθαι, σὲ νῦν ἱκετεύουσι, τοῖς πιστῶς μεταστᾶσι Σῶτερ ἄνεσιν.
ὁ β’ χορός
Στίχ . Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ν έκρωσιν ὑπέστης μόνε Ἀθάνατε, ὁ νεκροῖς τὴν Ἀνάστασιν, παρέχων ὡς εὔσπλαγχνος, καὶ τῆς ἀθανασίας τὴν λαμπρότητα.
ὁ α’ χορός
Στίχ . Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ὤ ρθωσας ἡμᾶς, πεσόντας εἰς θάνατον, καὶ ζωὴν τὴν αἰώνιον, ἐλπίζειν ἐδίδαξας, ἧς τυχεῖν τοὺς σοὺς δούλους Σῶτερ δώρησαι.
ὁ β’ χορός
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ν όμου αἱ σκιαί, παρῆλθον τῷ τόκῳ σου, ἡ ἀλήθεια ἔλαμψεν, ἡ χάρις δεδώρηται, Θεοτόκε· διό σε μεγαλύνομεν.
ᾨδὴ θ’ Ὁ Εἱρμὸς
Θεὸν ἀνθρώποις
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀ θλεῖν νομίμως Σοφὲ ἑλόμενος, τῶν παθῶν ὁρμὰς δι’ ἐγκρατείας ἐνέκρωσας, καὶ σαρκὸς σκιρτήματα θεράπον Χριστοῦ· ὅθεν τῆς ἀπαθείας, νῦν τὴν ἀνώλεθρον, σύν ταῖς ἀσωμάτοις Στρατιαῖς, εὗρες ἀπόλαυσιν.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κ ριτῇ δικαίῳ φαιδρῶς παρίστασαι, ὡς νικητὴς στεφάνους ἀμαράντους δεξάμενος, ἐκτενῶς Προκόπιε δεόμενος, ὑπὲρ τῶν ἐκτελούντων, σοῦ τὴν πανίερον, μνήμην καὶ τὴν θείαν ἑορτήν, τῆς μεταστάσεως.
ὁ α’ χορὸς
Δόξα…
Α ὐγαῖς τρισὶ νῦν καταλαμπόμενος, ταῖς ἐκ μιᾶς ἀφράστως προϊούσαις Θεότητος, πανολβίου λήξεως ἠξίωσαι, καὶ τερπνῆς θυμηδίας, συναγαλλόμενος, ταῖς ὑπερκοσμίαις Στρατιαῖς, Πάτερ Προκόπιε.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ῥε υστὴν ὁ Λόγος Θεοῦ ὁ ἄρρευστος, μορφὴν λαβὼν ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκίᾳ Πατρικῇ σκηνώσας ἐν σοί, τῇ Κεχαριτωμένῃ· ὅθεν Πανάχραντε, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μεγαλύνομεν.
ᾠ δ ὴ θ’
ὁ α’ χορός
Θ εὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.
ὁ β’ χορός
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Γυναῖκες ἀκουτίσθητε
Σαρκίου τοῦ τιμίου σου, ἀπολυθεὶς Προκόπιε, παρέστης νῦν σὺν Ἀγγέλοις, τῇ ἀπροσίτῳ Τριάδι, πρὸς ἣν ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων ἔνδοξε, τὴν παναγίαν μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Πάτερ σοφὲ Ἱεράρχα.
ὁ β’ χορός
Θεοτοκίον
Τὸ μέγα καταφύγιον, καὶ σκέπη τῶν ψυχῶν ἡμῶν, ἡ οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ὑπερτέρα, τὸν σὸν Υἱὸν δυσώπησον, ὑπὲρ οἰκείων δούλων σου, Θεοκυῆτορ πάναγνε, ὅπως ῥυσθείημεν πάντες, ἁμαρτιῶν καὶ κινδύνων.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος πλ. α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ Μαρτυρικὰ
Ἦχος πλ. α’
Ο ἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ο ἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνὴ ἡ λέγουσα· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ τῆς ἀτιμίας οἱ στέφανοι, ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετ’ Ἀγγέλων διαγωγή. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ε ὐλογημένος ὁ στρατός, τοῦ βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν ἀσωμάτων ἀξιωθέντες τιμῆς. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Δόξα Πατρί… Νεκρώσιμον
Ο ὐκ ἔστι τῶν ἐν βίῳ τερπνῶν οὐδέν, ὃ οὐ παρελεύσεται, οὐ πλοῦτος, οὐ τυραννίς, οὐ νεότητος ἄνθος· ὁ γὰρ θάνατος πάντα ἐπίσης λυμαίνεται, διαδέχεται δὲ τὰ μὴ σαλευόμενα· σπείρεται γὰρ ἐν φθορᾷ, ἐν ἀφθαρσίᾳ ἐγείρεται, σπείρεται ἐν ἀτιμίᾳ, ἐν δόξῃ ἀνίσταται. Διὸ Χριστέ, οὓς προσελάβου δούλους σου, μετὰ δικαίων ἀνάπαυσον ὡς φιλάνθρωπος.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον – ἦχος ὁ αὐτὸς
Ὑ πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ΄ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.
.Ὁ προεστὼς
Σ οὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δ όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… Ε ἰ ς τ ὰ Ἀ π ό στιχα
Στιχηρ ὰ Νεκρ ώ σιμα Προσ ό μοια
Ἐ κ τ ῶ ν το ῦ Θεοφ ά νους
ὁ α’χορὸς
Ἦχος πλ. α’
Χαίροις ἀσκητικῶν
Α ἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας ὡς οἰκτίρμων κατάταξον, σκηνῶσαι εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀναπαύσεως, ἐν τοῖς ὀρεκτοῖς κόλποις, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρὸν ἐπιφαὶνεται, καὶ προχέουσιν, αἱ πηγαὶ τῆς χρηστότητος, ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμεναι, αἱ τῶν Ἁγίων χορεῖαι, περὶ τὴν σὴν ἀγαθότητα· μεθ’ ὧν κατατάξαι, τοὺς ἱκέτας σου παράσχου, τὸ μέγα ἔλεος.
ὁ β ’ χορὸς
Στίχ . Μ ακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Ψ άλλειν παναρμονίῳ φωνῇ, δοξολογοῦντας τὸ σὸν κράτος εὐδόκησον, οἰκτίρμον, τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητος, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι· μεθ’ ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
ὁ α ’ χορὸς
Στίχ . Κ αὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ὅ που τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπ’ αἰῶνος, δικαιωθέντες τῷ σῶ, σωτηρίῳ πάθει καὶ τῷ Αἵματι, δι’ οὗ ἐξηγόρασας τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν καὶ τὰ πταίσματα· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, Ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος. Διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.
ὁ β ’ χορὸς
Δόξα… Καὶ νῦν … Θεοτοκίον Ὅμοιον
Ν όμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας Πάναγνε, ἐν μήτρᾳ τὸν Νομοδότην, καὶ Βασιλέα Θεόν, συλλαβοῦσα μόνη Μητροπάρθενε· δι’ οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι, ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν ὑμνούντων σε, Θεομήτορα, κατατάξαι ἐν βίβλῳ ζωῆς, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχοιμεν, αὐτὸν προσκυνοῦντες, τὸν παρέχοντα τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.
ὁ Προεστώς : Ἀ γαθ ὸ ν τ ὸ ἐ ξομολογε ῖ σθαι ……
Μεθ ’ ὅ , Τρισ ά γιον . Παναγ ί α Τρι ά ς , Π ά τερ ἡ μ ῶ ν , Ὅ τι σο ῦ ἐ στιν .
Ἀ πολυτ ί κιον
ἦ χος β ‘
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β ’ χορὸς
Δ ό ξα Πατρί … ἦ χος πλ . δ ‘
Μ νήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ α ’ χορὸς
Κα ὶ ν ῦ ν … Θεοτοκ ί ον
Μ ήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμ ῶ ντες μεγαλ ύ νομεν .
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α ’ χορός
Ἦχος β´ .
Στίχ . α ‘ . Ἀ γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Τ οῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃ τι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’ . Ὅ τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
ὁ β ’ χορός
Ἦχος πλ. α’
Στίχ. α’ , Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α ’ χορός
Στίχ . β ‘ , K αὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β ’ χορός
Στίχ . γ ‘ , Θ αυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α ’ χορός
Στίχ. δ ΄. Τ ά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β ’ χορός
Δόξα Πατρί…
ὁ α ’ χορός
Καὶ νῦν …
ὁ β ’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς .
Ἀ ντ ί φωνον γ ‘
ὁ α ’ χορὸς
Στ ί χ . α ‘ Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἦ χος β ‘
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
ὁ β ’ χορὸς
Στίχ . β ’ Τ οῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…
ΕΙΣΟΔΟΣ
ὁ α ’ χορὸς
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
ὁ β ’ χορὸς
…ψ άλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ α ’ χορὸς
Ἀ πολυτ ί κιον
ἦ χος β ‘
Ἀ πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἐκ τοῦ Βήματος
Ἦ χος πλ. δ’
Μ νήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
ὁ β’ χορὸς
Τοῦ Ναοῦ
ὁ α’ χορὸς
Κοντ ά κιον Ἦ χος πλ. δ’
Με τὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δοῦλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
ὁ β’ χορὸς
Ὡ ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, δι ὰ τ ῆ ς Θεοτ ό κου συντ ή ρησον, Πολυ έ λεε.
Τρισάγιον
᾽Απόστολος
Προκείμενον Ἦχος πλ. β’
Ε ὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.
Στ ί χ. Μ ακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.
Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα ( 6:11-16)
Τ έκνον Τιμόθεε, δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.
Ἀ λληλο ύ ϊα (γ΄)
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(κ΄ 46 – 47, κα΄ 1 – 4)
Ε ἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρίμα. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν· ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλε. Ταῦτα λέγων ἐφώνει·. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
ὁ α΄ χορὸς
Δ όξα σοι Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικόν
ὁ β’ χορός
Μ ακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀ λληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρὶς)
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.