1 σχόλιο

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ 20 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016

20 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016

Σάββατον

Λοντος πισκπου Κατνης ( 780). Βησσαρωνος σου, Πλωτνου σου.

https://i0.wp.com/www.pigizois.net/sinaxaristis/02/20.jpg

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Καὶ ψλλομεν τετράκις ες χον β’ τ,

ὁ α’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

πολυτκιον χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρὶ…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμντες μεγαλνομεν.

Συναπτ μικρ κα  κφνησις

τι σν τ κρτος…  

Μετὰ τὴν Α’ Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος δ’

ὁ α’ χορὸς

Ταχὺ προκατάλαβε 

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Αὐτόμελον 

Τῶν ἐν ὅλω τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι’ αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Ταχὺ προκατάλαβε 

Σταυρὸν ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τοὺς βροτοὺς ὁδηγοῦντες, διδοῦσι τὰς ἰάσεις τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὸν Κόσμον σου.

ὁ β’ χορὸς

Δόξα Πατρί… Νεκρώσιμον

Ὅμοιον

Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον ὡς εὔσπλαγχνος καὶ παντοδύναμος, Χριστὲ ὁ Θεὸς ἡμῶν, συγχώρησον ὡς οἰκτίρμον, τὰ αὐτῶν πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὸ ἔργον, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

ὁ α’ χορὸς

Καὶ νῦν …Θεοτοκίον

Αὐτόμελον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν

τὰ Εὐλογητάρια.

χος πλ. α’

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκὼν εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

νάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δξα Πατρί… Τριαδικν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Κα νν…

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

Καί ἀναύπασον τοὺς δούλους Σου.

ὁ ῾Ιερεύς:Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς:Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Παράσχου, Κύριε.

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν

ὁ β’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)  

Εἶθ’ οὕτως,

ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).

ὁ ῾Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καθσματα χος πλ. α’

ὁ β’ χορὸς

μὴν. νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Δξα Πατρί…

Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Κα ννΘεοτοκον

ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς:

Φαιδρῶς ἐπαινῶ τοὺς Θεοῦ χρηστοὺς φίλους. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος δ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

  βχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Φαιδρύνεται ἀεί, ἡ σεπτὴ Ἐκκλησία, τοῖς ἀγῶσι τῶν φαιδρῶν, Κυρίου Ἀθλητῶν, καὶ Χριστὸν τὸν ἐκλάμψαντα, Ἥλιον ἐκ τῆς Παρθένου, καὶ τὸ σκότος μειώσαντα, τῆς ἀπάτης δοξάζει γεραίρουσα.

             αχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Αἰνέσωμεν πιστῶς, τοὺς Χριστοῦ Ἱεράρχας, περιούσιον λαόν, ποιμάναντας καλῶς, καὶ λαμπρῶς ἐπαινέσωμεν, δῆμον ὅλον τῶν ὁσίως, βιωσάντων καὶ σώματος, ἡδονάς νεκρωσάντων ἐν πνεύματι.

  βχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

σχὺς παρὰ Θεοῦ, Γυναιξὶν ἐδωρήθη, ἐν ἀσκήσει καὶ στερρᾷ, ἀθλήσει τὸν ἐχθρόν, συμπατούσαις ἐν χάριτι. Τούτων Κύριε πρεσβείαις, Προφητῶν τε ἁγίων σου, τὰ ἐλέη σου πᾶσι κατάπεμψον.

  αχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δικαίωσον Χριστέ, οὓς δικαίᾳ προνοίᾳ, ἐκ τοῦ βίου τοῦ φθαρτοῦ, πρὸς ἄφθαρτον ζωήν, μετεβίβασας δούλους σου, πᾶσί τε σὺν τοῖς δικαίοις, συγχορεύειν ἀξίωσον, τὰ αὐτῶν παριδὼν πλημμελήματα.

  βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

υόμενος ἡμᾶς, καταδίκης ἀρχαίας, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, ηὐδόκησεν Ἁγνή, καὶ Υἱὸς χρηματίσαι σου· ὅθεν υἱοθετηθέντες, δι΄αὐτοῦ τὸν οὐράνιον, εὐλογοῦμεν Πατέρα ὑμνοῦντές σε.

 

Κανὼν εἰς Κοιμηθέντας, οὗ Ἀκροστιχίς.

Κανὼν τέταρτος τοῦ τέλους μεμνημένος.

Ὁ Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος,

 ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Κρατήσας, τῆς δεξιᾶς τῶν δούλων σου, χειρὸς ὁδήγησον, ἐπὶ ζωὴν αἰώνιον Χριστέ, ἐπὶ θέαν τοῦ κάλλους σου, τοὺς ἀθλοφόρους Μάρτυρας, τῆς ἀληθείας δυσωπούμενος.  

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

φράστου, καὶ μακαρίας δόξης σου, τοὺς μεταστάντας πρὸς σέ, κληρονομεῖν ἀξίωσον Χριστέ, ὑπερβαίνων τὰ πταίσματα, καὶ δικαιῶν τῇ χάριτι, καὶ τῇ ἐκχύσει τοῦ σοῦ αἵματος.

 ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νεκρώσει, τὸν νεκρωτὴν ἐνέκρωσας, τῇ ζωηφόρῳ σου, ὁ τοῖς νεκροῖς ἐμπνέων τὴν ζωήν, ζωοδότα Χριστὲ ὁ Θεός, αὐτὸς καὶ νῦν ἀνάπαυσον, οὓς προσελάβου πιστούς δούλους σου.

 ὁ β΄χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον

ραῖος, τοῖς ὑπερτάτοις κάλλεσι, καθὸ Θεὸς ὁ Υἱός, ὡς δὲ ἐκ σοῦ Παρθένε σαρκωθείς, καὶ τῷ ξύλῳ κρεμάμενος, κάλλος οὐκ εἶχε θάνατον, τὸν ὑπὲρ πάντων προσιέμενος.

ὁ Κανών, οὗ ἡ, Ἀκροστιχίς.

Λέοντα πηγὴν ὄντα θαυμάτων σέβω. ὁ Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος πλ. δ’ Ὁ Εἱρμὸς

Ὑγρὰν διοδεύσας ὡσεί ξηράν·

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Λαμπτῆρά σε θεῖον ἡ τοῦ Χριστοῦ, φαιδρὰ Ἐκκλησία, κεκτημένη Λέον σοφέ, ταῖς τῶν ἀρετῶν σου φρυκτωρίαις, καὶ τῶν θαυμάτων πλουσίως φωτίζεται.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

κ βρέφους ἀνέθηκας σεαυτόν, τῷ πάντων Δεσπότῃ, καὶ νεκρώσει τῶν ἡδονῶν, ζῶσα τούτῳ γέγονας θυσία, θύων σαυτὸν ἀναιμάκτως Μακάριε.

  αχορὸς

Δόξα Πατρί

βίος σου φέγγει τῶν ἀρετῶν, κατηγλαϊσμένος, καὶ θαυμάτων ταῖς ἀστραπαῖς, καθωραϊσμένος θεοφόρε, περιφανῆ σε τοῖς πᾶσιν εἰργάσατο.

βχορὸς

Καὶ νῦνΘεοτοκίον

Ναὸς ἐχρημάτισας τοῦ Θεοῦ, ἀμόλυντε Κόρη, τοῦ οἰκήσαντος ὑπὲρ νοῦν, ἐν σοὶ Θεοτόκε καὶ τὴν πλάνην, ἐκ τῶν ψυχῶν τῶν βροτῶν ἐξοικίσαντος.

ᾨδὴ γ

Εἱρμὸς

  αχορὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

  βχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

σπερ ἄρνες οἱ καλλίνικοι, Μάρτυρες τυθέντες, καὶ σφαγέντες προσήχθησαν, τῷ τυθέντι Ἀμνῷ καὶ Λόγῳ, τοῦ Θεοῦ εἰς πάντων λύτρωσιν.

  αχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στόμα Θεοῦ χρηματίσαντες, οἱ Ἱερομύσται, ἐξ ἀναξίων προσήγαγον, τοὺς ἀξίους διδασκαλίαις, ἱεραῖς καταλαμπρύνοντες.

  βχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εὗρε τῶν Ὁσίων σύλλογος, δι’ ἐγκρατείας θεόθεν, τρυφὴν τὴν ἀδάπανον, ἐντρυφήσαντες θεωρίαις, καὶ ταῖς θείαις ἀναβάσεσι.

  αχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πάντας οὓς πιστῶς μετέστησας, πάντων ἱκεσίαις, τῶν σῶν Ἁγίων ἀνάπαυσον, παραβλέψας τὰ πεπραγμένα, ἐν τῷ βίῳ τούτοις πταίσματα.

  βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Αἶνον τῷ ἐκ τῷ Θεῷ προσάξωμεν, τῆς Παρθένου, ἀποτεχθέντι βουλήματι, Γυναικῶν τε χορούς, Ἀγγέλων, τοῖς χοροῖς ἐπισυνάψαντι.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ,

αχορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Νενικηκότες, τῶν εἰδώλων τὴν πλάνην οἱ Μάρτυρες, τὸν Δεσπότην καὶ Θεόν, νῦν δυσωποῦσι δωρήσασθαι, τοῖς προτελευτήσασι θείαν ἀνάπαυσιν.

βχορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὴν στρεφομένην, διαβῆναι ῥομφαίαν εὐδόκησον, καὶ τοῦ ξύλου τῆς ζωῆς, ἐπιτηδείου μεθέξεως τυχεῖν, οὓς μετέστησας δούλους σου Δέσποτα.

  αχορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

ν Παραδείσῳ, τῆς τρυφῆς αὐλισθῆναι τοὺς δούλους σου, ἔνθα ἦχος καθαρός, ἑορταζόντων ἀξίωσον, πταισμάτων τὴν ἄφεσιν τούτοις δωρούμενος.

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τῷ θείῳ τόκῳ, παρθενίαν συνήρμοσας Πάναγνε· τὸν γὰρ Κτίστην τοῦ παντός, ἀνερμηνεύτως γεγέννηκας, οὗ περ τῷ βουλήματι πάντα ὑπόκειται.

ᾨδὴ γ Εἱρμὸς

Οὐρανίας ἁψῖδος,

αχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὰ σωτήρια Πάτερ, καὶ εὐσεβῆ δόγματα, τῆς ὀρθοδοξίας φυλάττων ἀδιαλώβητα, ποίμνην ἐξέθρεψας, ἐπὶ νομὰς ζωηφόρους, καὶ πρὸς ἐπουράνιον, μάνδραν εἰσήλασας.

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νελθὼν ἐν τῷ ὕψει, τῶν ἀρετῶν Ὅσιε, χρῖσμα ἱερὸν ὑπεδέξω, καὶ τὸν Πανύψιστον, πανσόφως ᾔνεσας, ὑψηλοτάτη καθέδρα, λειτουργήσας χάριτι, τούτῳ ὡς Ἄγγελος.

αχορὸς

Δόξα Πατρί

Πειρασμοὺς ὑπομείνας, διὰ Χριστὸν Ὅσιε, τῆς ἀθανασίας μετέσχες καὶ τῆς θεώσεως, μύρον εὐῶδες δέ, διηνεκῶς ἀναβλύζον, ἁγιάζεις πίστει σοι, τοὺς προσπελάζοντας.

βχορὸς

Καὶ νῦνΘεοτοκίον

λαβὶς ἡ τοῦ θείου, καὶ φωταυγοῦς ἄνθρακος, βάτος ἡ πυρὶ μὴ φλεχθεῖσα, τῷ τῆς Θεότητος, τὰ φρυγανώδη μου, πάντα κατάφλεξον πάθη, τοῦ πυρὸς ἐξάρπασον, διαιωνίζοντος.

αχορὸς

Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Συναπτ μικρ κα  κφνησις

τι σ ε Θες μν,…

Κοντκιον χος πλ. δ

ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, δι τς Θεοτκου συντρησον, Πολυλεε.

βχορὸς

Κάθισμα Ἦχος γ

Θείας πίστεως

Μέγας ἥλιος τῇ οἰκουμένῃ, ἀνατέταλκας τῶν ἀρετῶν σου, ἀναλάμψει καὶ θαυμάτων λαμπρότητι, φωταγωγήσας Πιστῶν τὰ συστήματα, καὶ ἀφανίσας παθῶν ἀμαυρότητα· Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

αχορὸς

ΔόξαΚαὶ νῦνΘεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

.ᾨδὴ δ

Εἱρμὸς

βχορὸς

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

αχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ερώτατος Μαρτύρων, ἐδοξάσθη κατάλογος, ἱερῶς δοξάσας, μέλεσιν οἰκείοις τὸν Κύριον, τὸν ὑπὸ πάντων Ἀγγέλων, δοξαζόμενον, καὶ πρεσβεύει, ῥυσθῆναι ἡμᾶς πάσης θλίψεως.

βχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νοῦν ἀΰλῳ, φωταυγείᾳ, διαλάμποντα ἔχοντες, θεῖοι Ἱεράρχαι, νύκτα ἀθεΐας ἐλύσατε, καὶ ἀπλανεῖ ὁδηγίᾳ, τὴν θεόλεκτον, ποίμνην Χριστοῦ, πρὸς τὸ φῶς ὡδηγήσατε.

αχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ραιώθη τῶν Ὁσίων, πολυάριθμον σύστημα, καὶ ἐμεγαλύνθη, θείων Γυναικῶν ἡ ὁμήγυρις, τῶν Προφητῶν ἐτιμήθη, δῆμος ἅγιος, τῶν Ἀγγέλων, δήμοις ἑνωθεὶς ἀγαλλόμενος.

βχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν Ἀγγέλων συμπολῖται, χρηματίζοντες Μάρτυρες, τοῖς κεκοιμημένοις, πᾶσιν ἐξαιτήσασθε ἄνεσιν, καὶ Παραδείσου τοῦ θείου, τὴν κατοίκησιν, καὶ πταισμάτων, ὁλοσχερῆ ἀπολύτρωσιν.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

παρθένον σε φυλάξας, μετὰ τόκον ἀμώμητον, τὰς παρθένους πάσας, σὲ περιεστώσας ἐδόξασε, μεθ’ ὧν ἀπαύστως δυσώπει, διασῴζεσθαι, πάσης θλίψεως, καὶ πειρασμῶν τὰς ψυχὰς ἡμῶν.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς

Ἐπαρθέντα σε ἰδοῦσα Ἐκκλησία

βχορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

ναφανέντες οἱ Μάρτυρες ὡς φωστῆρες, τὸν οὐρανὸν φαιδρύνουσι τὸν τῆς Ἐκκλησίας, οἳ καὶ τὸν Σωτῆρα Χριστόν, αἰτοῦνται δωρήσασθαι, τοῖς κεκοιμημένοις τὴν ἄφεσιν.

αχορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

άβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν κοσμικὴν οἱ δοῦλοί σου θάλατταν

διῆλθον, οὕς περ καταφύτευσον, εἰς ὄρος σου Κύριε, εἰς ὃ κατειργάσω ἁγίασμα.

βχορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Τὰ σκηνώματα τὰ ὄντως ἠγαπημένα, οὓς ἐξελέξω Δέσποτα, καὶ οὓς προσελάβου, δούλους σου εὐδόκησον, σκηνῶσαι ὡς εὔσπλαγχνος, ἔνθα τῶν δικαίων τὰ πνεύματα.

αχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

τῶν θανόντων καὶ ζώντων ἐξουσιάζων, σωματωθεὶς ὡς ἄνθρωπος ἐκ σοῦ Θεοτόκε, θάνατον ὑπέμεινε, σαρκὶ ὁ ἀθάνατος, λύσας τοῦ θανάτου τὴν δύναμιν.

ᾨδὴ δ Εἱρμὸς

Εἰσακήκοα Κύριε,

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Γηπονήσας τὴν ἄρουραν, σοῦ τῆς διανοίας ἑκατοστεύοντα, στάχυν ἤνεγκας Πανόλβιε, ἀρετῶν ἐνθέων καὶ ἰάσεων.

αχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

ἁγία σου Ἅγιε, θήκη ἀενάως ἔλαιον ἅγιον, ἀναβλύζει ἁγιάζουσα, τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι.

  βχορὸς

Δόξα Πατρί

Νοσημάτων καθάρσιον, πονηρῶν, δαιμόνων φυγαδευτήριον, Ἱεράρχα, ἐχρημάτισας, καὶ πιστῶν ἀνθρώπων καταφύγιον.

αχορὸς

Καὶ νῦν Θεοτοκίον

τοῖς πᾶσιν ἀχώρητος, Πάναγνε χορεῖται ἐν τῇ νηδύϊ σου, διασῴζων με χρηστότητι,..

βχορὸς

…… τὸν βεβυθισμένον ἁμαρτήμασιν.

ᾨδὴ ε

Εἱρμὸς

αχορὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

βχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ψούμενοι Σταυρῷ, καὶ τροχοῖς συντριβόμενοι, κοπτόμενοι μεληδόν τε, οἱ στερροὶ Ἀθλοφόροι, Θεοῦ ὤφθησαν ἄτμητοι.

αχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Φωστῆρες τῶν πιστῶν Ἱεράρχαι γενόμενοι, προσήξατε τῷ Ποιμένι, καὶ Ἀμνῷ, οὓς ποιμαίνειν, ὁσίως ἐπιστεύθητε.

βχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θορύβων κοσμικῶν, χωρισθέντες οἱ Ὅσιοι, εἰρήνευσαν τὴν καρδίαν, ἐκ παθῶν καὶ τοῦ πάντων, Θεοῦ υἱοὶ γεγόνασιν.

αχορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

νθέων Προφητῶν, Γυναικῶν τε κατάλογος, τὸν Κύριον θεραπεύσας, τοῖς προκεκοιμημένοις, αἰτεῖται τὴν ἀνάπαυσιν.

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Κύριος ἐν σοί, κατοικήσας Πανάχραντε, εἰργάσατο τοὺς ἀνθρώπους, τῆς αὐτοῦ θείας δόξης, Παρθένε οἰκητήρια.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς αὐτὸς

αχορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Σὺ Κύριε τῆς σῆς, δεσποτείας τοὺς Μάρτυρας, ἐδόξασας, δι’ αὐτῶν τε, τοὺς πρὸς σὲ μεταστάντας, ἀνάπαυσον ὡς εὔσπλαγχνος.

βχορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὴν ἄλυπον ζωὴν τὸ τερπνὸν ἀγαλλίαμα, τὴν ἄληκτον εὐφροσύνην, τοῖς προκεκοιμημένοις, παράσχου πολυέλεε.

αχορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, ἀνάπαυσον τοὺς ἐν πίστει, καὶ τῇ σῇ ἐπιγνώσει, τὸν βίον ἐκτελέσαντας. 

βχορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον  

μνοῦμέν σε δι’ ἧς, τοῖς ἐν σκότει ἀνέτειλε, τὸ ἄφραστον Θεομῆτορ, καὶ ἀπρόσιτον κάλλος, καὶ πόθῳ μακαρίζομεν.

ᾨδὴ ε Εἱρμὸς

Ἴνα τὶ με ἀπώσω,

αχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Νοΐ καθαρωτάτῳ, νοῦν τὸν πάντων αἴτιον ἑνοπτριζόμενος, παρ’ αὐτοῦ ἐδέξω, χαρισμάτων τὴν αἴγλην θεόπνευστε, καὶ τῶν ἰαμάτων, τὰς ἱερὰς φωτοχυσίας· δι’ ὧν λύεις παθῶν τὴν σκοτόμαιναν.

βχορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν ἀπάταις δαιμόνων, πάντας τοὺς πιστεύοντας Χριστῷ μωραίνοντα, τῷ πυρὶ δικαίᾳ, παραδέδωκας ψήφῳ Μακάριε, καὶ ψυχὰς ἐρρύσω, τῆς ὀλεθρίου τούτου βλάβης, ὡς Ποιμὴν ἀληθὴς καὶ σωτήριος.

αχορὸς

Δόξα Πατρί

ναφθείσης ἐν μέσῳ, ἔστης ἀκατάφλεκτος πυρᾶς Ἀοίδιμε· ἡ γὰρ θεία δρόσος, τοῦ Ἁγίου ἐκύκλου σε Πνεύματος, ὡς Ἱερομύστην, ὡς λειτουργὸν τῆς θείας δόξης, ὡς τῆς ἄνω λαμπρότητος μέτοχον.

βχορὸς

Καὶ νῦν Θεοτοκίον

Θεωρήσαντες πάλαι, ἐνθεαστικώτατα θεοχαρίτωτε, οἱ σεπτοὶ Προφῆται, μυστηρίου τὸ βάθος τὸ ἄφραστον, τῆς σεπτῆς λοχείας, σοῦ τῆς ἁγνῆς ποικιλοτρόπως, ὡς ἐχώρησαν….

ὁ α’ χορὸς

…….. τοῦτο προήγγειλαν.

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ’ ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε.

ὁ α’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πέρτιμοι Μάρτυρες ὡς λίθοι, ἐπὶ τῆς γῆς πανσόφως, κυλιόμενοι τῆς δυσσεβείας, οἰκοδομὴν πᾶσαν, κατεστρέψατε, καὶ ναοὶ Θεοῦ γεγόνατε.

ὁ β’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χειρὸς διεσώσατε βιαίας, ὑποχειρίους πάντας, Ἱεράρχαι καὶ ὅσιοι πάντες, οἱ ἐν Χριστῷ ποίμνης, ἡγησάμενοι· διὰ τοῦτο μακαρίζεσθε.

ὁ α’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ήσεσι Προφητῶν ἀκολουθοῦντα, τῶν Γυναικῶν τὰ πλήθη, ἐν ἀσκήσει τε καὶ ἐν ἀθλήσει, τῷ Γυναικὸς ἐκ παρθένου, λάμψαντι, Θεῷ Λόγῳ καθυπούργησαν.

ὁ β’ χορὸς

Στίχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πάντων ζωὴ τῶν τεθνεώτων, τοὺς ἐξ ἡμῶν ἐν πίστει, ἐκδημήσαντας πρὸς σὲ τὸν κτίστην, ἐν τῷ φωτὶ Χριστέ, τοῦ προσώπου σου, πολυέλεε κατάταξον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογῶ σε Κόρη, τοῦ Θεοῦ ἡμῶν ἁγνὴν Μητέρα, ἀλλὰ τῇ σῇ, μεσιτείᾳ ῥῦσαί με, αἰωνίου κατακρίσεως.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Θύσω σοι μετὰ φωνῆς αἰνέσεως

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Τὴν λόγχην, τὴν θείαν πλευράν σου κεντήσασαν, ἡ στρεφομένη ῥομφαία, κατιδοῦσα Σῶτερ ὑπεχωρεῖτο, τοῖς σοῖς δούλοις, ταῖς ἱκεσίαις τῶν Ἀθλοφόρων σου.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

ν ξύλῳ, κρεμασθεὶς τὸν Παράδεισον ἤνοιξας· τοὺς οὖν πιστῶς μεταστάντας, ἐν αὐτῷ Σωτήρ μου καταφυτεύσας, ὡς οἰκτίρμων, τῆς σῆς δόξης μετόχους ἀνάδειξον.

ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Λειμῶνας, τοὺς τῆς τρυφῆς ἀξίωσον δρέπεσθαι, τοὺς περὶ σὲ τὸν Δεσπότην, εὐσεβῶς φοιτῶντας διὰ θανάτου, καὶ δικαίοις, τοῖς ἀπ’ αἰῶνός σου συναρίθμησον.

ὁ α’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Λόγος, καθὰ Θεὸς ὑπάρχων ἀόρατος, σωματωθεὶς καθωράθη, ἐκ Παρθένου Κόρης ἀπειρογάμου, καὶ θανάτῳ, τῷ οἰκείῳ τὸν θάνατον ἔλυσε.

ᾨδὴ ς’ Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

όμματοι τῇ ἐντεύξει σου Πάτερ, ἐκομίσαντο τὸ βλέπειν θεόφρον· τὸν γὰρ Χριστόν, συνεργὸν κεκτημένος, καὶ πρὸς αὐτὸν τῆς ψυχῆς σου τὰ ὄμματα, κτησάμενος διηνεκῶς, τὰς αἰτήσεις πλουσίας ἐλάμβανες.

 

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

πῆρξας τῷ βασιλεῖ θαυμάσιε, φοβερώτατος ἡνίκα προβαίνων, ἐν ταῖς αὐλαῖς, ταῖς αὐτοῦ ἐπεφέρου, τῷ ἱματίῳ σου ἅπτοντας ἄνθρακας· ἐδόξαζε γὰρ σε Χριστός, ὃν τῷ βίῳ σου Λέον ἐδόξασας.

 

ὁ β’ χορὸς  

Δόξα Πατρί…

Μυρίζει σου ἡ σορὸς τῶν λειψάνων, καὶ προχέει ἀενάως Παμμάκαρ, ὥσπερ πηγή, καθαρὰ καὶ εὐώδης, ἔλαιον θεῖον, δι’ οὗ φυγαδεύονται, νοσήματα ἐκ τῶν Πιστῶν, καὶ ὑγεία τοῖς χρήζουσι δίδοται.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

γίασον τὴν ψυχήν μου Παρθένε, ἡ τὸν Ἅγιον κυήσασα Λόγον, τὸν ἀληθῶς, ἐν ἁγίοις ὡς θέμις, ἀναπαυόμενον μόνον Θεὸν ἡμῶν, καὶ δίδου μοι ὡς ἀληθῶς, κατανύξεως ὄμβρους Πανάμωμε.

 

ὁ β’ χορὸς  

Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον Ἦχος πλ. β´

Τὴν ἐν πρεσβείαις

Τὸν ἀπὸ βρέφους Κυρίῳ ἀνατεθέντα, καὶ ἐκ σπαργάνων τὴν χάριν ἀνειληφότα, πάντες τοῖς ᾄσμασι στεφανώσωμεν, Λέοντα τὸν φωστῆρα τῆς Ἐκκλησίας καὶ πρόμαχον· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

Ὁ Οἶκος

Τράνωσόν μου τὴν γλῶσσαν Χριστέ μου, καὶ παράσχου μοι λόγον, ὁ τῶν λόγων δοτήρ, καὶ παροχεὺς τῆς ζωῆς ἡμῶν, ἵνα ἰσχύσω ἐγκωμιάσαι τοῦ σοφοῦ Ἱεράρχου τόν βίον ὅλον, ὃν ἐν τῇ γῇ διαπύρῳ ἀγάπῃ ἐτέλεσε, καὶ εἴληφεν οὐρανόθεν τῶν ἀπείρων θαυμάτων τὸ πέλαγος, καὶ τῶν δογμάτων τὴν δύναμιν, δι’ ὧν τὴν Ἐκκλησίαν κατηύγασεν· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

Συναξάριον

ΤΚ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λέοντος, Ἐπισκόπου Κατάνης.

Στίχοι

  • Οἰ μὲν νεκρὸς Λέοντος, εἶ δ’ οἵου πύθῃ,

  • Πάντως ἐροῦμεν. Τοῦ προέδρου Κατάνης.

  • Εἰκάδι ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώκ, Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων τὸν ἀριθμὸν ἑκατὸν εἰκοσιοκτώ.

Στίχοι

  • Φέρει σὺν ὀκτὼ καὶ Σαδὼκ Ἐπισκόπῳ,

  • Ἡ δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βησσαρίωνος.

Στίχοι

  • Πολλῶν ἱδρώτων καὶ πόνων Βησσαρίων,

  • Πολλὰς θανὼν εὕρηκεν ἀντιμισθίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγάθωνος Πάπα Ῥώμης.

Στίχοι

  • Ῥώμης Ἀγάθων οἴακας διευθύνας,

  • Πρύμναν ἔκρουσε πρὸς νοητοὺς λιμένας.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μήν.

ᾠδὴ η’ 

ὁ β’ χορὸς

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Ερμς

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας»

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

ὁ β’ χορὸς

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

δόντες τὰς θείας δωρεὰς οἱ Μάρτυρες, τὰ γέρα κομισάμενοι, τὰ τῶν μεγίστων αὐτῶν πόνων, ἀγάλλονται Χριστὸν μεγαλύνοντες, τὸν τούτους ἀληθῶς μεγαλύναντα, καὶ νικηφόρους ἀναδείξαντα.

ὁ α’ χορὸς

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

ς ἱεραρχήσαντες λαοῦ προέστητε, Ἱεράρχαι θεῖοι κήρυκες, ὡς λαμπρυνθέντες τῇ ἀσκήσει, Ἡλίου τηλαυγέστερον Ὅσιοι, ἐλάμψατε πιστοὺς καταυγάζοντες, ἔργων μεγάλων ἐπιδείξεσι.

ὁ β’ χορὸς

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Σὺν Ἱερομάρτυσιν ὁμοῦ καὶ Μάρτυσι, καὶ Προφήταις μακαρίσωμεν, πάντας Ὁσίους καὶ Δικαίους, καὶ Γύναια λαμπρῶς ἀριστεύσαντα. Αὐτῶν Χριστὲ βοῶντες δεήσεσι, ῥῦσαι γεέννης τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

ς κατηξιώθησαν χαρᾶς οἱ Ἅγιοι, οἱ καλῶς σε θεραπεύσαντες, ταύτης Χριστὲ τοὺς μεταστάντας, ἐν πίστει τῇ εἰς σὲ καταξίωσον, τὰ τούτων παρορῶν ἁμαρτήματα, διὰ τὸ πλούσιόν σου ἔλεος.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φανεῖσα τῶν ἄνω Χερουβεὶμ Πανάμωμε, ἀνωτέρα ὡς βαστάσασα, τὸν συνοχέα τῶν ἁπάντων, ἀνώτερον τὸν νοῦν μου ἀπέργασαι, παθῶν τῶν τῆς σαρκὸς δυναμοῦσά με, τὸ τοῦ Δεσπότου πράττειν θέλημα.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

δωκας τοῖς ὄντως Ἀθληταῖς καὶ Μάρτυσι, παρρησίαν ἱκετεύειν σε· δὸς οὖν τοῖς πίστει κοιμηθεῖσι, τὴν θείαν δι’ αὐτῶν ἀπολύτρωσιν, ἐν τόπῳ σκηνῆς ἁγίας σου Κύριε, κατασκηνῶσαι χαριζόμενος.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται

Νεύματι τῷ δημιουργικῷ ὁ σύμπαντα, συμφερόντως ἐργαζόμενος, ζώντων ὁ ἔχων ἐξουσίαν, θανόντων κυριεύων ὡς εὔσπλαγχνος, κατάταξον οὓς μετέστησας δούλους σου, ἐπὶ ὑδάτων ἀναπαύσεως.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

φύσει ὑπάρχων ἀγαθὸς ὁ πλούσιος, ἐν ἐλέει καὶ χρηστότητι, ῥῦσαι ἐκ σκότους ἐξωτέρου, τοὺς ἐπικεκλημένους σὸν ὄνομα, ἐκ πίστεως δικαιώσας καὶ χάριτι, τούτους λαμπρύνας ὡς φιλάνθρωπος.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ προφῆται προεκήρυξαν, ἄλλοθεν ἄλλος παραδόξως, σοὶ τὰς προσηγορίας ἁρμόζοντες· ζωὴν γὰρ τοῖς ἐν τῷ ᾍδῃ γεγέννηκας, κράτος θανάτου διαλύσασαν.

ᾨδὴ θ’ Ὁ Εἱρμὸς

Ἔφριξε πᾶσα ἀκοή,

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

να σε θείαις ἐν φωναῖς, μακαρίζωμεν ὁσίως βιώσαντα, καὶ τὰ οὐράνια, περιπολοῦντα καὶ ἀγαλλόμενον, παθῶν καὶ θλίψεων ἡμᾶς, εὐχαῖς σου διάσῳζε, καὶ περιστάσεων, Ἱεράρχα καὶ Ποιμὴν ἀξιάγαστε.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

να σε θείαις ἐν φωναῖς,…..

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

ς κλῆμα τῆς ἀληθινῆς, γεγονὼς Πάτερ ἀμπέλου ἐβλάστησας, ἀρετῶν βότρυας, θαυμάτων γλεῦκος ἐναποστάζοντας· ἐξ οὗ οἱ πίνοντες πιστῶς, ὑγείαν κομίζονται, καὶ ἀγαλλίασιν, εὐφημοῦντές σε ἀεὶ Λέον Ὅσιε.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Σῶμά σου γέγονε ναός, Ἁγίου καὶ σεπτοῦ Πάτερ Πνεύματος· καὶ νῦν κατάκειται, τοῦ θείου ἔνδον ναοῦ, ὃν ἥγειρας, εἰς δόξαν Λέον καὶ τιμήν, Λουκίᾳ τῇ μάρτυρι, θαυμάτων βρύων ἡμῖν ποταμοὺς τοῖς εὐσεβῶς σε γεραίρουσι.

 ὁ α’ χορὸς

Δόξα…

λιος ὤφθης φωταυγής, ἀρετῶν λαμπαδουχίαις τὰ πέρατα περιαυγάζων ἀεὶ· καὶ νῦν πρὸς φέγγος μετέβης ἄρρητον· τὴν φωτοφόρον σου διό, μνήμην ἑορτάζοντας, Λέον Πανόλβιε, σκοτασμοῦ πάντας δεινοῦ ἀπολύτρωσαι. 

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Φρίττω σου μόνε Βασιλεῦ, τὴν δευτέραν παρουσίαν καὶ δέδοικα, ἄμετρα πταίσας σοι, καὶ μεταγνώσει μὴ βελτιούμενος· ἀλλ’ ὡς ὑπάρχων ἀγαθός, ἐπίστρεψον σῶσόν με, τῆς κυησάσης σε, εὐπροσδέκτοις, Ἰησοῦ παρακλήσεσι.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν· ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον μεγαλύνομεν.

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Γυναῖκες ἀκουτίσθητε

Λαμπτῆρα καὶ διδάσκαλον, καὶ Ἱεράρχην μέγιστον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, γνωρίζει σὲ Ἱεράρχα· τὰ τέκνα ταύτης Ὅσιε, καλῶς Πάτερ ἐποίμανας, ἐπὶ νομὴν σωτήριον, Λέον θεόφρον ἅγιε, αἱρετικοὺς ἐκδιώξας, καθάπερ θῆρας ἀγρίους.

β’ χορός

Θεοτοκίον

Κατάνης ὁ πολύφωτος, ἀστὴρ καὶ διαυγέστατος, τερατουργὸς Ἱεράρχης, Λέων ὁ μύστης Τριάδος, κυρίως Θεοτόκον σε, Ἁγνὴ τρανῶς ἐκήρυξε, νῷ καὶ ψυχῇ καὶ σώματι· ἣν καὶ ἡμεῖς ἀνυμνοῦμεν, σαφῶς Θεοῦ ὡς Μητέρα.

.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Ἦχος δ’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Στιχηρὰ Μαρτυρικὰ.

γγέλων συμμέτοχοι γεγόνατε, Ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστόν, ἀνδρείως κηρύξαντες· πάντα γὰρ τὰ ἐν Κόσμῳ κατελίπετε τερπνά, ὡς ἀνύπαρκτα, τὴν Πίστιν δὲ ὡς ἄγκυραν, ἀσφαλῆ ἐκρατήσατε· ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοῖς πιστοῖς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ

Πῶς ὑμῶν θαυμάσωμεν, τοὺς ἀγῶνας ἅγιοι Μάρτυρες, ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε; οὐκ ἐφόβησαν ὑμᾶς, τῶν τυράννων αἱ ἀπειλαί; οὐ κατέπτηξαν ὑμᾶς, τῶν βασάνων αἱ προσβολαί, ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, τοῦ παρέχοντος ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τίμιος ὁ θάνατος τῶν Ἁγίων σου Κύριε· ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σωτήρ, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῷ Σταυρῷ ὁπλισάμενοι· ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν… Θεοτοκίονἦχος ὁ αὐτὸς

μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

 

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…

Ες τ πστιχα

Στιχηρ Νεκρσιμα Προσμοια

Ἐκ τῶν τοῦ Θεοφάνους

ὁ β’χορὸς

Ἦχος δ’

 Ἔδωκας σημείωσιν 

ντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας, ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται; Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.

ὁ α’χορὸς

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

πνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν· Τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν Ἁγίων σου, Ζωοδότα φιλάνθρωπε.

ὁ β’χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις· Πατρὶ γὰρ προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῶν, τὸ ὀφειλόμενον ἐπιτίμιον, καὶ νῦν ἐκδυσωποῦμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν.

ὁ α’χορὸς

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον αἵματι, τῷ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ᾧ ἀπέπλυνας ἡμᾶς, τῆς παραβάσεως τοῦ Προπάτορος. Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις σου, ἐν χοροῖς τῶν Μαρτύρων σου.

ὁ β’χορὸς

Δόξα Πατρί…Καὶ νῦν… Θεοτοκίον

ήσεσιν ἑπόμενοι, τῶν θεηγόρων πανάμωμε Θεοτόκον φρονοῦμέν σε· Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, τοὺς αἰχμαλώτους τοῖς παραπτώμασιν, ὃν καὶ νῦν ἐκδυσώπησον, τοὺς μεταστάντας οἰκέτας σου, ταῖς οἰκείαις ἐκλάμψεσι, καταυγάσαι Πανάχραντε.

 

ὁ Προεστώς: γαθν τ ξομολογεσθαι …

 

Μεθ’ , Τρισγιον. Παναγα Τρις, Πτερ μν, τι σο στιν.

πολυτκιον

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμντες μεγαλνομεν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

αχορός

Ἦχος β´.

Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β

βχορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

αχορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Στίχ. γ, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

αχορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

αχορός

Καὶ νῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

 

ντφωνον γ

αχορὸς

Στχ. α Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

χος β

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

βχορὸς

Στίχ. β Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…

ΕΙΣΟΔΟΣ

αχορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

βχορὸς

ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

αχορὸς

πολυτκιον

χος β

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἐκ τοῦ Βήματος

χος πλ. δ’

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ β’ χορὸς

Τοῦ Ναοῦ

ὁ α’ χορὸς

Κοντκιον χος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς   ψυχάς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

ὁ β’ χορὸς

Κοντκιονχος πλ. δ’

ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, δι τς Θεοτκου συντρησον, Πολυλεε.

Τρισάγιον

Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα    (2:11-19)

Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν ῾Υμέναιος καὶ Φιλητός, οἵτινες περὶ τὴν ἀλήθείαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινῶν πίστιν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.

λληλοϊα (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

(ιη΄ 2 – 8)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. εἶπε δὲ ὁ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ’ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

ὁ β’ χορός

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. λληλούϊα.

ὁ α’ χορός

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς).

20 ΦΕΒ16 ΣΑΒΒΑΤΟΝ

 

 

 

One comment on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ 20 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016

  1. Θεωρώ καθήκον να σας ευχαριστήσω για την πολύτιμη ΔΩΡΕΑΝ προσφορά σας, προς δόξα και τιμή της εκκλησίας μας. Σας εύχομαι υγεία και ΧΡΟΝΙΑ ΠΟΛΛΑ! Με τα τιμής. Παναγιώτης Κουσουτζής πρωτοψάλτης Ιερού Ναού Αγίου Νικολάου Ολυμπιάδας ΠΤΟΛΕΜΑΪΔΑΣ πτυχιούχος ΒΥΖ.ΕΚΚΛ. ΜΟΥΣΙΚΗΣ. http://www.kousoutzis.gr

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: