13 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016
Σάββατον
Μαρτινιανο ῦ ὁ σ ί ου (ε΄ α ἰ .). ᾿ Ακ ύ λα κα ὶ Πρισκ ί λλης, Ε ὐ λογ ί ου ᾿ Αλεξανδρε ί ας (†607).
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετ ὰ τ ὸ ν Ἑ ξ ά ψαλμον,
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορὸς
Ἦ χος πλ. δ’
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον . Ἦχος πλ. δ’
Τ ὴν φλόγα τῶν πειρασμῶν, δακρύων τοῖς ὀχετοῖς, ἐναπέσβεσας Μακάριε, καὶ τῆς θαλάσσης τὰ κύματα, καὶ τῶν θηρῶν τὰ ὁρμήματα, χαλινώσας ἐκραύγαζες· Δεδοξασμένος εἶ Παντοδύναμε, πυρὸς καὶ ζάλης ὁ σώσας με.
ὁ β’ χορὸς
Δόξα…
Τ ὴν φλόγα τῶν πειρασμῶν,……
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν Τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
ὁ α’ χορὸς
Καθίσματα Μαρτυρικὰ
Ἦχος γ ‘
Τὴν ὡραιότητα
Τ ῶν Ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι· ἀνδρείως γὰρ ἐνίκησαν, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, εἰρήνην παράσχου τῷ λαῷ σου.
ὁ β’ χορὸς
Στ ί χ. Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ
Θ ωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.
ὁ α’ χορὸς
Στ ί χ. Τ οῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς
Ἰδιόμελον
Ἐ κλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τόν Σταυρόν τῆς ἀληθείας.
ὁ β’ χορὸς
Δόξα…
Τὴν ὡραιότητα
Ὅ τε τῷ λόγῳ σου, παραστησόμεθα, τῷ ἀδεκάστῳ σου, βήματι Κύριε, μὴ καταισχύνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν δικαίων σου, Χριστέ, οὓς προσελάβου ἀνάπαυσον, ὡς μόνος ὑπάρχων πολυέλεος.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σ ὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος,
Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα
ΚΑΝΟΝΕΣ
Μύσταις προσοίσω τοῦ Θεοῦ θεῖον μέλος. Ἰωσήφ.
ᾨδὴ α’ Ἦχος γ’
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Θ αυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ.
ὁ β’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Μ αρτυρίου κλέος σοφοὶ εὕρατε, πάντες Ἀθληταί, βασάνους πολυτρόπους, ἐνεγκόντες γενναίως ὑπὲρ τῆς ἀληθείας· ὅθεν πίστει ὑμᾶς δοξάζομεν ἀεί.
ὁ α’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὑ περτέραν σχόντες ζωήν, ὤφθητε προφῆται καὶ σοφοί, Κυρίου ἱεράρχαι, τοῦ κενωθέντος Λόγου, ποιμάναντες ὁσίως, τοῦ Σωτῆρος τὴν ποίμνην σθένει θεϊκῷ.
ὁ β’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ ταυρωθέντες κόσμῳ σαρκός, ὅσιοι πάσας ἡδονὰς ἠρνήσασθε, καὶ σκεύη, τοῦ Πνεύματος δειχθέντες, τὰ πνεύματα πλάνης, θείῳ σθένει ἐξηφανίσατε σαφῶς.
ὁ α’ χορὸς
Στίχ . Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τ οὺς ἐκ γῆς προστάξει τῇ σῇ Κύριε, πίστει εὐσεβεῖ, οἰκτίρμον μεταστάντας, ζωῆς ἀτελευτήτου, καὶ φωτὸς ἀνεσπέρου, ἀξιώσας ἀνάπαυσον ὡς ἀγαθός.
ὁ β’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὡ ς Θεὸν τεκοῦσαν σαρκὶ Πάναγνε, γνώμῃ εὐσεβεῖ, τιμῶμέν σε ἀπαύστως, μετὰ σεμνῶν Γυναίων, ἀσκήσει λαμπρυνθέντων, καὶ ἀθλήσει καταβαλόντων τὸν ἐχθρόν.
Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς:
Τοῦτο τρίτον μέλισμα θνῄσκουσι νέμω.
Ὁ Εἱρμὸς
Τεμνομένην θάλασσαν
ὁ α’ χορὸς
Στίχ. Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου
Τ ῇ ταφῇ σου θάνατον θανατώσας, καὶ καθελὼν τοῦ ᾅδου τὴν τυραννίδα, εἰς οὐρανοὺς πρόδρομος ἡμῶν, ἀναπεφοίτηκας, Ἀθλοφόρων δῆμον συνανυψώσας, νῦν τὰς ψυχάς ἀνάπαυσον, τῶν μεταστάντων Χριστέ.
ὁ β’ χορὸς
Στίχ. Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου
Ὁ τοὺς θείους Μάρτυρας ἐνισχύσας, καὶ δι’ αὐτῶν τὴν πλάνην ἐξαφανίσας, ταῖς προσευχαῖς τούτων, ὡς Θεός, τοὺς τελευτήσαντας, τῆς παρὰ σοῦ Σῶτερ ἀθανασίας, καὶ μακαρίας λήξεως, τυχεῖν ἀξίωσον.
ὁ α’ χορὸς
Στίχ. Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Υ πὲρ δούλων Δέσποτα, τὸ σὸν αἷμα, σφαγιασθείς, ἐξέχεας ὡς οἰκτίρμον, τὴν ὀφειλὴν τὴν ὑπὲρ αὐτῶν, καταβαλόμενος· διὰ τοῦτο εὔσπλαγχνε, σὲ αἰτοῦμεν, νῦν τάς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων Χριστέ.
ὁ β’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ ὴν ἁγνὴν ὑμνήσωμεν Θεοτόκον, τὴν τὸν Θεὸν τεκοῦσαν, τὸν τῷ θανάτῳ τῷ ἑαυτοῦ, θάνατον ἡμῖν ἀναμοχλεύσαντα, καὶ ζωὴν πηγάσαντα τὴν ἀγήρω, καὶ δι’ αἰῶνος μένουσαν μακαριότητα.
ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς.
Μέλπω Μάκαρ σου τοὺς δρόμους θείοις λόγοις.
Ποίημα Θεοφάνους
ᾨδὴ α’ Ἦχος δ’ Ὁ Εἱρμὸς
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος,
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Μ ονάσας, καὶ τὸν σταυρόν σου Ὅσιε, ἀναλαβόμενος, τῷ διὰ σὲ ἑκούσιον Σταυρὸν καὶ ταφὴν ὑπομείναντι, ἀκολουθεῖν ἐπόθησας, πάθη νεκρώσας τὰ τοῦ σώματος.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἐ ν ὄρει, τῆς ἀπαθείας Ὅσιε, μένειν ἑλόμενος, ταῖς πρὸς τὸ θεῖον νεύσεσι νυκτός, καὶ ἡμέρας ἐσχόλασας, διὰ νηστείας Πάνσοφε, καὶ ἐγκρατείας καὶ δεήσεως.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Λ αμπτῆρα, τῆς Ἐκκλησίας ἔνδοξε, Χριστὸς σε ἔδειξε, φωτοβολοῦντα Πάτερ ἀρεταῖς, τῶν πιστῶν τὰ συστήματα, καὶ τῶν ψυχῶν σκοτόμαιναν, πολυσχιδῆ ἀποδιώκοντα.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Π αρθένον, καὶ μετὰ τόκον μόνην σε, μείνασαν ἔγνωμεν· τὸν πλαστουργὸν γὰρ ἔτεκες Θεόν, καὶ σαρκὶ ἐσπαργάνωσας, τὸν θεϊκαῖς δυνάμεσι, τὴν γῆν ὁμίχλῃ σπαργανώσαντα.
ᾨδὴ γ’
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Σ τεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β’ χορὸς
Στίχ . Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ῥ ώμῃ Θεοῦ σθενούμενοι, Μάρτυρες ἔνδοξοι, ὀλεθροτόκον δύναμιν, τοῦ ἐν κακίᾳ δυνατοῦ δυσμενοῦς, τελείως ὠλέσατε, καὶ νίκης εἰλήφατε θεῖον στέφανον.
ὁ α’ χορὸς
Στίχ . Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὁ τοὺς ὁσίους Κύριε, δείξας ἐχθροῦ νικητάς, ταῖς αὐτῶν Ἰησοῦ παρακλήσεσιν, ἁγίασον, φώτισον, καὶ σῶσον, τοὺς ἐν πίστει καὶ πόθῳ, ἀπαύστως ἀνυμνοῦντάς σε.
ὁ β’ χορὸς
Στίχ . Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Σ ὺν τοῖς Προφήταις ἅπασιν, ἀνευφημήσωμεν, τοὺς τῶν Γυναίων θείους χορούς, τοὺς ἐν ἀσκήσει, καὶ ἐν ἀθλήσει διαλάμψαντας, καὶ τὸν πολυμήχανον ὄφιν πατήσαντας.
ὁ α’ χορὸς
Στίχ . Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ο ὓς ἐξ ἡμῶν μετέστησας, θείᾳ βουλήσει Χριστέ, μετὰ Ἁγίων σύνταξον, τὰ ἐν τῷ βίῳ παραβλέψας αὐτῶν, οἰκτίρμον ἐγκλήματα, πρεσβείαις δεόμεθα τῶν Ἁγίων σου.
ὁ β’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ο ἱ σεσωσμένοι Πάναγνε, σοῦ τῷ σεπτῷ τοκετῷ, τοῦ Γαβριὴλ βοῶμέν σοι πιστῶς, τὸ Χαῖρε καὶ δεόμεθα, τῇ παρακλήσει σου, πταισμάτων ἄφεσιν πᾶσιν αἴτησαι.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ὁ ἐκ μὴ ὄντων
ὁ α’ χορὸς
Στίχ. Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου
Ὁ διαπλάσας ἐκ γῆς με, καὶ πρὸς τὴν γῆν, στραφέντα τὸν δείλαιον, ἀναπλάσας λαμπρότερον, τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων, πρεσβείαις τῶν Μαρτύρων.
ὁ β’ χορὸς
Στίχ. Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Τ ῶν Ἀθλοφόρων Μαρτύρων τοὺς αἰκισμούς, στρεβλώσεις καὶ μώλωπας, καὶ πληγὰς δυσωπούμενος, τὰς ψυχὰς ἀνάπαυσον τῶν μεταστάντων, πρὸς σὲ τὸν πάντων κτίστην.
ὁ α’ χορὸς
Στίχ . Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ῥ ῦσαι γεέννης πυρός τε, καὶ ζοφερῶν, τοῦ ᾅδου φιλάνθρωπε, σκηνωμάτων τοὺς δούλους σου, τοὺς ἐν πίστει Δέσποτα, κεκοιμημένους, τῇ σῇ ἐλπίδι πάντας.
ὁ β’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἱ ερωτέρα ὡς μήτηρ τοῦ πλαστουργοῦ, τῆς κτίσεως πέφηνας, τοῦ τὸν θάνατον λύσαντος, Θεοτόκε Πάνσεμνε, καὶ ἀφθαρσίαν ἡμῖν δεδωρημένου.
ᾨδὴ γ’ Ὁ Εἱρμὸς
Εὐφραίνεται ἐπὶ σοί
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἀ νύστακτον τὸν πυρσόν, τὸν τῆς ψυχῆς διατηρῶν πνεύματι, τῆς νοητῆς ἔνδοθεν, Ὅσιε παστάδος ἐσκήνωσας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ῥ εόντων παραδραμών, εὐσεβοφρόνως τὰ τερπνὰ ἔσπευσας, τὰ μηδαμῶς ῥέοντα, Μαρτινιανὲ ἐγκολπώσασθαι.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Σ τενούμενος πλατυσμῷ, ἀσκητικῆς διαγωγῆς Ὅσιε, πλάτος τερπνὸν ἔφθασας, τὸ τοῦ Παραδείσου γηθόμενος.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ο ἰκήσας σου τὴν νηδύν, ὁ κατοικῶν τὸν οὐρανὸν ἄλλον σε, Μήτηρ Θεοῦ ἔμψυχον, ὄντως οὐρανὸν ἀπειργάσατο.
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Ε ὐφραίνεται ἐπὶ σοί, ἡ ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Συναπτ ὴ μικρ ὰ μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν…
Μαρτυρικόν Κοντάκιον
Ἦχος πλ. δ’
Ὡ ς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
ὁ β’ χορὸς
Κάθισμα Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος
Ἐ ν πέτρᾳ εὐσεβείας προσερείσας τὸν πόδα σου, ἐχθροῦ ταῖς μεθοδείαις ἀπερίτρεπτος ἔμεινας, πυρὶ δὲ θερμανθεὶς τῶν ἡδονῶν, εἰς πῦρ σαυτὸν ἐνέβαλες δειχθείς, ἐθελούσιος Μαρτυς, ἐπισκοπῇ τῇ θείᾳ δροσιζόμενος. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
ὁ α’ χορὸς
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Τ ὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι, προτείνουσα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ καὶ βοῶντάς σοι. Δόξα τῷ ἐνοικήσαντι ἐν σοὶ δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
ᾨδὴ δ’
Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Τ ὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὄρους, κατασκίου δασέος.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἱ ερεῖα καθάπερ, προσανηνέχθητε πίστει, σφαγέντες, ὥσπερ ἄρνες σοφοί, ἀμνῷ τῷ ἐπὶ ξύλου Σταυροῦ, ἐπευδοκήσαντι ἀθληταί, ἐθελουσίως ταθῆναι, ὑπὲρ γένους ἀνθρώπων.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σ ὺν ὁσίοις τιμῶμεν, τοὺς εὐκλεεῖς Ἱεράρχας, φωστῆρας γεγονότας πιστῶν, παθῶν μὲν σκότος λύοντας, τῆς δὲ ἀχλύος ἐκκαθάραντας, καὶ πρὸς ἄδυτον ἐν πίστει, προσχωρήσαντας φέγγος.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡ ραιότητι λόγων, οἱ θεηγόροι Προφῆται, φαιδρύνουσι πιστῶν τὰς ψυχάς, ἀγώνων ταῖς λαμπρότησι, καὶ τῶν θαυμάτων ἀνατολαῖς, καταυγάζουσι καρδίας, θεοφόροι Γυναῖκες.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τ οὺς τὸν βίον λιπόντας, ὑπερκοσμίου δόξης, μετόχους δεῖξον Λόγε Θεοῦ, πταισμάτων ἀπολύτρωσιν, τούτοις δωρούμενος ἀγαθέ, ὧν περ ἔπραξαν ἐν γνώσει, ἐπὶ γῆς καὶ ἀγνοίᾳ.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Τ ῶν Μαρτύρων τὴν δόξαν, Ἱεραρχῶν καὶ Ὁσίων, τὸ θεῖον ἐγκαλλώπισμα, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Γυναίων σεμνολόγημα, ἀνυμνήσωμεν ἀξίως, τοῦ Θεοῦ τήν Μητέρα.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ἔθου πρὸς ἡμᾶς
ὁ β’ χορὸς
Στίχ. Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου
Τ άφον δι’ ἡμᾶς, συμπαθῶς κατῴκησας Δέσποτα, τάφους ὁ κενώσας ὡς Θεός, καὶ νικηφόρους δείξας τοὺς Μάρτυρας, ἐν τόποις ἀνέσεως, τοὺς κοιμηθέντας δούλους σου κατάταξον.
ὁ α’ χορὸς
Στίχ. Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου
Ὁ τῶν Ἀθλητῶν, τοὺς στερροὺς ἀγῶνας καὶ μάστιγας, καὶ τὰς τῶν μελῶν ἀποκοπάς, ἃς ὑπὲρ σοῦ ὑπέμειναν Δέσποτα, ἀσμένως δεξάμενος, οὓς προσελάβου ῥῦσαι κολάσεως.
ὁ β’ χορὸς
Στίχ. Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ν εύματι τῷ σῷ, τῆς ζωῆς ὁ ἔχων τὰ τάλαντα, τῆς ἀτελευτήτου σου ζωῆς, καὶ ἀκηράτου δόξης ἀξίωσον, οὓς πρὸς σὲ μετέστησας, τῆς ἁμαρτίας λύσας τὸ μεσότοιχον.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μ ήτηρ ἀληθῶς, καὶ παρθένος ὤφθης Πανάμωμε, γέννησιν καὶ τόκον ἀληθῆ, τῇ παρθενίᾳ μόνῃ συνάψασα· Θεὸν γὰρ ἐγέννησας, τὸν τοῦ θανάτου λύσαντα τὴν δύναμιν.
ᾨδὴ δ’ Ὁ Εἱρμὸς
Ἐπαρθέντα σε ἰδοῦσα
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὑ πωπιάσας τὴν σάρκα σκληραγωγίαις, τῇ καθαρᾷ καρδίᾳ σου, φέγγος ὑπεδέξω Πάτερ τὸ τοῦ Πνεύματος, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τ αῖς τοῦ πνεύματος λαμπόμενος φωταυγείαις, τὸ σκοτεινὸν παρέδραμες, νέφος τῶν δαιμόνων, μέλπων ἐμμελέστατα, τῷ σὲ δυναμώσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί…
Ο ὐκ ἐσάλευσε τὸν πύργον τῆς σῆς καρδίας, ὁ δυσμενὴς προσρήξας σοι, κύματα κακίας· πέτρα γὰρ ἐστήρικτο, Θεοῦ ἀγαπήσεως, Μαρτινιανὲ ἀξιάγαστε.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὑ περτέρα τῶν Ἀγγέλων ἐδείχθης μόνη, βουλῆς μεγάλης Ἀγγελον· τέτοκας γὰρ Λόγον πάντας τὸν φωτίζοντα, Παρθένε τοὺς κραυγάζοντας·…
ὁ β’ χορὸς
……. Δόξα τῇ δυνάμει σου Κύριε.
ᾨδὴ ε’
Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Τ ὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὡς Θεός, τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ο ἱ μώλωπες ὑμῶν καὶ αἱ πληγαί, ἐχθροῦ μὲν ὤφθησαν πληγαὶ ἀνίατοι, τὰς ἡμῶν πληγὰς δὲ νῦν θεραπεύουσι, πάντων πιστῶν, Ἀθληταὶ Κυρίου.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὑ μνήσωμεν Ὁσίων τὴν πληθύν, καὶ μακαρίσωμεν τοὺς Ἱεράρχας Χριστοῦ, καὶ τιμήσωμεν τοὺς Προφήτας νῦν, ὑπὲρ ἡμῶν αὐτὸν δυσωποῦντας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θ εὸν τὸν σαρκωθέντα δι’ ἡμᾶς, ποθοῦσαι πανευκλεεῖς Γυναῖκες, γνώμῃ εὐθείᾳ ἐναθλήσασαι, καὶ ἀσκήσασαι, τῆς Βασιλείας καταξιοῦνται.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐ ν Παραδείσου Κύριε σκηναῖς, ἐν χώρᾳ ζώντων Χριστέ, ἔνθα σου λάμπει τὸ φῶς, κατασκήνωσον, οὓς μετέστησας, ἀπὸ τῆς γῆς, πιστούς σου οἰκέτας.
ὁ β’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἐ κ σοῦ Θεὸς σεσάρκωται Ἁγνή, καὶ ἀνωτέραν σε νῦν Ἀγγέλων ἀνέδειξε, ποιημάτων τε ὑπερέχουσαν, πάντων· διό σε ὑμνολογοῦμεν.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Πρὸς σὲ ὀρθρίζω
ὁ α’ χορὸς
Στίχ. Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Ἐ ν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἀγαθέ, τοὺς ἐκδημήσαντας ἐξ ἡμῶν, πρεσβείαις τῶν Ἀθλητῶν, καὶ σεπτῶν Μαρτύρων, δικαίοις συναρίθμησον.
ὁ β’ χορὸς
Στίχ. Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Λ ύτρον πταισμάτων, τὸ τῶν Μαρτύρων σου Χριστέ, παναγιώτατον αἷμα, νῦν προσδέχου, τῶν εὐσεβῶς κοιμηθέντων Σῶτερ, καὶ τούτους διανάπαυσον.
ὁ α’ χορὸς
Στίχ. Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἴ θυνον Λόγε, τῶν ἀπελθόντων τὰς ψυχάς, εἰς τὸν αἰώνιον τόπον τῆς τρυφῆς, καὶ τῆς ὑπὲρ νοῦν τῶν ἁγίων θείας λαμπρότητος ἀξίωσον.
ὁ β’ χορὸς
Στίχ . Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σ ὲ τὴν Παρθένον, τὴν ὑπὲρ λόγον ἐν γαστρί, τὸν ἀπερίληπτον Λόγον συλλαβοῦσαν, τὸν τοῖς νεκροῖς τὴν ζωὴν διδόντα, ἀξίως μακαρίζομεν.
ᾨδὴ ε’ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς,
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τ ίς δύναται τὰ σά, ἐξειπεῖν κατορθώματα, ἰσάγγελον πολιτείαν· ἐπὶ γῆς γὰρ ἀσκήσας, ὁσίως ὑπερήθλησας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ὄ ργανον τῆς φθορᾶς, χρηματίσας ὁ τύραννος, προσβάλλει σου δελεάσαι, ἡδονῇ· ἀλλ’ ἡττήθη, ταῖς σαῖς Πάτερ ἐνστάσεσιν.
ὁ α’ χορὸς
Δ ό ξα Πατρί…
Ὑ πῆρξας σεαυτοῦ, δικαστὴς ἐθελούσιος· τὴν φλόγα γὰρ ὑπεισδύνων, τῶν παθῶν τὰς καμίνους, Μακάριε κατέσβεσας.
ὁ β’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Σ ὲ ὅπλον ἀρραγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, ……
ὁ α’ χορὸς
…….Θεόνυμφε κεκτήμεθα.
ᾨδὴ ς’
Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Β υθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ο ἱ λύχνοι τῆς φρικτῆς φρυκτωρίας, οἱ ἄρνες τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ στρατιῶται Χριστοῦ, οἱ πανευκλεεῖς αὐτοῦ Ἀθληταί, τιμάσθωσαν, ἱεραῖς μελῳδίαις.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὑ ψώθη τῶν Ὁσίων ὁ δῆμος, ὑψώσας Θεὸν ἐν ταπεινώσει, καὶ ἐδοξάσθη πληθὺς Ἱεραρχῶν, ἐν ἔργοις ἀεί, δοξάσαντες, τὴν ἁγίαν Τριάδα.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θ αυμάτων ἐπιδείξεσι θείαις, καὶ πόνων καρτερίᾳ τελείᾳ, τοὺς ἀνομοῦντας ἐχθρούς, ὁ ἱερὸς Γυναίων χορός, κατέπληξεν, ἱερῶς ἀριστεύσας.
ὁ β’ χορὸς
Στίχ. Ἅ γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἐ ν πίστει οὓς ἐκ γῆς προσελάβου, ἁγίων συναρίθμησον δήμοις, καὶ τοῦ πιστοῦ Ἀβραάμ, τάξον Χριστέ, ἐν κόλποις Σωτήρ, δοξάζειν σου, τὴν πολλὴν εὐσπλαγχνίαν.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Μ αρτύρων Προφητῶν τε ἁγίων, τῶν πάντων ἀπ’ αἰῶνος Δικαίων, καύχημα σὺ εἶ Ἁγνή· ὅθεν φωναῖς, σαφῶς ἱεραῖς, τιμῶμέν σε, σὺν αὐτοῖς εἰς αἰῶνας.
Κανὼν εἰς Κοιμηθέντας
Ὁ Εἱρμὸς
Ἀνάγαγε ἐκ φθορᾶς
ὁ β’ χορὸς
Στίχ. Π ρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.
Μ ετάβαλε εἰς χαρὰν τῶν πίστει κεκοιμημένων, τὸν κοπετόν, πρεσβείαις τῶν Ἀθλοφόρων, περιζωννὺς τούτους εὐσεβῶς, τὴν εὐφροσύνην Χριστέ, καὶ πρὸς φῶς τὸ σόν, εὔθυνον καὶ ἐφοδήγησον.
ὁ α’ χορὸς
Στίχ . Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ἀ νάπαυσον ὁ Θεὸς τῷ πλήθει τῶν ἐν οἰκτιρμῶν σου, Πατριαρχῶν, κόλποις τοὺς μεταστάντας, ἔνθα τὸ φῶς λάμπει τὸ φαιδρόν, τοῦ σοῦ προσώπου Χριστέ, παρορῶν αὐτῶν, ἅπαντα τὰ παραπτώματα.
ὁ β’ χορὸς
Στίχ. Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Θ αυμάστωσον ἐπὶ τοὺς ἐντεῦθεν ἀπηλλαγμένους, καὶ τῶν δεινῶν, τοῦ βίου λελυτρωμένους, τὸ θαυμαστὸν ἔλεος Χριστέ, τῆς φιλανθρωπίας σου, καὶ χαρᾶς τῆς σῆς, ἔμπλησον καὶ ἱλαρότητος.
ὁ α’ χορὸς
Στίχ. Ὑ περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ν εκρώσεως καὶ φθορᾶς ἐρρύσω με, καὶ θανάτου, τῷ παραδόξῳ τόκῳ σου Θεομῆτορ· σὺ γὰρ Ἁγνὴ τέτοκας ἡμῖν, ἀφθαρσίας πηγήν, καὶ τῷ σῷ φωτί, κόσμον ὅλον κατελάμπρυνας.
ᾨδὴ ς’ Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δ ολίαις, γυναικὸς λαλιαῖς σοι προσέβαλεν, ὡς τῷ Προπάτορι πάλαι, δυσμενὴς ὁ ὄφις, ἀλλ’ ἐπινοίᾳ, τῇ σοφῇ σου, κατηργήθη αὐτοῦ τὰ σοφίσματα.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δ ολίαις, γυναικὸς………..
ὁ β’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥ αδίως, διοδεύσας τὴν τρίβον τὴν φέρουσαν, πρὸς τὰς ἐκεῖ καταπαύσεις, οὐκ ἐπαύσω Πάτερ διέρχεσθαι, τὰς ἐρήμους, καὶ τὰς πόλεις πολλοῖς ἀγωνίσμασιν.
ὁ α’ χορὸς
Στίχ. Ἅ γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὄ ρεσι, καὶ θαλάσσαις σαυτὸν ἀπεμάκρυνας, τὸ τῆς ἁγνείας καλόν σου, ἱεραῖς μελέταις καρπούμενος, καὶ στεφάνων, λαμπροτάτων Σοφὲ ἀξιούμενος.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί…
Μ έλη σου, τῇ πυρᾷ καταφλέγεσθαι δέδωκας, τὰς ὑπεκκαύσεις σβεννύων, ἡδονῶν τῇ δρόσῳ τοῦ Πνεύματος, θεοφόρε, μοναστῶν ἀκλινέστατον ἔρεισμα.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν… Θεοτοκίον
Ὅ λην σε, καθηγίασε Λόγος ὁ Ἅγιος, σοῦ κατοικήσας τὴν μήτραν, τὴν ἡγιασμένην ἀρρήτῳ λόγῳ, ὃν δυσώπει, ἐκτενῶς τοῦ σωθῆναι τοὺς δούλους σου.
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Θ ύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Συναπτ ὴ μικρ ά, μεθ’ ἣ ν Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ βασιλε ύ ς…
Κοντάκιον Ἦχος β’ Τοὺς ἀσφαλεῖς
Ὡ ς ἀσκητὴν τῆς εὐσεβείας δόκιμον, καὶ ἀθλητὴν τῇ προαιρέσει τίμιον, καὶ ἐρήμου καρτερόψυχον, πολίτην ἅμα καὶ συνίστορα, ἐν ὕμνοις ἐπαξίως εὐφημήσωμεν, Μαρτινιανόν τὸν ἀεισέβαστον· αὐτὸς γὰρ τὸν ὄφιν κατεπάτησεν.
Ὁ Οἶκος
Ἀ πὸ περάτων ἕως περάτων διεξῆλθεν ὁ φθόγγος τῶν τερπνῶν ἀρετῶν, καὶ τῶν ἐνθέων ἀγώνων σου· νέος γὰρ ὑπάρχων τῇ ἡλικίᾳ, ἐρήμοις ἐπόθησας συνδιαιτᾶσθαι, ὕμνους Χριστῷ, ψαλμῳδίας, εὐχὰς ἀναπέμπων ἀεί, ἡμέραν τε καὶ νύκτα συναύξων ἔν τε πόνοις καὶ δάκρυσιν, ἁγνῶς τὸν βίον ἐτέλεσας, καὶ σοφῶς τὸν ἀρχέκακον ᾔσχυνας· αὐτὸς γὰρ τὸν ὄφιν κατεπάτησας.
Συναξάριον
Τ ῇ ΙΓ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ.
Στίχοι
Μαρτινιανός, σαρκικὴν σβέσας φλόγα,
Φεύγει τελευτῶν μὴ τελευτῶσαν φλόγα.
Ἐν τριτάτῃ δεκάτῃ δέμας ἐξέδυ Μαρτινιανός.
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Μαρτύρων, Ἀκύλα καὶ Πρισκίλλης.
Στίχοι
Τμηθὲν γύναιον, Ἀκύλας φησί, βλέπων,
Οὐκ ἀνδριοῦμαι πρὸς τομὴν ἀνὴρ κάρας;
Τ ῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐλογίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Στίχοι
Ψυχὴν δίδωσιν Εὐλόγιος Κυρίῳ
Βοῶν πρὸς αὐτήν, Κύριον σὸν εὐλόγει.
Τ ῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Πατὴρ καὶ Υἱὸς σταυρωθέντες τελειοῦνται.
Στίχοι
Πατὴρ σὺν Υἱῷ σταυρικὸν πάσχει πάθος,
Ὑπὲρ Πατρός, τοῦ δόντος Υἱὸν εἰς πάθος.
Τ αῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ὁ β’ χορὸς
εἱρμὸς η’ ᾠδῆς
Α ἰ νο ῦ μεν, ε ὐ λογο ῦ μεν, καί προσκυνο ῦ μεν τ ὸ ν Κ ύ ριον
Χ εῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον
ὁ Διάκονος: Τ ὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ
ὁ α’ χορὸς
Στίχ. Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ.Ὅ τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅ τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐ ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Κ αθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τ ὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀ ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τ ὴν Τιμιωτέραν…
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Λ ίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν
ὁ β ’ χορός
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν .
Συναπτ ὴ μικρ ά , μεθ ‘ ἣ ν Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις …
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α ’ χορὸς
Ὁ οὐρανὸν τοῖς ἄστροις
Τ ῆς φύσεως βιαστής τε, καὶ Μάρτυς Μαρτινιανέ, σὺ ἐθελουσίως ὤφθης, καὶ ὁδηγὸς ταῖς γυναιξί, μεθ’ ὧν τὸν ἐχθρὸν νικήσας, ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις.
ὁ β ’ χορὸς
Θεοτοκίον
Χ αριστηρίοις σὲ ὕμνοις, ὑμνοῦμεν πόθῳ Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, βοῶντές σοι Θεοτόκε· Χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.
Α Ι Ν Ο Ι (χύμα)
ΨΑΛΜΟΣ ΡΜΗ’ (148)
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
ΨΑΛΜΟΣ ΡΜΘ’ (149)
ᾌ σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
ΨΑΛΜΟΣ ΡΝ’ (l50)
Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ προεστὼς
Σ οὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀ μήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δ όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…
Ε ἰ ς τ ὰ Ἀ π ό στιχα
Στιχηρὰ Μαρτυρικὰ
ὁ α’ χορός
Ἦχος γ΄
Β ασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ β’ χορὸς
Στίχ. α’ . Μ ακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Α ἱ Δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ὁ α’ χορὸς
Στίχ. β’. Α ἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Ὡ ς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν..
ὁ β’ χορὸς
Στίχ. γ’ . Κ αὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν.
Νεκρώσιμον
Ἄ νθρωποι, τί μάτην ταραττόμεθα; ὁ δρόμος βραχύς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος· διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.
ὁ α’ χορός
Δόξα… Καὶ νῦν… Θεοτοκίον
Ἁ γιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων, ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.
ὁ Προεστώς: Ἀ γαθὸν τὸ ἐξομολογεῖσθαι……
Μεθ’ ὅ , Τρισ ά γιον. Παναγ ί α Τρι ά ς, Π ά τερ ἡ μ ῶ ν, Ὅ τι σο ῦ ἐ στιν.
ὁ α’ χορὸς
Ἀπολυτίκιον . Ἦχος πλ. δ’
Τ ὴν φλόγα τῶν πειρασμῶν, δακρύων τοῖς ὀχετοῖς, ἐναπέσβεσας Μακάριε, καὶ τῆς θαλάσσης τὰ κύματα, καὶ τῶν θηρῶν τὰ ὁρμήματα, χαλινώσας ἐκραύγαζες· Δεδοξασμένος εἶ Παντοδύναμε, πυρὸς καὶ ζάλης ὁ σώσας με.
ὁ β’ χορὸς
Δ ό ξα Πατρί..Κα ὶ ν ῦ ν… Θεοτοκ ί ον Ἦχος πλ. δ’.
Π αρθένε ἄχραντε, σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου, κινοῦσα σπλάγχνα μητρικά, τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον Α’
ὁ α ’ χορός
Ἦχος β´ .
Στίχ . α ‘ . Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’ . Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Στίχ γ΄Ὃ τι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ’ . Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός
Δόξα…
ὁ β’ χορός
Καὶ νῦν…
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον Β ‘
ὁ β ’ χορός
Ἦχος πλ. α’
Στίχ. α’ , Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α ’ χορός
Στίχ . β ‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β ’ χορός
Στίχ . γ ‘ , Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ α ’ χορός
Στίχ. δ ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Π ρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.
ὁ β ’ χορός
Δόξα Πατρί…
ὁ α ’ χορός
Καὶ νῦν …
ὁ β ’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς .
Ἀ ντ ί φωνον γ ‘
ὁ α ’ χορὸς
Στ ί χ . α ‘ Θ αυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἀπολυτίκιον . Ἦχος πλ . δ ‘
Τ ὴν φλόγα τῶν πειρασμῶν, δακρύων τοῖς ὀχετοῖς, ἐναπέσβεσας Μακάριε, καὶ τῆς θαλάσσης τὰ κύματα, καὶ τῶν θηρῶν τὰ ὁρμήματα, χαλινώσας ἐκραύγαζες· Δεδοξασμένος εἶ Παντοδύναμε, πυρὸς καὶ ζάλης ὁ σώσας με.
ΕΙΣΟΔΟΣ
ὁ α ’ χορὸς
Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
ὁ β ’ χορὸς
…ψ άλλοντάς σοι΄ Ἀλληλούϊα.
ὁ α ’ χορὸς
Ἀπολυτίκιον . Ἦχος πλ . δ ‘
Τ ὴν φλόγα τῶν πειρασμῶν, δακρύων τοῖς ὀχετοῖς, ἐναπέσβεσας Μακάριε, καὶ τῆς θαλάσσης τὰ κύματα, καὶ τῶν θηρῶν τὰ ὁρμήματα, χαλινώσας ἐκραύγαζες· Δεδοξασμένος εἶ Παντοδύναμε, πυρὸς καὶ ζάλης ὁ σώσας με.
ὁ β ’ χορὸς
Τοῦ Ναοῦ
ὁ α ’ χορὸς
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντ ά κιον Ἦ χος πλ. δ’
Ὡ ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυ έ λεε
Τρισάγιον
᾽ Απόστολος
Προκείμενον Ἦ χος πλ. β’
Ε ὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.
Στίχ. Μ ακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (10:23-28)
Ἀ δελφοί, πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν; Ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο εἰδωλόθυτόν ἐστι· μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· ἐὰν δέ τις ὑμῖν εἴπῃ· τοῦτο εἰδωλόθυτόν ἐστι· μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.
Ἀ λληλο ύ ϊα (γ΄)
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(κδ΄ 34 – 37, 42 – 44)
Ε ἶπεν ὁ Κύριος· ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατὴρ μου μόνος. ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
ὁ α’ χορὸς
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Ε ἰ ς τ ό , Ἐ ξαιρ έ τως
ὁ α ’ χορός
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ ὲ μεγαλ ύ νομεν .
Κοινωνικ ὸ ν
ὁ β ’ χορός
Ἀ γαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀ λληλο ύ ϊα
ὁ α ’ χορός
ἦχος β ’
Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, α ὕ τη γ ὰ ρ ἡ μ ᾶ ς ἔ σωσεν .
ὁ β ’ χορός
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β ’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.