Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ 6 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016

6 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016

Σάββατον

Βουκλου πισκπου Σμρνης (α΄ α.), Φωτου

Κων/πλεως το μεγλου κα σαποστλου (†891).

https://i1.wp.com/www.pigizois.net/sinaxaristis/02/06b.jpg

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος α’

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν

ὁ β’ χορὸς

Δξα Πατρ…Κα νν…

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε……………….

Συναπτ μικρ κα  κφνησις

τι σν τ κρτος…

Μετ τν α’ Στιχολογαν

ὁ α’ χορὸς

Κάθισμα Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

ν τῷ ναῷ προσηνέχθης, ἡ ζωὴ τῶν ἁπάντων, δι’ ἐμὲ νηπιάσας ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξῃς, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.

ὁ β΄ χορὸς

Δόξα… Καὶ νῦν…

ν τῷ ναῷ προσηνέχθης, ἡ ζωὴ τῶν ἁπάντων…….

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον  

ν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, καὶ ἀγκάλαις Συμεών, εὐδοκίᾳ τῇ σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερός, καὶ πᾶσαν κτίσιν συνέχων, ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς σου πᾶσιν ἀποκαλύψας ἡμῖν.

 

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν…

ν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα……..

Ν’ ψαλμὸς χύμα 

Κανὼν τς ορτς

οὗ ἡ ἀκροστιχίς

Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται.

Ποίημα Κοσμᾶ Μοναχοῦ

ᾠδὴ α’

ὁ α΄ χορὸς

χος γ’ Ερμς

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

ανάτωσαν ὕδωρ νεφέλαι, Ἥλιος ἐν νεφέλῃ γὰρ κούφῃ, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος΄ διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

σχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ πρεσβύτου, εὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ, ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων, ἐνδόξως γὰρ δεδόξασται.

Καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ ἀκροστιχίς.

Τὸ Βουκόλου μέγιστον ὑμνήσω κλέος. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος πλ. β’ Ὁ Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ πεζεύσας

αχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ταῖς θεΐκαῖς ἀγλαΐαις καὶ ἱεραῖς, καὶ φωσφόροις λάμψεσι, λαμπρυνόμενος ἀεί, τὴν ἐμὴν καταύγασον ψυχήν, τὴν λαμπράν σου ἑορτήν, Πάτερ γεραίρουσαν.

  βχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

λολαμπῆ σε ἀστέρα ὁ νοητός, ἀναδείξας Ἥλιος, ταῖς λαμπρότησι τῶν σῶν, ἀρετῶν ἐφαίδρυνε τὴν γῆν, Ἱεράρχα τοῦ Χριστοῦ, Βουκόλε πάνσοφε.

  αχορός

Δξα Πατρί…

Βίον ἀεὶ ἡγνισμένον καὶ καθαρόν, καὶ κηλίδων ἄμικτον, ἐνδεικνύμενος Χριστοῦ, ἱερὸν κειμήλιον σοφέ, ἐγνωρίσθης ἐπὶ γῆς, Βουκόλε ἔνδοξε.

βχορός

Κα νν… Θεοτοκον

τῷ Πατρὶ συνυπάρχων μονογενής, ὑπὲρ νοῦν ἐν μήτρᾳ σου, σαρκωθεὶς θεοπρεπῶς, τους βροτοὺς ἐθέωσεν Ἁγνή, διὰ πλῆθος οἰκτιρμῶν ὁ ὑπεράγαθος.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ γ’

ὁ α΄ χορὸς

Ερμς

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

ὁ β΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ς τρπτως νηπισας νδειξε.

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

Οὐκ ἔστιν ἅγιος

αχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβεεε ὑπὲρ ἡμῶν

Υἱὸς ἡμέρας καὶ φωτός, γεγονὼς Ἱεράρχα, διὰ πόνων ἐνθέων, κατεσκήνωσας σαφῶς, ἐν ταῖς λαμπρότησι νῦν, τῶν Ἁγίων, χάριτι λαμπόμενος.

βχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβεεε ὑπὲρ ἡμῶν

Κηρύττων μίαν εὐσεβῶς, τῆς Τριάδος οὐσίαν, τὴν πολύθεον πλάνην, ἐξερρίζωσας ἐκ γῆς, ὡς Ἱεράρχης σεπτός, ὡς τοῦ Λόγου, ἀληθὴς διάκονος.

   αχορός

Δξα Πατρί…

δὸν ὑπέδειξας ζωῆς, πᾶσι τοῖς πλανηθεῖσι, δυσμενοῦς ἐπηρείᾳ, καὶ προσήγαγες αὐτούς, οἷα ποιμὴν λογικός, σεσωσμένους, Λόγῳ ἀρχιποίμενι.

βχορός

Κα νν… Θεοτοκον

Λιμὴν γενοῦ μοι καὶ φρουρός, ταῖς δειναῖς τρικυμίαις, τῶν παθῶν ἀνενδότως, χειμαζομένῳ ἀεί, ἐν τῇ θαλάσσῃ Ἁγνή, τῇ τοῦ βίου, μόνη ἀειπάρθενε.

   αχορός

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

 Συναπτ μικρ κα  κφνησις

τι σ ε Θες μν,…

Κάθισμα τοῦ Ἁγίου

   βχορός

Ἦχος δ’ Ὁ ὑψωθεὶς

ερωσύνης τῷ φωτὶ διαλάμπων, ἐφωταγώγησας λαοὺς Ἱεράρχα, τὸ τῶν εἰδώλων σκότος τε ἠφάνισας αἴγλῃ ἰαμάτων δέ, τῶν παθῶν τὴν ὁμίχλην, λύσας μεταβέβηκας, πρός τὸ ἄδυτον φέγγος, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, τῶν σὲ τιμώντων, Βουκόλε Μακάριε.

   αχορός

Δόξα… Καὶ νῦν… Τῆς Ἑορτῆς

Κατεπλάγη Ἰωσὴφ

Νηπιάζει δι’ ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ δ’

ὁ β΄ χορὸς

Ερμς

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ΄ τῆς κιβωτοῦ γὰρ προελθὼν τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ Ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ’ ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

ν ἤλπισας, Συμεὼν, ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν Νόμου ποιητὴν καὶ Δεσπότην, πληροῦντα Νόμου τάξιν, κράζων αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ. Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

Χριστός μου δύναμις,

   βχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

προγινώσκων σου, θεομακάριστε, τῆς ψυχῆς τὸ ὡραῖον καὶ τοῦ νοός, τὴν καθαρότητα, ἱεροκήρυκα σοφόν, ἱερῶς σε προχειρίζεται.

   αχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

  προγινώσκων σου, ,,,,,,,

βχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πὸ τοῦ Πνεύματος, λαμπαδουχούμενος, τοὺς ἐν σκότει τῆς πλάνης φωταγωγεῖς, καὶ διὰ Βαπτίσματος, υἱοὺς ἡμέρας ἐκτελεῖς, Ἱεράρχα Παναοίδιμε.

   αχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μυρίων ἔσωσας, θηρῶν τὸ ποίμνιον, τῶν ταράττειν ζητούντων καὶ ἀφιστᾶν, τῆς ἀμώμου πίστεως, Ἀρχιερέων καλλονή, καὶ Ποιμένων ἀκροθίνιον.

βχορός

Δξα Πατρί…

Εὑρὼν σε χάριτι, περιαστράπτοντα, ὁ κλεινὸς Θεολόγος χειροθετεῖ, θείαις εἰσηγήσεσι, καὶ Ἱερέα ἐκτελεῖ, ἱερὸν Βουκόλε πάνσοφε.

αχορός

Κα νν… Θεοτοκον

Γνωστῶς ἐν βάτῳ σε, Μωσῆς ἑώρακεν, ἱερῶς τυπουμένην τὴν τοῦ πυρός, μέλλουσαν λοχεύτριαν, ἀναφανῆναι μυστικῶς,…..

βχορός

…….. Θεοτόκε ἀειπάρθενε.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ ε’

ὁ α΄ χορὸς

Ερμς

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, Ὢ τάλας ἐβόα, ἐγώ! Πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ β΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Συνεὶς ὁ θεῖος πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ὢ χαίροις, ἐβόα Σεμνή, ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Προκύψας ὁ πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

ύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι, σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ᾨδὴ ε’ Ὁ Εἱρμὸς

Τῷ θείῳ φέγγει σου ἀγαθέ,

    αχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ερωσύνης τὸ ἱερόν, ἔνδυμα φορέσας ἱερῶς, τοὺς ἀνιέρους ἐφώτισας, σέβειν Ἱεράρχα Μονάδα ἄκτιστον, τρισὶν ἐν χαρακτῆρσι, Βουκόλε πάνσοφε.

    βχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ερωσύνης τὸ ἱερόν,……

    αχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Στόματος λύκου τοῦ νοητοῦ, ἥρπασας λαοὺς ταῖς διδαχαῖς, τοῦ θεηγόρου σου στόματος, καὶ αἱρετιζόντων Πάτερ ἀπύλωτα, ταῖς σαῖς θεολογίαις, ἔφραξας στόματα.

    βχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ταῖς φωτοβόλοις καταυγασθεὶς Ὅσιε τοῦ Πνεύματος αὐγαῖς, φωτοειδὴς ὅλος γέγονας, λάμπων ταῖς τῷ σκότει ἐνυπαρχούσαις ψυχαῖς, Βουκόλε, Ἱεράρχα θεομακάριστε.

αχορός

Δξα Πατρί…

βδελυρὸς ἥττηται ταῖς σαῖς, ἱερολογίαις ἱεραῖς, Μαρκίων καὶ ἐξωστράκισται, πάσης ἀτοπίας ἐξερευγόμενος, βόρβορον ὁ λυσσώδης, Βουκόλε ἔνδοξε.

βχορός

Κα νν… Θεοτοκον

Νόμῳ τῆς φύσεως Ἰησοῦς, ὁ πανυπερούσιος Θεός, καινοτομεῖ παναμώμητε, σοῦ ἐκ τῆς νηδύος ἀποτικτόμενος, ὁ μόνος οὐσιώσας……

αχορός

……. τὸ πᾶν βουλήματι.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ ς’

ὁ β’ χορός

Εἱρμς

βόησέ σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Βεβαίως φέρων, τοῦ τὸν χαρακτῆρα, πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι’ οἶκτον, νῦν ἀσθένειαν περιέθου.

ὁ α΄ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

ᾨδὴ ς’ Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν

  βχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ψοῦσαν ταπείνωσιν, καθαρότητα νοός, ἀγάπην ἀνυπόκριτον, πίστιν ἐλπίδα ἔχων εἰλικρινῆ, Βουκόλος ὁ ἔνδοξος, τῆς Τριάδος ἐδείχθη καταγώγιον.

 

  αχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μεγάλως κοσμήσαντα, τῶν Σμυρναίων ἱεράν, καθέδραν σε πανεύφημε, μυσταγωγεῖ τὸ Πνεῦμα τὸν μετὰ σέ, ποιμένα Πολύκαρπον, τῇ χειρί σου Βουκόλε τελειούμενον.

 

βχορός

Δξα Πατρί…

Νοήσας τὴν κλῆσίν σου, διὰ Πνεύματος Σοφέ, τὸν μετὰ σὲ ἐν χάριτι, τῶν λογικῶν θρεμμάτων καθηγητήν, προσάγεις τῷ βήματι, ἀρετῶν λαμπηδόσιν ἐξαστράπτοντα.

 

αχορός

Κα νν… Θεοτοκον

πύλη τῆς χάριτος, ἡ ἀνοίξασα βροτοῖς, τὴν πύλην τὴν οὐράνιον, τῆς μετανοίας πύλας μοι τηλαυγῶς, διάνοιξον Δέσποινα, καὶ πυλῶν τοῦ θανάτου ἐλευθέρωσον.

βχορός

Ὁ Εἱρμὸς 

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον Ἦχος α’

μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.  

Σ υ ν α ξ ά ρ ι ο ν

ΤΣΤ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, Ἐπισκόπου Σμύρνης.

Στίχοι

  • Σμύρνης ὁ Ποιμὴν Βουκόλος θυηπόλος,

  • Ἄγρυπνός ἐστι, καὶ θανών, ποίμνης φύλαξ.

  • Ἀγλαὸν ἠελίοιο φάος λίπε Βουκόλος ἕκτῃ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Ἐμέσῃ.

Στίχοι

  • Χριστὸς τέτρηται χεῖρας ἥλοις καὶ πόδας,

  • Ἰουλιανὸς προστίθησι καὶ κάραν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστης, Εὐϊλασίου, καὶ Μαξίμου.

Στίχοι

  • Τρεῖς Μάρτυρες πάσχουσιν ἰχθύων πάθος,

  • Κοινῇ τυχόντες ὀργάνου τοῦ τηγάνου.

 Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

βχορός

δ η’

Στίχ. Ανομεν, ελογομεν, καί προσκυνομεν τὸν Κύριον.

κ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ θ’

Ὁ Εἱρμὸς

ὁ α’ χορός

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.

ὁ α’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

πέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.

ὁ β’ χορός

Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

εροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

ᾨδὴ θ’ Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις

  αχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς φῶς ὡς φέγγος ὡς μέγας ἥλιος, ὡς ἀστραπὴ Χριστοῦ τῇ Ἐκκλησίᾳ ἐξέλαμψας, καὶ πιστῶν διανοίας ἐφώτισας, καὶ πρὸς τοὺς ἀνεσπέρους, τόπους ἐσκήνωσας, μέλπων τρισαγίαις ἐν φωναῖς, Τριάδα ἄκτιστον.

  βχορός

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σαρκὸς καὶ κόσμου ἔξω γενόμενος, Ἱερουργέ, πρὸς τὰς ὑπερκοσμίους γηθόμενος, μεταβέβηκας τάξεις θεούμενος, θέσει φαεινοτάτῃ· ὅθεν τὴν μνήμην σου, πίστει ἐκτελοῦμεν, ἐπὶ γῆς Βουκόλε πάνσοφε.

αχορός

Δξα Πατρί…

γῆ τὸ σῶμά σου τὸ μακάριον, κρύπτει σαφῶς, ἰάσεις ἀναβλύζον καὶ χάριτας, οὐρανὸς δὲ τὸ πνεῦμα σὺν τοῖς ἐκλεκτοῖς, φέρει τοῖς ἀπ’ αἰῶνας θείαις λαμπρότησι, κατηγλαϊσμένον, ἀληθῶς Βουκόλε ἔνδοξε.

βχορός

Κα νν… Θεοτοκον

Φωνῇ Ἀγγέλου μεγάλης Ἄγγελον, βουλῆς Ἁγνὴ Χριστοῦ Ἐμμανουὴλ ἀποτέτοκας, τοῖς Ἀγγέλοις τοὺς κάτω συνάπτοντα, μόνη πανύμνητε, μόνη αἰτία, τῆς ἡμῶν Κόρη θεώσεως.

αχορός

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν

βχορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

αχορός

τοῦ Ἁγίου

Τοῖς Μαθηταῖς

Ποιμαντικῶς ὡδήγησας, πρὸς νομὰς εὐσεβείας, τὸ τοῦ Κυρίου ποίμνιον, πάνσοφε, Ἱεράρχα, ἀποδιώξας ὡς θῆρας, πᾶσαν αἵρεσιν· ὅθεν, νῦν ἐποπτεύεις, ἵλεως, καὶ ἡμᾶς οὐρανόθεν, ὡς παρεστώς, μετὰ τῆς Πανάγνου καὶ Θεοτόκου, τῷ θρόνῳ τῆς Θεότητος, παμμακάριστε Πάτερ.

βχορός

Τῆς Ἑορτῆς, ὅμοιον

Τῶν κόλπων τοῦ Γεννήτορος, οὐκ ἐκστὰς ἀπορρήτως, δι’ ἄκραν ἀγαθότητα, ἐκ Παρθένου γεννᾶται καὶ νηπιάζει ὁ Λόγος, τοῦτον δὲ ἐν ἀγκάλαις, Συμεὼν ὑποδέχεται, ἅμα τε ὁ Πρεσβύτης, καὶ Γηραιά, ἀνθωμολογήσαντο ὡς Δεσπότῃ, ἐν ᾧ καὶ προεμήνυον, τὴν βροτῶν σωτηρίαν.

Ὁ προεστὼς: Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…

Εἰς τὸν Στίχον, τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος β’ Οἶκος τοῦ Ἐφραθᾶ

αχορός

Σήμερον ὁ Σωτήρ, ὡς βρέφος προσηνέχθη, ἐν τῷ ναῷ Κυρίου, καὶ χερσὶ γηραλέαις, ὁ Πρέσβυς τοῦτον δέχεται.

  βχορός

Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου. 

Νήπιος τῇ σαρκί, ὁ παλαιὸς τῷ χρόνῳ, ὁρᾶται παραδόξως, τῇ σήμερον ἡμέρᾳ, καὶ τῷ ναῷ προσάγεται.

  αχορός

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Δέχου ὦ Συμεών, ἡ Πάναγνος ἐβόα, ἐν ἀγκάλαις ὡς βρέφος, τὸν Κύριον τῆς δόξης, τοῦ κόσμου τὸ σωτήριον.

βχορός

Δόξα… Καὶ νῦν… ὅμοιον

Μέγα καὶ φοβερόν, Μυστήριον καὶ ξένον! ὁ πάντα περιέπων, καὶ βρέφη διαπλάττων, ὡς βρέφος ἀγκαλίζεται.

Προεστώς: γαθὸν τὸ ἐξομολογεῖσθαι……

Μεθ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

αχορός

Ἀπολυτίκιον Ἦχος α

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

 ντφωνον Α’

ὁ α’ χορὸς

Στχ. ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. λέγω ἐγώ τά ἔργα μου τῷ βασιλεῖ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορὸς

Στχ. γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στχ. ραῖος κάλλει παρά τούς υἱούς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορὸς

Στχ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. 

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Δξα Πατρὶ…

ὁ β’ χορὸς

Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον Β’

ὁ β’ χορὸς

Στχ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ, τῇ ὡραιότητί σου καί τῷ κάλλει σου.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ν γκλαις το δικαου Συμεὼν βασταχθες, ψάλλοντάς σοι, Ἀλληλούϊα.

αχορός

Στχ. Καὶ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε. ἕνεκεν ἀληθείας καί πραότητος καί δικαιοσύνης.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

ὁ β’ χορὸς

Στχ. Τὰ βέλη σου ἠκονημένα δυνατέ, λαοὶ ὑποκάτω σου πεσοῦνται. ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ.

αχορός

Στχ.   θρόνος σου, ὁ Θεός, εἰς τόν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

   βχορός

Δόξα ΠατρὶΚαὶ νῦν 

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

ντφωνον Γ

αχορὸς

Στχ. κουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καί ἐπιλάθου τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου.

Ἦχος α

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

  βχορός

Στχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Χαῖρε κεχαριτωμένη…

αχορὸς

Στχ. Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. 

Χαῖρε κεχαριτωμένη…

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 

Εἰσοδικὸν

αχορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
βχορὸς

ψάλλοντάς σοι. Ἀλληλούϊα.

αχορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον Ἦχος α

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν.

βχορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον

χος α’

μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, μνος φιλνθρωπος.

Τρισάγιον

Απόστολος

Προκείμενον. Ἦχος πλ. β΄

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   α’ 4:17-21;5:1-5

δελφοί, διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι  τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες· ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.

λληλούϊα (γ’)

Εαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

κδ΄ 1 – 13

Τῷ καιρῷ ἐκείνῳ, προσῆλθον οἱ μαθηταὶ τοῦ Ἰησοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ’ οὔπω ἐστὶ τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους. καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς, καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

 

Κοινωνικόν

ὁ β’ χορός

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. λληλοϊα.

αχορός

ἦχος β

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

βχορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα

 

 

ἦχος β

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

6 ΦΕΒ16 ΣΑΒΒΑΤΟΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: