Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ (2016)

27 ΙΑΝΟΥΑΡΙΟΥ 2016

† ᾿Ιωάννου τοῦ Χρυ­σο­στόμου, ἀρχιεπι­σκόπου Κων­σταν­τινουπόλεως (ἀνακομιδὴ λει­ψάνου ἐν ἔτει 438).

 Μαρ­κιανῆς βασιλίσσης

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

Ἦχος πλ.δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον  Ἦχος πλ.δ’

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἡ τοῦ στόματός σου…

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.   

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορός

 Κάθισμα  Ἦχος α’ – Τὸν τάφον σου Σωτὴρ

Δογμάτων ἀστραπαῖς, ὥσπερ ἥλιος μέγας, ἐφώτισας τὴν γῆν, καὶ ἀγνοίας τὸ σκότος, μακρὰν ἀπεδίωξας, Ἰωάννη Χρυσόστομε, ὅθεν δέομαι, τοῦ αἰωνίου με σκότους, ἐλευθέρωσον, καὶ φωτισμοῦ σωτηρίας, εὐχαῖς σου ἀξίωσον.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Ἀσπόρως τὸν Χριστόν, ἀπεκύησας μόνη, τὸ θαῦμα ὑπὲρ νοῦν, πῶς Παρθένος καὶ Μήτηρ, διὸ Θεοτόκον σε, προσκυνοῦντες δοξάζομεν, σὺ γὰρ ἔτεκες, τὸν Βασιλέα τῆς δόξης, ὃν δυσώπησον, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορός

Κάθισμα  Ἦχος δ’ – Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ὡς χρυσαυγές τε καὶ τερπνὸν θεοῤῥῆμον, ὄργανον θεῖον κελαδοῦν Ἐκκλησία, ὑπὸ Χριστοῦ Χρυσόστομε δεδώρησαι, χελιδὼν ἡ εὔλαλος, χρυσαυγίζουσα μάκαρ, νοῦς ὁ χρυσοστόλιστος, λύρα τῆς μετανοίας, τοὺς σὲ τιμῶντας ῥῦσαι πειρασμῶν, σαῖς ἱκεσίαις ποιμὴν ἀξιάγαστε.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Μετὰ Θεὸν ἐπὶ τὴν σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν, παρακαλῶ δεόμενος. Ἐλέησον Ἁγνή, ὅτι ὑπερῇράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί με.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορός

Κάθισμα  Ἦχος δ’ – Κατεπλάγη Ἰωσὴφ

Θείᾳ ψήφῳ τῆς Χριστοῦ, ποίμνης ἀξίως γεγονώς, ἀξιάγαστε ποιμήν, οἷά περ λύκους ἐξ αὐτῆς, ἐν τῇ σφενδόνῃ τῶν λόγων σου ἀπεδίωξας, ἐλέγχων ἀφειδῶς, παρανομοῦντας σοφέ, ὑφ’ ὧν καὶ ἐλαθείς, φθόνῳ Χρυσόστομε, μακρὰν ὁδὸν διήνυσας στεῤῥόφρον, ὑπὲρ αὐτῆς ἐν ᾗ τέθνηκας, ἀλλ’ ἐπανῆλθες πρὸς βασιλίδα, νέμων θεῖα χαρίσματα.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε. Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορός  

Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ β’ χορός

Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ α’ χορός  

Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β’

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’). 

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Εὐαγγέλιον

 (Ἰω. ι´ 1-9)

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους΄ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·  ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει΄ καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ΄ ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.  Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.  Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.  Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

 ὁ α’χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Σήμερον σκιρτῶσιν ἐν Πνεύματι, Ἀρχιερέων δῆμοι, σὺν ἡμῖν τελοῦντές σου τὴν μνήμην Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ.β’ 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Καὶ τὸ Ἰδιόμελον 

Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης, χρυσοῤῥῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι, προφητικῶς γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν δογμάτων σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα ἐφώτισεν.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

 Τῆς Θεοτόκου.

Ὠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

 Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς. 

Χαίροις χαρᾶς σκήνωμα, τῆς λύπης λύσις. Ὠδὴ Ἰωάννου.

Ὠδὴ α’

  ὁ α’ χορός

Ἦχος πλ. δ’  Ὁ Εἱρμὸς

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

ὁ β’ χορὸς

Ἁρματηλάτην Φαραὼ ἐβύθισε,… 

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις, καὶ εὐλογίας πηγή, χαῖρε ζωῆς Μήτηρ, ᾅδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε λύσις τῆς λύπης, χαρᾶς χωρίον εὐρύχωρον, χαῖρε Θεοτόκε πανύμνητε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἅρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε πανάμωμε, Δαυϊτικὸν χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον, χαῖρε ἡ ἀσυγκρίτως, τῶν Χερουβὶμ ὑπερέχουσα, καὶ τῶν Σεραφὶμ ὑπερφέρουσα.

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱερωτέρα νοερῶν Δυνάμεων, χαῖρε Θεόνυμφε, χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως, χαῖρε Θεοῦ παλάτιον, χαῖρε πύρινε θρόνε, χαῖρε λυχνία πολύφωτε, χαῖρε μυριώνυμε Δέσποινα.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥάβδος ἐκ ῥίζης Ἱεσσαὶ βλαστήσασα, χαῖρε ἀμόλυντε, χαῖρε βλαστῷ ῥάβδου, τῆς Ἀαρωνίτιδος, διαγραφεῖσα πρότερον, μυστικῶς καὶ βαθέως, ὡς γὰρ ἐκείνη τὰ κάρυα, οὕτω τὸν Χριστὸν σὺ ἐξήνθησας.

Κανὼν τοῦ Ἁγίου 

Ποίημα Θεοφάνους 

ᾠδὴ α’  Ἦχος πλ. δ’

  ὁ α’ χορός

ᾎσμα ἀναπέμψωμεν λαοί

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Πλοῦτον ἐναπέθου σῇ ψυχῇ, τὸν θησαυρὸν τοῦ Πνεύματος, Πάτερ Χρυσόστομε, ἐξ οὗ τὴν Ἐκκλησίαν πλουτίζεις τοῖς λόγοις σου, ἥτις σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον θείαν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Λόγοις κατεποίκιλας χρυσοῖς, τὴν ἱερὰν Χρυσόστομε, τῆς Ἐκκλησίας στολήν, ἣν πρῴην ἐξ αἱμάτων, Χριστὸς προεξύφανεν, ὅθεν σου ἐπαξίως, ἑορτάζει ἐπάνοδον θείαν.

  ὁ α’ χορός

Δόξα Πατρὶ…

Πέτρα ἀνεδείχθης ἀκλινής, καὶ στύλος καὶ ἑδραίωμα, τῆς Ἐκκλησίας Χριστοῦ, τοῦ ἀκρογωνιαίου, ἐν ᾧ ᾠκοδόμησας, λόγους θεοσεβείας, ὥσπερ λίθους σοφὲ Ἱεράρχα.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μόνη ἀπειρόγαμε σεμνή, Μαρία ἀειπάρθενε, Θεοτόκε Κυρία, ἁγνὴ ἐκλελεγμένη, ἐξαίρετε Δέσποινα, πάντων τῶν ποιημάτων, σὲ ἐλπίδα κεκτήμεθα πάντες.

Τῆς Θεοτόκου

 ᾠδὴ γ’

  ὁ α’ χορός

 Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,… 

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰσχυρότατον ὅπλον, χαῖρε πιστῶν Δέσποινα, χαῖρε κραταιὰ προστασία, χαῖρε ἀντίληψις, χαῖρε βοήθεια, ἁμαρτωλῶν, χαῖρε τεῖχος τῶν προσκαλουμένων σε, χαῖρε τοῦ κόσμου χαρά.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτηρίας ἀνθρώπων, χαῖρε στεῤῥὸν ἔρεισμα, χαῖρε τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἡ ἐπανάκλησις, δι’ ἧς ἀπέλαβον, τὴν παλαιὰν εὐκληρίαν, χαῖρε ἡ ἀνοίξασα, πάλιν Παράδεισον.

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε ἄφλεκτε βάτε, χαῖρε φωτὸς ὄχημα, χαῖρε τοῦ ἡλίου νεφέλη, χαῖρε περίδοξε, καὶ περιλάλητε, τοῦ βασιλέως καθέδρα, χαῖρε πόλις ἔμψυχε, Χριστοῦ τοῦ ζῶντος Θεοῦ.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπειρόγαμε μῆτερ, χαῖρε ἁγνὴ Δέσποινα, χαῖρε ἡ ἀνήροτος χώρα καὶ ἀγεώργητος, ἡ γεωργήσασα, τὸν γεωργὸν τῶν ἁπάντων, χαῖρε γῆ, ἀλήθειαν ἡ ἀνατείλασα.

Τοῦ Ἁγίου 

  ὁ α’ χορός

Οὐκ ἔστιν ἅγιος

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Χρυσέοις διδάγμασι, κατεχρύσωσας σοφέ, τῆς Ἐκκλησίας τὸν στέφανον, καὶ ταύτης ἐποίκιλας, τὴν εὐπρέπειαν Πάτερ, τῷ κάλλει τῶν λόγων σου, διὸ σε κατ’ ἀξίαν τιμᾷ.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.   

Μυρίζουσιν ὅσιε, ὥσπερ κρίνα τοῦ ἀγροῦ, οἱ ἀτμοὶ τῶν καμάτων σου, δι’ ὧν εὐηρέστησας, τῷ Θεῷ Ἱεράρχα, κινδύνοις καὶ θλίψεσι, καὶ γῇ προσομιλήσας μακρᾷ.

  ὁ α’ χορός

Δόξα Πατρὶ…

Ὡς ἄνθη μυρίζουσιν, οἱ τῶν λόγων σου καρποί, νοητῶς ἀποστάζοντες, τὸν θεῖον Χρυσόστομε, γλυκασμὸν τῆς σοφίας, καὶ νῦν εὐωδιάζοντες, ἡμᾶς ταῖς πρακτικαῖς ἀρεταῖς.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἀμέριστος ἔμεινας, εἰ καὶ σάρκα δι’ ἐμέ, ἐκ Παρθένου ἐφόρεσας, διὸ καὶ ἐν δύο σε, προσκυνῶ ταῖς οὐσίαις, καὶ δύο θελήσεσι, καὶ δύο ἐνεργείαις Χριστέ.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,… 

ὁ β΄ χορὸς

Κάθισμα  Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον 

Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου, ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

  ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Τῆς Τριάδος τὸν ἕνα ὑπερφυῶς, συλλαβοῦσα Παρθένε καὶ θαυμαστῶς, τοῦτον ἀπεκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ κοινωνὸν τῆς θείας, κατέστησας φύσεως, τήν τῶν ἀνθρώπων φύσιν, τὴν πάλαι ἐξόριστον, ὅθεν συνελθόντες, οἱ τῷ τόκῳ σου πάντες, σωθέντες, Πανάμωμε, τοῖς σοῖς λόγοις ἑπόμενοι, χρεωστικῶς σε μακαρίζομεν, αἰτούμενοι Χριστὸν τὸν Θεόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σε δοξάζουσι πίστει, ὡς Μητέρα αὐτοῦ.

Τῆς Θεοτόκου

ὁ β’ χορὸς

ᾠδὴ δ’  Ὁ Εἱρμὸς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος, διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

  ὁ α’ χορός

Σύ μου ἰσχύς, Κύριε,…

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀνατολή, τοῦ πατρικοῦ ἀπαυγάσματος, καὶ ἡλίου, τοῦ ἐξανατείλαντος, πρὸ Ἑωσφόρου ἐκ τοῦ Πατρός, χαῖρε Θεοτόκε, νεφέλη κούφη καὶ ἔμψυχε, Παρθένε χαῖρε Μήτηρ, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη Πανάμωμε.

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τὸ χρυσοῦν, θυμιατήριον Δέσποινα, τοῦ ἀστέκτου, καὶ ἀΰλου ἄνθρακος, ἐν ᾧ ἐκαύθη διαῤῥαγέν, τῆς ἀδαμιαίας, παρακοῆς τὸ χειρόγραφον, διὸ σοι χαῖρε κράζω, δι’ ἧς πᾶσιν ἐδόθη, ἡ χαρὰ καὶ τρυφὴ καὶ ἀπόλαυσις.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τῶν βροτῶν, δόξα καὶ κλέος καὶ καύχημα, καὶ Ἀγγέλων, στέφος καὶ διάδημα, διὸ ἡ γῆ, καὶ ὁ οὐρανός, μίαν Ἐκκλησίαν, στησάμενοι παναρμόνιον, τό, Χαῖρέ σοι βοῶμεν, χαῖρε Δέσποινα κόσμου, χαῖρε πάντων ἀνθρώπων βοήθεια.

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κλίνῃ σεπτῇ, ἣν Σολομῶν προδιέγραψε, κυκλουμένην, δυνατοῖς ἑξήκοντα, χαῖρε Παρθένε ἡ κεχρυσωμένη, τοῦ νοητοῦ ἁγιάσματος, λαβὶς ἡ θεία χαῖρε, χαῖρε βάτε πυρφόρε, χαῖρε πύλη καὶ κλῖμαξ καὶ γέφυρα.  

Τοῦ Ἁγίου 

ὁ β’ χορὸς

Ἐξ ὄρους κατασκίου  

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Νέος Ἀβραάμ, ἐδείχθης Ἱεράρχα, ἄλλον Ἰσαάκ, τὸν βίον θυσιάσας, καὶ μυστικὴν ὁλοκάρπωσιν ἀνενέγκας, ἐν τῷ πυρὶ τῆς συνειδήσεως.

  ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Σὺ τὸν Ἰακώβ, ζηλώσας θεοφόρε, κλῖμαξ πρακτικῆς, ἐδείχθης πολιτείας, τὰς ἀναβάσεις τῶν θείων σου νοημάτων, ἐν τῇ καρδίᾳ σου τιθέμενος.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Ῥάβδῳ μυστικῇ, τῇ γλώττῃ διασχίσας, ὅλην τῆς Γραφῆς, τὴν ἄβυσσον τρισμάκαρ, ὡς Μωϋσῆς διεβίβασας τοὺς ἀνθρώπους, πρὸς τὴν ἐπίγνωσιν τῆς πίστεως.

  ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Χαῖρε θησαυρέ, τῆς πάντων σωτηρίας, χαῖρε νοερά, πηγὴ τῶν ἰαμάτων, χαῖρε τὸ ἅγιον ὄρος, ὃ ὁ Προφήτης,…

ὁ β’ χορὸς

…Θεογεννῆτορ προεώρακεν.

 Τῆς Θεοτόκου

ᾠδὴ ε’

  ὁ α’ χορός

 Ὁ Εἱρμὸς

Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.  

ὁ β’ χορὸς

Ἵνα τί με ἀπώσω,…

  ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοερὰν σατραπείαν, καὶ τυραννικὴν ἐναέριον φάλαγγα, παρελθεῖν ἀλύπως, ἐν καιρῷ τῆς ἐξόδου μου πάρεχε, ἵνα σοι τό, Χαῖρε, χαρμονικῶς, Δέσποινα κράζω. Χαῖρε πάντων ἐλπὶς ἀκαταίσχυντε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς χαρὰν συλλαβοῦσα, χαῖρε ὑπεράμωμε, χαῖρε ὑπέραγνε, χαῖρε τῆς ἁγνείας, πορφυρόχρουν ἄνθος ἡδύπνοον, χαῖρε παρθενίας, κακκοβαφὲς ἐρυθρὸν ῥόδον, καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα, χαῖρε θεία κρήνη, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα, χαῖρε ἡ τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀδιόδευτε πύλη, χαῖρε ἣν διώδευσε Χριστὸς ὁ Κύριος. Παραδείσου πύλας, ἡ ἀνοίξασα χαῖρε τῷ τόκῳ σου, χαῖρε δι’ ἧς χαίρει, ὁ οὐρανὸς καὶ γῆ χορεύει, καὶ τὰ ἄνω τοῖς κάτω συνάπτονται.

Τοῦ Ἁγίου 

ὁ α’ χορός

Ὁ ἐκ νυκτὸς ἀγνοίας

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Τὴν ἱερὰν στολήν σου, κατακοσμήσας τοῖς ἄθλοις τῶν πόνων σου, ἔδειξας λαμπροτέραν, τὴν Ἱεραρχίαν Χρυσόστομε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Ἀθλητικὸν ἀγῶνα, ἱερομύστα γενναίως διήνυσας, πόλεσιν ἀοικήτοις, καὶ ὑπερορίαις στελλόμενος.  

ὁ α’ χορός

Δόξα Πατρὶ…

Τῇ ἀστραπῆ τῶν λόγων, τὴν ὑπερκόσμιον γνῶσιν ἐβρόντησας, μύστα τῶν ἀποῤῥήτων, ὑετοὺς δογμάτων ὀμβρήσας ἡμῖν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον  

Ἄνευ φθορᾶς τεκοῦσα, Θεογεννῆτορ τὸν ἄσπορον τόκον σου, μόνη ὤφθης Παρθένος,…

ὁ α’ χορός

…βρέφος ὑπομάζιον φέρουσα.

 Τῆς Θεοτόκου

ὁ β’ χορὸς

ᾠδὴ ς’  Ὁ Εἱρμὸς

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

ὁ α’ χορός

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον… 

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος, ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ, ἐρυθρὰν ἁλουργίδα, τῷ τοῦ παντὸς Βασιλεῖ, πορφυρώσασα, τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη. Χριστιανῶν, τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν ἀδόμενον ἅγιον ὄνομα, ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή, χαῖρε ἅγιον ὄρος, χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε, παλάτιον χαῖρε Χριστοῦ, χαῖρε τέμενος θεῖον πολύφωτον.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπέραγνε, ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος, χαῖρε κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα χαῖρε τῷ τόκῳ σου.

Τοῦ Ἁγίου 

ὁ β’ χορὸς

Ὡς τὸν Προφήτην ἐῤῥύσω

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Ὥσπερ χρυσὸν ἐκ μετάλλων, ἐκ τοῦ βάθους σοφὲ τῆς καρδίας σου, τὰ πάγχρυσα δόγματα ἡμῖν ἐθησαύρισας, καὶ τὰ σὰ λόγια πλοῦτον κατέλιπες.

ὁ α’ χορός

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.  

Τὴν παναγίαν σου μνήμην, ὁ λαὸς ἑορτάζων Χρυσόστομε, δοξάζει τὸν Κύριον, τὸν σὲ ἐκλεξάμενον, καὶ καλέσαντα, εἰς τὰς αἰωνίους σκηνάς.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Εἰ καὶ νεκρὸς εἶ ἐν τάφῳ, ἀλλὰ ζῶν ἐν τῷ κόσμῳ Χρυσόστομε, κηρύττεις μετάνοιαν, καὶ γράφεις συγχώρησιν, ἐγγυώμενος, τοῖς μετανοοῦσι θερμῶς.

ὁ α’ χορός 

Καὶ νῦν… Θεοτοκίον

Τὸν ἐν χερσὶ τῆς Παρθένου, καὶ ἐν κόλποις Πατρὸς καθεζόμενον, τὸν σάρκα φορέσαντα, καὶ μείναντα ἄτρεπτον, προσκυνήσωμεν, ὡς Θεὸν καὶ Κύριον.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον

Ἦχος α’  Χορὸς Ἀγγελικὸς

Εὐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου, καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε.

Ὁ Οἶκος

Ἡ λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου σκήνους, ἀλλ’ αὐτός με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κῆρυξ ἔνθεος, καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον ζάλην, καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη Χρυσόστομε.  

Συναξάριον

Τῇ ΚΖ’ τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.

Στίχοι

  • Νεκρὸς καθίζῃ, ὢ Ἰωάννη, θρόνῳ,

  • Ἀλλ’ ἐν Θεῷ ζῶν, πᾶσιν Εἰρήνη, λέγεις.

  • Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας εἰκάδι χρυσοῦν.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου,

  • Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Ψυχῆς ἴδων σῆς κάλλος ἐξῃρημένον,

  • Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Ὡς ὥριμός τις σῖτος ἐκ γήρως Πέτρε,

  • Οἶνον ταμείῳ συγκομίζει τῷ τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτριος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ ἔτος αψπδ΄(1784)  ξίφει τελειοῦται.

Στίχοι

  • Φῶς οὐράνιον σῷ ἐπέστῃ λειψάνῳ,

  • Χριστοῦ ὑπερτμηθέντι θείας ἀγάπης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’ Ἦχος γ’

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

ὁ β’ χορός

ᾠδὴ γ’

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω,…

ὁ α’ χορός

…τῷ τιμίῳ σου αἵματι.

ὁ β’ χορός

ᾠδὴ δ’

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

ὁ α’ χορός

ᾠδὴ ε’

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπῃρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ὁ β’ χορός

ᾠδὴ Ϛ’

Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

ὁ α’ χορός

ᾠδὴ ζ’   

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος γ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

                             Στίχ Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.

Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ  

ὁ α’ χορός
 Γυναῖκες ἀκουτίσθητε

Ἀγάλλου πόλις πόλεων, πασῶν ἡ Βασιλεύουσα, ὡς τοῦ καλοῦ σου Ποιμένος, τοῦ Ποιμενάρχου τὸ σκῆνος, ἀπολαβοῦσα σήμερον, τοῦ σὲ καὶ κόσμον ἅπαντα, ῥυθμίζοντος καὶ σώζοντος, μελισταγοῦς Χρυσοστόμου, καὶ ἐπικρότει τοῖς ὕμνοις.

ὁ β’ χορός

Θεοτοκίον, ὅμοιον

Φρικτὴ ἡ προστασία σου, Μαρία Θεοκόσμητε, καὶ φοβερά σου ἡ δόξα, πάσῃ τῇ γῆ Θεοτόκε, εἰς σὲ γὰρ νῦν καυχώμεθα, σὲ καὶ μεσίτην ἔχοντες, πρὸς τὸν Υἱὸν καὶ Κτίστην σου, τῇ ἀκοιμήτῳ πρεσβείᾳ, τῇ σῇ σωθείημεν πάντες.  

ΑΙΝΟΙ

Ἦχος δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Ἦχος δ’  Ἔδωκας σημείωσιν

Χρυσοῦ τηλαυγέστερον, τὰ ἱερά σου διδάγματα, προχεόμενα πάνσοφε, πλουτίζει Χρυσόστομε, πενομένας φρένας, καὶ ἀποδιώκει, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά τε, διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε, ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἵα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον, διὸ τῇ ἐπανόδῳ σου, ἡ Ἐκκλησία ἀγάλλεται, ἣν χρυσῷ κατεκόσμησας, τῶν πανσόφων δογμάτων σου.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὁ στύλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάῤῥυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κῆρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.  

Κόσμον ὡς βασίλειον, ἡ βασιλὶς τὸ σὸν λείψανον, δεξαμένη Χρυσόστομε, ἐν τούτῳ σεμνύνεται, καὶ ἐγκαυχωμένη, ἐπὶ τοῖς σοῖς λόγοις τὴν οἰκουμένην συγκαλεῖ, εἰς εὐφροσύνην καὶ θείαν μέθεξιν, ἀφθόνων τῶν χαρίτων σου, μεγαλοφώνως κραυγάζουσα, Ἰησοῦ ὑπεράγαθε, σὺ εἶ δόξα τῶν δούλων σου.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος δ’  Γερμανοῦ

Πάτερ Χρυσόστομε, ὡς ποταμὸς θεόβρυτος, ἐκ τῆς Ἐδὲμ μυστικῶς ἐξερχόμενος, εἰς ἀρχὰς τέσσαρας διαδραμών, σοῖς λόγοις τῆς γῆς τὰ πέρατα, πάντα πιστὸν κατήρδευσας, τῇ παγχρύσῳ διδασκαλίᾳ σου, διὸ τὴν ἐπάνοδον, σοῦ τῶν θείων λειψάνων, ἡμῖν σαφῶς πολιτογραφήσας, πρεσβεύεις σωθῆναι, τὰς ψυχὰς Ἰωάννη, τῶν ἀνυμνούντων σε.

 ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Ἀπολυτίκιον  Ἦχος πλ.δ’

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ.Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ἀπολυτίκιον  Ἦχος πλ.δ’

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Ἡ τοῦ στόματός σου… 

Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

     ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος πλ.δ’

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  

Ἦχος α’

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

Τρισάγιον.

Ὁ Ἀπόστολος

Τοῦ Ἱεράρχου΄ (῾Εβρ. ζ´ 26-28, η´ 1-2).

Προκείμενον ἦχος α’

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

       Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη. 

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Ἀδελφοί, τοιοῦτος ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ Κύριος», καὶ οὐκ ἄνθρωπος.

 Ἀλληλούϊα (γ’)   Ἦχος β΄

Στόμα δικαίου μελετήσει σοφίαν

Στίχ. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ.

Εὐαγγέλιον 

Ἐκ τοῦ κατὰ Ἰωάννην. (᾽Ιω. ι´ 9-16),

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει- καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει -ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

 ὁ α’ χορὸς

 Δόξα σοι, Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.   

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

27 ΙΑΝ16 ΕΟΡΤΗ ΑΝΑΚΟΜΙΔΗΣ ΙΕΡΟΥ ΛΕΙΨΑΝΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: