Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ 23 ΙΑΝΟΥΑΡΙΟΥ 2016

23 ΙΑΝΟΥΑΡΙΟΥ 2016

Σάββατον

.Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος δ’

Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καὶ καρπὸς ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας, Ἀλλ’ ὡς Μαρτύρων σύναθλος, καὶ ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

.

ὁ β’ χορὸς

Δόξα…

Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως,……

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος… 

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορὸς

Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. δ’

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. 

Τὸ προσταχθὲν μυστικῶς

Δι’ ἐγκρατείας τῶν παθῶν, τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

Ἔτερα, μετὰ τὸν Ἄμωμον

ὁ α’ χορὸς

Τὸ προσταχθὲν μυστικῶς

Προφῆται, Μάρτυρες Χριστοῦ, καὶ Ἱεράρχαι, οἱ τὸν ἀγῶνα τὸν καλόν, εὐσεβοφρόνως, νομίμως τελέσαντες, καὶ ἀπειληφότες, στεφάνους ἀμαραντίνους παρὰ Θεοῦ, ἀπαύστως ἐκδυσωπεῖτε ὑπὲρ ἡμῶν, τὴν αὐτοῦ ἀγαθότητα, ὅπως δωρήσηται ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, ὡς Θεὸς εὐδιάλλακτος.

Ἕτερα, Νεκρώσιμα, ὅμοια

ὁ β’ χορὸς

Στίχ. β’. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τοὺς μεταστάντας εὐσεβῶς, ἐκ τῶν προσκαίρων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, μετὰ Δικαίων, συναρίθμησον Δέσποτα, τούτους ἀναπαύων, ἐν τόποις ἑορταζόντων, καὶ ἐν τρυφῇ, ἀλήκτῳ τοῦ Παραδείσου, ὡς ἀγαθός, τὰ ἑκούσια πταίσματα, καὶ τὰ ἀκούσια αὐτῶν, δι’ ἄκραν ἀγαθότητα, συγχωρήσας φιλάνθρωπε.

ὁ α’ χορὸς

Στίχ. α’. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὁ βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ Ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβυν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

 

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχὶς

Τῆς Ὀκταήχου τῆς νέας θεῖον τέλος. Πόνοι δὲ Ἰωσὴφ

ᾨδὴ α’. Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τίμιοι μαργαρῖται, ὤφθητε τὸν στέφανον φαιδρύνοντες, τῆς σεπτῆς Ἐκκλησίας, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἤστραψαν τῶν δογμάτων, καὶ τῶν ἀρετῶν θείαις λαμπρότησιν, οἱ σοφοὶ Ἱεράρχαι, καὶ πιστῶν τὰς καρδίας ἐφώτισαν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὲ τὸν ἐν τοῖς Προφήταις, καὶ ἐν τοῖς Ὁσίοις θαυμαζόμενον, ἱκετεύομεν Λόγε, ταῖς αὐτῶν ἡμᾶς σῶσον δεήσεσιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὅταν κρίσιν δικαίαν, ἔλθῃς τοῦ ποιῆσαι δικαιότατε, ἀκατακρίτους Λόγε, τοὺς πρὸς σὲ μεταστάντας ἀπέργασαι.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Κύριον τετοκυῖαν, γυναικῶν χορός σε ἐπιστάμενος, σοῦ ὀπίσω Παρθένε, ἐναθλήσας αὐτῷ προσενήνεκται.

Καὶ τῶν Ἁγίων οἱ ἐφεξῆς δύο.

Κανὼν τοῦ Ἁγίου Κλήμεντος, οὗ ἡ Ἀκροστιχίς.

Μέλπω τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου.

Θεοφάνους.

ᾨδὴ α’ Ἦχος πλ. β’

Ὡς ἐν ἠπείρῳ πεζεύσας

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Μετὰ τῆς ἄνω χορείας, ὡς Ἱερεύς, καὶ ὡς Μάρτυς ἔνδοξος, τῷ Χριστῷ παρεστηκώς, ἐκτενῶς ἱκέτευε τυχεῖν, τῆς ἐλλάμψεως τῆς σῆς, τοὺς εὐφημοῦντάς σε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐκτεταμένους ἀγῶνας ἐπὶ τῆς γῆς, διανύσας Ὅσιε, βασιλείας οὐρανῶν, ἠξιώθης στέφανον λαβεῖν, καὶ αἰώνιον ζωὴν τὴν ἀκατάλυτον.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λελυτρωμένος τῷ πάθει τοῦ ἀπαθοῦς, διὰ πάθους ἔσπευσας, πρὸς αὐτὸν ἀναδραμεῖν, μιμητὴς γενόμενος παθῶν, θεοφόρε τῶν αὐτοῦ Ἀγγέλων σύσκηνε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Πεποικιλμένη τῷ κάλλει τῶν ἀρετῶν, Θεομῆτορ ἄχραντε, τὸν Θεὸν τὸν ἀληθῆ, ὑπὲρ νοῦν συνέλαβες ἡμῖν, τὴν πηγῆν τῶν ἀγαθῶν ἀναπηγάσασα.

Κανὼν τοῦ Ἁγίου Ἀγαθαγγέλου, οὗ ἠ ἀκροστιχίς.

Τὴν σὴν ἀνυμνῶ Παμμάκαρ χαίρων χάριν. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος δ’

«Ὁ πατάξας Αἴγυπτον,

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν κλεινὸν ἐν Μάρτυσι, τῶν ἀθλητῶν τὸ καύχημα, τὸν ἄγγελον τῇ κλήσει, γεγενημένον καὶ τῇ πράξει, χαρμονικῶς σήμερον, τιμήσωμεν ἐν πίστει, καὶ μακαρίσωμεν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἠξιώθης, Ἔνδοξε, τῆς τῶν Μαρτύρων εὐκλείας, ἀθλοῦντα θεωρήσας μεγαλοφρόνως ἐν τῇ Ῥώμῃ, τὸν Ἱερὸν Κλήμεντα· μεθ’οὗ σε συνελθόντες, πίστει γεραίρομεν.

 ὁ α’ χορὸς

Δόξα Πατρί… 

Νεκρωθεὶς Μακάριε, παντὶ τῷ κόσμῳ ἔδραμες, τὴν νέκρωσιν κηρύττων, τοῦ Ζωοδότου ἐν σταδίῳ·

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Σαρκωθέντα Κύριον, δι’ εὐσπλαγχνίαν ἄφατον, ἐκύησας Παρθένε, ὃν Ἀγαθάγγελος ποθήσας, ἔξω σαρκὸς γέγονεν, ἀθλήσας παραδόξως, μεθ’ οὗ ὑμνοῦμέν σε.

 

ᾨδὴ γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ὁ στερεώσας Λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας πολλῶν, στερέωσόν με πρὸς ὕμνον, τῆς δοξολογίας σου Κύριε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὰς μυσαρὰς θυσίας οἱ Ἀθληταί, στερροτάτῃ γνώμῃ, ἀποσεισάμενοι, θυσίᾳ καθαρωτάτῃ, Λόγῳ τῷ τυθέντι γεγόνασιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι οῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἀνανεοῦντες λόγοις ἱερουργοῖς, τοὺς παλαιωθέντας, παντοίοις παθήμασι, τοῦ ἀναπλάσαντος κόσμον, θεῖοι Μαθηταὶ ἀπεφάνθητε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ τοῖς Προφήταις πρότερον προφανῶς, δεδομένη χάρις, τοῦ Παναγίου Πνεύματος, τοὺς Ἀσκητὰς ἐπ’ ἐσχάτων, θείων χαρισμάτων ἐνέπλησε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χοροῖς ἁγίοις με σύνταξον ὁ Θεός, τοὺς πιστῶς τοῦ βίου, μεταχωρήσαντας, καὶ Παραδείσου πολίτας, ποίησον δι’ ἄφατον ἔλεος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ μηδαμοῦ χωρούμενος Ἰησοῦς, ἀστενοχωρήτως, τὴν σὴν κατῴκησεν, ἡγιασμένην γαστέρα, ἄχραντε Παρθένε, καὶ Κύριος.

 

Τοῦ Ἱεράρχου

ᾨδὴ γ’

Οὐκ ἔστιν ἅγιος

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡραίους ἤνεγκας καρπούς, κλῆμα τῆς ζωηφόρου, χρηματίσας ἀμπέλου, καὶ τούτους μαρτυρικαῖς, κοσμήσας μαρμαρυγαῖς, τῷ Σωτῆρι, πάντων καθιέρωσας.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡραίους ἤνεγκας καρπούς,…..

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τοῦ Παύλου ὤφθης μιμητής, πᾶσαν τὴν οἰκουμένην, διατρέχων Παμμάκαρ, βαπτίσματι θεουργῷ, καὶ αἵματος ῥαντισμῷ, ἁγιάζων, τῆς ὁμολογίας σου.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, καὶ πάντων Δημιουργόν, Θεὸν Λόγον, Πάναγνε ἐκύησας.

Τοῦ Μάρτυρος

 Ἐστερεώθη ἡ καρδία μου

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑμνολογῶ σου τοὺς ἀπείρους παμμάκαρ πόνους, τὰς στρεβλώσεις καὶ τὰς πολλὰς αἰκίσεις, τὴν ἀνδρείαν, τοὺς ξεσμούς, καὶ τὸν θάνατον, δι’ ὧν ἠξιώθης, ζωῆς Ἀγαθάγγελε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μετὰ μυρίους αἰκισμοὺς σε καὶ ἀλγηδόνας, ῥαβδισμούς τε καὶ ξέσεις Ἀθλοφόρε, ὑποβρύχιος θαλάσσῃ, δέδοσαι ἔνδοξε· ἐξ ἧς ὁ τῶν ὅλων, Δημιουργὸς σε ἐρρύσατο.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Νεανικῶς τε καὶ ἀνδρείως γενναῖε Μάρτυς, πυρακτώσεις ὑπήνεγκας τῶν ἥλων, καιομένης τῆς σαρκός, καὶ ἄνωθεν δρόσον δεχομένης, ὑπομονῆς Ἀγαθάγγελε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὤ παραδόξου μυστηρίου! πῶς ἡ Παρθένος, πλατυτέρα τῶν οὐρανῶν ἐδείχθη, ἐν νηδύϊ τὸν ἀπεριόριστον, ἀστενοχωρήτως χωρήσασα.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ’ ἐχθρούς μου τὸ στόμα μου· εὐφράνθην ἐν σωτηρίῳ σου.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν… 

Μαρτυρικόν Κοντάκιον

Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.

ὁ α’ χορὸς

Κάθισμα τοῦ Κλήμεντος

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τοῦ μαρτυρίου ἀληθῶς τῇ δρεπάνῃ, κατατεμνόμενος σοφὲ Ἱεράρχα, ὡς καρποφόρος ἄμπελος ἐξήνθησας, βότρυας περκάζοντας, καὶ σταλάζοντας γλεῦκος, θείας ἐπιγνώσεως, καὶ ἀθλήσεως Πάτερ· ἐξ ὧν μετέχων πᾶς τις εὐσεβῶς, καταγλυκαίνει ψυχῆς αἰσθητήρια.

ὁ β’ χορὸς

Δόξα… τοῦ Ἀγαθαγγέλου

Ἐπεφάνης σήμερον

Ἀγαθὸν σε Ἄγγελον γεγενημένον, θεοσδότοις λάμψεσιν, ἀνευφημοῦντες εὐσεβῶς, ἐπιτελοῦμεν τὴν μνήμην σου, κλέος Μαρτύρων, σοφὲ Ἀγαθάγγελε.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Προστασία ἄμαχε τῶν θλιβομένων, καὶ πρεσβεία ἕτοιμε, τῶν ἀπορούντων ἐν δεινοῖς, ἀπὸ κινδύνων με λύτρωσαι· μὴ με παρίδῃς, ἡ πάντων ἀντίληψις.

ᾨδὴ δ’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας, σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου, τὴν Θεότητα.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑπελθόντες τὸ στάδιον, τὸ τῆς μαρτυρίας, ζέοντι πνεύματι, Ἀθληταὶ θεομακάριστοι, τὴν ὑλώδη πλάνην, κατεφλέξατε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοὺς Ὁσίους σου Κύριε, καὶ τοὺς Ἱεράρχας, λαμπρῶς ἐδόξασας, τούτων θείαις παρακλήσεσι, κοινωνόν με δόξης, τῆς σῆς ποίησον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ τοῦ θείου ἐπίπνοια, Πνεύματος Προφήτας, καταλαμπρύνασα, Γυναιξὶν ἰσχὺν δεδώρηται, τοῦ ἐχθροῦ ὀλέσαι τὰ φρυάγματα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συγχορεύειν ἀξίωσον, πᾶσι τοῖς Ἁγίοις, οὕς περ μετέστησας, ὑπεράγαθε οἰκέτας σου, ἐν σκηναῖς ἁγίων, δυσωπούμενος.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νόμου θείου τὸν πάροχον, φύσεως νομίμων, ἄνευθεν τέτοκας, ἀναπλάττοντα Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, ὀλισθήσασαν.

 

Τοῦ Ἱεραρχου

ᾨδὴ δ’

Χριστός μου δύναμις

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κυκλώσας ἅπασαν, τὴν γῆν ἐξέτεινας, τῶν ἀγώνων τὸ κλῆμα ἀθλητικήν, στάζον ἀγαλλίασιν, καὶ εὐωδίας γλυκασμόν, Ἀθλοφόρε παμμακάριστε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λειμῶνα θέοντες, τῆς σῆς ἀθλήσεως, ἰαμάτων τὰ ἄνθη μάκαρ τῶν σῶν, Ἔνδοξε δρεπόμεθα, καὶ ποικιλίᾳ θαυμάτων, τὰς αἰσθήσεις κατευφραίνομεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. 

Ἡμέρας γέγονας, υἱὸς θαυμάσιε, καὶ φωτὸς ἀνεσπέρου διηνεκῶς, περιαυγαζόμενος, τῷ τρισηλίῳ φωτισμῷ, καὶ τῇ αἴγλῃ τοῦ κηρύγματος.

 ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μαρία Πάναγνε, ἡ καθαρώτατον, γενομένη χωρίον χωρητικόν, θείας ἐνοικήσεως, τὸν ψυχικόν μου μολυσμόν, καὶ τὸν ῥύπον ἐξαφάνισον.

Τοῦ Μάρτυρος

Εἰσακήκοα ὁ Θεὸς

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πολυώδυνα ἐνεγκών, βασάνων εἴδη γενναῖε Μάρτυς, σὺν τῷ θείῳ χαίρων Κλήμεντι, ταῖς ῥοαῖς τοῦ αἵματος, πᾶσαν τὴν γῆν θεόφρον ἡγίασας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνηρτήθης ὡς ὁ Χριστός, ἐπὶ τοῦ ξύλου καὶ κατεξάνθης, τὰς πλευρὰς σιδήρῳ ἔνδοξε, καταπλήξας ἅπαντας, ὑπομονῇ σοφὲ Ἀγαθάγγελε.

ὁ β’ χορὸς

Δόξα Πατρί… 

Μεγαλύνοντες τὸν Χριστόν, φρουρὰν κατῴκουν οἱ Ἀθλοφόροι, ὡς φρουροὶ θείων προστάξεων, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος ὁ ἀοίδιμος.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Μακαρίζομέν σε ἀεί, Θεοκυῆτορ εὐλογημένη· δι’ ἧς δόξης ἠξιώθημεν, καὶ τὸν πρὶν Παράδεισον, …ὁ β’ χορὸς

……ὃν ἀπωλέσαμεν ἀπελάβομεν.

ᾨδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν Φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἔφερον πληγάς, τῆς σαρκὸς οἱ θεῖοι Μάρτυρες, καὶ διὰ τοῦτο τὰς πληγὰς ἡμῶν, ἀεὶ ἰῶνται, τραυματίζοντες τοὺς δαίμονας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἅγιοι Θεοῦ, Ἱεράρχαι ἱκετεύσατε, μετὰ πάντων τῶν Ὁσίων Χριστόν, ἁμαρτημάτων, δωρηθῆναι ἡμῖν ἄφεσιν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σάρκα αἰκισμοῖς, καὶ ἀσκήσει δαπανήσασαι, γυναικῶν αἱ Ὅσιαι, καὶ Μάρτυρες, τῶν ἐν ἐλπίσιν, ἀγαθῶν κατηξιώθησαν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θάνατον ἑλών τῷ θανάτῳ σου Ἀθάνατε, τοὺς θανόντας ἐπ’ ἐλπίδι ζωῆς, πιστούς σου δούλους, ὡς φιλάνθρωπος ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἔπαυσας Ἁγνή, προπατόρων τὸ κατάκριμα, τὸν τοὺς πάντας δικαιώσαντα, σαρκὶ Χριστὸν τεκοῦσα, Ἰησοῦν τὸν μόνον Κύριον.

Τοῦ Ἱεράρχου

ᾨδὴ ε’

Τῷ θείῳ φέγγει σου ἀγαθέ,

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αἰκίσεις πάνσοφε καρτερῶν, τὰς πολυχρονίους καὶ μακροτάτας, πολύαθλος πέφηνας· νῦν δὲ τῆς ἀφθάρτου μακαριότητος, τρυφὴν κατεκληρώσω διαιωνίζουσαν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν πίστιν ἄγκυραν ἀσφαλῆ, ὡς καὶ τὴν ἐλπίδα καὶ τὴν ἀγάπην, θεμέλιον θέμενος, τῇ σεπτῇ Τριάδι σαυτὸν ἀνέθηκας, ναὸν ἡγιασμένον Πάτερ πανόλβιε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ θεοκόσμητος ξυρωνίς, ἡ διαφανὴς ἠγωνισμένη, ἀθλήσεως στάδιον, ἐπιλαβομένη τῆς αἰωνίου ζωῆς, Ἀγγέλοις συγχορεύει καὶ συναγάλλεται.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σῶσαι βουλόμενος ἐκ φθορᾶς, τὴν καταφθαρεῖσαν φύσιν, τῶν ἀνθρώπων ὁ Κτίστης καὶ Κύριος, μήτραν ἁγνισθεῖσαν Ἁγίῳ Πνεύματι, οἰκήσας ἀπορρήτως ἀνεμορφώσατο.

Τοῦ Μάρτυρος

Ὄρθρον φαεινὸν ἡμῖν

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἄνθραξι πυρούμενοι, ἀγαπήσεως τοῦ Παντουργοῦ, ἐν ἀσβέστῳ πυρωθείσῃ ἐβλήθητε, καλλίνικοι Μάρτυρες.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κόσμος ὡραιότατος, ἀνεδείχθητε τῶν Ἀθλητῶν, ἀφαιρούμενοι δορὰν τὴν τοῦ σώματος, ἀήττητοι Μάρτυρες.

ὁ α’ χορὸς

Δόξα Πατρί… 

Ἁπλωθεὶς εἰς κράβατον, καὶ ὀπτώμενος ἐν τῇ πυρᾷ, Ἀγαθάγγελε Ἀγγέλους ἐξέπληξας, ὁρῶντας τοὺς ἄθλους σου.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ῥυομένη φάνηθι, Ἀπειρόγαμε πάντας ἡμᾶς, πειρασμῶν τε καὶ κινδύνων καὶ θλίψεων,…

ὁ α’ χορὸς

……. τοὺς πόθῳ ὑμνοῦντάς σε.

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰχῶρσιν ὑμῶν σεπτοῖς, ψυχῶν ἰᾶσθε νοσήματα, καὶ σηπεδόνας ἀεί, σωμάτων ἐξαίρετε, κατατραυματίζοντες, πονηρῶν δαιμόνων, τὴν πληθύν, ἅγιοι Μάρτυρες.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὁ τῶν Ὁσίων χορός, Ἱεραρχῶν τε ὁ σύλλογος, καὶ Γυναικῶν ἱερῶν, ὁ θεῖος κατάλογος, στερρῶς ἐναθλήσαντες, ἐν ἐπουρανίοις, ἀπολαύσεις ἐκληρώσαντο.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νεκρώσαντες Ἀσκηταί, τὴν σάρκα ζωῆς ἐτύχετε, ποιμάναντες δὲ καλῶς, Κυρίου τὸ ποίμνιον, Ἱεράρχαι πάνσοφοι, ἀθανάτου δόξης, μετὰ τέλος ἠξιώθητε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν ζώντων Λόγε ζωή, καὶ τῶν θανόντων ἀνάπαυσις, ὑπάρχων τοὺς ἐξ ἡμῶν, τῷ θείῳ σου νεύματι, μεταστάντας δούλους σου, Ἀβραὰμ ἐν κόλποις, τοῦ θεράποντός σου σκήνωσον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐσκήνωσεν ἐπὶ σοί, Πατρὸς Ἁγνὴ τὸ ἀπαύγασμα, καὶ ταῖς ἀΰλοις αὐγαῖς, αὐτοῦ τῆς Θεότητος, τὸ σκότος διέλυσε, τῆς πολυθεΐας, καὶ τὸν κόσμον κατεφώτισεν.

Τοῦ Ἱεράρχου

ᾨδὴ ς’

Τοῦ βίου τὴν θάλασσαν

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νομίμως ἀθλήσαντες, τοὺς στεφάνους ἐκ χειρός, ζωαρχικῆς ἐδέξασθε, χαρισμάτων ποικίλων διανομήν, καὶ χάριν ἰάσεων, τῶν πιστῶν θεραπεύειν τὰ νοσήματα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νομίμως ἀθλήσαντες,……..

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ βίος ὁ ἔνθεος, τῶν ἀγώνων ἡ τριβή, τῶν αἰκισμῶν ἡ ἔνστασις, εὐπρεπείας στεφάνωμα μυστικόν, καὶ κάλλους διάδημα, καὶ στολὴ ἀφθαρσίας σοι γεγόνασιν.

 ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ Πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

Τοῦ Μάρτυρος

Ἐν πελάγει τοῦ βίου

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χαριστήριον αἶνον Θεῷ προσῆξας, θεόφρον Ἀθλητά, ἐν τῇ καμίνῳ ἐμβληθείς, ὡς πάλαι οἱ αἰχμάλωτοι Παῖδες, καὶ δρόσον δεχόμενος, Ἀγαθάγγελε οὐρανόθεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀγαθαῖς ἀγγελίαις ταῖς δι’Ἀγγέλων, νευρούμενος τὸν νοῦν, τοὺς αἰκισμούς τε καὶ ἀλγηδόνας, ὥσπερ πάσχοντος ἄλλου, ῥαδίως ὑπήνεγκας, Ἀγαθάγγελε γενναιόφρον.

ὁ β’ χορὸς

Δόξα Πατρί… 

Ἱερὰν ξυνωρίδα ὑμᾶς ὁ πλάνος, θεασάμενος σοφοί, δεσμοῖς συνθλίβει, καὶ ποιναῖς συγκόπτει, καὶ φρουραῖς κατακλείει καὶ γέλωτα ὤφλησε, τῇ ἀτρέπτῳ ὑμῶν ἐνστάσει.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ῥαθυμίαν ὕπνου θανατηφόρου, ἀπάλλαξον Ἁγνή, καὶ πρὸς ἐνθέους, γρηγορεῖν με ὕμνους, καὶ καλὰς ἐργασίας, ἐνίσχυσον Δέσποινα, ἵνα πόθῳ ὑμνολογῶ σε.

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἐν πελάγει τοῦ βίου ταῖς πράξεσί μου, κατῆλθον εἰς βυθόν· ἀλλ’ ὡς ἐκ κήτους. Ἰωνᾶς οὕτω βοῶ σοι·. Ἐκ βυθοῦ τῶν κακῶν μου, ἀνάγαγε δέομαι, Υἱὲ τοῦ Θεοῦ καὶ Λόγε.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες… 

Κοντάκιον Ἦχος δ’

Ἐπεφάνης σήμερον

Τῆς ἀμπέλου γέγονας, τίμιον κλῆμα, τοῦ Χριστοῦ πανεύφημε, Κλήμη πολύαθλος ὀφθείς, σὺν τοῖς συνάθλοις τε ἔκραζες· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

Ὁ Οἶκος

Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαὰβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ Τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διὸ κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας φαιδρῶς κραυγάζων· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

Συναξάριον

Τῇ ΚΓ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου. Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.

Στίχοι

  • Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων,

  • Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα.

  • Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ, Ἀγαθάγγελε, Κλήμη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου.

Στίχοι

  • Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου,

  • Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου.

Στίχοι

  • Γλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων,

  • Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ.

Στίχοι

  • Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου,

  • Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ λάκκῳ ἐμβληθέντες τελειοῦνται.

Στίχοι

  • Ἔνδον βόθρου χωροῦσι Μάρτυρες δύω,

  • Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον.

Ταῖς αὐτῶν  ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ὁ β’ χορὸς

εἱρμὸς η’ ᾠδῆς

Ἦχος  δ’

 

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Τὰ σύμπαντα Δέσποτα, τῇ σῇ σοφίᾳ συνεστήσω· γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων ἀπείρων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

 

ὁ Διάκονος: Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 ΤΙΜΙΩΤΕΡΑ (Ἦχος  δ’)

ὁ α’ χορὸς 

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Γυναῖκες ἀκουτίσθητε

Ὡς Παῦλος ὁ Ἀπόστολος, τὴν γῆν κυκλώσας ἅπασαν, καὶ τῶν μακρῶν σου ἀγώνων, ἐκτείνας Κλήμη τὸ κλῆμα, τῇ ἕλικι τῆς Πίστεως, ζωγρεῖς τὸν Ἀγαθάγγελον, συγκοινωνόν σοι Μάρτυρα, τῆς ἀγαθῆς ἀγγελίας, ἐπώνυμον ἀθλοφόρον.

ὁ β’ χορὸς

Θεοτοκίον ὅμοιον

Ὡς οὖσα καθαρώτατον, δοχεῖον Θεονύμφευτε, τῆς τῶν παθῶν με ἀχλύος, δεῖξον ἐλεύθερον Κόρη, βρυγμοῦ ὀδόντων σκώληκος, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Δέσποινα, ὅπως ἐν Πίστει ὑμνῶ σε, εὐλογημένη Μαρία.

Α Ι Ν Ο Ι (χύμα)

ΨΑΛΜΟΣ ΡΜΗ’ (148)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΝ’ (l50)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

 

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν…  Εἰς τὰ Ἀπόστιχα

Ἀπόστιχα τῶν Αἴνων, Μαρτυρικά

ὁ β’ χορὸς

Ἦχος πλ. δ’

Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, καὶ Χριστὸν ὁμολογοῦντες, ἐναντίον Βασιλέων, καὶ πάλιν, μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. 

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπολαύετε τὴν χάριν, αἰωνίως τῆς ζωῆς, τυράννων, ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Τὸν θώρακα τῆς πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται, εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. β’. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἀμέτρητος ὑπάρχει, τοῖς ἀσώτως βιοῦσιν ἡ κόλασις, βρυγμὸς ὀδόντων, καὶ κλαυθμὸς ἀπαράκλητος, γέεννα πυρός, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, δάκρυα ἀνενέργητα, καὶ Κριτὴς ἀσυμπάθητος. Διὰ τοῦτο πρὸ τοῦ τέλους βοήσωμεν λέγοντες· Δέσποτα Χριστέ, οὓς ἐξελέξω, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Ἐγὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ Ἁγνὴ βοηθῆσαί μοι.

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι….. 

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος δ’

Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καὶ καρπὸς ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας, Ἀλλ’ ὡς Μαρτύρων σύναθλος, καὶ ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ ἡ βάτος, ἐν ᾗ ἀφλέκτως Μωσῆς, κατεῖδεν ὡς φλόγα, τὸ πῦρ τῆς θεότητος.   

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον γ’

ὁ α’ χορὸς

Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος δ’

Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καὶ καρπὸς ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας, Ἀλλ’ ὡς Μαρτύρων σύναθλος, καὶ ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’χορὸς

Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Κλῆμα ὁσιότητος, ….

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ὁ β’χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἀπολυτίκιον Ἦχος δ’

Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καὶ καρπὸς ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας, Ἀλλ’ ὡς Μαρτύρων σύναθλος, καὶ ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’χορὸς

Τοῦ Ναοῦ 

ὁ β’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

  Κοντάκιον  Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε

Τρισάγιον

᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα  2:6-9

Ἀδελφοί, σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Ἀλληλούϊα  (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

(κβ΄ 15 – 22)

Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.  καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου·  εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ·  γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί με πειράζετε, ὑποκριταί;  ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;  λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

ὁ β’ χορός

 Ἀγαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀλληλούϊα

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

23 ΙΑΝ16 ΣΑΒΒΑΤΟΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: