Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΘΕΟΔΟΣΙΟΥ ΤΟΥ ΚΟΙΝΟΒΙΑΡΧΟΥ (2016)

 

 ᾿11 ΙΑΝΟΥΑΡΙΟΥ 2016

Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου

(†529).

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος  πλ. δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν. Ὅσιε Πατὴρ ἡμῶν Θεοδόσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ταῖς τῶν δακρύων σου ῥοαῖς,…….

ὁ α’ χορὸς

Καὶ νῦν… Τῆς Ἑορτῆς

Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σὲ Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…

Μετὰ τὴν α’ Στιχολογίαν.

ὁ α’ χορὸς

Κάθισμα Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ

Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν· εἰκόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν…

Ἰησοῦς ὁ τοῦ Ναυῆ,….

                                                                Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Κάθισμα ὅμοιον

Θεοφάνειας ὁ καιρός, Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ, δεῦτε ἀντλήσωμεν πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστός, γὰρ ἐν σαρκὶ ἐπεδήμησε, τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον· καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος, εἰς τὸν Παράδεισον αὖθις, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον ἐφώτισε.

 ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν…

Θεοφάνειας ὁ καιρός,……..

Μετὰ τὸν Πολυέλεον

                                                                           ὁ α’ χορὸς              

Κάθισμα τοῦ Ὁσίου

Ἦχος γ’ Θείας Πίστεως

Θείας αἴρων σου χεῖρας πρὸς ὕψος, στῦλος Ὅσιε φωσφόρος ὤφθης, τῶν προσευχῶν ἐν ταῖς ἀκτῖσι λαμπόμενος· πρὸς οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ τῶν ἀρρήτων γενόμενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

 

Δόξα… Καὶ νῦν… τῆς Ἑορτῆς

Ἡ Παρθένος σήμερον

Ὁ Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασιν, ὑπὸ τοῦ θείου Προδρόμου· ἄνωθεν ὁ Πατὴρ δὲ προσεμαρτύρει· Οὗτός ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ᾿ αὐτόν.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον – Ἦχος δ’

ὁ α’ χορὸς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ β’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ α’ χορὸς

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον.

ὁ Ἱερεύς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β’

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεύς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

()τ΄ 17 – 23

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,  καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·  καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.  Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.1 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.2 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.  χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ὁ Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

. Ἦχος πλ.β’ 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

 

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ α’  Ἦχος β’  Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Στίβει θαλάσσης, κυματούμενον σάλον,

Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον.

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

ὁ β΄ χορὸς

Στίβει θαλάσσης,…

 

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου,

Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου

Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα,

Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι,

Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,

Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ ,

Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος,

Ὄπα κρατίστην. Οὗτος ἠγαπημένος,

Ἴσος τέ μοι παῖς, χρηματίζει τὴν φύσιν.

καὶ τοῦ Ἁγίου .

ᾨδὴ α’ Ἦχος β’

Ἐν βυθῷ κατέστρωσε ποτέ,

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ὡς σοφὸς ταξίαρχος ἡμῶν, Πάτερ Θεοδόσιε, θεοπρεπῶς τὴν ᾠδὴν προανάκρουσον, τῷ ἐπιδημήσαντι, εἰς παγκόσμιον σωτηρίαν Χριστῷ τῷ Θεῷ, καὶ τὴν παναγίαν μνήμην σου, σὺν ἑαυτῷ δοξάσαντι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ὡς σοφὸς ταξίαρχος ἡμῶν………….

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ἐξ ἐρήμου Πρόδρομος Χριστοῦ, τῆς Ἀαρωνίτιδος, ὁ Ἐλισάβετ βλαστὸς προελήλυθεν, ἐν τῇ Κολυμβήθρᾳ δέ, Θεοδόσιος γεννηθεὶς διὰ Πνεύματος, ἐρημοπολίτης γέγονε, τῷ Ἰησοῦ ἑπόμενος.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Βαπτισθέντος ῥείθροις τοῦ Χριστοῦ, τῆς Ἰσραηλίτιδος, συναγωγῆς καθαιρεῖται τὸ φρύαγμα, ἐν τῇ Ἐκκλησίᾳ δέ, ἡ ἰσάγγελος πολιτεία πεφύτευται· ἣν ἀνεπιστρόφως ἤνυσας, παμμάκαρ Θεοδόσιε.

 ὁ α’ χορὸς

Δόξα Πατρί…

Κοινωνὸς τοῦ πάθους γεγονώς, Πάτερ δι᾿ ἀσκήσεως, τοῦ δι’ ἡμᾶς τῷ Σταυρῷ ὁμιλήσαντος, ἐπαξίως σύμμορφος, ἐχρημάτισας τῆς αὐτοῦ ἀναστάσεως, καὶ συγκληρονόμος γέγονας, τῆς δόξης Θεοδόσιε.

ὁ β’ χορός

Καὶ νῦν..Θεοτοκίον

Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξί σε καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην θεότητος· τὸν καλλοποιὸν γὰρ Λόγον, ὑπὲρ λόγον ἀπεκύησας.

 

ΤΗΣ ΕΟΡΤΗΣ

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

Ἰαμβικὸς

  ὁ α’ χορὸς

Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,

Βορῶν λεόντων, συντεθλασμένων μύλας,

Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,

Λόγῳ πλέκοντες, ἐκ λόγων μελωδίαν,

Ὦ τῶν πρὸς ἡμᾶς, ἤδεται δωρημάτων.

ὁ β΄ χορὸς

Ὅσοι παλαιῶν,…

 

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει,

Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν,

Ἐπισκοπεῖται , σαρκικῇ παρουσίᾳ.

Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ,

Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν.

 

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν,

Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις΄

Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει,

Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης.

Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων.

ΤΟΥ ΟΣΙΟΥ

ᾨδὴ γ’

Ἐξήνθησεν ἡ ἔρημος,

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

 Ὁ ὕδασι στεγάζων, τὰ ὑπερῷα Κύριος σωματικῶς τὰ ῥεῖθρα, τοῦ Ἰορδάνου περιεβάλετο, ἐν ᾧ ἐστερεώθη ἡ καρδία μου.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ὁ ὕδασι στεγάζων,………….

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.    

 Ὁ φῶς ἐν Ἰορδάνῃ, τὸ θεῖον λάμψας βλάστημα, τοῖς ἐπὶ γῆς θεόσδοτον, εὐλογίας καὶ προαιρέσεως, ἀγαθῆς σε προφαίνει Θεοδόσιε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Κατέλιπες τὸν κόσμον, καὶ τὰ ἐν τῷ κόσμῳ Ὅσιε, τὴν τελεσθεῖσαν γύμνωσιν, τοῦ Δεσπότου ἐκμιμησάμενος, ἐπὶ τοῦ Ἰορδάνου Θεοδόσιε.

  ὁ α’ χορὸς

Δόξα Πατρί…

Τὸν Σταυρὸν τοῦ Σωτῆρος, ἐπ᾿ ὤμων ἄρας ἔδραμες, ἐπὶ τὸν τούτου τάφον, ἐλάφου δίκην ἐπὶ ὑδάτων πηγάς, σωτηρίους παμμάκαρ Θεοδόσιε.

ὁ β’ χορός

Καὶ νῦν..Θεοτοκίον

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὸ σε Θεοτόκον πίστει σέβομεν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,… 

ΤΗΣ ΕΟΡΤΗΣ

Κοντάκιον Ἦχος δ’

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

ὁ β’ χορὸς

Κάθισμα Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ὁσίων Ἀοίδιμε· καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τάς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ Δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις τῇ χάριτι, θεοφόρε Θεοδόσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Δόξα.. Καὶ νῦν…

τῆς Ἑορτῆς

Ἰορδάνης τῷ ῥείθρῳ καθυπουργεῖ, Ἰωάννης ἐκτείνει χεῖρα φθαρτήν, φανέντος σοῦ Ἀόρατε, ἐν σαρκὶ πρὸς τὸ βάπτισμα, ἀλλ’ ὁ μὲν ἐστρέφετο, εἰς τὰ ὀπίσω φόβῳ, ὁ δὲ αὖθις ἐκράτει, ἐν τρόμῳ τὸν ἄφθαρτον, ὄντως ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἡ πηγὴ ἡ ἀείζωος, πηγάς τε καὶ θαλάσσας, καὶ ἀνθρώπους ἡγίασας. Ἡ Τριὰς γὰρ ἐπέλαμψεν· ἄνωθεν Υἱὸν σε ὀνομάζει ὁ Γεννήτωρ, καὶ τὸ Ἅγιον Πνεῦμα συγκατέρχεται.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾠδὴ δ’ . Ἦχος β’. Ὁ Εἱρμὸς

Ἰαμβικὸς

ὁ β΄ χορὸς

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,

Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,

Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,

Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,

ᾧ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος,

Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν,

Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας,

Υἷας συνελκῦσαί τε τῇ σῇ Βαπτίσει,

Μάκαρ ,φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου.

 

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον,

Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει,

Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ,

Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει,

Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων,

Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων,

Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος,

Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος,

Τοῦτον καθειργνύς, ἐκσαώζει τὴν κτίσιν.

 

ΤΟΥ ΟΣΙΟΥ

ᾨδὴ δ’

Ἐλήλυθας, ἐκ Παρθένου

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ἐν ὕδασι, κεφαλὰς τῶν δρακόντων συνέτριψας, καὶ διὰ τοῦ Πνεύματος, Λόγε Θεοῦ ἀνεκαίνισας, ὅλον μὲ τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τοῦ κλίναντος, κορυφὴν τῷ Προδρόμῳ μιμούμενος, Χριστοῦ τὸ ὑπήκοον, καὶ τὴν ἀρίστην ταπείνωσιν, Πάτερ Θεοδόσιε, πρὸς ἀρετῶν ἀνηνέχθης πύργον ἄσειστον.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τῇ Παρθένῳ, καὶ Μητρὶ λειτουργήσας Χριστοῦ τοῦ Θεοῦ, τὴν ἀκαταμάχητον, χάριν ἐδέξω τοῦ Πνεύματος, Πάτερ Θεοδόσιε, καὶ δυσμενεῖς ἀοράτους καταβέβληκας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τῶν Μάγων σε, τὸ ἀοίδιμον ἄντρον δεξάμενον, δωροφόρον ἔδειξε, τῷ δι’ ἡμᾶς βαπτισθέντι Χριστῷ, πίστιν Θεοδόσιε, καὶ σὺν ἐλπίδι ἀγάπην προσκομίζοντα.

 ὁ β’ χορὸς

Δόξα Πατρί…

Τοῖς πάθεσι, τοῦ Δεσπότου Χριστοῦ δυναμούμενος, τὸ τῆς συνειδήσεως, πόθῳ ἀνέτλης μαρτύριον, Πάτερ Θεοδόσιε, τῷ ζοφερῷ προσπαλαίων κοσμοκράτορι.

ὁ α’ χορός

Καὶ νῦν..Θεοτοκίον

Συνέλαβες, ἐν γαστρί σου ἀσπόρως, τὸν Κύριον, καὶ τοῦτον ἐκύησας, σεσαρκωμένον τὸν σῴζοντα, κόσμον ταῖς πρεσβείαις σου· διό σοι κράζομεν·…

ὁ β’ χορὸς

…. Χαῖρε ἀειπάρθενε Δέσποινα

ΤΗΣ ΕΟΡΤΗΣ

ᾨδὴ ε’

Ὁ Εἱρμὸς

Ἰαμβικὸς

ὁ α’ χορὸς

Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,

Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,

Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,

Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,

Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.

ὁ β’ χορὸς

Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, ….

ὁ α΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων,

Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις,

Ἵστησιν ἀμφ’ ὤμοισιν ἐξάρας ἄνω,

Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων,

Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας. 

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Μετ᾽ εὐσεβείας προσδράμωμεν εὐτόνως,

Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου,

Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου,

Ἄντλημα προσφέροντα δίψης ἐνθέου,

Κόσμου προσηνῶς ἐξακεύμενον νόσον.

 

ᾨδή ε’

Μεσίτης Θεοῦ καὶ ἀνθρώπων

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ἑξάψας τὸν νοῦν, τοῦ ἡμᾶς ἐν ῥείθροις καινουργήσαντος, σοφῶς ὑπεστήριζες, καταβεβλημένον δι᾿ ἀσκήσεως, κρεμαστῆρσι τὸ σῶμα, παμμάκαρ Θεοδόσιε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τὸν βίον ἀεί, τοῦ θανάτου θέμενος μελέτημα, ἐκδημῆσαι σπεύδων τε, πρὸς τὸν δι’ ἡμᾶς ἐπιφανέντα σαρκί, σεαυτῷ ἐδομήσω, τὸν τάφον Θεοδόσιε.

 ὁ α’ χορὸς

Δόξα Πατρί…

Τὸν θάνατον Χριστοῦ, τὸν ἑκούσιον ὁ σὸς φοιτητής, ὁ κλεινὸς Βασίλειος, Πάτερ Θεοδόσιε μιμούμενος, τὸν καινὸν ἐγκαινίζει, τάφον ἀγαλλόμενος.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ἰδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε, Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας προσηγόρευσεν, ὑπὲρ φύσιν τε τοῦτον,…..

 ὁ α’ χορὸς

…… Θεογεννῆτορ τέτοκας.

ΤΗΣ ΕΟΡΤΗΣ

ᾨδὴ ς’ ὁ Εἱρμὸς

Ἰαμβικὸς

ὁ β΄ χορὸς

Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,

Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο.

Ναὶ, φησιν, οὗτος, συμφυὴς γόνος πέλων,

Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,

Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

ὁ α’ χορὸς

Ἱμερτὸν ἐξέφηνε…

ὁ β΄ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἐκ ποντίου λέοντος ὁ τριέσπερος,

Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος,

Αὖθις προῆλθε, τῆς παλιγγενεσίας,

Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου,

Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ’ ἐσχάτων.

.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν,

Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον,

Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ,

Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ,

Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ.

ΤΟΥ ΟΣΙΟΥ

ᾨδὴ ς’

Ἐν ἀβύσσῳ πταισμάτων

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ἀφθαρσίαν ἡμῖν ἐδωρήσω Χριστέ, ἐν τῇ ἀναστάσει σου· ὅθεν Βασίλειος, ὁ εὐκλεὴς θεράπων σου, καὶ θανὼν ὥσπερ ζῶν, ἐπιφαίνεται.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ὁ καθαίρων τὸν κόσμον βαπτίζεται, δι᾿ ἐμὲ βροτός, ὁ Θεὸς κατ᾿ ἐμὲ γεγονώς, ὃν ἐν δυσὶ ταῖς φύσεσι, Θεοδόσιε μάκαρ ἐκήρυξας.

 ὁ β’ χορός

Δόξα Πατρί…

Γλυκασμὸν εὐφροσύνης Χριστῷ τῷ Θεῷ, τῷ τῶν Μυροφόρων τὰ δάκρυα τρέψαντι, εἰς χαρὰν Θεοδόσιε, οἱ κρουνοὶ τῶν δακρύων σου ἔσταξαν.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Συμπαθείας τῆς σῆς με ἀξίωσον, ἡ τὸν συμπαθέστατον Λόγον κυήσασα, τῶν τῷ ἰδίῳ αἵματι, ἐκ φθορᾶς τοὺς ἀνθρώπους ῥυσάμενον.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ Βασιλεύς

ΤΟΥ ΟΣΙΟΥ

Κοντάκιον Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ 

Πεφυτευμένος ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου σου, τάς φανοτάτας ἀρετὰς τερπνῶς ἐξήνθησας, καὶ ἐπλήθυνας τὰ τέκνα σου ἐν ἐρήμῳ, τῶν δακρύων σου τοῖς ὄμβροις ἀρδευόμενα, ἀγελάρχα τῶν Θεοῦ θείων ἐπαύλεων· ὅθεν κράζομεν· Χαίροις Πάτερ Θεοδόσιε.

Ὁ Οἶκος

Ἄνθρωπος μὲν τῇ φύσει ἐχρημάτισας Πάτερ, ἀλλ’ ὤφθης συμπολίτης Ἀγγέλων· ὡς γὰρ ἄσαρκον ἐπὶ τῆς γῆς βιοτεύσας σοφέ, τῆς σαρκὸς ἅπασαν τὴν πρόνοιαν ἀπέρριψας· διὸ καὶ παρ᾿ ἡμῶν ἀκούεις· Χαίροις, πατρὸς εὐλαβοῦς ὁ γόνος, χαίροις, Μητρὸς εὐσεβοῦς ὁ κλάδος. Χαίροις, τῆς ἐρήμου πολιστὴς παγκόσμιος· χαίροις οἰκουμένης φωστὴρ ὁ πολύφωτος. Χαίροις, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ, χαίροις ὅτι κατεμάρανας τῆς σαρκὸς τάς ἡδονάς. Χαίροις, τῶν Μοναζόντων πρόξενος σωτηρίας, χαίροις, τῶν ῥαθυμούντων τρόπος παρηγορίας. Χαίροις, πολλοὺς ἐκ πλάνης ῥυσάμενος, χαίροις, κρουνοὺς θαυμάτων δωρούμενος. Χαίροις, πτωχῶν τὴν φροντίδα ποιήσας, χαίροις, ἡμῶν ὁ προστάτης καὶ ῥύστης· Χαίροις, Πάτερ Θεοδόσιε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς ἐρήμου.

Στίχοι

  • Κοινοῦ Θεοδόσιος Ἡγεμὼν βίου,

  • Κοινὴ Μονασταῖς ἐκβιώσας ζημία.

  • Ἑνδεκάτῃ ὀλοὸν βίοτον λίπε Κοινοβιάρχης.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἐνδὸν τοῦ Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμβόλοις, καὶ Μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιναῖς, καὶ τοῦ Ἁγίου Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος αἰκιζόμενος τελειοῦται.

Στίχοι

  • Μάϊρος ἐκραύγαζεν, ὢν ἐν αἰκίαις.

  • Μὴ δειλιᾷς Μάϊρε, πλήττου καὶ στέφου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειούται.

Στίχοι

  • Καὶ πνεῦμα δόντα Βιτάλιε Κυρίῳ,

  • Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας.

 

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις,  Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος β’

Στείβει θαλάσσης, κυματούμενον σάλον,

Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον.

Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,

Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,

Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.

ᾠδὴ γ’

ὁ β’ χορός

Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων,

Βορῶν λεόντων συντεθλασμένων μύλας,

Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,

Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,

Ὢ τῶν πρὸς ἡμᾶς…

ὁ α’ χορός

…ἥδεται δωρημάτων.

ᾠδὴ δ’

ὁ β’ χορός

Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,

Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,

Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,

Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,

Ὢ τῶν δυναστῶν τὰ κράτη συνετρίβη.

ᾠδὴ ε’

ὁ α’ χορός

Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,

Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,

Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,

Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,

Μόνοις προσιτήν,οἷς Θεὸς κατηλλάγη.

ᾠδὴ Ϛ’

ὁ β’ χορός

Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,

Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο,

Ναί, φησίν, οὗτος, συμφυὴς γόνος πέλων,

Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,

Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.

ᾠδὴ ζ’

ὁ α’ χορός

Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,

Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,

Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,

Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,

Ὅλην πλύνει δέ, τῇ τοῦ Πνεύματος δρόσῳ.

ᾠδὴ η’

ὁ β’ χορός

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται,

Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.

Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.

Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,

Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.

 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος β’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!

Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,

Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,

Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,

Δῶρον φέροντες ὕμνον εὐχαριστίας. . 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 

ὁ α’ χορός

Γυναῖκες ἀκουτίσθητε

Τὸν νοῦν καθάρας Ὅσιε, τῆς τῶν παθῶν συγχύσεως, τρανῶς ἐδέξω τάς θείας, ἐμφάσεις τῆς ὑπερφώτου, καὶ τριλαμποῦς Θεότητος, παμμάκαρ Θεοδόσιε, τῶν ἀσκητῶν ἀγλάϊσμα· καὶ νῦν πρεσβεύων μὴ παύσῃ, ὑπὲρ ἡμῶν θεοφόρε.

ὁ β’ χορός

Τῆς Ἑορτῆς ὅμοιον

Βαβαὶ τῶν θείων ἔργων σου, Σωτήρ μου παντοδύναμε! Θεὸς γὰρ ὢν πρὸ αἰώνων, Παρθένου μήτραν ὑπέδυς, καὶ σὰρξ ἀτρέπτως γέγονας, καὶ ὕδασιν ἀπέπλυνας, τοῦ Ἰορδάνου Δέσποτα, βροτῶν τὴν φύσιν τοῦ ῥύπου,  τῶν ψυχικῶν ἁμαρτάδων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. α´

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίροις ἀσκητικῶν

Πόνοις ἀσκητικοῖς σεαυτόν, ἀνακαθάρας μιμητὴς ἐχρημάτισας, παμμάκαρ, τοῦ σοῦ Δεσπότου· τῆς γὰρ κρασπέδων τῶν σῶν, ἁψαμένης πάθος ἐθεράπευσας· λιμῷ τηκομένους, ἐν τῇ ἐρήμῳ δὲ ἔθρεψας, ἐξ ἀκενώτου, χορηγῶν θησαυρίσματος, ὡς φερώνυμος, Θεοῦ δόσις γενόμενος. Πίστιν δὲ τὴν ὀρθόδοξον, ἐκήρυξας Ὅσιε, τὴν τοῦ τυράννου μανίαν, ἀντ᾿ οὐδενὸς λογισάμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Πόνοις ἀσκητικοῖς σεαυτόν,…..

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Φλόγα τῆς πρὸς Θεὸν ἀκλινοῦς, καὶ διαπύρου καὶ θερμῆς ἀγαπήσεως, ἐξάψας τὸν οὐρανόθεν, ἀντεκομίσω πυρσόν, εὐδοκίαν θείαν σοι μηνύοντα, ναὸν ἁγιώτατον, ἀρετῆς παιδευτήριον, οἰκοδομῆσαι, καὶ ψυχῶν φροντιστήριον· ὃν ἀρξάμενος, εὐσεβῶς ἐτελείωσας· ἔνθα καὶ τὸ πολύαθλον, κατάκειται σῶμά σου, θήκαις ὁσίαις Παμμάκαρ, διαφερόντως τιμώμενον. Χριστὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

 ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὄντως ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ Θεοδόσιε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἐορτάζοντος, τερπνῆς ἀκουσάμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει μακάριε, ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας, ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Δόξα… Ἦχος β’

Τῶν ἀρετῶν ἡ κλῖμαξ, ὑπογραμμὸς ἀνεδείχθη τοῖς ἐπὶ γῆς· τοῦτον εὐφημήσωμεν, ὡς ἀσκητῶν ἐγκαλλώπισμα· ἑξασκήσας γὰρ ἀληθῶς, ὥσπερ ὁ μέγας Ἀντώνιος, ἄμετρον ταπείνωσιν ἐνδειξάμενος, καὶ ποιμάνας τὸν λαὸν αὐτοῦ εὐσεβῶς εἰς μάνδραν ἁγίαν ἐνήλασεν, οὗ ὁ χορὸς τῶν Ἁγίων καθέστηκεν. Ἐκτενῶς οὖν βοῶμεν· Μὴ ἐπιλάθῃ, καὶ νῦν τῆς ποίμνης σου, παμμάκαρ Θεοδόσιε, ἀλλὰ πρεσβείαις σου πρὸς Κύριον, σῶσον ἡμᾶς δεόμεθα.

ὁ α’ χορός

Καὶ νῦν… ὁ αὐτὸς

Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.

Δοξολογία Μεγάλη

εἰς ἦχον .β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἀπολυτίκιον ἦχος πλ. δ΄

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν. Ὅσιε Πατὴρ ἡμῶν Θεοδόσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

᾽Αντίφωνον α´

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,Ἰσραὴλ ἐξουσία αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. γ’. Τί σοι ἔστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;

 Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. δ’. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ιακὼβ

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος β’

Στίχ. α’. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. β’. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

ὁ β’ χορός

Στίχ. γ’. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

ὁ α’ χορός

Στίχ. δ’. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν καὶ ἀεὶ…

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Ἦχος α’

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

ὁ β’ χορός

Στίχ. β’. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…

ὁ α’ χορός

Στίχ. γ’. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…

Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν

ὁ α’ χορός 

 Ἦχος β’

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων ὅταν τελεῖται συλλείτουργον)  

Ἀπολυτίκιον Ἦχος α’

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι

ὁ β’ χορὸς

Ἀπολυτίκιον Ἦχος πλ.δ ‘

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν. Ὅσιε Πατὴρ ἡμῶν Θεοδόσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ὁ α’ χορός .

Τοῦ Ναοῦ

ὁ β’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  Ἦχος δ’

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον

Τρισάγιον.

᾽Απόστολος ΤΟΥ ΟΣΙΟΥ

Προκείμενον. Ἦχος βαρύς

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Στίχ. Τί  ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων  ὧν ἀνταπέδωκεν ἡμῖν;

Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα    (4:6-15)

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών, ἐκ σκότους φῶς λάμψαι, ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι΄ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Ἀλληλούϊα. (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

(Ματθ. ια´ 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου΄ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰμὴ ὁ Πατήρ΄ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ΄ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

ὁ α’χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.  

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

11 ΙΑΝ16 ΕΟΡΤΗ ΟΣΙΟΥ ΘΕΟΔΟΣΙΟΥ ΚΟΙΝΟΒΙΑΡΧΟΥ

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: