7 ΙΑΝΟΥΑΡΙΟΥ 201 6
† Ή Σύναξις το ῦ τιμ ί ου ἐ νδ ό ξου προφ ή του, Προδρ ό μου κα ὶ Βαπτιστο ῦ ᾿ Ιω ά ννου .
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦ χος α’
ὁ α’ χορὸς
Ἀμήν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στ ί χ, α’. Ἐ ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στ ί χ, β’. Π άντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στ ί χ, γ’. Π αρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον τῆς ἑορτῆς Ἦχος α’
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορός
Δόξα Πατρί… Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος β’
Μ νήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
ὁ α’ χορὸς
Καὶ νῦν…
Ἀπολυτίκιον τῆς ἑορτῆς Ἦχος α’
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, …….
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὸ ν τ ὸ κρ ά τος…
Μετ ὰ τ ὴ ν α’ Στιχολογ ί αν
ὁ α’ χορὸς
Κάθισμα Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος
Τ οῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ πνεῦμα κατῆλθεν ἐπ᾽αὐτόν, ὁρώμενον ἐν εἴδει περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Τ ὸ α ὐ τ ὸ
Τ οῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου…….
Μετ ὰ τ ὴ ν β’ Στιχολογ ί αν
ὁ α’ χορὸς
Κάθισμα Ἦχος δ’
Ἐπεφάνης σήμερον
Ἐ ν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Τ ὸ α ὐ τ ὸ
Ἐ ν τοῖς ῥείθροις βλέψας σε
Ὁ Ν’ ψαλμὸς χύμα
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Καν ὼ ν το ῦ Κυρ ί ου Κοσμ ᾶ ο ὗ ἡ Ἀ κροστιχ ί ς .
Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.
ᾠ δ ὴ α’ Ἦ χος β’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Β υθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἀ δὰμ τὸν φθαρέντα ἀγαπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Π υρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τ ὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
Κα ὶ το ῦ Ἁ γίου ε ἰ ς ς’ ο ὗ ἡ ἀ κροστιχίς ·
Βαπτιστὰ Χριστοῦ, τοὺς ἐπαίνους μου δέχου
Θεοφάνους
ᾠ δ ὴ α’ Ἦ χος β’ Ὁ Ε ἱ ρμ ὸ ς
Τῷ τὴν ἄβατον
ὁ α’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Β απτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι, Πρόδρομε ταῖς πρεσβείαις σου, φθάσας διάσωσον· ἀπαθείας γὰρ αὐτός, γέγονας δοχεῖον σεπτόν, καὶ καθαρώτατον, Κυρίῳ ἄνωθεν, ἐκ βρέφους ἀνακείμενος.
ὁ β’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Β απτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι,…….
ὁ α’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀ γαλλόμενος, ὁ Θεῷ παριστάμενος, Ἄγγελος τὸν ἰσάγγελον, εὐηγγελίσατο, Ζαχαρία τῷ σεπτῷ, σοῦ ἱεραρχοῦντι Πατρί, σὲ παμμακάριστε, Κυρίου Πρόδρομον, καὶ φίλον γενησόμενον.
ὁ β’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Π λήρης γέγονας, τοῦ Παναγίου Πνεύματος, ἔτι κοιλίᾳ σῆς Μητρός, ἒνδον φερόμενος, καὶ σκιρτήματι τερπνῷ, τὸν τῆς Παρθενίας καρπόν, χαίρων ἐμήνυσας, καὶ προσεκύνησας, Προφῆτα πανσεβάσμιε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Τ ὸν τὴν ἄβατον, πᾶσιν ἀνθρώποις πρότερον, ξένην ὁδὸν βιώσεως, ἀποτεμόμενον, καὶ βαπτίσαντα Χριστόν, ἐν ταῖς Ἰορδάνου ῥοαῖς, ἀνευφημήσωμεν, Κυρίου Πρόδρομον, τὸν θεῖον καὶ θεόφρονα.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Θεοτοκίον
Ἱ ερώτατον, τῆς Παρθενίας τέμενος, ἡ ἐν γαστρὶ Θεὸν Λόγον, κυοφορήσασα, τοὺς προστρέχοντας εἰς σέ, καὶ προσκαλουμένους Ἁγνή, σῷζε πρεσβείαις σου, κινδύνων λύουσα, τὴν ἔφοδον πανάμωμε.
ᾠ δ ὴ γ’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἰ σχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β΄ χορὸς
Ἰ σχὺν ὁ διδούς,…
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Σ τειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία, δι’ ὕδατος καὶ Πνεύματος, υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Μ εγάλη φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος΄ Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ὠδὴ γ ‘
Ἐν πέτρᾳ με τῆς Πίστεως
ὁ α ’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Σ τειρώσεως τὸ ὄνειδος διαλύσας, ἐπέγνως τῆς Παρθένου τὸν θεῖον Τόκον, σκιρτήσας ἀγαλλόμενος ἐν κοιλίᾳ, Μητρὸς πανεύφημε, Ἀγγέλων σύσκηνε, τοῦ Κυρίου Πρόδρομε, μύστα τῆς χάριτος.
ὁ β χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τ άς τρίβους προητοίμασας τοῦ Κυρίου, βαδίσας πρὸ προσώπου αὐτοῦ Προφῆτα· ὡς λύχνος πᾶσι φαίνων γὰρ τὸ τῆς δόξης, Πατρὸς ἀπαύγασμα, φανὲν σώματι, δι᾽ ὕδατος ὑπέδειξας, πάντων πρόκριτε.
ὁ α ’ χορὸς
Δόξα Πατρί …
Ἀ νέτειλας ὡς ὄρθρος δικαιοσύνης, τὸν Ἥλιον μηνύων τοῖς ἐν τῷ σκότει· τῆς πάντων σωτηρίας σὺ γὰρ ἐγένου, κήρυξ καὶ Πρόδρομος, καὶ πᾶσιν ἔλεγες· Τῷ Χριστῷ προσέλθετε, πίστει καὶ σῴζεσθε.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν …
Θεοτοκίον
Χ αρὰν τὴν ἀνεκλάλητον δεξαμένη, συνέλαβες ἀσπόρως τὸν σὸν Δεσπότην, τὸν πᾶσαν τὴν ὑφήλιον Θεομῆτορ, ἀνακαλούμενον· ᾧ καὶ κραυγάζομεν· Ὡς οὐκ ἒστιν Ἅγιος , πλὴν σου Κύριε .
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅ τι σ ὺ ε ἶ ὁ Θε ὸ ς ἡ μ ῶ ν ,…
ὁ β΄ χορὸς
Κάθισμα Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας· πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;
ὁ α΄ χορὸς
Δόξα… Καὶ νῦν… Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ
Ἑ κὼν κατῆλθε ἐπὶ γῆς, καὶ ἐσαρκώθη δι᾽ ἡμᾶς, ὡς ηὐδόκησεν αὐτός, ὁ ἀκατάληπτος Θεός, καὶ βαπτισθῆναι ἠνέσχετο ὁ φωτισμὸς ἡμῶν· ὅθεν πρὸς αὐτὸν ἀπεφθέγγετο, ὁ Πρόδρομος βοῶν· Οὐ τολμῶ σου Σωτήρ, τῆς κορυφῆς ἐφάψασθαι, ὁρῶν σου, τὸ ἀκατάληπτον Κύριε, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.
ᾠδὴ δ’
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἀ κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ῥ υπτόμενον ἥλιον τὶς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε ὕδασιν ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω, καὶ χόρτος ὢν, πυρὶ ψαύσω τῆς σῆς θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὑ πέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι, ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄψεις, ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς; ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ψ υχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι, εἶ γὰρ βαπτίσω σε, κατήγορόν μοὶ ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς, σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ᾨδὴ δ’
Ὑμνῶ σε ἀκοῇ γὰρ Κύριε
ὁ β΄ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ῥ υπῶντας ἀποπλύνειν ὕδατι, ἀπεστάλης πρὸς τοῦ Δεσπότου, εὐτρεπίζων δέχεσθαι, τὸν αἴροντα τὴν ἁμαρτίαν Χριστόν, καὶ τὴν πλάνην ἀπελαύνοντα, θεογνωσίας αἴγλῃ πανσεβάσμιε.
ὁ α΄ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ῥ υπῶντας ἀποπλύνειν ὕδατι…..
ὁ β’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἰ οῦ με δρακοντίου δήγματος, ἰαθῆναι μάκαρ δυσώπει, ὁ τὸν Χριστὸν νάμασι, βαπτίσας τοῖς τοῦ Ἰορδάνου· ἐν ᾧ τῶν δρακόντων ἐμφωλεύουσαν, τὴν πονηρίαν ὁ Σωτὴρ συνέθλασε.
ὁ α’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Σ οφίᾳ τοῦ Θεοῦ κοσμούμενος, προελήλυθας Χριστοκήρυξ· βοῶντος γὰρ γέγονας, κραυγάζουσα Μετανοεῖτε φωνή·ὡς Προφήτης προηγόρευσας, τὸν ὑπὲρ πάντας ἀνθρώπους σε δεικνύοντα.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Τ ὴν ξένην καὶ ἀνθρώποις ἄτριπτον, ἐπαγόμενος πολιτείαν, ἐπέστης τοῖς ὕδασι, πανάριστε τοῦ Ἰορδάνου, φωνῆς τοῦ Πατρὸς ἀκροασόμενος, καὶ παρουσίαν Πνεύματος ὀψόμενος.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν…
Θεοτοκίον
Ὁ πάντα πλαστουργήσας Κύριος, καθ᾽ ἡμᾶς αὐτὸς πλαστουργεῖται· ὑποδὺς γὰρ Πάναγνε τὴν μήτραν σου τὴν Παναγίαν, μορφὴν τῶν ἀνθρώπων ἠμφιάσατο,…..
ὁ β΄ χορὸς
…. κ αὶ τὴν αὐτοῦ εἰκόνα διεσώσατο.
ᾠ δ ὴ ε’
ὁ α’ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἰ ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
ὁ β΄ χορὸς
Ἰ ησοῦς ὁ ζωῆς ἀρχηγός,…
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σ υνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι. Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε, παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Γ εωργὸς ὁ καὶ δημιουργός, μέσος ἑστηκὼς ὡς εἷς ἁπάντων, καρδίας ἐμβατεύει, καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τήν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
ᾨδή ε’
Ὁ φωτισμός,
ὁ α’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ὑ περφυοῦς, ἀρετῆς λαμπηδόσιν ἠγλαϊσμένος, ὡς ἐξ οὐρανίου μυσταγωγίας, ῥείθροις ἐπέστης,, Ἰορδάνου βαπτίζων, καὶ καθαίρων διὰ τοῦ ὕδατος, Πρόδρομε τοὺς πίστει, ψυχῆς προσιόντας σοι.
ὁ β’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τ ὸ καθαρόν, καὶ ἀκήρατον φέγγος μέλλων βαπτίζειν, σκεῦος καθαρότητος ἀνεδείχθης· μείζων γὰρ πάντων, ὑπ’ αὐτοῦ προεκρίθης. Προφητῶν τε σεβασμιώτερος· τὸν προφητευθέντα, ἰδεῖν γὰρ ἠξίωσαι.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ὁ προσταλείς, πρὸ προσώπου Κυρίου καὶ τάς εὐθείας, τρίβους τοῖς ἀνθρώποις ὑποδεικνύων, ἅπτεται τρέμων κορυφῆς τοῦ Δεσπότου, καὶ βαπτίζει λέγων ὁ Πρόδρομος· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.
ὁ β΄ χορὸς
Κα ὶ ν ῦ ν…
Θεοτοκίον
Υ ἱὸς Θεοῦ, ὁ Υἱός σου Παρθένε σαφῶς ἐδείχθη, ἔργα ὡς Θεὸς τελῶν βουλήσει μόνῃ· ὅθεν σε πάντες ἀληθῶς Θεοτόκον, καὶ κυρίως ἐπονομάζομεν· ἄλλην γὰρ Μητέρα,…..
ὁ α’ χορὸς
…..Θ εοῦ οὐ γινώσκομεν.
ᾠ δ ὴ ς’
ὁ β΄ χορὸς
Ὁ Ε ἱ ρμ ὸ ς
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἠλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε. ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
ὁ α’ χορὸς
Ἡ φωνὴ τοῦ Λόγου…
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Γ εννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός, οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον, διδάσκει ὁ Πρόδρομος, γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐ ν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν, ἐν Πνεύματι δὲ καινοποιεῖ, δι’ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.
ᾨδὴ ς’
Ἐν ἀβύσσῳ πταισμάτων
ὁ β’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Σ ὺ τοῦ Λόγου φωνὴ προελήλυθας, καὶ ὡς Ἑωσφόρος ἀστὴρ ἀνατέταλκας, προκαταγγέλλων Πρόδρομε, σαφῶς Δικαιοσύνης τὸν Ἥλιον.
ὁ α’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἐ πιγείους φροντίδας ἠγνόησας, καὶ τάς οὐρανίους ἐλπίδας ἐπλούτησας, ἐπὶ τῆς γῆς ὡς Ἄγγελος, τὴν ζωὴν διανύσας πανόλβιε.
ὁ β΄ χορὸς
Δόξα Πατρὶ…
Π ροφητῶν σε σφραγῖδα γινώσκομεν, ὡς τῇ Παλαιᾷ καὶ Καινῇ μεσιτεύσαντα, καὶ Βαπτιστὴν καὶ Πρόδρομον, τοῦ Σωτῆρος Χριστοῦ καταγγέλλομεν.
ὁ α’ χορὸς
Κα ὶ ν ῦ ν…
Θεοτοκίον
Ἀ νερμήνευτος ὄντως ἡ σύλληψις, ἄφραστος ὁ τόκος σου καὶ ἀκατάληπτος, πᾶσι πιστοῖς γνωρίζεται, καὶ πιστεύεται μόνη Θεονυμφε.
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Σ ὺ γ ὰ ρ ε ἶ ὁ Βασιλε ύ ς…
Κοντάκιον αὐτομέλον
Ἦχος πλ. β’
Τ ὴν σωματικὴν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
Ὁ Οἶκος
Τ ῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τάς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται· εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν· ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ζ ‘ τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις.
Στίχοι
Ἐμὴ σε γλῶσσα Κήρυξ πῶς ἂν αἰνέσῃ,
Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
Μνήμη ἐβδομάτη Προδρόμου λάχεν αἰδοίοιο.
Ὁ Ἅγιος Νέος Ἰερομάρτυς Ρωμανός ὁ Λακεδαίμων, ἐκ κώμης Δημινίτζης, ἐν Βυζαντίῳ μαρτυρήσας κατά τό 1695 ἔτος, ξίφει τελειοῦται.
Μ νήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀθανασίου τοῦ ἐξ Ἀτταλείας μέν ὄντος, ἐν Σμύρνη δέ μαρτυρήσαντος κατά τό 1700 ἔτος.
Τ αῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ ἦχος β’
Β υθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ἰ αμβικ ὸ ς
Σ τίβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον,
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
ᾠδ ὴ γ’
ὁ α’ χορός
Ἰ σχὺν ὁ διδοὺς τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.
Ἰ αμβικ ὸ ς
ὁ β ’ χορός
Ὅ σοι παλαιῶν ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,
Ὢ τῶν πρὸς ἡμᾶς…
ὁ α’ χορός
…ἥ δεται δωρημάτων.
ᾠδ ὴ δ’
ὁ β ’ χορός
Ἀ κήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορός
Π υρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
Ὢ τῶν δυναστῶν…
ὁ β ’ χορός
…τ ὰ κράτη συνετρίβη.
ᾠδ ὴ ε ‘
ὁ α’ χορός
Ἰ ησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.
Ἰ αμβικ ὸ ς
ὁ β ’ χορός
Ἐ χθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν,…
ὁ α’ χορός
…ο ἷς Θεὸς κατηλλάγη.
ᾠδ ὴ Ϛ’
ὁ β ’ χορός
Ἡ φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε, ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορός
Ἱ μερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο,
Ναί, φησίν, οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν,…
ὁ β ’ χορός
…κ αὶ βροτὸς προμηθείᾳ.
ᾠδ ὴ ζ’
ὁ α’ χορός
Ν έους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις, ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰ αμβικ ὸ ς
ὁ β ’ χορός
Ἔ φλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ,…
ὁ α’ χορός
…τ ῇ τοῦ Πνεύματος δρόσῳ.
ᾠδ ὴ η’
ὁ β ’ χορός
Α ἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Μ υστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἰ αμβικ ὸ ς
ὁ α’ χορός
Ἐ λευθέρα μὲν ἡ κτίσις γνωρίζεται,
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τ ῶ ν Ἐ θν ῶ ν παγκληρ ί α.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Ὠ δ ὴ θ’
ΜΕΤΑ ΜΕΓΑΛΥΝΑΡΙΩΝ
ὁ α’ χορός
Ἦ χος β’
Μ εγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
ὁ β’ χορός
Ἦ χος β’
Μ εγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
ὁ α’ χορός
Μ εγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.
ὁ β’ χορός
Μ εγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.
ὁ α’ χορός
Μ εγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα.
Ὁ Ε ἱ ρμ ὸ ς
Ἀ πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Μ εγάλυνον ψυχή μου, τὸν ἕνα τῆς Τριάδος, κλίναντα τὸν αὐχένα, καὶ βάπτισμα λαβόντα.
Δ αυΐδ πάρεσο Πνεύματι τοῖς φωτιζομένοις΄ Νῦν προσέλθετε, ἄδε, πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε, οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει΄ καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθὼν ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
ὁ α’ χορός
Π ροφῆτα, δεῦρο πρὸς με, ἔκτεινον τὴν χεῖρα, καὶ βάπτισόν με τάχος.
Ὁ Ἡσαΐας΄ Λούσασθε, καὶ καθάρθητε φάσκει, τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου, οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε, ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
ὁ β’ χορός
Π ροφῆτα, ἄφες ἄρτι, καὶ βάπτισόν με θέλων· πληρῶσαι καὶ γὰρ ἦλθον, πᾶσαν δικαιοσύνην.
Σ υντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι. Ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης, οὕτω καὶ ἡμῖν ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται΄ ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ
ᾨδὴ θ’
Ἡ τὸν πρὸ Ἡλίου φωστῆρα
ὁ α’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἐ κ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τάς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως.
ὁ β’ χορὸς
Στιχ . Β απτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Χ άρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπὲρ τὰ ὁρώμενα, νῦν βεβηκότα Πανσεβάσμιε.
ὁ α’ χορός
Δ ό ξα Πατρί…
Ὁ τοῖς ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, Ἀγγελικαῖς χορείαις συνευφραίνεται, καὶ τῷ θρόνῳ παρεστηκώς, τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενος
ὁ β’ χορός
Κα ὶ ν ῦ ν…
Θεοτοκίον
Ὑ πὲρ εὐσπλαγχνίαν, ὁ πάντων Λυτρωτής, ἄνθρωπος γίνεται, καὶ σαρκικὴν καταδέχεται γέννησιν, φιλάνθρωπος ὑπὲρ ἀνθρώπων, ὁ φύσει ὢν φιλάνθρωπος, παρθενικῆς ἐκ μήτρας σου, Θεογεννῆτορ παμμακάριστε.
ὁ α’ χορὸς
Καταβασ ί α
Μ εγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.
Ἀ πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
ὁ β’ χορὸς
Μ εγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ἰ αμβικ ὸ ς
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,
Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕ μνον ε ὐ χαριστ ί ας
Συναπτ ὴ μικρ ά κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Γυναῖκες ἀκουτίσθητε
Π ροφήτην σε προέφησε, τῶν Προφητῶν ὑπέρτερον, ἐν γεννητοῖς ὁ Δεσπότης, γυναικῶν μείζονα πάντων· ὃν γὰρ Προφῆται ἅπαντες, καὶ Νόμος προκατήγγειλαν, Χριστὸν σαρκὶ ἑώρακας, ὃν καὶ βαπτίσας ἐδείχθης, σεβασμιώτερος πάντων.
ὁ β’ χορός
Καὶ τῆς Ἑορτῆς
Ἐ πεσκ έ ψατο ἡ μ ᾶ ς Ἦχος γ’.
Ἐ πεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε, καὶ γὰρ ἦλθεν, ἐφάνη, τ ὸ φ ῶ ς τ ὸ ἀ πρ ό σιτον.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α’.
Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ . Τ οῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἦ χος α ‘ Γερμανο ῦ Πατρι ά ρχου
Φ ῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὃ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Φ ῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὃ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.
ὁ α’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ α ὐ τ ὸ ς
Π ῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ α ὐ τ ὸ ς
Σ ὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
ὁ α’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁ α ὐ τ ὸ ς
Τ ὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ’ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος, ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται, ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον, διὰ λουτροῦ σωτηρία, δι’ ὕδατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρός Θεὸν ἡμῶν ἄνοδος γίνεται, θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.
ὁ β’ χορός
Στίχ . Α ἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ α ὐ τ ὸ ς
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνεια, καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν, καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν΄ Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. β’ Βυζαντίου
Ἄ γγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα· καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ’ ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… Ἦ χος β’ Ἀ νατολ ί ου
Σ ήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡ με ῖ ς δ ὲ ο ἱ φωτισθ έ ντες βο ῶ μεν….
Δοξολογία Μεγάλη
Εἰς ἦ χον β’
ὁ α’ χορός
… Δ όξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
ὁ β’ χορός
Ὑ μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
Κ ύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
Κ ύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
Π ρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ὅ τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
Κ αθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
Κ αταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
Γ ένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
Ε ὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
Κ ύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
Κ ύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
Ὅ τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
Π αράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅ γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Κ αὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός
ὁ α’ χορός
Ἅ γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦ χος α’
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δ ό ξα σο ι .
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
ὁ α ’ χορός
Ἦχος β´ .
Στ ί χ . α ‘ . Ἐ ν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,Ἰσραὴλ ἐξουσία αὐτοῦ.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στ ί χ. β’ . Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α ’ χορός
Στ ί χ. γ’ . Τ ί σοι ἔστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στ ί χ . δ ‘ . Ἀ πὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ιακὼβ
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α ’ χορός
Δ ό ξα Πατρὶ … Κα ὶ ν ῦ ν …
Τ αῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀ ντ ί φωνον Β ‘
ὁ β’ χορός
Ἦ χος β ‘
Στ ί χ . α ‘ . Ἠ γάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐ ν Ἰ ορδ ά ν ῃ ὑ π ὸ Ἰ ω ά ννου βαπτισθε ί ς , ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α ’ χορός
Στ ί χ. β’ . Ὅ τι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
ὁ β’ χορός
Στ ί χ. γ’ . Π εριέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
ὁ α ’ χορός
Στ ί χ. δ’ . Ἐ λεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
Σ ῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
ὁ β’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ …
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀ ντ ί φωνον Γ ‘
ὁ α’ χορός
Ἦ χος α ‘
Στ ί χ . α ‘. Ἐ ξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορός
Στ ί χ . β ‘. Ε ἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…
ὁ α’ χορός
Στ ί χ . γ ‘. Ε ἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…
Εἴσοδος .
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὃταν τελεῖται συλλείτουργον)
Ε ὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς…
ὁ β ’ χορὸς
…ψ άλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦ χος α ‘
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορός
Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος β ‘
Μ νήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος .
ὁ α’ χορός
Τοῦ Ναοῦ
ὁ β’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
τ ὸ Κοντ ά κιον Ἦ χος δ’
Ἐ πεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τ ὸ Φ ῶ ς τ ὸ ἀ πρ ό σιτον .
Ἀντὶ δὲ τοῦ Τρισαγίου
Ἦχος α’.
Ὅ σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
᾽Απόστολος
Προκείμενον. Ἦχος βαρύς
Ε ὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Ε ἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
( 19:1-8)
Ἐ ν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, κα ὶ πε ί θων τ ὰ περ ὶ τ ῆ ς βασιλε ί ας το ῦ Θεο ῦ .
Ἀλληλούϊα. (γ’) Ἦχος δ΄
Δ ίκαιος ὡς φοίνιξ ἀνθήσει.
Στίχ . Π εφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην
α΄ 29 – 34
Τ ῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ Ἰωάννης τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον. ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾽Ισραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ᾽Εφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
ὁ α’ χορ ὸ ς
Δ όξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
Μ εγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,
Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕ μνον ε ὐ χαριστ ί ας .
Κοινωνικ ὸ ν
ὁ β ’ χορός
Ε ἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
᾽Αντί τοῦ · «Εἴδομεν τό φῶς…».
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος α’.
Ἐ ν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορός
ἦχος πλ. α΄
Π ληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις
« ῾ Ο ἐ ν ᾿ Ιορδ ά ν ῃ ὑ π ὸ ᾿ Ιω ά ννου βαπτισθ ῆ ναι καταδεξ ά μενος δι ὰ τ ὴ ν ἡ μ ῶ ν σωτηρ ί αν…, το ῦ τιμ ί ου ἐ νδ ό ξου προφ ή του, προδρ ό μου κα ὶ βαπτιστο ῦ ᾿ Ιω ά ννου, ο ὗ τ ὴ ν μνήμην ἐ πιτελο ῦ μεν…»
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.