Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ (2016)

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016

† ΚΥΡΙΑΚΗ πρ τν Φτων.

Μαλαχίου προφήτου (περὶ τὸ 450 π.Χ.), Γορδίου μάρτυρος

https://i1.wp.com/www.pigizois.net/sinaxaristis/01/03.jpg

Ηχος πλ. β, ωθινν θ.

Τ ΣΑΒΒΑΤ ΕΣΠΕΡΑΣ (02/01/16)

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

 

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                      ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορς: μήν.

Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α’ Κάθισμα τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος πλ.β’. Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός΄ Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν. Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

ν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

ὁ α’ χορός

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

 

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσε.

 ὁ β’ χορός

Στίχ.  νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

 

 ΠΡΟΕΟΡΤΙΑ

ὁ α’ χορός

Ἦχος δ’

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὡς γενναῖον ἐν Μάρτυσιν

Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὐτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος.

  ὁ β’ χορός

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν………

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Χριστὸς ἀναδείκνυται, ὁ Θεὸς ἐπιφαίνεται, ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα, καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται, Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.

 ὁ β’ χορός

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάρρουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα;

     ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. β’

Βυζαντίου

ρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

 

ὁ β’ χορός

Κα νν… Ἦχος πλ. β’ Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

.

Εσοδος.

Σοφα ρθοί !

χος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

σπρας Προκεμενον

 ὁ α’ χορός

χος β’

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ β’ χορός

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ α’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ….

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ ναγνστης:

μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

 

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ……

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπόστιχα

Στιχηρὰ Ἀναστάσιμα

ἦχος πλ. β’

  βχορός

μήν. Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

  αχορός

Στίχ.     Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοὺς τοῦ ᾍδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

  βχορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

εύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον. Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ’ ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε, Ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

  αχορός

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

 ὁ β’ χορός

Δξα Πατρί… Καὶ νῦν… Ἦχος πλ. δ’

Ἀνατολίου

ωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ’ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

ὁ προεστὼς: Νῦν ἀπολύεις……Τρισάγιον…. 

ὁ α’ χορός

Ἀπολυτίκιον Ἦχος πλ. β’

γγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ᾽ αὐτοῦ, ὑπήντησας τῇ παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

ὁ β’ χορὸς

Δόξα Πατρί… Κα νν… Ἦχος δ’

τοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

πόλυσις

«…῾Ο ἀναστάς ἐκ νεκρῶν….»

2 ΙΑΝ16 ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: