Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2015)

26 ΔΕΚΕΜΒΡΙΟΥ 2015

Σάββατον

† ῾Η σύναξις τῆς ῾Υπεραγίας Θεο­τό­κου.

 Εὐθυ­μίου Σάρδεων ἱερομάρτυρος τοῦ ὁμολογητοῦ (†840).

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος δ’

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν,…

ὁ α’ χορός

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος…

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα
ὁ α’ χορὸς

Ἦχος δ’ – Κατεπλάγη Ἰωσὴφ

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον΄ Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τὸ αὐτὸ

Δεῦτε ἴδωμεν πιστοί,…

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα

ὁ α’ χορὸς

 Κάθισμα ὅμοιον

Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονὴν τὶς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… Καὶ νῦν… Τὸ αὐτὸ

Τί θαυμάζεις Μαριάμ;…

Ὁ Ν’ ψαλμὸς χύμα 

ΚΑΝΟΝΕΣ

Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.

Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.

ᾠδὴ α’  Ἦχος α’

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται. 

ὁ β΄ χορὸς

Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ’ εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.

ὁ α’ χορός

Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται΄ τοῦτον δὲ ἐκ Παρθένου θείας ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς΄ ὅτι δεδόξασται.

Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων

Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει

Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον.

Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.

Ἀλλ’ Ἄνα, ῥητῆρας ῥύεο τῶνδε πόνων.

ᾠδὴ α’ Ἦχος ὁ αὐτὸς

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,

Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.

Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,

Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,

Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.

ὁ β΄ χορὸς

Ἔσωσε λαόν…

ὁ α’ χορός

Δόξα Πατρὶ…

Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,

Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,

Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,

Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,

Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,

Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,

Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,

Σὲ σπαργάνοις ἑλικτόν΄ ὃν γεγηθότες,

Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.

ᾠδὴ γ’ 

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε. 

ὁ β΄ χορὸς

Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήοας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν΄ ὁ δι’ ἐμὲ κατ’ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.

ὁ α’ χορός

Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε. 

ὁ β΄ χορὸς

Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια΄ τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ’ ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.

Ἰαμβικὸς

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,

Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,

Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,

Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,

Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως.

ὁ β΄ χορὸς

Νεῦσον πρὸς ὕμνους…

ὁ α’ χορός

Δόξα Πατρὶ…

Νύμφης πανάγνου τὸν πανόλβιον τόκον

Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,

Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.

Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,

Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,

Τελεῖ καθ’ ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,

Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ’ ἐπ’ ἐσχάτων

Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,

Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον. 

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 τι σ ε Θες μν,…

Κοντάκιον

Ἦχος γ’ Αὐτόμελον

Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

 

ὁ α΄ χορὸς

Κάθισμα  Ἦχος πλ. δ’

Τὸ προσταχθὲν μυστικῶς

Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω΄ ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς΄ ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον  ὃν δοξάζει τὰ σύμπαντα.

 

ᾠδὴ δ’

 ὁ β΄ χορὸς

Ὁ Εἱρμὸς

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ β΄ χορὸς

Τοῦ μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους΄ ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.

ὁ α’ χορός

Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι΄ Αἰθίοπες καὶ Θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰαμβικὸς 

ὁ β΄ χορὸς

Ὁ Εἱρμὸς

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,

ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,

Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.

Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,

Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.

ὁ α’ χορός

Ἴσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,

Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,

Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,

Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,

Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.

ὁ β΄ χορὸς

Δόξα Πατρί…

Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.

Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,

Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,

Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,

Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον. 

ὁ α’ χορός

Καὶ νῦν…

Ῥίζης φυεῖσα τοῦ Ἱεσσαὶ Παρθένε,

Ὄρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,

Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.

Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,

Νηδὺν διελθεῖν…

ὁ β΄ χορὸς

…τῇ κενώσει τῇ ξένῃ.

ᾠδὴ ε’

 ὁ α’ χορός

 Ὁ Εἱρμὸς

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

Θεὸς ὢν εἰρήνης,…

ὁ α’ χορός

Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.

ὁ β΄ χορὸς

Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος΄ δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν ἐν πίστει ἀνυμνήσωμεν.

Ἰαμβικὸς

ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης

Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,

Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,

Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,

Καθ’ ἣν ἀνατρέχοντες, εὓροιμεν κλέος.

ὁ β΄ χορὸς

Ἐκ νυκτὸς ἔργων,…

ὁ α’ χορός

Δόξα Πατρὶ…

Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,

Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,

Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,

Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,

Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,

Μεθ’ ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας.

Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,

Νέμων ἐκεῖσε τὴν ἀπόῤῥητον χάριν,

Οὐ πλεῖον…

ὁ α’ χορός

…ἐξήνθησεν ἡ ἁμαρτία.

ᾠδὴ ς’

 ὁ β΄ χορὸς

Ὁ Εἱρμὸς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον. 

ὁ α’ χορός

Σπλάγχνων Ἰωνᾶν,…

ὁ β΄ χορὸς

Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων. 

ὁ α’ χορός

Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται΄ τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ ἄρχων, καὶ καλεῖται τῆς μεγάλης βουλῆς Ἄγγελος, οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.

Ἰαμβικὸς

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,

Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.

Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,

Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,

Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥᾳθυμίας.

ὁ α’ χορός

Ναίων Ἰωνᾶς,…

ὁ β΄ χορὸς

Δόξα Πατρὶ…

Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,

Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,

Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,

Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ

Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν. 

ὁ α’ χορός

Καὶ νῦν…

Ἷκται δι’ ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,

Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,

Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,

Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ’ ἀξίαν.

Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.

Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  Ἦχος πλ. β’

Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ, ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη.

Ὁ Οἶκος

Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ’ οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός, τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον, οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς, Ἁγνὴ γάρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ, ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι, Χαῖρε ἡ Κεχαριτωμένη.

Συναξάριον

Τῇ ΚϚ’ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.

Στίχοι

  • Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος,

  • Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις.

  • Mολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω.

Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου.

Στίχοι

  • Ἤκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε,

  • Αἴγυπτε φρῖττε, καὶ Θεὸν τοῦτον φρόνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ.

Στίχοι

  • Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ,

  • Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ’ Ἰουδαίων.

Στίχοι

  • Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον,

  • Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος.

Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου.

Στίχοι

  • Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ,

  • Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε.

Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίου τοῦ Ῥώσσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος α’

Ἰαμβικαὶ

Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,

Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.

Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,

Πόλου τίθησιν ἡμῖν, ὃν κατ’ οὐσίαν,

Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.

 ὁ β΄ χορὸς

ᾠδὴ γ’

Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,

Ἐχθροῦ ταπεινῶν τὴν ἐπῃρμένην ὀφρύν,

Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,

Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,

Μάκαρ, μελῳδοὺς…

ὁ α’ χορός

…τῇ βάσει τῆς πίστεως.

ὁ β΄ χορὸς

ᾠδὴ δ’

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,

ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,

Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.

Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,

Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.

ὁ α΄ χορὸς

ᾠδὴ ε’

Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης

Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,

Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,

Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,

Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος. 

ὁ β’ χορός

ᾠδὴ Ϛ’

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,

Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.

Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,

Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,

Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.

ὁ α΄ χορὸς

ᾠδὴ ζ’

Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,

Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,

Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,

Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,

Λέγουσιν, Εἰς αἰῶνας εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς 

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,

Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,

Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.

Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,

Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’

ΜΕΓΑΛΥΝΑΡΙΑ

Ψαλλόμενα ἐν τῇ ᾠδῇ ταύτῃ

 Ἦχος α’

ὁ α’ χορός 

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

ὁ β΄ χορὸς

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

ὁ α’ χορός

Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα 

ὁ β΄ χορὸς

Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.

ὁ α’ χορός

Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

ὁ β΄ χορὸς

Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.

Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.

ὁ α’ χορός

Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.   

Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν, μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.

ὁ β΄ χορὸς

Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.

Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις΄ ὑφ’ οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.

Ἕτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα

ὁ α’ χορός 

Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.

ὁ β΄ χορὸς

Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.

ὁ α’ χορός 

Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.

ὁ β΄ χορὸς

Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.

ὁ α’ χορός 

Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,

Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,

Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,

Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,

Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

ὁ β΄ χορὸς

Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ.

Στέργειν μὲν ἡμᾶς,…

ὁ α’ χορός 

Δόξα Πατρὶ…

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.

Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,

Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,

Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,

Δοξούμενοί τε, τῆς ἀληθείας φάος,

Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,

Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,

Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.

Ὡς ζωοποιοῦ΄ τὴν χάριν δὲ Παρθένε,

Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.

Καταβασία

ὁ α’ χορός 

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

ὁ β΄ χορὸς

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,

Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,

Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,

Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,

Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον

ὁ α’ χορός 

Ἦχος γ’  Αὐτόμελον

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

ὁ β’ χορὸς

Ἐπεσκέψατο ἡμᾶς,…

ὁ α’ χορός 

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου…

ὁ β’ χορὸς

…ἐτέχθη ὁ Κύριος.

ΑΙΝΟΙ

Ἦχος δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Ἀνδρέου Ἱεροσολυμίτου

Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὁ αὐτὸς

Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει. Μάγοι προσκυνοῦσι. Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.  

Ὁ αὐτὸς

Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτήρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα, οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες. Ἀνερμήνευτε Κύριε, δόξα σοι.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.   

Ὁ αὐτὸς

Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες΄ Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.

ὁ α’ χορός

Δόξα Πατρὶ… Ἦχος πλ. β’ 

Σήμερον ἡ ἀόρατος φύσις, τοῖς βροτοῖς ἐκ Παρθένου συνάπτεται. Σήμερον ἡ ἄπειρος οὐσία, ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται. Σήμερον ὁ Θεὸς δι’ ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει, προμηνύοντας αὐτοῦ τὴν τριήμερον ταφήν, ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ, διὸ ψάλλομεν. Ὁ σαρκωθεὶς ἐκ Παρθένου, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  

ὁ β’ χορός

Καὶ νῦν… Ἰωάννου Μοναχοῦ

ἦχος β’

Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται, οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν΄…

Δοξολογία Μεγάλη

Εἰς ἦχον β’ ( σύντομος ἢ ἀργή )

ὁ α’ χορός

…Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.  

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος δ’

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

᾽Αντίφωνον α´

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ.

        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’ ᾽Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ

        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ α’ χορός

Στίχ.γ’᾽.᾽Εξομολόγησις καί μεγαλοπρέπεια τό ἔργον αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος
        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

ὁ β’ χορός

Στίχ.δ’. Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ
        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

ὁ α’ χορός

Δόξα Πατρὶ…

ὁ β’ χορός

Καί νῦν…

ἀμφότεροι οἱ χοροὶ ὁμοῦ
        Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Ἀντίφωνον Β’

Ἦχος ὁ αὐτὸς.

ὁ β’ χορός

Στίχ. α’ Μακάριος ἀνήρ, ὁ φοβούμενος τόν Κύριον· ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
        Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

ὁ α’ χορός

Στίχ. β’ Δυνατόν ἐν τῇ γῇ ἔσται τό σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται.
        Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

ὁ β’ χορός

Στίχ. γ’ Δόξα καί πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καί ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
        Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

ὁ α’ χορός

Στίχ. δ’ ᾽Εξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
        Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. α’ Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Ἀπολυτίκιον Ἦχος δ’

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

      
Στίχ. β’ ῾Ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.

῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…

Στίχ. γ’ Μετά σοῦ ἡ ἀρχή ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ῾Αγίων σου.

῾Η Γέννησίς σου, Χριστέ ὁ Θεός ἡμῶν…

 

Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

     ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς…

ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   
Ἀπολυτίκιον. Ἦχος δ’.

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ὁ β’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

τὸ Κοντάκιον  Ἦχος γ’

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι’ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.

᾽Απόστολος

Προκείμενον. Ἦχος δ΄

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε.

Πρὸς  Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα  6:11-16

Τέκνον Τιμόθεε, δίωκε δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ ᾿Ιησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

Ἀλληλούϊα. Ἦχος πλ. δ΄

Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

(ιβ΄ 15 – 21)

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,  καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτὸν,  ὃπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·  Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ·  οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.  κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν·  καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

ὁ α’χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

Ἦχος α’

Στίχ. Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,

Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,

Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,

Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,

Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

Κοινωνικόν

ὁ β’ χορός

Ἦχος β’

Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.

᾽Αντί τοῦ· «Εἴδομεν τό φῶς».

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος δ’. 

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

«…῾Ο ἐν σπηλαίῳ γεννηθείς καί ἐν φάτνῃ ἀνακλιθεὶς διά τήν ἡμῶν σωτηρίαν, Χριστός ἀληθινός Θεός ἡμῶν».

 

26 ΔΕΚ15 ΜΕΓΑΛΗ ΕΟΡΤΗ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: