Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΠΡΟ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ (2015)

19 ΔΕΚΕΜΒΡΙΟΥ 2015

Σάββατον πρὸ τῶν Χριστουγέννων.

Βονιφατίου μάρτυρος (†290). ῎Αρεως (†308), Εὐτυχίου καὶ Θεσσαλονίκης μαρτύρων.

Προψάλλεται σήμερον καὶ ἡ ἀκολουθία τοῦ ἁγίου ᾿Ιγνατίου .

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…   

ὁ α’ χορὸς  

Ἀπολυτίκιον Ἁγίου Βονιφατίου ἦχος δ’

Ὁ Μάρτυς σου Κύριε ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, αὐτοῦ ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί…

 Ἀπολυτίκιον Ἁγίου Ἰγνατίου ἦχος δ’

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

 Καὶ νῦν…Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις  ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

Μετὰ τὴν α’ Στιχολογίαν

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος… 

ὁ α’ χορὸς

Καθίσματα Μαρτυρικὰ

Ἦχος γ ‘

Τὴν ὡραιότητα

Τῶν Ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι· ἀνδρείως γὰρ ἐνίκησαν, τοῦ Βελίαρ τήν δύναμιν· ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, εἰρήνην παράσχου τῷ λαῷ σου.

 ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ 

Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε· προθύμως τῇ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας· διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

 ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς

Ἰδιόμελον

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τόν Σταυρόν τῆς ἀληθείας.

ὁ β’ χορὸς

Δόξα…

Τὴν ὡραιότητα

Ὅτε τῷ λόγῳ σου, παραστησόμεθα, τῷ ἀδεκάστῳ σου, βήματι Κύριε, μὴ καταισχύνῃς τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας· πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν· ὅθεν δυσωποῦμέν σε, ἐν σκηναῖς τῶν δικαίων σου, Χριστέ, οὓς προσελάβου ἀνάπαυσον, ὡς μόνος ὑπάρχων πολυέλεος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος,

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορὸς

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι· διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος· ἀλλὰ πρεσβεύσατε τῷ Κυρίῳ, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

ὁ β’ χορὸς

Δόξα…Καὶ νῦν… Θεοτοκίον

Τὸν πολυτάραχον, τοῦ βίου κλύδωνα, τοὺς ἐκπεράσαντας, τῷ θείῳ νεύματι, καὶ μεταστάντας εὐσεβῶς, οἰκέτας σου Πανάμωμε, δέξαι καὶ προσάγαγε, τῷ Κριτῇ καὶ Θεῷ ἡμῶν, τούτοις ἀπολύτρωσιν, παρασχεῖν ἱκετεύουσα· καὶ γὰρ ὡς τοῦ ποιήσαντος Μήτηρ, ἔχεις τὸ θέλειν καὶ τὸ δύνασθαι.

Ὁ Ν’ ψαλμὸς χύμα 

ΚΑΝΟΝΕΣ

Μύσταις προσοίσω τοῦ Θεοῦ θεῖον μέλος. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος γ’

Ὁ Εἱρμὸς

 ὁ α’ χορὸς

Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Μαρτυρίου κλέος σοφοὶ εὕρατε, πάντες Ἀθληταί, βασάνους πολυτρόπους, ἐνεγκόντες γενναίως ὑπὲρ τῆς ἀληθείας· ὅθεν πίστει ὑμᾶς δοξάζομεν ἀεί.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Ὑπερτέραν σχόντες ζωήν, ὤφθητε προφῆται καὶ σοφοί, Κυρίου ἱεράρχαι, τοῦ κενωθέντος Λόγου, ποιμάναντες ὁσίως, τοῦ Σωτῆρος τὴν ποίμνην σθένει θεϊκῷ.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Σταυρωθέντες κόσμῳ σαρκός, ὅσιοι πάσας ἡδονὰς ἠρνήσασθε, καὶ σκεύη, τοῦ Πνεύματος δειχθέντες, τὰ πνεύματα πλάνης, θείῳ σθένει ἐξηφανίσατε σαφῶς.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Τοὺς ἐκ γῆς προστάξει τῇ σῇ Κύριε, πίστει εὐσεβεῖ, οἰκτίρμον μεταστάντας, ζωῆς ἀτελευτήτου, καὶ φωτὸς ἀνεσπέρου, ἀξιώσας ἀνάπαυσον ὡς ἀγαθός.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὡς Θεὸν τεκοῦσαν σαρκὶ Πάναγνε, γνώμῃ εὐσεβεῖ, τιμῶμέν σε ἀπαύστως, μετὰ σεμνῶν Γυναίων, ἀσκήσει λαμπρυνθέντων, καὶ ἀθλήσει καταβαλόντων τὸν ἐχθρόν.

Τοῦ Ἁγίου Βονιφατίου, οὗ ἡ Ἀκροστιχίς.

Πιστῶς σε μέλπω Μάρτυς ἠγλαϊσμένε. Ἰωσήφ.

ᾠδὴ α’ Ἦχος δ’ 

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τριστάτας κραταιούς

Προθύμῳ λογισμῷ, τοὺς ἀγῶνας ζηλώσας, τῶν γενναίων Ἀθλητῶν, ἐνήθλησας στερρῶς, καὶ τὸν ὄφιν ἐνέκρωσας, ἄθλοις σου τοῖς ζωηφόροις, Ἱερὲ Βονιφάτιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰδὼν ἐπὶ τῆς γῆς, τοῦ ἐχθροῦ τὴν ἀπάτην, κεχυμένην ἀληθῶς, γενναῖε Ἀθλητά, τὴν ψυχὴν πυρπολούμενος, ἔρωτι τῷ θειοτάτῳ, ὑπεισῆλθες τὸ στάδιον, ἀπτοήτῳ τρισμάκαρ φρονήματι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σοφίᾳ θεϊκῇ, λαμπρυνόμενος Μάκαρ, τοὺς ἀσόφους δυσμενεῖς, ἐμώρανας, Χριστὸν καταγγέλλων παχύτητι, σώματος ὁμοιωθέντα, ὀφθῆναι ἠθέλησε, Bονιφάτιε οἷς Μάρτυς πολύαθλε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὸ Ὄρος τοῦ Θεοῦ, Δανιὴλ ὃ προεῖδε, τὴν Σκηνὴν τὴν νοητήν, τὴν Πλάκα τὴν σεπτήν, τὸ τῆς δόξης ἁγίασμα, Τράπεζαν τὸν θεῖον Ἄρτον, τὴν χωρήσασαν ᾄσμασι, τὴν Ἁγίαν Παρθένον ὑμνήσωμεν.

Κανὼν τοῦ Ἁγίου Ἰγνατίου, ποίημα Ἀνδρέου Κρήτης.

Ἦχος α’

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ᾨδὴν ἐπινίκιον

Φαιδρῶς ἑορτάζοντες, εὐωχηθῶμεν, ὁ Μάρτυς Ἰγνάτιος, ἱερῶς προτρέπεται, τὴν Ἐκκλησίαν Χριστοῦ, ἐπὶ τὴν ἄθλησιν αὐτοῦ, τὴν πολυύμνητον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν ἔνδοξον μνήμην σου, πάντες τιμῶμεν, παμμάκαρ Ἰγνάτιε, καὶ ψαλμοῖς γεραίρομεν, τὸν στεφανώσαντα, τὴν πάνσεπτόν σου κορυφήν, θεομακάριστε.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Φωστὴρ διαυγέστατος, τῆς Ἐκκλησίας, ὑπάρχων Ἰγνάτιε, καταλάμπεις ἅπαντα, τῆς γῆς τὰ πέρατα, καὶ τὴν Ἑσπέραν δᾳδουχεῖς, ἐκ τῆς Ἑῴας ἐλθών.

 

ὁ β’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Ἐδὲμ εὐτρεπίσθητι, ἡ Ἐφραθᾶ γάρ, τῷ Κτίστῃ ἡτοίμασται, γεννηθῆναι μέλλοντι, ἐκ τῆς Παρθένου Μητρός, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, δι’ εὐσπλαγχνίαν πολλήν.

ᾨδὴ γ’

Ὁ Εἱρμὸς

 ὁ α’ χορὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Ῥώμῃ Θεοῦ σθενούμενοι, Μάρτυρες ἔνδοξοι, ὀλεθροτόκον δύναμιν, τοῦ ἐν κακίᾳ δυνατοῦ δυσμενοῦς, τελείως ὠλέσατε, καὶ νίκης εἰλήφατε θεῖον στέφανον.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Ὁ τοὺς ὁσίους Κύριε, δείξας ἐχθροῦ νικητάς, ταῖς αὐτῶν Ἰησοῦ παρακλήσεσιν, ἁγίασον, φώτισον, καὶ σῶσον, τοὺς ἐν πίστει καὶ πόθῳ, ἀπαύστως ἀνυμνοῦντάς σε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Σὺν τοῖς Προφήταις ἅπασιν, ἀνευφημήσωμεν, τοὺς τῶν Γυναίων θείους χορούς, τοὺς ἐν ἀσκήσει, καὶ ἐν ἀθλήσει διαλάμψαντας, καὶ τὸν πολυμήχανον ὄφιν πατήσαντας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 

Οὓς ἐξ ἡμῶν μετέστησας, θείᾳ βουλήσει Χριστέ, μετὰ Ἁγίων σύνταξον, τὰ ἐν τῷ βίῳ παραβλέψας αὐτῶν, οἰκτίρμον ἐγκλήματα, πρεσβείαις δεόμεθα τῶν Ἁγίων σου.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Οἱ σεσωσμένοι Πάναγνε, σοῦ τῷ σεπτῷ τοκετῷ, τοῦ Γαβριὴλ βοῶμέν σοι πιστῶς, τὸ Χαῖρε καὶ δεόμεθα, τῇ παρακλήσει σου, πταισμάτων ἄφεσιν πᾶσιν αἴτησαι.

ᾠδὴ γ’ 

Τοῦ Ἁγίου Βονιφατίου

Ἦχος δ’   

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὅτι στεῖρα ἔτεκεν

Ὡς ποθήσας Ἔνδοξε, ἐλευθερίαν τὴν ἄνω, ἀπὸ ζυγοῦ δουλείας, λυτροῦσαι πάθη τὰ σεπτά, ἐζηλωκὼς ἀοίδιμε τοῦ δι’ οἶκτον, δούλου χρηματίσαντος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σαρκικῶν ἀνώτερος, ἀποδειχθεὶς φρονημάτων, ἐν ἀλλοιώσει θείᾳ, ἀθρόον πᾶσαν προσβολήν, τῶν δυσχερῶν ὑπήνεγκας γηθόμενος, Μάρτυς Βονιφάτιε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σεαυτὸν ἀπηρνήσω, καὶ πρὸς ἀγῶνας καὶ πάλας, τοῦ δυσμενοῦς ἐξῆλθες, Σταυροῦ τῷ ὅπλῳ κρατυνθείς, καὶ νικητὴς γενόμενος, δεδόξασαι Μάρτυς Βονιφάτιε.

ὁ β’ χορὸς 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἑαυτὸν ἐκένωσε, τοὺς πατρικοὺς μὴ κενώσας, ἐν τῇ γαστρί σου κόλπους, ὑπερούσιος Θεός, καὶ σὸς Υἱὸς ἐγένετο Πανάμωμε, σῶσαι τὸ ἀνθρώπινον.

Τοῦ Ἁγίου Ἰγνατίου

Ἦχος α’  

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λίθον ὃν ἀπεδοκίμασαν

Τύπος ἱερᾶς ἀθλήσεως, ἀνεδείχθης Μάκαρ, στήλη καρτερίας, καὶ κανὼν ἀνδρείας, καὶ στύλος Ἐκκλησίας, καὶ πίστεως ἔρεισμα, καὶ ἀρετῆς ὑπογραμμός, ἄθλοις σεπτοῖς, στεφανωθεὶς ἐν Χριστῷ.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὄντως φερωνύμως κέκλησαι, Θεοφόρος Πάτερ΄ νήπιος γὰρ ἔτι, κομιδῇ ὑπάρχων, εἰς χεῖρας τοῦ Κυρίου, φερόμενος ἵστασο, ἀναφωνοῦντος πρὸς ἡμᾶς, Γίνεσθέ μοι ὡς τὸ παιδίον τοῦτο.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…  .

Ποῖος τόπος οὐχ ἡγίασται, τοῖς παθήμασί σου; ποία παροικία, οὐκ ἐγνώσθης μάρτυς; ἢ ποίᾳ φυλακή σε, σχεδὸν οὐκ ἐδέξατο, δέσμιον μάρτυρα Χριστοῦ, ζῆλος γάρ σε θεῖος ἠρέθιζε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Δεῦρο Ἡσαΐα βόησον, ἰδοὺ ἡ Παρθένος, ἔχει ἐν κοιλίᾳ, τὸν Λυτρωτὴν τοῦ Κόσμου, καὶ τίκτει ἐν Σπηλαίῳ΄ καὶ ἔσται τὸ ὄνομα, τοῦ τικτομένου Ἰησοῦ, Θεὸς μεθ’ ἡμῶν, Ἐμμανουὴλ Σαβαώθ.  

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Λίθον ὃν ἀπεδοκίμασαν, οἱ οἰκοδομοῦντες, οὗτος ἐγενηθη, εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε Χριστός, τὴν Ἐκκλησίαν αὐτοῦ, ἣν ἐξ Ἐθνῶν ἐξηγοράσατο.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 τι σ ε Θες μν,… 

ὁ α’ χορὸς

 Κάθισμα Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ 

Τιμήσας τὸν Θεόν, παρ’ αὐτοῦ ἐτιμήθης, Μαρτύρων καλλονή, Βονιφάτιε μάκαρ· διὸ καὶ στεφάνῳ σε, θείας δόξης ἐκόσμησεν· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ αἰτοῦμεν, πρεσβεύειν πρὸς Κύριον.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Κάθισμα τοῦ Ἁγίου  Ἰγνατίου

 Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Ἐξ Ἑῴας ἐκλάμψας ὥσπερ ἀστήρ, καὶ ἀκτῖσι τῶν λόγων λαμπαδουχῶν, τὸν κόσμον ἐφώτισας, καὶ τὸ σκότος ἐμείωσας, καὶ ὡς ὁ Παῦλος τὸν δρόμον, γενναίως διήνυσας, ὑπομείνας κινδύνους, ἐν Ἔθνεσί τε καὶ πόλεσιν΄ ὅθεν καὶ ὡς σῖτος, τῶν θηρῶν τοῖς ὁδοῦσιν, ἠλέσθης γενόμενος, προσφορὰ τῷ Κυρίῳ σου, Θεοφόρε Ἰγνάτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τήν ψυχήν μου Παρθένε τήν ταπεινήν, ἀπό βρέφους μολύνας ὁ μιαρός καί λόγοις καί πράξεσιν, ἐμαυτόν κατεῤῤύπωσα καί οὐκ ἔχω τί πράξω, ἤ ποῦ καταφεύξομαι, ἀλλ» οὐδ» ἄλλην ἐλπίδα, πλήν σου κόρη ἐπίσταμαι. Φεῦ μοι ὁ ἀχρεῖος διά τοῦτο ἱκέτης, πρός σέ τήν Πανάχραντον, νῦν προστρέχω καί δέομαι, ὁμολογῶν σοι, τό ᾔμαρτον. Πρέσβευε τό σῷ Υἱῷ καί Θεῶ, τῶν πταισμάτων   ἄφεσιν  δοθῆναι μοι εἰς σέ γάρ πᾶσαν  ἐλπίδα, ἀνέθηκα Δέσποινα.

 

ᾨδὴ δ’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὄρους, κατασκίου δασέος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἱερεῖα καθάπερ, προσανηνέχθητε πίστει, σφαγέντες, ὥσπερ ἄρνες σοφοί, ἀμνῷ τῷ ἐπὶ ξύλου Σταυροῦ, ἐπευδοκήσαντι ἀθληταί, ἐθελουσίως ταθῆναι, ὑπὲρ γένους ἀνθρώπων.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὺν ὁσίοις τιμῶμεν, τοὺς εὐκλεεῖς Ἱεράρχας, φωστῆρας γεγονότας πιστῶν, παθῶν μὲν σκότος λύοντας, τῆς δὲ ἀχλύος ἐκκαθάραντας, καὶ πρὸς ἄδυτον ἐν πίστει, προσχωρήσαντας φέγγος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὡραιότητι λόγων, οἱ θεηγόροι Προφῆται, φαιδρύνουσι πιστῶν τὰς ψυχάς, ἀγώνων ταῖς λαμπρότησι, καὶ τῶν θαυμάτων ἀνατολαῖς, καταυγάζουσι καρδίας, θεοφόροι Γυναῖκες.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοὺς τὸν βίον λιπόντας, ὑπερκοσμίου δόξης, μετόχους δεῖξον Λόγε Θεοῦ, πταισμάτων ἀπολύτρωσιν, τούτοις δωρούμενος ἀγαθέ, ὧν περ ἔπραξαν ἐν γνώσει, ἐπὶ γῆς καὶ ἀγνοίᾳ.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τῶν Μαρτύρων τὴν δόξαν, Ἱεραρχῶν καὶ Ὁσίων, τὸ θεῖον ἐγκαλλώπισμα, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Γυναίων σεμνολόγημα, ἀνυμνήσωμεν ἀξίως, τοῦ Θεοῦ τήν Μητέρα.

ᾠδὴ δ’ 

Τοῦ Ἁγίου Βονιφατίου

Ἦχος δ’  

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δι’ ἀγάπησιν Οἰκτίρμον

Μακαρίζων τῶν ἀθλούντων τὴν καρτερίαν, τῇ ἐκμιμήσει Μάρτυς, τῶν σεπτῶν παθημάτων, τούτοις ἐξωμοίωσαι, θεόφρον πανόλβιε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐπειγόμενος ἐν πίστει Μαρτύρων θείων, πρὸς συλλογὴν παμμάκαρ σεαυτὸν τῇ ποθούσῃ, φόρτον ἀξιάγαστον, θεόφρον ἀπέδωκας.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λιπαινόμενος καθάπερ χρυσίον Μάρτυς, τῶν αἰκισμῶν χωνείᾳ ὀβρυζότερος ὤφθης, φέρων τοῦ ποιήσαντος, παθῶν τὸ ἐκσφράγισμα.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Παρθενίαν μετὰ τόκον ἐσφραγισμένην, κατανοοῦσα Κόρη, τὸν ἀφράστως τεχθέντα, Λόγον ἐκ λαγόνων σου  πιστῶς ἐμεγάλυνες.

Τοῦ Ἁγίου Ἰγνατίου

Ἦχος α’  

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐφαίδρυνας τῇ αἴγλῃ, τῶν ἄθλων σου τὴν γῆν, ἱερὲ Ἰγνάτιε, δεσμώτης ἀπαχθείς, διαδραμὼν γὰρ ὡς ἥλιος ταῖς ἀκτῖσι, τοῦ μαρτυρίου τὴν Ἑσπέραν ἐξ Ἑῴας, πᾶσαν δᾳδουχῶν κατεφώτισας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς Παῦλος δεδεμένος, θηρίοις λογικοῖς, ἐπὶ Ῥώμην ἔτρεχες, Ἰγνάτιε σοφέ΄ ἀλλ’ οὐκ ἐπαύσω καὶ δέσμιος ὢν στηρίζων, τὰς Ἐκκλησίας ἐπιστέλλων κατὰ πόλιν, πᾶσι τοῖς Χριστοῦ Ἱεράρχαις θαῤῥεῖν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Θηρίων μοι γενέσθω, τὰ στόματα σφαγή, καὶ γαστέρες μνήματα, ἐβόας ἀθλητά΄ μηδεὶς ὀχλείτω, μηδείς μου θρύψει τὸν τόνον΄ ἐγὼ γὰρ σπεύδω ἀλεσθῆναι ὥσπερ σῖτος, καὶ ἄρτος εὑρεθῆναι Θεοῦ καθαρός.

ὁ α’ χορὸς  

Καὶ νῦν… Θεοτοκίον

Σπηλαίῳ ὑπογαίῳ, τεχθῆναι δι’ ἡμᾶς, Θεὸς ὢν ἠξίωσας, πτωχεύσας ἀγαθέ, τὴν ἡμετέραν πτωχείαν δι’ εὐσπλαγχνίαν, καὶ ἐκ Παρθένου προελθὼν σεσαρκωμένος, μείνας…

ὁ β’ χορὸς

….. εἷς Υἱὸς ἐκ Πατρὸς καὶ Μητρός.

 

ᾨδὴ ε’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὡς Θεός, τῇ ταπεινῇ μου ψυχῇ, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Οἱ μώλωπες ὑμῶν καὶ αἱ πληγαί, ἐχθροῦ μὲν ὤφθησαν πληγαὶ ἀνίατοι, τὰς ἡμῶν πληγὰς δὲ νῦν θεραπεύουσι, πάντων πιστῶν, Ἀθληταὶ Κυρίου.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὑμνήσωμεν Ὁσίων τὴν πληθύν, καὶ μακαρίσωμεν τοὺς Ἱεράρχας Χριστοῦ, καὶ τιμήσωμεν τοὺς Προφήτας νῦν, ὑπὲρ ἡμῶν αὐτὸν δυσωποῦντας.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Θεὸν τὸν σαρκωθέντα δι’ ἡμᾶς, ποθοῦσαι πανευκλεεῖς Γυναῖκες, γνώμῃ εὐθείᾳ ἐναθλήσασαι, καὶ ἀσκήσασαι, τῆς Βασιλείας καταξιοῦνται.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἐν Παραδείσου Κύριε σκηναῖς, ἐν χώρᾳ ζώντων Χριστέ, ἔνθα σου λάμπει τὸ φῶς, κατασκήνωσον, οὓς μετέστησας, ἀπὸ τῆς γῆς, πιστούς σου οἰκέτας.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐκ σοῦ Θεὸς σεσάρκωται Ἁγνή, καὶ ἀνωτέραν σε νῦν Ἀγγέλων ἀνέδειξε, ποιημάτων τε ὑπερέχουσαν, πάντων· διό σε ὑμνολογοῦμεν.

ᾠδὴ ε’  

Τοῦ Ἁγίου Βονιφατίου

Ἦχος δ’  

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν φωτισμόν σου Κύριε

Ὡς φωταυγὴς ἀνέτειλας, ἀστὴρ ἀπὸ δυσμῶν, καὶ δύνας Μάρτυς, ἀθλήσει καρτερῶς, αὖθις πρὸς δυσμὰς ἐξανατέλλεις, καταυγάζων τὰ πέρατα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μαρτυρικῶς ἠγώνισαι, ὀνύχων σπαραγμοὺς ὀξέσι, Μάρτυς, καλάμοις ὑποφέρων, καὶ τοῦ πονηροῦ τὰ κέντρα πάντα, ἀπαμβλύνων ἐν χάριτι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αἱ τοῦ ἐχθροῦ ἠσθένησαν, θεόφρον ἐπὶ σοὶ μηχανουργίαι· καὶ γὰρ τῇ πρὸς Θεόν, νεύσει ἀκλινεῖ σαρκὸς αἰκίσει, ὥσπερ ἄσαρκος ἔφερες.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ῥύπου παντὸς ἀπόπλυνον, Παρθένε τὴν ἐμήν, ψυχὴν βοῶ σοι, καὶ σῶσόν με, ἡ τὸν ἀληθῆ Θεὸν Σωτῆρα  ἐπὶ γῆς σωματώσασα.

Τοῦ Ἁγίου Ἰγνατίου

Ἦχος α’  

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τοιοῦτος ἡμῖν ἔπρεπε, σοφὸς Ἀρχιερεύς, ὅσιος, πιστός, ἀμίαντος, ἄκακος, βοῶν ὁ Παῦλος προϋπέγραψε, τὴν ἱερὰν εἰκόνα, τῶν ἱερῶν σου τρόπων.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κανόνα ἀπαράτρωτον, καὶ τύπον εὐσεβῆ, ἔχοντες τὴν σὴν τοῦ βίου ἀκρόπολιν, πρὸς ταύτην Πάτερ ἀναγόμεθα, οἱ τῆς ἀρχαίας δόξης, τυχεῖν ἐπιποθοῦντες.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τὰ Παύλου κατορθώματα, ζηλώσας εὐσεβῶς, ὅλους τοὺς αὐτοῦ, κινδύνους ὑπέμεινας, ἱερομάρτυς ἀξιάγαστε, τὸ τῆς Ἑῴας φέγγος καὶ τῆς Ἑσπέρας ἄστρον.

ὁ β’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Θεὸς ἀνθρώποις ὅμοιος, γενόμενος ἐκ σοῦ, βρέφος δι’ ἡμᾶς, γεννᾶται Θεόνυμφε, καὶ μένει ὅλως ἀναλλοίωτος, καὶ ἐν σαρκὶ ὁρᾶται…..

ὁ α’ χορὸς

… Θεὸς ἐνανθρωπήσας. 

 

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Οἱ λύχνοι τῆς φρικτῆς φρυκτωρίας, οἱ ἄρνες τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ στρατιῶται Χριστοῦ, οἱ πανευκλεεῖς αὐτοῦ Ἀθληταί, τιμάσθωσαν, ἱεραῖς μελῳδίαις.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὑψώθη τῶν Ὁσίων ὁ δῆμος, ὑψώσας Θεὸν ἐν ταπεινώσει, καὶ ἐδοξάσθη πληθὺς Ἱεραρχῶν, ἐν ἔργοις ἀεί, δοξάσαντες, τὴν ἁγίαν Τριάδα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Θαυμάτων ἐπιδείξεσι θείαις, καὶ πόνων καρτερίᾳ τελείᾳ, τοὺς ἀνομοῦντας ἐχθρούς, ὁ ἱερὸς Γυναίων χορός, κατέπληξεν, ἱερῶς ἀριστεύσας.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἐν πίστει οὓς ἐκ γῆς προσελάβου, ἁγίων συναρίθμησον δήμοις, καὶ τοῦ πιστοῦ Ἀβραάμ, τάξον Χριστέ, ἐν κόλποις Σωτήρ, δοξάζειν σου, τὴν πολλὴν εὐσπλαγχνίαν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μαρτύρων Προφητῶν τε ἁγίων, τῶν πάντων ἀπ’ αἰῶνος Δικαίων, καύχημα σὺ εἶ Ἁγνή· ὅθεν φωναῖς, σαφῶς ἱεραῖς, τιμῶμέν σε, σὺν αὐτοῖς εἰς αἰῶνας.

ᾠδὴ ς’  

Τοῦ Ἁγίου Βονιφατίου

Ἦχος δ’

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐβόησε, προτυπῶν τὴν ταφὴν

Τυπτόμενος, ταῖς πληγαῖς τῆς σαρκὸς κατεπλήγωσας, τοὺς ἀθέους, ἀνιάτως νοσοῦντας, τὴν ἄγνοιαν, καὶ νοσούντων ὤφθης, ἰατρὸς ἀθλητὰ Βονιφάτιε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑψούμενος, πρὸς Θεὸν ἐπιδόσει Μακάριε, τῶν ἀγώνων, δυσμενεῖς ἀοράτους κατέρραξας, καὶ κατερραγμένοις, βοηθὸς Ἀθλοφόρε γεγένησαι.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Συρόμενος, ἐπὶ γῆς ὥσπερ λίθος πολύτιμος, θεοφόρε, τὸ τῆς πλάνης καθεῖλες, ὀχύρωμα, καὶ πιστῶν καρδίας, ἐπὶ πλεῖον τῇ πίστειυ ἐστήριξας.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ βάτος σε, προετύπου Πανύμνητε πρότερον, καιομένη, μηδαμῶς φλεγομένη δὲ Πάναγνε· καὶ γὰρ ὡς ἐκείνη, οὐκ ἐφλέχθης Θεὸν σωματώσασα.

Τοῦ Ἁγίου Ίγνατίου

Ἦχος α’

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν Προφήτην Ἰωνᾶν

Ὡς τὸν ὄντως ἐραστήν, ἀγαπήσας ἀκλινῶς, καὶ τὸ πῦρ τὸ πρὸς αὐτόν, ἀναφλέξας νοερῶς, Ἰγνάτιε, τὸ ὕδωρ ἔσχες, ἐν σοὶ τὸ ζῶν καὶ λαλοῦν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰ καὶ ἔπιες Χριστοῦ, τὸ ποτήριον καινόν, ἀλλ’ ἐνέμεινας διψῶν, τὸ θανεῖν ὑπὲρ τὸ ζῇν, καὶ ἔκραζες, Οὐδέν μοι ταῦτα, πρὸς τὸ τυχεῖν με τοῦ ζῇν.

ὁ β’ χορὸς

Δόξα Πατρὶ… 

Τὸ μαρτύριον τῆς σῆς, συνειδήσεως πληρῶν, οὐκ ἐνάρκησας ὁρῶν, τῶν θηρίων τὰς ὁρμάς, οὐκ ἔπτηξας, ὡς σῖτος μέλλων, μύλαις ἀλήθεσθαι.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Εὐτρεπίζου Βηθλεέμ, ἑτοιμάζου Ἐφραθᾶ΄ ὁ Ἀμήτωρ ἐκ Πατρός, καὶ Ἀπάτωρ ἐκ Μητρός, βαστάζεται, κυοφορεῖται, τίκτεται σώζων ἡμᾶς.

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ Κόσμου, κράζοντα, Δόξα σοι».

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον τοῦ Ἁγίου

Ἦχος γ’ Ἡ Παρθένος σήμερον

Τῶν λαμπρῶν ἀγώνων σου, ἡ φωτοφόρος ἡμέρα, προκηρύττει ἅπασι, τὸν ἐκ Παρθένου τεχθέντα, τούτου γὰρ διψῶν ἐκ πόθου κατατρυφῆσαι, ἔσπευσας ὑπὸ θηρίων ἀναλωθῆναι, διὰ τοῦτο Θεοφόρος, προσηγορεύθης Ἰγνάτιε ἔνδοξε.

Ὁ Οἶκος

Ἀβραὰμ μὲν ποτὲ τὸν υἱὸν ἐθυσίαζε, τὴν σφαγὴν προτυπῶν τοῦ τὰ πάντα κατέχοντος, καὶ νῦν ἐν Σπηλαίῳ σπεύδοντος τεχθῆναι, σὺ δὲ θεόφρον, ὅλον προσήγαγες σαυτὸν ὥσπερ σφάγιον΄, καὶ τῶν θηρίων βρῶμα γενόμενος, σῖτος καθαρὸς ὤφθης τῷ Κτίστῃ σου, ἐν ἀποθήκαις ἐπουρανίαις διαιωνίζων ἀληθῶς, καὶ τοῦ σοῦ ἔρωτος τρυφῶν, δι’ ὃν πάντα τὸν κόσμον καταλείψας παμμάκαρ, Θεοφόρος προσηγορεύθης, Ἰγνάτιε ἔνδοξε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΘ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βονιφατίου.

Στίχοι

  • Ζητῶν Βονιφάτιος ὀστᾶ Μαρτύρων.

  • Ἑαυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.

  • Ἐννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἠλία, Πρόβου, καὶ Ἄρεως.

Στίχοι

  • Ἀθλήσεως τμηθέντα τῷξίφει κάραν,

  • Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.

  • Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,

  • Ἄρης νοητός, ὅπλα πίστεως φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τιμοθέου καὶ Πολυεύκτου.

Στίχοι

  • Τιμόθεον δέ, τὸν πεπυρπολημένον,

  • Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;

  • Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;

  • Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτυχίου, καὶ Θεσσαλονίκης, καὶ τῶν σὺν αὐτοῖς Ἀνδρῶν διακοσίων, καὶ Γυναικῶν ἑβδομήκοντα, διὰ ξίφους τελειωθέντων.

Στίχοι

  • Σὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,

  • Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.

  • Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,

  • Ἀνεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγεντίου, Ἐπισκόπου Αἰθιοπίας.

Στίχοι

  • Σαρκὸς λιπὼν σύνδεσμον ὁ Γρηγέντιος,

  • Ἐκεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.

Στίχοι

  • Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,

  • Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.

Στίχοι

  • Λέουσιν, Ἰγνάτιε, δεῖπνον προὐτέθης,

  • Κοινωνὲ δείπνου μυστικοῦ, θάρσους λέον.

  • Εἰκάδι Ἰγνάτιος θάνε γαμφηλῇσι λεόντων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾠδὴ η’ Ὁ Εἱρμὸς 

ὁ β’ χορὸς  

Ἦχος α’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι Στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε Λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’Ὁ εἱρμὸς

Ἦχος α’

Τὴν ζωοδόχον Πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον Λυχνίαν τῆς χάριτος, τὸν Ναὸν τὸν ἅγιον, τὴν Σκηνὴν τὴν πάγχρυσον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις

Ἐξαποστειλάριον

 ὁ α’ χορὸς

Τοῦ Ἁγίου Ἰγνατίου

Ἦχος β’   

Τοῖς μαθηταῖς συνέλθωμεν

Σῖτος ὑπάρχω ἔλεγες, τοῦ Θεοῦ καὶ Σωτῆρος, καὶ δεῖ με νῦν ἀλήθεσθαι, δι’ ὀδόντων θηρίων, Ἰγνάτιε Θεοφόρε, ὅπως ἄρτος ἡδύς τε, καὶ καθαρὸς ὀφθήσομαι, τῇ Ἁγίᾳ Τριάδι, ᾗ παρεστώς, μνημονεύοις πάνσοφε τῶν τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἱεράρχα καὶ μάρτυς.

ὁ β’ χορός

Ἕτερον Γυναῖκες ἀκουτίσθητε

Ὡς τετρωμένος ἔρωτι, ἀγάπης τοῦ Κυρίου σου, Ὁ ἐμὸς ἔρως ἐβόας, Χριστὸς ἐσταύρωται θέλων΄ διὸ διψῶ τοῦ διψᾶσθαι, καὶ ζῶν ἐρῶ τοῦ ἐρᾶσθαι, οὗ κοινωνὸς γενηθῆναι, ἐπιποθῶ καὶ τοῦ πάθους, καὶ τῆς αὐτοῦ βασιλείας. 

ὁ α’ χορὸς

Θεοτοκίον ὅμοιον

Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρὸν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τα ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον…

ὁ β’ χορός

…τὰς ἀπρεπεῖς ἐνθυμήσεις.

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν… 

Εἰς τὰ Ἀπόστιχα Μαρτυρικὰ

Ἦχος γ’  

ὁ α’χορὸς

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. α’. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι· διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν..

ὁ α’ χορὸς

Στίχ. β’. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Αἱ Δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν

ὁ β’ χορός

Δόξα Πατρί… Τοῦ Ἁγίου Ἰγνατίου Ἦχος α’

Τοῦ Στουδίτου

Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκών, ἡ ἐτήσιός σου ἐπέστη ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου, καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς Πίστεως μέχρις αἵματος ἀντικατάστασιν, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ λέγουσαν, καὶ δι’ ὀδόντων θηρίων ἀλήθομαι΄ διὸ μιμητής τοῦ Χριστοῦ σὺ γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’χορὸς

Καὶ νῦν…ἦχος ὁ αὐτός

Χαῖρε Μαρία θεοτόκε, ὅτι ἔτεκες τόν Βασιλέα, τόν Σωτῆρα καί φωστῆρα πάντων τῶν αἰώνων.

 

ὁ Προεστὼς λέγει

γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῶ ὀνόματί σου Ὕψιστε. τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. 

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

 Ἀπολυτίκιον

ὁ β’ χορός 

Ἀπολυτίκιον Ἁγίου Ἰγνατίου ἦχος δ’

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Δόξα Πατρὶ..Καὶ νῦν…Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες∙ Σὺ εἶ ἡ βάτος, ἐν ᾗ ἀφλέκτως Μωσῆς, κατεῖδεν ὡς φλόγα, τὸ πῦρ τῆς Θεότητος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Ἀπολυτίκιον Ἁγίου Ἰγνατίου ἦχος δ’

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Καὶ τρόπων μέτοχος…

Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

     ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)   
Ἀπολυτίκιον Ἁγίου Βονιφατίου ἦχος δ’

Ὁ Μάρτυς σου Κύριε ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, αὐτοῦ ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ὁ β’ χορὸς

Τοῦ Ἁγίου Ἰγνατίου, ὁ αὐτὸς

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον ψαλλόμενον ἐν τοῖς Σάββασιν

Ἦχος πλ.δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, Πολυέλεε.

Τρισάγιον.

Ἀπόστολος  

ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

Προκείμενον. Ἦχος πλ. β΄

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα  (Γ’:8-12)

Ἀδελφοί, προϊδοῦσα ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ ᾿Αβραὰμ «ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη». Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ ᾿Αβραάμ. ῞Οσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά». Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι «ὁ δίκαιος ἐκ πίστεως ζήσεται». Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾿ «ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς».

Ἀλληλούϊα (γ’) 

Εὐαγγέλιον

Τῷ Σαββάτῳ πρὸ τῶν Χριστουγέννων

Ἐκ τοῦ κατὰ Λουκᾶν( ιγ΄19-29)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. Καὶ πάλιν εἶπε· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;  Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. Ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. Καὶ ἐρεῖ· Λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς Προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 

   ὁ α’ χορὸς

 Δόξα σοι, Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε·  καὶ τὸ μνημόσυνόν αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

19 ΔΕΚ15 ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: