Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ (2015)

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015

† ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ.

 «᾿Ι­ωσὴφ τοῦ μνήστορος, Δαυὶδ τοῦ προφητάνακτος καὶ ᾿Ια­κώ­βου τοῦ ἀδελφοθέου». Τοῦ Ἁγίου Πρωτομάρτυρος καί Ἀρχιδιακόνου Στεφάνου, καί τοῦ Ὁσίου Πατρός ἡμῶν καί Ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, αὐταδέλφου Θεοφάνους τοῦ Ποιητοῦ.

῏Ηχος πλ. α΄· ἑωθινὸν η΄.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (26/12/15)

 

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ Ἀναγνώστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  •   Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  •   Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρί… Καὶ νῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. …

  • ὁ α’ χορός: Σοὶ Κύριε. Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α’ Κάθισμα τοῦ Ψαλτηρίου.

(Μακάριος ἀνήρ…)

Συναπτή μικρά

ὁ α’ χορός

Ἦχος πλ.α’.  Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.

ὁ β’ χορός

Στίχ.  Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς΄ Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

 ὁ α’ χορός

Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

ὁ β’ χορός

Στίχ.   Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοὶ τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾅδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.

Στιχηρὰ Προσόμοια τῶν Θεοπατόρων

ὁ α’ χορός

ἦχος α’

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τῶν οὐρανίων ταγμάτων

Τὸν Θεοπάτορα πάντες ἀνευφημήσωμεν, Δαυῒδ τὸν Βασιλέα· ἐκ γὰρ τούτου προῆλθε, ῥάβδος ἡ παρθένος, καὶ ἐξ αὐτῆς, ἀνατέταλκεν ἄνθος Χριστός, καὶ τὸν Ἀδὰμ σύν τῇ  Εὔᾳ ἐκ τῆς φθορᾶς, ἀνεπλάσατο ὡς εὔσπλαγχνος.  

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τῶν Προφητῶν τὰς προρρήσεις εἶδεν ἐν γήρᾳ σαφῶς, ὁ Ἰωσὴφ ὁ Μνήστωρ, ἐμφανῶς πληρουμένας, μνηστείας λαχὼν ξένης, χρηματισμούς, τῶν Ἀγγέλων δεξάμενος, Δόξα Θεῷ ἐκβοώντων, ὅτι ἐν γῇ, τὴν εἰρήνην ἐδωρήσατο.

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τὸν Ἀδελφόθεον πάντες ἀνευφημήσωμεν, ὡς Ἱεράρχην ὄντα· μαρτυρίῳ δὲ πάλιν, ἐμπρέψαντα γενναίως· οὗ ταῖς εὐχαῖς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σπηλαίῳ καὶ φάτνῃ, σπαργανωθείς, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.

Στιχηρὰ Προσόμοια τοῦ Πρωτομάρτυρος

ὁ β’ χορός

ἦχος δ’

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

 Ὡς γενναῖον ἐν Μάρτυσιν

Τῇ τοῦ Πνεύματος χάριτι, λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ  μορφὴ ὡς Ἀγγελος, ὤφθης Στέφανε, διαδοθείσης τῷ σώματι, τῆς ἔνδον λαμπρότητος, καὶ τὴν αἴγλην τῆς ψυχῆς, φανερούσης τοῖς  βλέπουσι, δι’ ἧς ἔτυχες, καὶ φωτὸς θεωρίας, οὐρανῶν σοι, παραδόξως ἀνοιγέντων, ἀρχὴ Μαρτύρων καὶ καύχημα.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ὡς βαθμίδες καὶ κλίμακες, πρὸς οὐράνιον ἄνοδον, αἱ τῶν λίθων νιφάδες, σοὶ γεγόνασιν· ὧν ἐπιβαίνων τεθέασαι, ἑστῶτα τὸν Κύριον, τοῦ Πατρὸς ἐκ δεξιῶν, σοὶ ὁμώνυμον Στέφανον, προτεινόμενον, δεξιᾷ ζωηφόρῳ· οὗ πλησίον, ὡς καλλίνικος παρέστης, καὶ Ἀθλητῶν ἀκροθίνιον. 

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ἐν σημείοις καὶ τέρασιν, ἀπαστράπτων καὶ δόγμασι, παρανόμων ἔσβεσας τὸ συνέδριον, καὶ ὑπ’ αὐτῶν ἀναιρούμενος, καὶ λίθοις βαλλόμενος, ὑπὲρ τῆς τῶν φονευτῶν, σὺ προσηύχου ἀφέσεως, ἐκμιμούμενος, τὴν φωνὴν τοῦ Σωτῆρος, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Στέφανε.

 ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ.β’ 

Μνήμην ἐπιτελοῦμεν, Δαυῒδ καὶ Ἰακώβου, εὐσεβοῦς Βασιλέως Προφήτου, καὶ Ἀποστόλου πρώτου Ἐπισκόπου· αὐτῶν γὰρ τοῖς  διδάγμασι, πλάνης ἀπαλλαγέντες, Χριστόν δοξολογοῦμεν, τὸν ἐκ Παρθένου ἀνατείλαντα, τὸν καὶ σαρκωθέντα, σῶσαι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον ἦχος πλ.α’

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος΄ τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος΄ ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος.

Σοφία Ὀρθοί !

 

Ἦχος β’

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

 ὁ α’ χορός

Ἦχος β’

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ β’ χορός

Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

ὁ α’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ….Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …..Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπόστιχα

Στιχηρὰ Ἀναστάσιμα

 ὁ β’ χορός

Ἦχος πλ.α’

Ἀμήν. Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾅδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

        ὁ α’ χορός

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας, ζωῆς καὶ σωτηρίας, σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος, οἰκήσας τάφῳ δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐνδόξως ὡς Θεός΄ διὰ τοῦτο βοῶμεν. Φιλάνθρωπε Κύριε, δόξα σοι.

        ὁ β’ χορός

Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει, σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας, διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.

       ὁ α’ χορός

Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.

Ὁ δι’ ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρί… τοῦ Ἁγίου  Ἦχος πλ. β’

Ἀνατολίου

Πρῶτος ἐν Μάρτυσιν ἐδείχθης, καὶ ἐν Διακόνοις Στέφανε μακάριε, τῶν ἀθλητῶν τὸ ἐγκαλλώπισμα, τῶν πιστῶν τὸ καύχημα, ἡ δόξα τῶν δικαίων. Τοὺς τὴν σεπτὴν σου ἑορτάζοντας μνήμην αἴτησαι, ὡς παριστάμενος τῷ θρόνῳ, Χριστοῦ τοῦ παντάνακτος, τῶν πταισμάτων ἱλασμὸν λαβεῖν, καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι.

ὁ α’ χορός

Καὶ νῦν…τῆς Ἑορτῆς, ὁ αὐτὸς.

Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ , καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ Κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα καὶ Κύριον, ὅτι πᾶσα πλάνη, τῶν εἰδώλων πέπαυται, βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

ὁ προεστὼς: Νῦν ἀπολύεις….Τρισάγιον

ὁ α’ χορός 

Ἀπολυτίκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ὁ β’ χορός   

Ἀπολυτίκιον τῶν Θεοπατόρων Ἦχος β’

Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι· Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι’ Ἀγγέλου χρηματισθείς. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Δόξα Πατρί…Ἀπολυτίκιον τοῦ Ἁγίου

Ἦχος δ’  Ταχὺ προκατάλαβε

Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορὸς

Καὶ νῦν… Ἦχος ὁ αὐτός

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς  ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Ἀπόλυσις

«Ο ν σπηλαίῳ γεννηθες κα ν φτν να­κλι­θες δι τν μν σωτηραν κα ναστς κ νεκρν Χρι­στς ληθινς Θες μν».

26 ΔΕΚ15 ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΓΕΝΝΗΣΙΝ

 

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: