Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (2015)

 

26 ΔΕΚΕΜΒΡΙΟΥ 2015

† ῾Η σύναξις τῆς ῾Υπεραγίας Θεο­τό­κου.

 Εὐθυ­μίου Σάρδεων ἱερομάρτυρος τοῦ ὁμολογητοῦ (†840).

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ (25/12/15)

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ Ἀναγνώστης: Ἀμήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. 

Ψαλμὸς 103

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Ἐξομολόγησιν καὶ μαγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

 ᾊσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρὶ… Καὶ νῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

ὁ διάκονος:

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

….ὁ Ἱερεύς: τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός

Ἦχος β’  Ψαλμὸς ρμ’ (140)

Ἀμήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἰδιόμελα  Ἦχος β’

Γερμανοῦ

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας΄ ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός΄ καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν, αὐτῷ βοήσωμεν΄ ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

ἦχος ὁ αὐτὸς

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ,…

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

ἦχος ὁ αὐτὸς

Ἀνατολίου,

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα, Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 

ἦχος ὁ αὐτὸς

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος…

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

 ἦχος ὁ αὐτὸς

Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ, φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας, Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.

ἦχος ὁ αὐτὸς

Τί σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι’ ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει΄ οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην΄ ἡμεῖς δὲ Μητέρα Παρθένον, ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.

ὁ α’ χορὸς

Ἦχος  πλ.β’

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

ὁ α’ χορὸς

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμερον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. 

Εἴσοδος

ὁ διάκονος:

Σοφία Ὀρθοί !

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

ὁ διάκονος: Ἑσπέρας Προκείμενον!

Μέγα Προκείμενον  Ἦχος βαρὺς

  • ὁ α’χορὸς

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν;  σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. α’. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

  • ὁ β’χορὸς

Τίς Θεὸς μέγας…

Στίχ. β’. Καὶ εἶπα. Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.

Τίς Θεὸς μέγας…

  • ὁ α’χορὸς

Στίχ. γ’. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.

Τίς Θεὸς μέγας… 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ….Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ….

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπόστιχα

Στιχηρὰ Ἰδιόμελα

 ὁ α’ χορός

Ἦχος πλ.δ’

Ἰωάννου Μοναχοῦ

Ἀμήν. Παράδοξον Μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.

  • ὁ β’ χορός

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ  μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν, δόξα σοι.

  • ὁ α’ χορός

Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Πῶς ἐξείπω τὸ μέγα Μυστήριον; ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται καὶ ὁ ἀναφὴς ψηλαφᾶται· καὶ ὁ ἄναρχος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, ἀνθρώπου Υἱὸς γίνεται, Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.

 ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν… ὁ αὐτὸς

 ὁ β’ χορός

Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι’ ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.

ὁ προεστὼς: Νῦν ἀπολύεις ……Τρισάγιον

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος δ’

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως, ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν,…

ὁ α’ χορός

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, …..

᾽Απόλυσις

«῾Ο ἐν σπηλαίῳ γεννηθείς καί ἐν φάτνῃ ἀνακλιθείς διά τήν ἡμῶν σωτηρίαν, Χριστός ἀληθινός Θεός ἡμῶν».

25 ΔΕΚ15 ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: