ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΛΛΗΨΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ (2015)

9 ΔΕΚΕΜΒΡΙΟΥ 2015

+῾Η σύλληψις τῆς ἁγίας ῎Αννης τῆς μητρὸς τῆς Θεοτόκου· ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ἐν Κύπρῳ ἱ. ναοῦ τοῦ ἁγ. ᾿Ιωάννου τοῦ Χρυσοστόμου (ἐν ἔτει 1091). ῎Αννης τῆς μητρὸς Σαμουὴλ τοῦ προφήτου (1160 π.Χ.).

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος δ´.

Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται, τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ’ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται… 

ὁ α’ χορός

Καὶ νῦν… Τῶν Ἐγκαινίων

Ὁ αὐτὸς

Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ Ἁγίου Σκηνώματος τῆς δόξης σου Κύριε΄ Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, διὰ τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορός

Κάθισμα  Ἦχος α’

Χορὸς Ἀγγελικὸς

Ὁ νέος Οὐρανός, ἐν κοιλίᾳ τῆς Ἄννης, τεκταίνεται Θεοῦ, παντουργοῦ ἐπινεύσει, ἐξ οὗ καὶ ἐπέλαμψεν, ὁ ἀνέσπερος Ἥλιος, κόσμον ἅπαντα, φωταγωγῶν ταῖς ἀκτῖσι, τῆς Θεότητος, ὑπερβολῇ εὐσπλαγχνίας, ὁ μόνος φιλάνθρωπος.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…Ὅμοιον

Χορὸς προφητικός, προεκήρυξε πάλαι, τὴν ἄμωμον ἁγνήν, καὶ θεόπαιδα Κόρην, ἣν Ἄννα συνέλαβε, στεῖρα οὖσα καὶ ἄγονος, ταύτην σήμερον, ἀγαλλιάσει καρδίας, μακαρίσωμεν, οἱ δι’ αὐτῆς σεσωσμένοι, ὡς μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορός

Κάθισμα  Ἦχος δ’

Ταχὺ προκατάλαβε

Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα σκίρτησον, ξηρὰ γὰρ καὶ ἄνικμος, γῆ ἀνεβλάστησε, καρπὸν εὐθαλέστατον, τὴν ἀνθήσασαν κόσμῳ, στάχυν ἀθανασίας, καὶ τὸ ὄνειδος ἅπαν, ἤρθη τῆς ἀτεκνίας΄ Μεθ’ ὧν συνευφρανθῶμεν, χαίροντες σήμερον.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν…

Κάθισμα  Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ

Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον, ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη Βασιλεύς, ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα) 

ΚΑΝΟΝΕΣ

Οἱ Κανόνες τῶν Ἐγκαινίων, καὶ τῆς Ἁγίας Ἄννης δύω.

 

Ὁ Κανὼν τῶν Ἐγκαινίων Ἰωάννου Μοναχοῦ.

ᾠδὴ α’ Ἦχος δ’ 

ὁ α’ χορὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

ὁ β’ χορὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος……….

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ὁ στύλῳ, καθοδηγῶν τὸ πρότερον, τὸν σὸν λαὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν Σιὼν κατεφύτευσας, τὴν Ἐκκλησίαν κράζουσαν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι Ναόν, οὐρανὸν κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Οὐ Νόμῳ ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

ὁ β’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανὼν τῆς Ἁγίας Ἄννης

Ἀνδρέου Κρήτης.

ᾠδὴ α’ Ἦχος α’

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες

Τὴν Σύλληψιν σήμερον, θεόφρον Ἄννα, τὴν σὴν ἑορτάζομεν, ὅτι τὴν χωρήσασαν, τὸν μηδαμοῦ χωρητόν, συνέλαβες στειρωτικῶν, ἀπολυθεῖσα δεσμῶν.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δικαίων ἐπήκουσας, τὰς ἱκεσίας, Ἁγίων ἐπλήρωσας, τὰς ἐντεύξεις Κύριε, τῶν προπατόρων σου, καὶ τούτοις δέδωκας καρπόν, τὴν σὲ τεκοῦσαν Ἁγνήν.

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ Ἄννα ἡ ἔνδοξος, νῦν συλλαμβάνει, Ἁγνὴν τὴν τὸν ἄσαρκον, συλλαβοῦσαν Κύριον, τὸν ὑπεράγαθον, καὶ τίκτειν μέλλει τὴν σαρκί, μέλλουσαν τίκτειν Χριστόν.

ὁ β’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τὸ Ὄρος τὸ ἅγιον, ὅπερ προεῖδε, Προφήτης ἐν Πνεύματι, ἐξ οὗ λίθος τέτμηται, τοὺς τῶν εἰδώλων βωμούς, συντρίψας σθένει θεϊκῷ, σὺ εἶ Παρθένε Ἁγνή.

Ἕτερος Κανὼν τῆς Ἁγίας Ἄννης, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων.

Ἡ τὴν χαρὰν τέξουσα, τίκτεται κόρη.

Ἐν δὲ τοῖς Θεοτοκίοις.

Γεωργίου.

ᾠδὴ α’ Ἦχος β’

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν βυθῷ κατέστρωσε ποτέ

Ἡ τοῦ κόσμου σήμερον χαρά, λόγῳ προκηρύττεται, καὶ μητρικὰς ὀδύνας εἰς εὐφρόσυνον, χαρμονὴν μεθίστησι, καὶ πολύτεκνον, τὴν τῆς φύσεως στείρωσιν, ἔσεσθαι μηνύει, ἔργοις τοῖς τῆς χάριτος πληθύνουσαν.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸ τερπνὸν παλάτιον Χριστοῦ, ὁ εὐρυχωρότατος, τῶν οὐρανῶν οὐρανὸς ὁ ὑπέρτερος, σήμερον εἰσδέχεται, δι’ ἐντεύξεως, τὴν βάσιν τῆς ὑπάρξεως, τῆς ἐπαγγελίας ἐχούσης, ἀσάλευτον τὴν ἔκβασιν.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Ἡ πορφύρα σήμερον Χριστοῦ, λαμπρῶς καταγγέλλεται, ἐκ στειρευούσης ὑφανθήσεσθαι χάριτι, νηδύος ἡ ἄσπιλος, ἐξ ἧς φορέσας ὁ Βασιλεὺς τῆς κτίσεως, φύσιν τήν βροτείαν, κόσμῳ ὡραιότατος ὀφθήσεται.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Γηγενῶν ἡ φύσις ἐπὶ σοί, μόνη πανυπέρτατε, θεοπρεπῶς, ἐγκαυχωμένη Δέσποινα, χαίρει καὶ κηρύττει σου, τὰ παράδοξα τῆς ἁγνείας τεράστια, καὶ ἐν εὐφροσύνῃ ᾄδουσα, δοξάζει σε Θεόνυμφε.

 Τῶν Ἐγκαινίων

ᾠδὴ γ’ 

ὁ α’ χορὸς 

Εὐφραίνεται ἐπὶ σοι, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

ὁ β’ χορὸς

Εὐφραίνεται ἐπὶ σοι, ………………

ὁ α’ χορὸς 

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἡγίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, τῆς ἀγαλλιάσεως ἔλαιον.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Ἀνέδειξας Ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς οἰκητήριον.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀρραγὲς ἔχουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ διαδήματι.

ὁ β’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ χαῖρε κραυγάζομεν.

Τῆς Ἁγίας

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στερεωθήτω ἡ καρδία μου 

Καρπὸν κοιλίας εἰ παράσχοις μοι, ἀνεβόα Ἄννα πρὸς Κύριον, μεγαλυνθήσομαι καὶ σοί, τοῦτον προσαναθήσομαι· διὰ τοῦτο συλλαμβάνει, τὴν ἁγνὴν Θεομήτορα.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν παραδείσῳ εὐχομένης σου, τῆς φωνῆς ἀκούει ὁ Ὑψιστος, Ἄννα θεόφρον καὶ καρπόν, τῇ κοιλίᾳ σου δίδωσι, Παραδείσου τὴν ἀνοίξασαν, τὴν θύραν τῆς χάριτος.

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὰ κατὰ νόμον ἐκτελέσασα, καὶ Θεῷ ἀμέμπτως δουλεύσασα, κυοφορεῖς τὴν ἀληθῆ, νομοδότην κυήσασαν, Ἄννα πάνσεμνε· διό σε οἱ πιστοὶ μακαρίζομεν.

ὁ β’ χορὸς  

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.

Ἕτερος τῆς Ἁγίας

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐξήνθησεν ἡ ἔρημος 

Ῥανάτωσαν εὐφρόσυνον, αἱ νεφέλαι σήμερον, τὸν γλυκασμὸν τοῖς πέρασιν· ἡ Νεφέλη ἰδοὺ γὰρ τίκτεται, ἐξ ἧς τὸ τῆς ζωῆς μου ὕδωρ βλύσει Χριστός.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνοίγονται τῆς χάριτος, τὰ ταμεῖα σήμερον, ὁ προκηρύσσων Ἄγγελος, ἀνεβόα Ἄννης τὴν Σύλληψιν· ἰδοὺ γὰρ σὺ τὴν Πόλιν ἀποτίκτεις Θεοῦ.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Νενέκρωται ἡ φύσις μέν, τῶν ἀνθρώπων πρότερον, νῦν δὲ ζωῆς τὰ σύμβολα, τῇ Συλλήψει τῆς Ἄννης δέχεται· ἀκάρπου γὰρ ῥίζης ἄρτι φύεται.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὡς ἄνθρακα φλογίζοντα, ἁμαρτίας Ἄχραντε, τὸν σαρκωθέντα Κύριον, ὑπὲρ φύσιν ἐκ σοῦ δεχόμενοι, τοῦ πλήθους τῶν πταισμάτων καθαιρόμεθα.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν…    

Κοντάκιον τῶν Ἐγκαινίων (χῦμα)

Ἦχος β’ Τοὺς ἀσφαλεῖς

Ἐγκαινισμὸν ἐν ταῖς καρδίαις Πνεύματος, καὶ φωτισμὸν ἐν τοῖς ἐγκάτοις καίνισον, τοῖς ἐν πίστει ἐκτελοῦσι τὰ Ἐγκαίνια, τοῦ οἴκου καὶ Ναοῦ σου οὗ ηὐδόκησας, κτισθῆναι ἐν τῷ σῷ θείῳ ὀνόματι, ὁ μόνος ἐν Ἁγίοις δοξαζόμενος.

Ὁ Οἶκος

Μνήμην τελῶν τῶν Ἐγκαινίων ὁ σοφώτατος πάλαι Σολομών, τῷ Θεῷ ἀλόγων ζώων προσέφερεν ὁλοκαυτώματα καὶ θυσίας· ὅτε δὲ νῦν ἡ ἀλήθεια καὶ ἡ χάρις ἦλθεν ἐν γῇ, τὰς θυσίας εὐθὺς μετεποίησε· θύσας γὰρ θυσίαν, εἰς σωτηρίαν τὴν ἡμῶν ἑαυτὸν ὡς Φιλάνθρωπος, τὴν Ἐκκλησίαν ἡγίασε, καὶ ἀσάλευτον ταύτην ἀνέδειξεν, ὁ μόνος ἐν Ἁγίοις δοξαζόμενος.

ὁ β’ χορὸς

Κάθισμα τῆς Ἁγίας  

 Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ 

Εὐλογίας ἀπαρχήν, τῆς ἀκαρπίας τῷ βλαστῷ, ἐδωρήσω Ἀγαθέ, Ἄννη βοώσῃ δι’ εὐχῆς. Σὺ μεταπλάττεις τὰς φύσεις τῶν ἐν γενέσει· διό μου, ὦ Σωτήρ, νενεκρωμένην αὐτήν, τὴν φύσιν ὡς Θεός, πάλιν καινούργησον, ἵνα καρπὸν προσάξω σοι, βοῶσα, τῷ παντεπόπτῃ καὶ Κτίστῃ μου. Σοὶ δόξα πρέπει, Θεὲ τῶν ὅλων, καὶ μόνε Φιλάνθρωπε.

ὁ α’ χορὸς  

Δόξα Πατρί… Τῶν Ἐγκαινίων

Ἦχος ὁ αὐτὸς Ταχὺ προκατάλαβε 

Ἐν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦσι πιστοῖς, τοῦ οἴκου σου Κύριε, πέμψον ἡμῖν φωτισμόν, καὶ χάριν καὶ ἔλεος, φύλαττε δὲ καὶ τοῦτον, εἰς αἰῶνα αἰῶνος, νίκας ἐπιβραβεύων, τοῖς πιστοῖς Βασιλεῦσι, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

ὁ β’ χορὸς

Καὶ νῦν…Τῆς Ἁγίας

Ἦχος ὁ αὐτὸς

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ 

Ἰωακεὶμ ὁ ἱερὸς καὶ ἡ Ἄννα, δῶρα προσήγαγον τοῖς πρὶν ἱερεῦσι, καὶ μὴ δεχθέντες ἄγονοι τυγχάνοντες, δέησιν προσηύξαντο, τῷ Δοτῆρι τῶν ὅλων, καὶ τῆς προσευχῆς αὐτῶν, ἐπακούσας δωρεῖται, τούτοις τὴν ὄντως πύλην τῆς ζωῆς…

ὁ α’ χορὸς   

…ἧς τὴν Ἁγίαν τιμήσωμεν Σύλληψιν.

Τῶν Ἐγκαινίων

ᾠδὴ δ’

ὁ β’ χορὸς

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

Ἐπαρθέντα σε ἰδοῦσα………………..

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ, ἐκ πλευρᾶς ζωηφόρου, αἵματι ῥαντίζεται, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμένως, τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, συμφώνως καὶ κράζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Εἰκονίζουσα τὴν χάριν ἡ Ἐκκλησία, τοῦ ἐκλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον ἀλείφεται τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρε σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Τῆς Ἁγίας 

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν Πνεύματι προβλέπων

Ὢ θείας ἀγγελίας! ὢ ξένης λαλιᾶς! εἰ κἀγὼ συλλήψομαι, Ἀγγέλου πρὸς αὐτήν, ἀποσταλέντος, ἡ Ἄννα ἐκπληττομένη, μεγαλοφώνως ἀνεβόα· Τῷ Θεῷ μου, δόξα τῷ ποιοῦντι παράδοξα.

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Συγχάρητέ μοι πᾶσαι, φυλαὶ τοῦ Ἰσραήλ, ἐν γαστρὶ συνέλαβον, τὸν νέον Οὐρανόν, ἐξ οὗ τὸ ἄστρον ἀνατελεῖ μέτ’ ὀλίγον, τῆς σωτηρίας Ἰησοῦς ὁ φωτοδότης, Ἄννα γηθομένη ἐκραύγαζεν.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπήκουσε τῆς Ἄννης, Θεὸς τοὺς στεναγμούς, καὶ προσέσχε Κύριος, δεήσει τῇ αὐτῆς, καὶ ἀτεκνίας τὸ νέφος διασκεδάσας, φωτὶ αὐγάζει εὐτεκνίας παραδόξως· ὅθεν συλλαμβάνει τὴν μόνην Ἁγνήν.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Παρθένε Θεοτόκε, ἀμόλυντε Σκηνή, μολυνθέντα πταίσματι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου καθαρωτάταις ῥανίσι, καὶ δὸς μοι χεῖρα βοηθείας, ϊνα κράζω· Δόξα σοι, Ἁγνὴ θεοδόξαστε.

Ἕτερος τῆς Ἁγίας 

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλήλυθας ἐκ Παρθένου 

Τὸ κάλυμμα, τοῦ σκιώδους διαίρεται σήμερον, Νόμου καὶ τῆς χάριτος, ἡ εὐλογία προκύπτουσα, λάμπει τηλαυγέστατα, τῇ προκηρύξει τοῦ τόκου τῆς θεόπαιδος.

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐλήλυθεν, οὐρανόθεν μηνύων ὁ Ἄγγελος, Ἄννῃ τὰ προοίμια, τῆς παγκοσμίου χαρᾶς ἐμφανῶς, λέγων· Τῆς δεήσεως ὑπὲρ ἐλπίδα εἰσδέχου τὴν ἐκπλήρωσιν.

ὁ β’ χορὸς 

Δόξα Πατρί…

Ξηραίνεσθαι, τῆς κακίας τὰ ῥεύματα ἄρχεται, καὶ βρύειν τῆς χάριτος, οἱ ποταμοὶ διευθύνονται, σήμερον τοῦ τόκου σου, κηρυττομένου Παρθένε πανυπέραγνε.

ὁ α’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Ῥητόρων σε, κατ’ ἀξίαν γεραίρειν Πανύμνητε, γλῶσσαι αἱ πολύφθογγοι, ἀμηχανοῦσαι συστέλλονται, φόβῳ δὲ τὰ θαύματα…

ὁ β’ χορὸς

…καὶ σιωπῇ εὐφημοῦσαι μεγαλύνουσι.

 Τῶν Ἐγκαινίων

ᾠδὴ ε’ 

ὁ α’ χορὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

ὁ β’ χορὸς

Σὺ Κύριέ μου φῶς…………………

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑπέδειξας τῷ θεόπτῃ, Μωϋσεῖ διαγράφων, Χριστὲ τὴν Ἐκκλησίαν σου.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας, ἣ τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας, συνάπτει τῇ δυνάμει σου.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα, σὺ Ἅγιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ Ἐκκλησίᾳ σου.

ὁ β’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ ὅπλον ἀρραγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Τῆς Ἁγίας

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν 

Ἐκ ῥίζης ἡ βλαστήσασα, Δαυΐδ καὶ Ἰεσσαί, Ἄννα νῦν βλαστάνειν ἀπάρχεται, τὴν θείαν ῥάβδον τὴν βλαστήσασαν, τὸ μυστικὸν ἄνθος, Χριστὸν τὸν πάντων Κτίστην.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐκ ῥίζης ἡ βλαστήσασα…

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μητέρα γενομένην με, ἡ Ἄννα ἐκβοᾷ, ὄψονται λαοὶ καὶ θαυμάσουσιν· ἰδοὺ γὰρ κύω ὡς ηὐδόκησεν, ὁ τὰ δεσμὰ λύσας, τὰ τῆς στειρώσεώς μου.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεᾶνιν ἣν συνέλαβον, ἐγὼ Προφητικαί, πόρρωθεν φωναὶ προκατήγγειλαν, Ὄρος καὶ Πύλην ἀδιόδευτον, περιχαρῶς Ἄννα, ἐβόα τοῖς παροῦσιν.

Ἕτερος τῆς Ἁγίας 

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μεσίτης Θεοῦ 

Ὁ τόμος Θεοῦ, δι’ ἀγγέλου σήμερον κηρύττεται, ἐν ᾧ περ ὁ σύνθρονος, Λόγος τοῦ Πατρὸς νῦν ἐγγραφήσεται, καὶ πιστοὺς ἐν τῇ Βίβλῳ, ἐγγράψει τῆς χρηστότητος.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑμνοῦσι νυνί, τοῦ ξένου μηνύματος τὴν δόξαν τρανῶς, οἱ δίκαιοι πλέκοντες, τὴν εὐχαριστήριόν σοι αἴνεσιν, τῷ τὴν χάριν τοῦ τόκου, δι’ εὐχῆς ἐκπληρώσαντι.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Σοφίας Θεοῦ, κεκρυμμένης σήμερον δηλοῦται ἡμῖν, ἀληθῶς μυστήρια, καταγγελλομένης τῆς Συλλήψεως, τῆς ἀχράντου Παρθένου, καὶ μόνης Θεομήτορος.

ὁ β’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Γαλήνην πιστοί, καὶ λιμένα ἔχοντες Παρθένε ἁγνή, τὴν σκέπην σου πάντοτε, τὰς ἐπαναστάσεις τὰς τῶν θλίψεων, ἀποφεύγομεν πάσας…

ὁ α’ χορὸς 

…ἐπὶ σοὶ ὁρμιζόμενοι.

 Τῶν Ἐγκαινίων

ᾠδὴ ς’ 

ὁ β’ χορὸς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

ὁ α’ χορὸς

Θύσω σοι………………….

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, τῆς ἐκλεκτῆς Ἐκκλησίας, καὶ Ἐθνῶν μητέρα ἀπέδειξεν, ἐκ δουλείας, υἱοθετουμένων διὰ τοῦ Πνεύματος.

ὁ α’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ τύπῳ σημειουμένην, καὶ σκιάζει, ἡ ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις.

ὁ β’ χορὸς

Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Οὐ ψάμμον, ἀλλά Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ’ Ἐθνῶν Ἐκκλησία, στεφανοῦται, κάλλει τῷ ἀπροσίτῳ, καὶ τῇ αἴγλῃ τῆς βασιλείας ἐγκαλλωπίζεται.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέχοντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.

Τῆς Ἁγίας

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν Προφήτην Ἰωνᾶν

Πῶς χορεῖται ἐν γαστρί, ἡ χωρήσασα τὸν Θεόν; πῶς γεννᾶται τὸν Χριστόν, ἡ γεννήσασα σαρκὶ; θηλάζει δέ, πῶς ἡ τὸν Κτίστην γάλα θηλάσασα;

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῆς δεήσεως ἡμῶν, ἐπακούσας ὁ Θεός, γονιμώτατον καρπόν, νῦν δεδώρηται ὑμῖν, πανεύφημοι, Ἰωακείμ τε καί, Ἄννα σήμερον.

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν ἁγνὴν Περιστεράν, συλλαβοῦσα ἐν γαστρί, χαρμονῆς πνευματικῆς, ἐπληρώθη ἀληθῶς, προσάγουσα, χαριστηρίους ᾠδὰς ἡ Ἄννα Θεῷ.

ὁ α’ χορὸς 

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησόν μοι ἁγία Δέσποινα.

Ἕτερος τῆς Ἁγίας

ὁ β’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν ἀβύσσῳ πταισμάτων 

Ἀγαλλέσθῳ φαιδρῶς ἡ προμήτωρ ἡμῶν· σήμερον γὰρ δέχεται, χαρᾶς μηνύματα, τὴν λύπην ἀπωθούμενα, τῇ Συλλήψει τῆς μόνης θεόπαιδος.

ὁ α’ χορὸς

Στίχ. Ἁγία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸ τῆς δόξης διάδημα πλέκεται, καὶ ἡ ἁλουργὶς ἡ βασίλειος σήμερον, ὑπὲρ ἐλπίδα ἅπασαν, ἐν νηδὺϊ ἀκάρπῳ ὑφαίνεται.

ὁ β’ χορὸς 

Δόξα Πατρί…

Ἰδοὺ πᾶσα ἡ κτίσις γεραίρει σου, τὰ ὑπερφυῆ καὶ μεγάλα μυστήρια· σὺ γὰρ ὑπάρχεις Δέσποινα, καὶ βροτῶν καὶ Ἀγγέλων τεράστιον.

ὁ α’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Ἰδοὺ θείων χαρίτων πηγὴ νοητή, δι’ ἐπαγγελίας τοῦ Κτίστου καὶ χάριτος, ἀναστομοῦσθαι ἄρχεται, ἐν ἀνίκμῳ νηδύϊ ἐκβλύζουσα.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες…   

Κοντάκιον τῆς Ἁγ. Ἄννης

Ἦχος δ’ Ἐπεφάνης σήμερον 

Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.

Ὁ Οἶκος

Σὺ ὁ τῇ Σάρρᾳ δοὺς ποτέ, ἐν γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ σὺ ὁ διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ Προφήτου σου, καὶ νῦν ἐπιδὼν ἐπ’ ἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ ἡ σώφρων Ἄννα καὶ στεῖρα, καὶ ἐπήκουσεν αὐτῆς ὁ εὐεργέτης. Ὅθεν ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.

Συναξάριον

Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.

Στίχοι

  • Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις.

  • Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις.

  • Τῇδ’ ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Προφήτιδος Ἄννης, τῆς μητρὸς Σαμουηλ τοῦ Προφήτου.

Στίχοι

  • Τὶ σοι ἐπαινέσειεν, Ἄννα, τις πλέον;

  • Τὸ καρτερόφρον ἢ τὸ τῆς εὐτεκνίας;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ νεολαμποῦς, τοῦ ἐν τῷ Ἁγίῳ Ἀντίπα κειμένου.

Στίχοι

  • Ἐξήγαγες γῆς τὸν στέφανον καὶ βίου·

  • Στέφει δὲ δόξης ἐστεφάνωσας Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σωσιθέου, Ναρσοῦ καὶ Ἰσαάκ, διὰ ξίφους τελειωθέντων.

Στίχοι

  • Σωσίθεον σωθεῖσιν ἐγγράφει λόγος,

  • Ὑπὲρ Θεοῦ σῴζοντος ἐκτετμημένον.

  • Πέρσης κάραν σοι, Χριστέ, Ναρσῆς προσφέρει,

  • Κρεῖττόν γε δῶρον σμυρνοχρυσολιβάνου.

  • Πάθους τὸ λεῖπον Ἰσαὰκ Σάρρας τέκνου,

  • Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

ᾠδὴ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

…Ἅγιος εἶ Κύριε.

ὁ β΄ χορὸς

ᾠδὴ δ’

Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωςίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

ᾠδὴ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

ᾠδὴ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Ἐξαποστειλάριον τῶν ἐγκαινίων

Ἐν πνεύματι τῷ Ἱερῷ

Ἣν τῷ ἀχράντῳ αἵματι, ἐξηγόρασας Λόγε, πανθαύμαστον καὶ πάντιμον, καὶ σεπτὴν Ἐκκλησίαν, ἐγκαίνισον ἐν Πνεύματι, Ἀγαθὲ καὶ κάλλυνον, ἀκτῖσι ταῖς θειοτάταις, ὁ τῇ δόξῃ δοξάζων, τοὺς ἀξίως σοῦ Ναοῦ, Ἐγκαίνια ἐκτελοῦντας.

ὁ β’ χορός

Τῆς Ἁγίας Ἄννης, ὅμοιον

Εἰσήκουσε τοῦ στεναγμοῦ, τοῦ τῆς σώφρονος Ἄννης, ὁ Κύριος ὡς εὔσπλαγχνος, καὶ παρέσχετο ταύτη, τὴν μόνην ἀπειρόγαμον, τὴν τὸ φῶς ἐκλάμψασαν, τοῖς πέρασιν ἀπορρήτως, ἣν ὁ θεῖος καὶ κλεινός, καθορῶν Ἰωακείμ, ἠγάσθη καὶ ἐγεγήθει.

ὁ α’ χορός

Ἕτερον Ὁ οὐρανὸν τοῖς ἄστροις

Ἡ τοῦ Θεοῦ σοφία, οἰκοδομεῖ τὸν ἑαυτῆς, οἶκον ἐκ στείρας νηδύος, τὴν Θεοτόκον Μαριάμ, ἣν μακαρίσωμεν πᾶσαι…

ὁ β’ χορός

…αἱ γενεαὶ κατὰ χρέος.

ΑΙΝΟΙ 

ὁ α’ χορός

Ἦχος α´

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

 ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Πανεύφημοι Μάρτυρες

Προσευχῆς πανάγιος ναός, Κόρη ἐχρημάτισας καί ἐδωρήθης θεόσδοτον, Κόρη πανάμωμε, δῶρον τοῖς δικαίοις. διό καί ἠξίωσαι πανάγιον καρπόν τόν Θεόν ἡμῶν ἁγίως δέξασθαι καί τεκεῖν ἡμῶν εἰς λύτρωσιν. τήν σήν ὅθεν τιμῶμεν νῦν σύλληψιν.

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Προσευχῆς πανάγιος ναός,….

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὁ ἄναρχος Λόγος  τοῦ Θεοῦ ὁ πλάσας τόν ἄνθρωπον, ὑπέρ ἀνθρώπων βουλόμενος ὁφθῆναι ἄνθρωπος, ἐξ ἀνθρώπων θείως πλαστουργεῖ σε, πάναγνε, καί ὕστερον ἐκ σοῦ σεσωμάτωται. .

διό τιμῶμέν σου τήν ἐκ στείρας, Κόρη, σύλληψιν, ὡς τοῦ γένους τῶν βροτῶν ἀνάπλασιν.

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἡ γῆ δεξαμένη ἐκ Θεοῦ τοῦ βλαστάνειν χάρισμα, τόκον τόν σόν προϋπέγραφε καί τά θαυμάσια τά ἐν νόμω πάντα, καί σοῦ δέ ἡ σύλληψις ἐν στείρα  γεγονυῗα,  πανύμνητε, ἥν νῦν γεραίρομεν καί βοῶμεν ὁλοψύχως σοι. Χαῖρε κόσμου χαρά και σωτήριον.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. α’

τῶν Ἐγκαινίων

Ὁ ἐπὶ τῶν κόλπων τῶν πατρικῶν ἐπαναπαυόμενος Λόγε, τὸ Πνεῦμά σου τὸ Ἅγιον, ἐγκαίνισον ἐν τῷ Ναῷ, τῷ εἰς τὸ ὄνομά σου ἀνεγηγερμένῳ.

ὁ β’ χορός

Καὶ νῦν… 

Ἦχος β’

Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ Πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰωακεὶμ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ἢ β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ ἀπολυτίκιον

ὁ β’ χορός

Ἦχος δ´.

Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται, τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ’ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

 ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ α’. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.

Ἀπολυτίκιον. Ἦχος δ´.

Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται, τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ’ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 

ὁ β’ χορός

Στίχ. β´. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται…

Εἰσοδικὸν

ὁ α’ χορός 

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος δ´.

Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται, τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ’ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον 

Ἦχος δ’ Ἐπεφάνης σήμερον 

Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.

Τρισάγιον.

Ἀπόστολος

 Προκείμενον ἦχος δ’

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχ.Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

Ἀδελφοί, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Τὸ δὲ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ ᾽Αραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω ᾽Ιερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν· γέγραπται γάρ, «Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Ἀλληλούϊα ( γ’)

 Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

Εἶπεν ὁ Κύριος΄ οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν΄ ἀλλ᾽ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. Οὐ γάρ ἐστιν κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται΄ οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾽ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ Μήτηρ καὶ οἱ Ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.Καὶ ἀπηγγέλθη αὐτῷ, λεγόντων΄ ῾Η Μήτηρ σου καὶ οἱ Ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς΄ Μήτηρ μου καὶ Ἀδελφοί μου, οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

9 ΔΕΚ15 ΕΟΡΤΗ ΤΗΣ ΣΥΛΛΗΨΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s