Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΛΛΗΨΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ (2015)

9 ΔΕΚΕΜΒΡΙΟΥ 2015

+Η σλληψις τς γας Αννης τς μητρς τς Θεοτκου· νμνησις τν γκαινων το ν Κπρ . ναο το γ. ᾿Ιωννου το Χρυσοστμου (ν τει 1091). Αννης τς μητρς Σαμουλ το προφτου (1160 π.Χ.).

Τ ΤΡΙΤ ΕΣΠΕΡΑΣ (08/12/2015)

ερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

αχορός: μήν.

ναγνστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Κα πλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δξα ΠατρίΚα νν

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορς: μήν.

ὁ α’ χορός

Ἦχος δ’  Ψαλμς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Προσόμοια τῆς Ἁγίας

Στίχ. ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὁ ἐξ ὑψίστου κληθεὶς 

Καρπογονοῦσα ἡ στεῖρα παρ’ ἐλπίδα, Παρθένον τὴν μέλλουσαν, τίκτειν Θεὸν ἐν σαρκί, ἀγαλλιάσει φαιδρύνεται, χορεύει χαίρει, μεγαλοφώνως Ἄννα κραυγάζουσα· Φυλαὶ μοι συγχάρητε, ἅπασαι τοῦ Ἰσραήλ, κυοφορῶ καὶ τὸ ὄνειδος τῆς ἀπαιδίας, ἐναποτίθεμαι, ὡς ηὐδόκησεν, ὁ εὐεργέτης ἐπακούσας μου, τῆς προσευχῆς καὶ κατώδυνον, θεραπεύσας καρδίαν, δι᾿ ὠδίνων ὡς ὑπέσχετο.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ὁ ἐξ ἀνίκμου πηγάσας ὕδωρ πέτρας, καρπὸν τῇ κοιλίᾳ σου, Ἄννα χαρίζεται, τὴν ἀειπάρθενον Δέσποιναν, ἐξ ἧς τὸ ὕδωρ, τῆς σωτηρίας μέλλει προέρχεσθαι. Οὐκέτι ὡς ἄκαρπος, γῆ παροικεῖς ἐπὶ γῆς, ὀνειδισμοῦ ἠλλοτρίωσαι· γῆν γὰρ βλαστήσεις, καρποφοροῦσαν ζωῆς τὸν ἄσταχυν, τὸν τὰ ὀνείδη ἀφαιρούμενον, πάντων βροτῶν ὡς ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους, μορφωθῆναι τὸ ἀλλότριον.

ὁ α’ χορός

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Τῶν Προφητῶν αἱ προῤῥήσεις ἐκπληροῦνται· Ὄρος γὰρ τὸ ἅγιον, λαγόσιν ἵδρυται· Κλῖμαξ ἡ θεία φυτεύεται, θρόνος ὁ μέγας, τοῦ Βασιλέως προετοιμάζεται. Τόπος εὐτρεπίζεται ὁ θεοβάδιστος. Βάτος ἡ ἄφλεκτος ἄρχεται, ἀναβλαστάνειν, ἡ Μυροθήκη τοῦ ἁγιάσματος, ἤδη πηγάζει τῆς στειρώσεως, τοὺς ποταμοὺς ἀναστέλλουσα, τῆς θεόφρονος Ἄννης, ἣν ἐν πίστει μακαρίσωμεν.

ὁ β’ χορός

Ἕτερα προσόμοια τῶν Ἐγκαινίων

Ἦχος πλ.β’

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Αἱ Ἀγγελικαὶ

Δέσποτα Χριστέ, ἡ ἀθάνατος σοφία, βλέμματι τῷ σῷ, ἐπιφοίτησον ἐξ ὕψους, ἐν τούτῳ τῷ Τεμένει, καὶ ἀσάλευτον φύλαξον, ἕως συντελείας τοῦ αἰῶνος, τοὺς δὲ πιστῶς Χριστὲ ἐν τούτῳ, ἀεὶ προστρέχοντας, τοῦ ἀπροσίτου σου φωτός, ἀξίωσον εὔσπλαγχνε.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Πάλαι Σολομών, τὸν Ναὸν οἰκοδομήσας, ζῴων αἵματα, εἰς θυσίαν σοι προσῆγεν, εἰς τύπον τοῦ Ναοῦ σου, οὗ ἐκτήσω Φιλάνθρωπε, τῷ ἴδίῳ αἵματι βουλήσει, μεθ’ οὗ καὶ νῦν σε δυσωποῦμεν, τὸν μόνον εὔσπλαγχνον, ὅπως τὸ Πνεῦμα τὸ εὐθές, πέμπῃς ἐν τούτῳ ἀεί.

ὁ β’ χορός

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δεῦτε ἀδελφοί, εὐφρανθῶμεν φιλεόρτως, καὶ πνευματικήν, συστησώμεθα χορείαν, ψυχῆς δὲ τὴν λαμπάδα, τῷ ἐλαίῳ φαιδρύνωμεν·οὕτω γὰρ Ἐγκαίνια τιμῶνται, οὕτω δοξάζεται ὁ Κτίστης, ᾧ πάντες ἄνθρωποι, ἀνακαινίζονται ψυχήν, πρὸς ὕψος οὐράνιον.

 ὁ α’ χορός

Δξα Πατρί… χος πλ.β’

Tῶν Ἐγκαινίων

Τὴν μνήμην τῶν ἐγκαινίων ἐπιτελοῦντες Κύριε, σὲ τὸν τοῦ ἁγιασμοῦ δοτῆρα, δοξάζοντες δεόμεθα, ἁγιασθῆναι ἡμῶν τὰ αἰσθητήρια τῶν ψυχῶν, τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀθλοφόρων, Ἀγαθὲ παντοδύναμε.

ὁ β’ χορός

Κα νν… Ἦχος α’ 

 Τῆς Ἁγίας

Γερμανοῦ

Τὸ ἀπόῤῥητον τοῖς Ἀγγέλοις, καὶ ἀνθρώποις μεγαλεῖον, καὶ ἀπ’ αἰῶνος χρησμοδοτούμενον, μυστήριον παράδοξον, σήμερον ἐν τοῖς λαγόσι τῆς σώφρονος Ἄννης βρεφουργεῖται, Μαρία ἡ θεόπαις, ἑτοιμαζομένη εἰς κατοικίαν, τοῦ παμβασιλέως τῶν αἰώνων, καὶ εἰς ἀνάπλασιν τοῦ γένους ἡμῶν, ἣν ἐν καθαρῷ συνειδότι καθικετεύσωμεν, ἀναβοῶντες πρὸς αὐτήν. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ ὡς προστασία ὑπάρχουσα ἡμῶν τῶν χριστιανῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εσοδος.

Σοφα ρθοί !

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Τῇ Τρίτῃ ἑσπέρας

Ἦχος α’

ὁ α’ χορός

Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

ὁ β’ χορός

Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

ὁ α’ χορός

Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.  εἰς τόπον  χλόης,  ἐκεῑ με κατεσκήνωσε.

Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

κα τ ναγνσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ  βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ἐξ ὅλης …..τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ ναγνστης: μήν. 

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν ….Εη τ κρτος τῆς βασιλεας σου ελογημνον κα δεδοξασμνον, το Πατρς κα τοῦ Υο κα τοῦ γου Πνεματος, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.

πστιχα

Στιχηρ Προσόμοια

 Ἦχος πλ.α’

        ὁ α’ χορός

Χαίροις ἀσκητικῶν ἀληθῶς

μήν. ννα, ἡ θεία χάρις ποτέ, προσευχομένη ὑπὲρ τέκνου ἐβόησε, τῷ πάντων Θεῷ καὶ Κτίστῃ· Ἀδωναῒ Σαβαώθ, τὸ τῆς ἀπαιδίας οἶδας ὄνειδος, αὐτὸς τὴν ὀδύνην μου, τῆς καρδίας διάλυσον, καὶ τοὺς τῆς μήτρας, καταρράκτας διάνοιξον, καὶ τὴν ἄκαρπον, καρποφόρον ἀνάδειξον, ὅπως τὸ γεννησόμενον, δοτὸν σοι προσάξωμεν, ἐπευλογοῦντες ὑμνοῦντες, καὶ ὁμοφρόνως δοξάζοντες, τὴν σὴν εὐσπλαγχνίαν, δι’ ἦς δίδοται τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

  • ὁ β’ χορός

Στίχ. μοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Πάλαι προσευχομένη πιστῶς, Ἄννα ἡ σώφρων, καὶ Θεῷ ἱκετεύουσα, Ἀγγέλου φωνῆς ἀκούει, προσβεβαιοῦντος αὐτῇ, τὴν τῶν αἰτουμένων θείαν ἔκβασιν, πρὸς ἥν ὁ ἀσώματος, ἐμφανῶς διελέγετο· Ἡ δέησίς σου, πρὸς τὸν Κύριον ἤγγισε, μὴ σκυθρώπαζε, τῶν δακρύων ἀπόστηθι· εὔκαρπος χρηματίσεις γάρ, ἐλαία βλαστάνουσα, κλάδον ὡραῖον Παρθένον, πάγκαλον ἄνθος ἀνθήσουσαν, Χριστὸν κατὰ σάρκα, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 ὁ α’ χορός

Στίχ. κ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.

Ζεῦγος καρπογονεῖ τὸ σεπτόν, τὴν θείαν Δάμαλιν, ἐξ ἧς προελεύσεται, ὁ Μόσχος ἀρρήτῳ λόγῳ, ὁ σιτευτὸς ἀληθῶς, ὑπὲρ ὅλου κόσμου προθυόμενος· διὸ γεγηθότες, ἐξομολόγησιν ἄπαυστον, ἐν κατανύξει, τῷ Κυρίῳ προσάγουσι, καὶ τὴν σύμπασαν, ἐποφείλουσαν ἔχουσι. Τούτους οὖν μακαρίσωμεν, καὶ πίστει χορεύσωμεν, ἐν τῇ Συλλήψει ἐνθέως, τῆς ἐξ αὐτῶν τοῦ Θεοῦ ἡμῶν, Μητρὸς τικτομένης, δι’ ἧς δίδοται πλουσίως, τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δξα Πατρί…χος β’ Τῶν Ἐγκαινίων

Τὸν ἐγκαινισμὸν τελοῦντες, τοῦ πανιέρου Ναοῦ τῆς Ἀναστάσεως, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάσαντα τοῦτον, καὶ τελειώσαντα τῇ αὐτοτελεῖ σου χάριτι, καὶ τερπόμενον, ταῖς ἐν αὐτῷ ἱερουργουμέναις ὑπὸ πιστῶν, μυστικαῖς καὶ ἱεραῖς τελεταῖς, καὶ προσδεχόμενον ἐκ χειρὸς τῶν δούλων σου, τὰς ἀναιμάκτους καὶ ἀχράντους θυσίας, ἀντιδιδόντα δὲ τοῖς ὀρθῶς προσφέρουσι, τὴν τῶν ἁμαρτημάτων κάθαρσιν, καὶ τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Κα νν…  

Τῆς Ἁγίας, ὁ αὐτὸς

Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰεσσαὶ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

ὁ προεστὼς: Νῦν ἀπολύεις …..Τρισάγιον

ὁ α’ χορὸς  

Ἀπολυτίκιον τῆς Ἁγίας  Ἦχος δ’

Ταχὺ προκατάλαβε

 Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ’ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Τῶν Ἐγκαινίων

ἦχος ὁ αὐτὸς

ς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ Ἁγίου Σκηνώματος τῆς δόξης σου Κύριε κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, διὰ τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.

8 ΔΕΚ15 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΤΗΣ ΣΥΛΛΗΨΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: