Σχολιάστε

ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΤΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΟΥ (2015)

2 ΔΕΚΕΜΒΡΙΟΥ 2015
Τετάρτη.
+Μνήμη ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου

Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ (01/12/15)

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός: Ἀμήν.
ὁ Ἀναγνώστης:
• · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
• · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
• · Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ργ’ (103)
• · Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
• · Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
• · Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
• · Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
• · Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
• · Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
• · Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
• · Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
• · Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
• · Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
• · Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
• · Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
• · Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
• · Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
• · Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
• · Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
• · Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
• · Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
• · Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
• · Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
• · Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
• · Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
• · Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
• · Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
• · Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
• · Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
• · Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
• · Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
• · Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
• · Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
• · Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
• · Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
• · Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
• · Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
• · ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
• · Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
• · Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
• · Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
• · Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρί… Καὶ νῦν …
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
ὁ διάκονος:
• · Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
• Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός: Ἀμήν.
Στιχολογοῦμεν τὴν Α’ Στάσιν τοῦ Α’ Καθίσματος τοῦ Ψαλτηρίου
ὁ α’ χορός
Ἦχος δ’. Ψαλμὸς ρμ’ (140)
• Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
• Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ὡς γενναῖον ἐν μάρτυσιν
Τῆς Ἑλλάδος φιλέορτοι, γῆς ἁπάσης θεόφρονες, συνελθόντες σήμερον εὐφημήσωμεν τὸν θεῖον ὄντως Πορφύριον, τὸν βίῳ ἰσάγγελον, καὶ προφήτην ἀληθῶς, ὀρθοδόξων ἀγλάϊσμα καὶ τὸ καύχημα, τῆς Τριάδος τὸν μύστην, τὸν τὴν χάριν, ταπεινώσει δουλωθέντα, τοῦ Παρακλήτου πλουτήσαντα.
ὁ β’ χορός
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἐν τῷ Ἄθωνι ἤνθησας ὥσπερ ἄνθος μυρίπνοον, καὶ τὰ πλήθη εὔφρανας τῇ ἠδύτητι τῆς του σοῦ λόγου ἁπλότητος, καί θεία πραότητι, εἰρηνεύων τάς ψυχάς, πρὸς λιμένα τὸν εὔδιον ἄγεις ἅπαντας, εἰς Χριστοῦ τὴν ἁγίαν Ἐκκλησίαν, ἔνθα ἐστι σωτηρία καὶ παραδείσου ἀπόλαυσις.
ὁ α’ χορός
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ὡς ἀστὴρ φαεινότατος ἐξ Εὐβοίας ἀνέτειλας, καταυγάζων ἅπασαν τὴν ὑφήλιον τῶν χαρισμάτων ταῖς λάμψεσιν καὶ ὅλη λαμπρότητι σῆς ἁγίας βιοτῆς, τῶν ὁσίων, Πορφύριε, ἐγκαλλώπισμα, τῆς ἀγάπης δ’ ἐνσάρκωσις ἐγένου, καὶ συγγνώμης τύπος πᾶσι, ὑπομονῆς καὶ ἁπλότητος.
ὁ β’ χορός
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ἀγαπήσας τὸν Κύριον, ταπεινῶς ὑπηρέτησας Ἐκκλησία, ὅσιε, ἐκ νεότητος, καὶ τοῖς νοσοῦσι κεχάρισαι ἰάσεις ἐν θαύμασι, Παρακλήτου δωρεᾶς, καὶ διάκρισιν ἔλαβες καὶ διόρασιν, καὶ τὴν χάριν προβλέπειν γεγονότα τὰ ἐσόμενα τῷ κόσμῳ, τὰ ὑφ’ ἡμῶν ἀκατάληπτα.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ἐν τῷ βάθει, Πορφύριε, τῆς Χριστοῦ ταπεινώσεως, καταβᾶς ὑψώθης πρὸς τὰ ἀπόρρητα, Χριστοῦ τὰ θεῖα μυστήρια, καὶ τούτοις ἐτρύφησας, καὶ ἐγένου θεατῆς τῶν μελλόντων ἐμβρόντητος, Ἰωάννη ὡς, ἐν τῇ Πάτμῳ ἰδὼν ἀποκαλύψεις, φωτισμῷ τοῦ Παρακλήτου, ἱερομύστα πανόσιε.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἀρετῶν ἐνδυσάμενος τὴν πορφύραν, Πορφύριε, ἐν χοροῖς παρίστασαι ὡς ἰσάγγελος, θείων ἀγγέλων ὁλόφωτος, καὶ ψάλλεις γηθόμενος, καὶ ὑμνεὶς ἐν οὐρανοῖς, Τρισηλίου θεότητος δόξαν ἄφθιτον, καὶ Χριστὸν διαπύρως ἱκετεύεις, τοῦ δώρησαι τοῖς ἀνθρώποις, τῆς μετανοίας ἀπόλαυσιν.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ.β’
Σήμερον ἀνέτειλεν, ὡς ἀστὴρ περιφανής, ἥ του ὁσίου Πορφυρίου πανσεβάσμιος μνήμη τὴν ἐκκλησίαν τῶν πιστῶν καταυγάζουσα. Δεῦτε οὖν οἱ πᾶσαν τὴν Ἀττικὴν οἰκοῦντες, ἱεροῖς ἐγκωμίοις τοῦτον τιμήσωμεν λέγοντες· χαίροις, ὁ ἐν πόνοις ἀθλήσας καὶ ἐν νίκαις χρηματίσας τῶν παλαιῶν ὁσίων ἐφάμιλλος· χαίροις,ὁ ἐν σαρκὶ ὡς ἄγγελος Θεὸν διακονήσας, ταπεινώσεως στολὴ καλυπτόμενος· χαίροις, ὁ λαμπρότατος ναὸς τῆς ἁγνείας καὶ τῆς ἀγαθότητος, καὶ μυστηρίοις θείοις γνώσει μεμυημένος. Πρέσβεῦε οὖν ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, τῶν εὐγνωμόνως τιμώντων καὶ ἀνυμνούντων τὴν μνήμην σου.
ὁ β’ χορός
Καὶ νῦν. Θεοτοκίον.
Τὶς μὴ μακαρίσει σέ, Παναγία Παρθένε; Τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Σοφία Ὀρθοί !
Ἦχος β’
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς΄ Διὸ ὁ κόσμος σὲ δοξάζει.
Ἑσπέρας Προκείμενον
Ἦχος α’
ὁ α’ χορός
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
ὁ β’ χορός
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
ὁ α’ χορός
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῑ με κατεσκήνωσε.
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ’ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίω ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινούσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενούσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπῇ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε’ 15-23 και στ’ 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομίαν, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ’. 7-15).
Δίκαιος δὲ ἐὰν φθάσῃ τελευτήσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἠρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροὶ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς, ἀρεστὴ γὰρ ἢν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοία τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπῇ ἐν τοῖς ὁσίοις αὐτοῦ.
• Ὁ διάκονος:
• Εἴπωμεν πάντες …Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

• · Ὁ διάκονος:
• Πληρώσωμεν τὴν ἑσπερινὴν …
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀπόστιχα
Στιχηρὰ προσόμοια
Ἦχος πλ. α’
ὁ α’ χορός
Χαίροις ἀσκητικῶν.
Χαίροις τῶν μοναστῶν καλλονή, τῶν ἱερέων περιλάλητον σέμνωμα, τὸ κλέος τῆς Ἐκκλησίας, ὁ καθαρώτατος νοῦς, ὁ τῆς ἀπαθείας μύστης ἄριστος, πραότητος προτύπον, ταπεινώσεως σκήνωμα, καὶ ἐραστὴς τῆς προσευχῆς μανικώτατος, ἁγιότητος ἐκμαγεῖον θαυμάσιον? ἄνθος τὸ παραδείσιον καὶ ῥόδον ἁγνότητος, τὸ τὴν Χριστοῦ Ἐκκλησίαν εὐωδιάζον, Πορφύριε. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ἡ ἱερὰ κεφαλή, νήσου Εὐβοίας ὁ βλαστὸς ἱερώτατος, ἀγάπης καὶ τῆς συγγνώμης καὶ τοῦ ἐλέους πηγή, Παρακλήτου οἶκος ἁγιώτατος· φωστὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασιν· τῶν πλανωμένων ὁδηγὸς πρὸς τὸν Κύριον, διοράσεως ὑψιπέτης χρυσαετός· λύχνος ὁ παμφαέστατος τῆς θείας ἑλλάμψεως, ὁ τὰ ἀπόρρητα φαίνων, ἀποκαλύπτων μυστήρια. Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ὅλος ἀφιερώθης Χριστῷ, καὶ παιδιόθεν ἐν τῷ Ἄθωνι ἤθλησας, συνόμιλος τῶν ἀγγέλων, οἰκῶν ἐν γῆ γεγονὼς, καὶ τοῦ Παρακλήτου ἐνδιαίτημα, δαιμόνων ἀντίπαλος, ὧν τὰ θράση διέλυσας, καὶ νοσημάτων ἰατρὸς ὁ ἀλάνθαστος, ὁ ἰώμενος πάντα πάθη, Πορφύριε· τύπος Χριστοῦ ὁ ἔμψυχος, οὐράνιος ἄνθρωπος, ὠκεανὸς εὐσπλαγχνίας, ἁμαρτωλῶν καταφύγιον. Ἱκέτευε, πάτερ, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα. Ἦχος πλ. β’.
Τὴν τῶν ὁσίων καλλονήν, τῶν ἀσκητῶν τὴν δόξαν, πηγὴν τὴν τῶν θαυμάτων καὶ πρὸς Χριστὸν ἱκέτην τὸν ἀκοίμητον, συνελθόντες, ὢ φιλέορτοι, ἀγαλλομένη καρδία ὑμνήσωμεν λέγοντες· Χαίροις, ὁ ἀσκουμένων ἐν κόσμῳ κανῶν, καὶ ὁδηγὸς τοῦ βίου ἀκριβέστατος. Χαίροις, ἀστὴρ ὁ λαμπρότατος, ἀρετῶν ταῖς λάμψεσι καταυγάζων τὴν σύμπασαν. Χαίροις, ποντιζομένων λιμὴν καὶ προστασία, καὶ πατὴρ ἁπάντων τῶν ἀπωρφανισμένων. Σῦ τοιγαροῦν, ὢ Πορφύριε, ἀπαύστως δυσώπει Χριστῷ τῷ Θεῷ ὑπὲρ τῆς μάνδρας σου ταύτης καὶ πάντων ἡμῶν, τῶν τιμώντων σοῦ τὴν σεβάσμιον κοίμησιν.
ὁ α’ χορός
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἴ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· πρεσβεῦε Δέσποινα, μετὰ τῶν Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ προεστὼς: Νῦν ἀπολύεις .. , τὸ Τρισάγιον
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Διαμονώντας γὰρ λυτρούται, καὶ ἀσθενεῖς ἰαταὶ πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα.
ὁ β’ χορὸς
Δόξα Πατρί…. Καὶ νῦν… Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

1 ΔΕΚ15 ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΤΟΥ ΚΑΥΣΟΚΑΛΥΒΙΤΟΥ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: