Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ 28 ΝΟΕΜΒΡΙΟΥ 2015

28 ΝΟΕΜΒΡΙΟΥ 2015

Σάββατον

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον τοῦ Ὅσίου

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει, καὶ δι’ ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.

ὁ β’ χορὸς

Δόξα… Ἦχος δ’

Ταχὺ προκατάλαβε

Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος… 

ὁ α’ χορὸς

Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. δ’

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. 

Τὸ προσταχθὲν μυστικῶς

Δι’ ἐγκρατείας τῶν παθῶν, τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Τὸ προσταχθὲν μυστικῶς

Προφῆται, Μάρτυρες Χριστοῦ, καὶ Ἱεράρχαι, οἱ τὸν ἀγῶνα τὸν καλόν, εὐσεβοφρόνως, νομίμως τελέσαντες, καὶ ἀπειληφότες, στεφάνους ἀμαραντίνους παρὰ Θεοῦ, ἀπαύστως ἐκδυσωπεῖτε ὑπὲρ ἡμῶν, τὴν αὐτοῦ ἀγαθότητα, ὅπως δωρήσηται ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, ὡς Θεὸς εὐδιάλλακτος.

ὁ β’ χορὸς

Δόξα…

Τοὺς μεταστάντας εὐσεβῶς, ἐκ τῶν προσκαίρων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, μετὰ Δικαίων, συναρίθμησον Δέσποτα, τούτους ἀναπαύων, ἐν τόποις ἑορταζόντων, καὶ ἐν τρυφῇ, ἀλήκτῳ τοῦ Παραδείσου, ὡς ἀγαθός, τὰ ἑκούσια πταίσματα, καὶ τὰ ἀκούσια αὐτῶν, δι’ ἄκραν ἀγαθότητα, συγχωρήσας φιλάνθρωπε

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχὶς

Τῆς Ὀκταήχου τῆς νέας θεῖον τέλος. Πόνοι δὲ Ἰωσὴφ

ᾨδὴ α’. Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τίμιοι μαργαρῖται, ὤφθητε τὸν στέφανον φαιδρύνοντες, τῆς σεπτῆς Ἐκκλησίας, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἤστραψαν τῶν δογμάτων, καὶ τῶν ἀρετῶν θείαις λαμπρότησιν, οἱ σοφοὶ Ἱεράρχαι, καὶ πιστῶν τὰς καρδίας ἐφώτισαν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὲ τὸν ἐν τοῖς Προφήταις, καὶ ἐν τοῖς Ὁσίοις θαυμαζόμενον, ἱκετεύομεν Λόγε, ταῖς αὐτῶν ἡμᾶς σῶσον δεήσεσιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὅταν κρίσιν δικαίαν, ἔλθῃς τοῦ ποιῆσαι δικαιότατε, ἀκατακρίτους Λόγε, τοὺς πρὸς σὲ μεταστάντας ἀπέργασαι.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Κύριον τετοκυῖαν, γυναικῶν χορός σε ἐπιστάμενος, σοῦ ὀπίσω Παρθένε, ἐναθλήσας αὐτῷ προσενήνεκται.

 

Καὶ τῶν Ἁγίων οἱ ἐφεξῆς δύο.

 Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.

 

Χριστὸς στέφει σε Μαρτύρων στέφει, μάκαρ Ἰωσήφ.

 ᾨδὴ α’ Ἦχος πλ. β’

Ὡς ἐν ἠπείρῳ πεζεύσας

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χαρμονικῶς διοδεύσας σὺ τὴν στενήν, τρίβον τῆς ἀσκήσεως, μαρτυρίου πλατυσμῷ, δυσμενῶν ἐστένωσας ὁρμήν, καὶ εὐρύχωρον ζωὴν Μάκαρ κεκλήρωσαι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Χαρμονικῶς διοδεύσας…….

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥίζα σε ἄκαρπος πρώην καρπογονεῖ, Ἄννης ἡ ὁμώνυμος, ὡς τὸν πάλαι Σαμουήλ, καὶ δοτὸν σε δίδωσι Θεῷ, τὴν τοῦ βίου σου Σοφὲ χάριν σημαίνουσα.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱερωτάτως τῷ θείῳ τῶν Μοναστῶν, προσχωρήσας τάγματι, ὡς φαιδρότατος ἀστήρ, ἀρεταῖς ἐξέλαμψας πιστούς, καταυγάζων μυστικῶς, Ὅσιε Στέφανε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στενοχωρήσας τὸ σῶμα τῷ συγκλεισμῷ, τῆς στενῆς οἰκήσεως, ἀνεπτέρωσας τὸν νοῦν, πρὸς τὰ ἐπουράνια Σοφέ, ἀναβάσει καλῶς προσπλατυνόμενος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὴν ἀδιόδευτον πύλην τὸ καθαρόν, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν ἁγίαν Δέσποιναν φωναῖς, ἱεραῖς ὁ Ἱερὸς λαὸς δοξάσωμεν.

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ακροστιχίς.

Εἰρηνικὴν μοι προσνέμοις Μάρτυς χάριν. Θεοφάνους.

Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐκ τῶν σκανδάλων τοῦ βίου καὶ τῶν παθῶν, τῶν παρενοχλούντων με, εἰρηνεύσας μου τὸν νοῦν, Ἀθλητὰ Εἰρήναρχε τὴν σήν, εὐφημῆσαι γαληνῶς μνήμην ἀξίωσον.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱερονίκους στεφάνους ὡς Ἀθλητής, εἰληφὼς Εἰρήναρχε, μετετέθης ἐκ τῆς γῆς, πρὸς εἰρήνην ἄμαχον καὶ φῶς, καὶ ζωὴν ἀληθινὴν μακαριώτατε.

 ὁ α’ χορὸς

Δόξα Πατρί… 

Ῥείθροις αἱμάτων τὴν φλόγα τῶν διωκτῶν, κατασβέσας ἤρδευσας, διανοίας τῶν πιστῶν, ἀναθάλλειν ἔρωτα ζωῆς, αἰωνίου εὐσεβῶς Μάρτυς Εἰρήναρχε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἡ τὸν ἀχώρητον Λόγον τῇ σῇ γαστρί, χωρηθέντα τέξασα, θεοχώρητε σκηνή, τῆς στενοχωρούσης με δεινῶς, τρικυμίας τῶν κακῶν Ἁγνὴ ἀπάλλαξον.

 

ᾨδὴ γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ὁ στερεώσας Λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας πολλῶν, στερέωσόν με πρὸς ὕμνον, τῆς δοξολογίας σου Κύριε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὰς μυσαρὰς θυσίας οἱ Ἀθληταί, στερροτάτῃ γνώμῃ, ἀποσεισάμενοι, θυσίᾳ καθαρωτάτῃ, Λόγῳ τῷ τυθέντι γεγόνασιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι οῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἀνανεοῦντες λόγοις ἱερουργοῖς, τοὺς παλαιωθέντας, παντοίοις παθήμασι, τοῦ ἀναπλάσαντος κόσμον, θεῖοι Μαθηταὶ ἀπεφάνθητε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ τοῖς Προφήταις πρότερον προφανῶς, δεδομένη χάρις, τοῦ Παναγίου Πνεύματος, τοὺς Ἀσκητὰς ἐπ’ ἐσχάτων, θείων χαρισμάτων ἐνέπλησε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χοροῖς ἁγίοις με σύνταξον ὁ Θεός, τοὺς πιστῶς τοῦ βίου, μεταχωρήσαντας, καὶ Παραδείσου πολίτας, ποίησον δι’ ἄφατον ἔλεος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ μηδαμοῦ χωρούμενος Ἰησοῦς, ἀστενοχωρήτως, τὴν σὴν κατῴκησεν, ἡγιασμένην γαστέρα, ἄχραντε Παρθένε, καὶ Κύριος.

Τοῦ Ὁσίου

ᾨδὴ γ’

Οὐκ ἔστιν ἅγιος ὡς σύ,

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ νοῦς σου νεύσει πρὸς Θεόν, καλλυνόμενος Πάτερ, ὡραιότατος ὤφθη, καὶ χαρίσματος παντός, ἀνάπλεως ἀληθῶς, καὶ τῆς θείας, μέτοχος λαμπρότητος.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ νοῦς σου νεύσει πρὸς Θεόν,…..

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σεπτὴν εἰκόνα τοῦ Χριστοῦ, καὶ τῆς τοῦτον Τεκούσης, ἀσπαζόμενος Μάκαρ, βασιλέως δυσσεβοῦς, τὸ δόγμα τὸ δυσσεβές, ἑβδελύξω, σθένει θείου Πνεύματος.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σιδήρῳ σε τὸν σιδηρᾶν, κεκτημένον καρδίαν, ὁ παράφρων δεσμεύσας, παραπέμπει φυλακαῖς, ὡς φύλακα τῶν Πιστῶν, διδαγμάτων, Στέφανε πανόλβιε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τοὺς σοὺς ὡραίους προφανῶς, ἔσχες Ὅσιε πόδας, μαρτυρίου πρὸς τρίβους, βηματίζοντας λαμπρῶς, καὶ κεφαλὰς δυσμενῶν, γενναιόφρον, Στέφανε συνθλάττοντας.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐκ σοῦ τῆς μόνης καθαρᾶς, ὁ ὑπέρθεος Λόγος, ἐσαρκώθη ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοὺς προσκυνοῦντας αὐτοῦ, τὴν δι’ οἶκτον, θείαν συγκατάβασιν.

 Τοῦ Μάρτυρος

Ὁ αὐτὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νευροῦσαι σθένει θεϊκῷ, καὶ χωρεῖς πρὸς ἀγῶνας, θαρσαλέως παμμάκαρ, ὑπομένων αἰκισμούς, καὶ στρέβλας τῶν δυσμενῶν, ἀθλοφόρε, Μάρτυς γενναιότατε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰσχὺν σοι δίδωσι Χριστός, Ἀθλοθέτης ὁ μέγας, διολέσαι τὴν πλάνην, καὶ αἰσχῦναι τὸν ἐχθρόν, καυχώμενον ἀναιδῶς, καὶ εἰκαίως, Μάρτυς φρυαττόμενον.

 ὁ α’ χορὸς

Δόξα Πατρί…

Καθεῖλε πόνοις ἀνδρικοῖς, τὸν ἀρχέκακον ὄφιν, ὁ χορὸς τῶν Ἁγίων, ἐναθλήσας κραταιῶς, καὶ μάστιγας καὶ δεσμά, ὑπομείνας, σθένει θείου Πνεύματος.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἣν εἶδε πάλαι Ἰακώβ, ἀπὸ γῆς τεταμένην, πρὸς οὐράνιον ὕψος, θείαν κλίμακα σαφῶς, Μαρίαν τὸ καθαρόν, τοῦ Δεσπότου, μέλψωμεν παλάτιον.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν… 

Μαρτυρικόν Κοντάκιον

Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.

ὁ α’ χορὸς

Κάθισμα τοῦ Ὁσίου

Ἦχος δ’ Ὁ ὑψωθεὶς

Τῶν Μοναστῶν ὑπογραμμὸς ἀνεδείχθης, τῶν Ἀθλητῶν καλλωπισμὸς ἀνεφάνης, δι’ ἀμφοτέρων Στέφανε κοσμούμενος· ὅθεν ἀξιάγαστε, καὶ διπλοῦς τοὺς στεφάνους, ἔλαβες ἀσκήσεως, καὶ ἀθλήσεως Πάτερ. Ἀλλ’ ἐκτενῶς Χριστὸν ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων, ἱκέτευε Στέφανε.

ὁ β’ χορὸς

Δόξα… Τοῦ Μάρτυρος, ὅμοιον

Γῆ καὶ ὑγρὰ τοὺς καρτερούς σου ἀγῶνας, κατεμερίσθη Ἀθλητὰ γενναιόφρον, δι’ ὧν τῆς πλάνης ἔλυσας τὸ φρύαγμα, καὶ τὴν ὑπερκόσμιον, μετὰ πάντων Μαρτύρων, δόξαν αἰωνίζουσαν, ἐκληρώσω παμμάκαρ. Ἀλλ’ ὑπὲρ πάντων πρέσβευε Χριστῷ, τῶν σὲ τιμώντων, τρισμάκαρ Εἰρήναρχε.

ὁ α’ χορὸς

Καὶ νῦν … Θεοτοκίον

Καταφυγὴ τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, Ὑπεραγία Δέσποινα περίσῳζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σὲ ἀεί, προσκαλουμένους, Παρθένε πανύμνητε.

ᾨδὴ δ’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας, σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου, τὴν Θεότητα.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑπελθόντες τὸ στάδιον, τὸ τῆς μαρτυρίας, ζέοντι πνεύματι, Ἀθληταὶ θεομακάριστοι, τὴν ὑλώδη πλάνην, κατεφλέξατε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοὺς Ὁσίους σου Κύριε, καὶ τοὺς Ἱεράρχας, λαμπρῶς ἐδόξασας, τούτων θείαις παρακλήσεσι, κοινωνόν με δόξης, τῆς σῆς ποίησον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ τοῦ θείου ἐπίπνοια, Πνεύματος Προφήτας, καταλαμπρύνασα, Γυναιξὶν ἰσχὺν δεδώρηται, τοῦ ἐχθροῦ ὀλέσαι τὰ φρυάγματα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συγχορεύειν ἀξίωσον, πᾶσι τοῖς Ἁγίοις, οὕς περ μετέστησας, ὑπεράγαθε οἰκέτας σου, ἐν σκηναῖς ἁγίων, δυσωπούμενος.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νόμου θείου τὸν πάροχον, φύσεως νομίμων, ἄνευθεν τέτοκας, ἀναπλάττοντα Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, ὀλισθήσασαν.

Τοῦ Ὁσίου

ᾨδὴ δ’

Χριστός μου δύναμις,

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φωτὶ τοῦ Πνεύματος, καταλαμπόμενος, δι’ ἐντεύξεως θείας, τυφλοῖς τὸ φῶς, Πάτερ ἐχορήγησας, τὸν σὸν Δεσπότην καὶ Θεόν, μιμησάμενος Θεόπνευστε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φωτὶ τοῦ Πνεύματος, καταλαμπόμενος,…..

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐφαίνου πόρρωθεν, τοῖς θαλαττεύουσι, κυβερνῶν τούτους μάκαρ πρὸς γαληνόν, ὅρμον θείᾳ χάριτι, προσκαλουμένους σου πιστῶς, Πάτερ Στέφανε τὸ ὄνομα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἱερουργούμενος, καθάπερ σφάγιον, ἱερὸν προσηνέχθης τῷ διὰ σέ, τεθυμένῳ Στέφανε, καὶ πρωτοτόκων ἐν σκηναῖς, ἀνεπαύσω εὐφραινόμενος.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σεπτῷ σου ῥήματι, ὁ πρὶν ἡμίξηρος, ὑγιὴς ὅλος ὤφθη καταπλαγείς, Μάρτυς τὴν δοθεῖσάν σοι, χάριν ἐξ ὕψους δαψιλῶς, εἰς ἀνθρώπων περιποίησιν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐν σοὶ Πανάμωμε, τῆς σωτηρίας μου, τὰς ἐλπίδας ἐθέμην, ἐπὶ τὴν σήν, σκέπην καταπέφευγα, γενοῦ μοι Κόρη βοηθός, τῶν δεινῶν ἐξαιρουμένη με.

Τοῦ Μάρτυρος

Ὁ αὐτὸς

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νομίμως ἔδραμες, νομίμως ἤθλησας, καὶ νομίμως ἐστέφθης τῷ τοῦ Θεοῦ, νόμῳ κρατυνόμενος, καὶ ἀπαράτρωτον σαυτόν, συντηρῶν Μακαριώτατε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νομίμως ἔδραμες….

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μὴ στέργων ἔνδοξε, τῇ πλάνῃ νήχεσθαι, τῇ θεογνωσίᾳ ὡς νουνεχής, χαίρων προσκεχώρηκας, φῶς νοερὸν ἀναλαβών, καὶ φωστὴρ ἀποδεικνύμενος.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐδόλως ἔκρυψε, βυθὸς δεξάμενος, σὲ πανόλβιε Μάρτυς ἐπεγνωκώς, θείων παθημάτων σε, παναληθέστατον Χριστοῦ, ὄντα Μάρτυρα Εἰρήναρχε.

 ὁ β’ χορὸς

Δόξα Πατρί… 

Ἱερουργούμεναι, καὶ προθυόμεναι, καὶ ξεόμεναι ἅμα καὶ τῷ πυρί, πάντοθεν φλεγόμεναι, οὐκ ἐξηρνήσασθε Χριστόν, Ἀθλοφόροι ἀξιΰμνητοι.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Παρθένος ἔμεινας, μετὰ τὴν κύησιν, ὥσπερ ἦς πρὸ τοῦ τόκου, ὅτι Θεόν, Λόγον ἀπεκύησας, τὸν λυτρωσάμενον ἡμᾶς,…..

ὁ β’ χορὸς

…… μεσιτείᾳ σου Πανάμωμε.

 ᾨδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν Φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἔφερον πληγάς, τῆς σαρκὸς οἱ θεῖοι Μάρτυρες, καὶ διὰ τοῦτο τὰς πληγὰς ἡμῶν, ἀεὶ ἰῶνται, τραυματίζοντες τοὺς δαίμονας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἅγιοι Θεοῦ, Ἱεράρχαι ἱκετεύσατε, μετὰ πάντων τῶν Ὁσίων Χριστόν, ἁμαρτημάτων, δωρηθῆναι ἡμῖν ἄφεσιν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σάρκα αἰκισμοῖς, καὶ ἀσκήσει δαπανήσασαι, γυναικῶν αἱ Ὅσιαι, καὶ Μάρτυρες, τῶν ἐν ἐλπίσιν, ἀγαθῶν κατηξιώθησαν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θάνατον ἑλών τῷ θανάτῳ σου Ἀθάνατε, τοὺς θανόντας ἐπ’ ἐλπίδι ζωῆς, πιστούς σου δούλους, ὡς φιλάνθρωπος ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἔπαυσας Ἁγνή, προπατόρων τὸ κατάκριμα, τὸν τοὺς πάντας δικαιώσαντα, σαρκὶ Χριστὸν τεκοῦσα, Ἰησοῦν τὸν μόνον Κύριον.

Τοῦ Ὁσίου

ᾨδὴ ε’

Τῷ θείῳ φέγγει σου ἀγαθέ,

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μαρτυρικαῖς ἔστεψε τιμαῖς, τοὺς ἀσκητικούς σου ἀληθῶς καμάτους Ὅσιε Στέφανε, ὁ ἀγωνοθέτης μόνος Θεὸς ἡμῶν, κατὰ τῶν παλαμναίων ἐνδυναμώσας σε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μαρτυρικαῖς ἔστεψε τιμαῖς…..

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀγωνιζόμενος εὐκλεῶς, δῆμον συμμαρτύρων ταῖς εἱρκταῖς, προσομιλῶν Μάρτυς εὕρηκας· σὲ γὰρ ὡς ἀστέρες ἄδυτον ἥλιον, κυκλοῦντες ἐπὶ πλεῖον κατελαμπρύνοντο.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥήμασι θείοις τοὺς ἱερούς, Ὁμολογητὰς καὶ μιμητάς, θείων παθῶν μακαρίζομεν, τοὺς τριακοσίους καὶ τεσσαράκοντα, καὶ δύο τοὺς ἀθέους καταπαλαίσαντας.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τριχῶν ἀφαίρεσιν παικτικῶς, ὤτων ἐκκοπήν τε καὶ χειρῶν, μελῶν τε θείων κατάφλεξιν, ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ὑπήνεγκεν, ὁ δῆμος τῶν Ὁσίων ὁ εὐκλεέστατος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὑπεραγία ἡ τὸν Θεόν, μόνη ἐπὶ γῆς ὡς ἀληθῶς, τὸν ὑπεράγιον τέξασα τοὺς σὲ Θεοτόκον ἀεὶ κηρύττοντας, ἁγίασον καὶ σῶσον τῇ μεσιτείᾳ σου.

Τοῦ Μάρτυρος

Ὁ αὐτὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥομφαίᾳ τέτρωται ὁ ἐχθρός, τῆς ὑπομονῆς τῆς καρτερᾶς, τοῦ γενναιόφρονος Μάρτυρος, καὶ ταῖς τούτου πτέρναις καθυποτέτακται, καὶ γέλως καθορᾶται καὶ καταισχύνεται.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ ποῦς σου ἔστη προφητικῶς, Μάρτυς ἐν εὐθύτητι σοφέ, ἀπεριτρέπτῳ φρονήματι, καθυποσκελίζων τὸν πολυμήχανον, ταῖς τρίβοις μαρτυρίου καλλωπιζόμενος.

  ὁ α’ χορὸς

Δόξα Πατρί… 

Σὺ τὴν κακίαν τῶν διωκτῶν, ἄκακος ἀκέραιος ὀφθείς, Μάρτυς ἀπώσω Εἰρήναρχε, καὶ τῇ τελειώσει σου τῇ δι᾿ αἵματος, στεφάνοις ἀφθαρσίας κατεστεφάνωσαι.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Νοήσας πόρρωθεν μυστικῶς, ὁ τῶν Προφητῶν θεολαμπής, χορὸς Παρθένε Θεόνυμφε, θείου τοκετοῦ σου βάθος ἀπόρρητον, συμβόλοις…..

ὁ α’ χορὸς

… ἱεροῖς σε προδιεχάραξε.

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰχῶρσιν ὑμῶν σεπτοῖς, ψυχῶν ἰᾶσθε νοσήματα, καὶ σηπεδόνας ἀεί, σωμάτων ἐξαίρετε, κατατραυματίζοντες, πονηρῶν δαιμόνων, τὴν πληθύν, ἅγιοι Μάρτυρες.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὁ τῶν Ὁσίων χορός, Ἱεραρχῶν τε ὁ σύλλογος, καὶ Γυναικῶν ἱερῶν, ὁ θεῖος κατάλογος, στερρῶς ἐναθλήσαντες, ἐν ἐπουρανίοις, ἀπολαύσεις ἐκληρώσαντο.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νεκρώσαντες Ἀσκηταί, τὴν σάρκα ζωῆς ἐτύχετε, ποιμάναντες δὲ καλῶς, Κυρίου τὸ ποίμνιον, Ἱεράρχαι πάνσοφοι, ἀθανάτου δόξης, μετὰ τέλος ἠξιώθητε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν ζώντων Λόγε ζωή, καὶ τῶν θανόντων ἀνάπαυσις, ὑπάρχων τοὺς ἐξ ἡμῶν, τῷ θείῳ σου νεύματι, μεταστάντας δούλους σου, Ἀβραὰμ ἐν κόλποις, τοῦ θεράποντός σου σκήνωσον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐσκήνωσεν ἐπὶ σοί, Πατρὸς Ἁγνὴ τὸ ἀπαύγασμα, καὶ ταῖς ἀΰλοις αὐγαῖς, αὐτοῦ τῆς Θεότητος, τὸ σκότος διέλυσε, τῆς πολυθεΐας, καὶ τὸν κόσμον κατεφώτισεν.

Τοῦ Ὁσίου

ᾨδὴ ς’

Τοῦ βίου τὴν θάλασσαν,

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥημάτων σου δυνάμιν, ὁ κακίας εὑρετής, ὑπενεγκεῖν οὐκ ἴσχυσεν· ὅθεν δεσμοῖς σε Στέφανε καὶ ποιναῖς, θανάτῳ βιαίῳ τε, ὠμοτάτως ὁ πλάνος παραδέδωκεν.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥημάτων σου δυνάμιν,…..

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς ἄρτος ὀπτώμενος, τῷ πυρὶ καὶ ἐκ ποδῶν ἀνηλεῶς κρεμάμενος, ὡλοκαυτώθης Παῦλε καὶ τῷ Θεῷ, θυσία προσήνεξαι, συναυλίας Μαρτύρων ἀξιούμενος.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νομίμως ἐνήθλησαν, συγκλεισθέντες καὶ πνιγμῷ, τὸν βίον καταλύσαντες, ἐν τῇ Ἐφέσῳ Ὅσιοι Μονασταί, ὀκτὼ καὶ τριάκοντα, οὓς ἐν πίστει καὶ πόθῳ μακαρίσωμεν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στερρῶς τῷ δικάζοντι, ἀντετάξω καὶ πληγαῖς, καταξανθεὶς τὸ σῶμά σου, θανατωθῆναι εἵλου διὰ Χριστόν, τὸν μόνον ἀθάνατον, ἀξιάγαστε Πέτρε μεγαλώνυμε.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὴν μόνην πανύμνητον, τὴν καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, Χριστιανῶν τὸ τεῖχος τὸ ἀρραγές, τὴν ἄχραντον Δέσποιναν, ἀδιστάκτῳ καρδία μακαρίσωμεν.

Τοῦ Μάρτυρος

Ὁ αὐτὸς

ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐπέβης τοῖς ὕδασι, κυβερνώμενος χερσί, ζωαρχικῇ Εἰρήναρχε, καὶ διεσώθης τούτοις τῶν διωκτῶν, βυθίσας σεβάσματα, προσευχῇ ἐπιμόνῳ Ἱερώτατε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μικρῶν ἀντωνούμεναι, τὰ μεγάλα ἑαυτάς, τοῖς αἰκισμοῖς ἐξέδωκαν, αἱ ἱεραὶ Γυναῖκες τὸν πτερνιστήν, τῆς Εὔας ἐν πνεύματι, θανατώσασαι ὄφιν τὸν ἀρχέκακον.

 ὁ β’ χορὸς

Δόξα Πατρί… 

Οἱ παῖδες οἱ ἅγιοι, ἱερεῖα καθαρά, καὶ προσφοραὶ ὁλόκληροι, τῷ τυθέντι ὡς θῦμα ἀληθινῷ, ἀμνῷ προσηνέχθησαν, εἰς ὀσμὴν εὐωδίας ἀγαλλόμενοι.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἰδοὺ νῦν σεσάρκωται, ἐξ αἱμάτων σου ἀγνῶν, Παρθενομῆτορ Κύριος, καὶ τοῖς βροτοῖς ἑνοῦται δίχα τροπῆς, δι’ ἄφατον ἔλεος, τὴν ἡμῶν σωτηρίαν ἐργαζόμενος.

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῷ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες… 

Κοντάκιον Ἦχος δ’

Ἐπεφάνης σήμερον

Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, ἑορτὴν εὐφρόσυνον, ἐν τῇ σῇ μνήμῃ καὶ πιστῶς, ἀνευφημοῦσα κραυγάζει σοι· Στέφανε θεῖε, ὁσίων τὸ καυχημα.

Ὁ Οἶκος

Εἰς πᾶσαν γῆν ὡς ἀληθῶς, διέδραμεν ὁ φθόγγος τῶν σῶν κατορθωμάτων, σοφὲ Ὁσιομάρτυς, ὧν περ εἰργάσω θαυμαστῶς· ὅθεν δυσωπῶ σε, παρρησίαν πρὸς Θεὸν ὡς κεκτημένος Ὅσιε, ἱκέτευε τοῦ δοθῆναί μοι λόγον ἐπάξιον, τοῦ ἀνευφημῆσαι τοὺς ἀγῶνας, οὓς ὑπέστης ἐξ ὁρατῶν ἐχθρῶν καὶ νοουμένων· ὃς πρὶν ἀσκητικῶς καθεῖλες, ἀπάσας τὰς κινήσεις τῆς σαρκὸς ἀπονεκρώσας, ἀθλήσει δὲ νῦν τὸν τύραννον ἐτροπώσω, Ὁσίων τὸ καύχημα.

Συναξάριον

Τῇ ΚΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.

Στίχοι

  • Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ,

  • Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος.

  • Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.

Στίχοι

  • Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω.

  • Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται.

Στίχοι

  • Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν,

  • Εὕρωσιν αὐτὸν πέτρινον τῷ σαρκίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται.

Στίχοι

  • Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην,

  • Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων.

Στίχοι

  • Τιμῶντες εἰκόνισμα σαρκός σου Λόγε,

  • θνῄσκουσιν οἱ ἅγιοι βίαιον μόρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν.

Στίχοι

  • Τὸν Εἰρήναχον ἡ φονεύτρια σπάθη

  • Σῷ Σῶτερ εἰρήναρχε συντάττει μέρει.

  • Ἔδειξε νεκρὰς ἐν Σεβαστείᾳ πόλει

  • Γυναῖκας ἑπτὰ πανσεβάστους τὸ ξίφος.

Οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος οἱ Ἐπίσκοποι. Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος οἱ ἱερεῖς, Βασίλειος καὶ Θωμᾶς οἱ διάκονοι, Ἱερόθεος, Δανιήλ, Χαρίτων, Σωκράτης, Κομάσιος, Εὐσέβιος οἱ μοναχοί, καὶ Ἑτοιμάσιος, ἐν Τιβεριουπόλει τελειοῦνται.

Ταῖς αὐτῶν  ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ὁ β’ χορὸς

εἱρμὸς η’ ᾠδῆς

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ Διάκονος: Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορὸς 

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις, δοξολογίαις μεγαλύνομεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἵσταντο οἱ Μάρτυρες, πρὸ τῶν ἀδίκων κριτηρίων, πᾶσαν ἀδικίαν χάριτι, τοῦ Χριστοῦ κατακρίνοντες, καὶ τοὺς ὑπ’ αὐτῶν κεκρατημένους ἐλέγχοντες, καὶ στεφάνους, δικαιοσύνης κομιζόμενοι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὤφθητε ὡς οἴακες, τῆς Ἐκκλησίας τὴν ὁλκάδα, πᾶσαν εὐσεβῶς ἰθύναντες, εἰς λιμένα Θεοῦ ἐντολῶν, πάντες Ἱεράρχαι καὶ Ποιμένες μακάριοι· διὰ τοῦτο, ὡς κυβερνήτας ὑμᾶς σέβομεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στῖφος ἱκετεύει σε, τῶν Προφητῶν καὶ τῶν Ὁσίων, σύλλογος Δικαίων Κύριε, ἀθλησάντων λαμπρότητι, καὶ διαπρεψάντων ἐν ἀσκήσει φιλάνθρωπε, δυσωπεῖ σε, τούς οἰκτιρμούς σου ἡμῖν δώρησαι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἧς κατηξιώθησαν, τιμῆς καὶ δόξης αἰωνίου, ἅπαντες Χριστοῦ οἱ Ἅγιοι, τοὺς πιστῶς ἐκδημήσαντας, τοῦ ματαίου βίου, μετασχεῖν καταξίωσον, Ἐλεῆμον, ταῖς ἱκεσίαις τῶν Ἁγίων σου.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φέρουσα τὸ πλήρωμα, τῶν ἀγαθῶν ἐν ταῖς ἀγκάλαις, πλήρωσον ἡμῶν Πανάμωμε, τὰς ἐντεύξεις τῶν δούλων σου, καὶ τὰς πρὸς Θεὸν ἡμῶν πορείας, κατεύθυνον, ἐναρέτως, ἐνδυναμοῦσα πολιτεύεσθαι.

Τοῦ Ὁσίου

ᾨδὴ θ’

Θεὸν ἀνθρώποις

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰδὼν ἀγάλλῃ Ἀγγέλων τάγματα, Πατριαρχῶν, Ὁσίων, Προφητῶν, Ἀποστόλων τε, καὶ Δικαίων ἁπάντων θεόπνευστε, οἷς συμπεριπολεύων μνήσθητι, πρόστηθι, τῶν εἰλικρινῶς ἐπὶ τῆς γῆς, μακαριζόντων σε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰδὼν ἀγάλλῃ Ἀγγέλων……….

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, ὡς οὐρανὸς κατάστερος θαυμάτων λαμπρότησι, καὶ στιγμάτων ἁγίων γεγένησαι, πάντων τὰς διανοίας, τῶν εὐφημούντων σε, Στέφανε λαμπρύνων ἀληθῶς, Μάρτυς πολύαθλε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στερροῖς ἀσκήσεως ἀγωνίσματι, καταβαλὼν τοῦ σκότους τὰς ἀρχὰς Πάτερ πρότερον, ἐπ’ ἐσχάτων ἀθλήσας στερρότατα, παντελεῖ ἀπωλείᾳ, ταύτας παρέδωκας, Στέφανε μαρτύρων καλλονή, Ὁσίων καύχημα.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ σὴ περίδοξος μνήμη σήμερον, φωτιστικαῖς ἀκτῖσι χαρισμάτων τοῦ Πνεύματος, καταυγάζει τὰ τῆς γῆς πληρώματα· ἣν ἐν ἀγαλλιάσει, νῦν ἑορτάζοντας, φώτισον, ἁγίασον ἡμᾶς, θεομακάριστε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φωτὸς δοχεῖον θεοχαρίτωτε, τῶν ἱερῶν Μαρτύρων ἀληθῶς τὸ κραταίωμα, καὶ Ὁσίων ἁπάντων τὸ καύχημα, σῶσον ἡμᾶς κινδύνων, καὶ περιστάσεων, καὶ τῆς τῶν ἐχθρῶν ἐπιδρομῆς, τοὺς ἀνυμνοῦντάς σε.

Τοῦ Μάρτυρος

Ὁ αὐτὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αὐτὸ τὸ ἔσχατον καὶ ἀκρότατον, τῶν ἐφετῶν κατείληφας θεόφρον Εἰρήναρχε, καὶ μεθέξει Θεὸς ἐχρημάτισας, ψάλλων σὺν Ἀσωμάτοις Ἅγιος, ἅγιος, ἅγιος, Τριὰς ἡ παντουργός, καὶ παντοδύναμος.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε  τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥυσθεὶς παγίδων τῶν θηρευόντων σε, καλιὰν οὐράνιον κατέπαυσας Ἔνδοξε, καὶ Μαρτύρων συνήφθης στρατεύμασι, μετὰ τῶν σῶν συνάθλων· ὅθεν γεραίρομεν μνήμην τὴν ὑμῶν περιχαρῶς, πανηγυρίζοντες.

 ὁ α’ χορὸς

Δόξα Πατρί… 

Ἰσχὺν καὶ κράτος Χριστὸν τιθέμενος, τὸ χαλεπὸν βασάνων διεπέρασας πέλαγος, καὶ τοὺς ἄνω λιμένας κατέλαβες, ὅλος ὡραϊσμένος, ὅλος τοῦ Πνεύματος, ταῖς φωτοχυσίαις δαψιλῶς, περιχεόμεν

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Νοεῖν τὸ θαῦμα τὸ ἀκατάληπτον, τοῦ τοκετοῦ τοῦ σοῦ Παρθενομῆτορ μὴ σθένοντες, σιωπῇ τοῦτο μᾶλλον δοξάζομεν, καὶ σὲ δοξολογοῦμεν, τὴν παμμακάριστον, μόνην καὶ καλὴν ἐν γυναιξίν, ὦ Παναμώμητε.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Ἐξαποστειλάριον τοῦ Ὁσίου

Ἐπεσκέψατο ἡμᾶς

ὁ α’ χορός

Ἐκομίσω πρὸς Χριστοῦ, διπλοῦν τὸ στέφος Στέφανε, ἀσκήσας ὑπερβαλλόντως, καὶ μαρτυρήσας ὡς αὐτοῦ, εἰκόνα σεβαζόμενος, πάντων τε τῶν Ἁγίων, μεθ’ ὧν ἡμῶν μνήσθητι.

ὁ β’ χορός

Θεοτοκίον

Ἄχραντε Δέσποινα ἁγνή, καὶ μόνη ἀπειρόγαμε, ἡ Βασιλὶς καὶ Κυρία, σὺ δυσώπει τὸν ἐκ σοῦ τεχθέντα Λυτρωτὴν ἡμῶν, σῶσαι κόσμον ἐκ πάντων, κακῶν τε καὶ θλίψεων.

Α Ι Ν Ο Ι (χύμα)

ΨΑΛΜΟΣ ΡΜΗ’ (148)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΝ’ (l50)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

 

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν…  Εἰς τὰ Ἀπόστιχα

Ἀπόστιχα τῶν Αἴνων, Νεκρώσιμα

ὁ β’ χορὸς

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος

Βασιλικῶς μοι ὑπέγραψας, ἐλευθερίαν βαφαῖς, ἐρυθραῖς τῶν δακτύλων σου, αἱματώσας Δέσποτα, καὶ φοινίξας σῷ αἵματι, καὶ νῦν σε πίστει καθικετεύομεν. Τοῖς πρωτοτόκοις σου συναρίθμησον, καὶ τῶν Δικαίων σου, τῆς χαρᾶς ἀξίωσον ἐπιτυχεῖν, τοὺς μεταφοιτήσαντας, πρὸς σὲ τὸν Εὔσπλαγχνον.

ὁ α’ χορὸς

Στίχ. α’. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἱεραρχήσας ὡς ἄνθρωπος, σφαγιασθεὶς σεαυτόν, προσφορὰν προσενήνοχας, τῷ Πατρὶ τὸν ἄνθρωπον, τῆς φθορᾶς ἐξαιρούμενος, τοὺς μεταστάντας οὖν ὡς φιλάνθρωπος, ἐν τῇ τῶν ζώντων χώρᾳ κατάταξον, ἔνθα οἱ χείμαρροι, τῆς τρυφῆς προχέονται, ἔνθα πηγαί, τῆς ἀϊδιότητος, ἀναβλυστάνουσιν.

ὁ β’ χορὸς

Στίχ. β’. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Βάθει σοφίας ἀρρήτου σου, ὁροθετεῖς τὴν ζωήν, καὶ προβλέπεις τὸν θάνατον, καὶ πρὸς βίον ἕτερον, μετοικίζεις τοὺς δούλους σου, οὓς προσελάβου, τοίνυν κατάταξον, ἐπὶ ὑδάτων τῆς ἀναπαύσεως, ἐν τῇ λαμπρότητι, τῶν Ἁγίων Κύριε, ἔνθα φωνή, τῆς ἀγαλλιάσεως, καὶ τῆς αἰνέσεως.

ὁ α’ χορὸς

Στίχ. γ’. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν καί γενεάν.

Λόγος ὑπάρχων ἀόρατος, ὁμοφυὴς τῷ Πατρί, καὶ τῷ Πνεύματι σύνθρονος, δι’ ἐμὲ τὸν ἄνθρωπον, τῇ σαρκὶ πεφανέρωσαι· ὡς ἐλεήμων οὖν καὶ φιλάνθρωπος, τοὺς ἐκ τοῦ βίου μεταφοιτήσαντας, τῆς εὐπρεπείας σου, καὶ τῆς ὡραιότητος, ταῖς καλλοναῖς, τούτους καταλάμπρυνον, Ζωαρχικώτατε.

ὁ β’ χορὸς

Δόξα… Τοῦ Ὁσίου Ἦχος γ’

Ἀφιερωθεὶς τῷ Θεῷ ἐκ κοιλίας μητρικῆς, ὡς ἄλλος Σαμουήλ, Ὅσιε Στέφανε, φερωνύμως στέφανος ἀνεδείχθης τῶν πιστῶν, εὐσεβείας βακτηρία καὶ ἑδραίωμα, καὶ τοῦ θείου Πνεύματος καθαρὸν οἰκητήριον. Αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Καὶ νῦν … Θεοτοκίον

Θεοτόκε ἡ προστασία πάντων τῶν δεομένων, εἰς σὲ θαρροῦμεν, εἰς σὲ καυχώμεθα, ἐν σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστι· πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι, ὑπὲρ ἀχρείων δούλων σου. 

ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι….. 

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς

Ἀπολυτίκιον τοῦ Ὅσίου

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει, καὶ δι’ ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.

ὁ β’ χορὸς

Δόξα… Ἦχος δ’

Ταχὺ προκατάλαβε

Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ ἡ βάτος, ἐν ᾗ ἀφλέκτως Μωσῆς, κατεῖδεν ὡς φλόγα, τὸ πῦρ τῆς θεότητος.      

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

Ἀντίφωνον γ’

ὁ α’ χορὸς

Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἀπολυτίκιον τοῦ Ὅσίου

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει, καὶ δι’ ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.

 

ὁ β’χορὸς

Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει,…..

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ὁ β’χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἀπολυτίκιον τοῦ Ὅσίου

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει, καὶ δι’ ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.

ὁ β’ χορὸς

Ἀπολυτίκιον ….Ἦχος δ’

Ταχὺ προκατάλαβε

Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ α’χορὸς

Τοῦ Ναοῦ 

ὁ β’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

  Κοντάκιον  Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε

Τρισάγιον

᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   3:8-12

Ἀδελφοί, προϊδοῦσα  ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ ᾽Αβραὰμ· ὅτι εὐλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ ᾽Αβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γάρ· ὅτι ᾽Επικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον· ὅτι ῾ὁ δίκαιος ἐκ πίστεως ζήσεται· ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.

Ἀλληλούϊα  (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

ι΄ 19 – 21

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.  πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.  Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

ὁ β’ χορός

 Ἀγαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀλληλούϊα

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

28 ΝΟΕ15 ΣΑΒΒΑΤΟΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: