1 σχόλιο

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Θ΄ΛΟΥΚΑ (ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ) (2015)

22  ΝΟΕΜΒΡΙΟΥ 2015

+ΚΥΡΙΑΚΗ Θ’ΛΟΥΚΑ (μετὰ τὴν ἑορτήν)

Τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος καί τῶν σύν αὐτῷ Ἀπφίας, Ἀρχίππου καί Ὀνησίμου. Τῆς Ἁγίας Μάρτυρος Κικιλίας καί τῶν σύν αὐτῇ. Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Καλλίστου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Ξανθοπούλου

Ἦχος πλ. δ´ – Ἑωθινόν Γ´.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ. δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί…

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος,…

ὁ α’ χορός   

Καὶ νῦν…

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς   πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις

. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος… 

[Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος.]

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ β’ χορός

Δόξα Πατρί… Τὴν σοφίαν καὶ Λόγον

Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.

ὁ α’ χορός   

Καὶ νῦν… Ἦχος πλ. δ’

Τὸ προσταχθὲν μυστικῶς

Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.

Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα

ὁ β’ χορός

Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος δ’

 Κατεπλάγη Ἰωσὴφ

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν, τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α’

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι ηὐλόγηταί σου…

 Ἡ Ὑπακοή.Ἦχος πλ. δ’.

Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α´

ὁ α’ χορός

Ἐκ νεότητός μου ὁ ἐχθρὸς με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος, συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.

ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτῷ καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β´

ὁ β’ χορός

Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.

ὁ α’ χορός

Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκώς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

Ἀντίφωνον Γ´

ὁ α’ χορός

Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ᾂρῃς με, ἀπὸ τῶν ἐνθένδε.

 ὁ β’ χορός

Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἡ γέρα τῶν βεβιωμένων.

ὁ α’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ´

ὁ β’ χορός

Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.

ὁ α’ χορός

Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως΄ Θεὸς τοῦτο γὰρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον

ὁ α’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ β’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ α’ χορός

Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, …

ὁ β’ χορός

… εἰς γενεὰν καὶ γενεάν.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

 

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β’.

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’). 

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ Γ’ Μαρκ.( ΙϚ’, 9-20)

Ἀναστὰς ὁ Ἰησοῦς πρωΐ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν , οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

ὁ α’χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

 

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾠδὴ α’.
Ἦχος πλ. δ’.Ὁ Εἱρμός.

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν. 

ΤΗΣ ΕΟΡΤΗΣ

Κανὼν δεύτερος

Ποίημα τοῦ Κυρίου Βασιλείου

ᾠδὴ α’   Ἦχος α’

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ᾨδὴν ἐπινίκιον

Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ, τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν, ἐν τῷ ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὠδαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον΄ τῷ ναῷ γὰρ σήμερον, ὡς καὶ Ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο, ὡς δῶρον πολύτιμον, τῷ Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ μητρικῶς, Ἰωακεὶμ δὲ σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δαυῒδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι, Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σαρκὶ τριετίζουσα, ἡ Θεοτόκος, Κυρίῳ προσάγεται, Ζαχαρίας ταύτην δέ, ὁ Ἱερεὺς τοῦ Θεοῦ, δεξάμενος ἐν τῷ Ναῷ, χαίρων ἀνέθετο.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παρθένοι χορεύσατε, λαμπαδηφόροι, ἐξάρξατε σήμερον, καὶ μητέρες ᾄσατε, τῇ Βασιλίδι Μητρί, προσερχομένῃ τῷ Ναῷ, τοῦ Βασιλέως Χριστοῦ.

 ὁ α’ χορός

Δόξα Πατρί…

Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα τὸ Ἅγιον, σὲ πιστῶς δοξάζομεν, ὡς Ποιητὴν τοῦ παντός, καὶ σοὶ βοῶμεν εὐσεβῶς, σῶσον ἡμᾶς ὁ Θεός.

ὁ β’ χορός

Καὶ νῦν…

Βαφῆς ἐξ αἱμάτων σου, τὴν ἁλουργίδα, φορέσας Πανάχραντε, προελθὼν ἀνέπλασεν, ὁ Βασιλεὺς καὶ Θεός, τὸ γένος ἅπαν τῶν βροτῶν, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

ᾠδὴ γ’.
Ἦχος πλ. δ’. Ὁ Εἱρμός.  

ὁ α’ χορός

Ὁ στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ, αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

ΤΗΣ ΕΟΡΤΗΣ

Κανὼν δεύτερος

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στερεωθήτω ἡ καρδία μου

Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐν τῇ ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον, θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ ἡμῶν.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πανηγυρίσωμεν φιλέορτοι…….

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰωακεὶμ εὐφραίνου σήμερον, καὶ ἀγάλλου Ἄννα τῷ πνεύματι, τὴν γεννηθεῖσαν ἐξ ὑμῶν, τῷ Κυρίῳ προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν Πανάμωμον.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ τοῦ Θεοῦ κατοικητήριον, ἐν Ναῷ ἁγίῳ προσφέρεται, ἡ Θεοτόκος Μαριάμ, τῇ σαρκὶ τριετίζουσα, καὶ αὐτῆς λαμπαδουχοῦσαι, αἱ παρθένοι προτρέχουσιν.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ τοῦ Θεοῦ ἀμνὰς ἡ ἄσπιλος, ἡ περιστερὰ ἡ ἀμόλυντος, ἡ θεοχώρητος σκηνή, τὸ τῆς δόξης ἁγίασμα, ἐν σκηνώματι ἁγίῳ, κατοικεῖν ᾑρετίσατο.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  

Ἡ τριετίζουσα τῷ σώματι, καὶ πολυετὴς ἐν τῷ πνεύματι, ἡ πλατυτέρα οὐρανῶν, καὶ τῶν ἄνω Δυνάμεων, ὑπερτέρα εὐφημείσθω, ἐν ᾠδαῖς ἡ Θεόνυμφος.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς Θεοτόκου ἑορτάζοντες, τὴν ἐν τοῖς ἀδύτοις προέλευσιν, λαμπαδουχοῦντες νοητῶς, ἐν φαιδρότητι σήμερον, καὶ ἡμεῖς σὺν ταῖς παρθένοις, τῷ Ναῷ πλησιάσωμεν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ Ἱερεῖς Θεοῦ ἐνδύσασθε, τὴν δικαιοσύνην ἐν χάριτι, καὶ ὑπαντήσατε φαιδρῶς, ὡς εἰσόδους παρέχοντες, θυγατρὶ τοῦ Βασιλέως, καὶ Θεοῦ εἰς τὰ Ἅγια.

ὁ α’ χορός

Δόξα Πατρί…

Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς αὐτοῦ, καὶ τὸ Πνεῦμα φῶς τὸ Παράκλητον, ὡς γὰρ Ἡλίου ἐξ ἑνός, ἡ Τριὰς ἀπαστράπτουσα, θεϊκῶς λαμπαδουχεῖ, καὶ συντηρεῖ τὰς ψυχάς ἡμῶν. 

ὁ β’ χορός

Καὶ νῦν…

Σὲ οἱ προφῆται προεκήρυξαν, κιβωτὸν Σεμνὴ ἁγιάσματος, θυμιατήριον χρυσοῦν, καὶ λυχνίαν καὶ τράπεζαν, καὶ ἡμεῖς ὡς θεοχώρητον, σκηνὴν ἀνυμνοῦμέν σε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…  

Κοντάκιον  Ἦχος δ’ (χύμα)

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ. Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

ὁ α’ χορός

Κάθισμα Ἦχος  δ’

Τῆς Ἑορτῆς

Κατεπλάγη Ἰωσὴφ

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν, τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

 

ᾠδὴ δ’ 

ὁ β’ χορός

Ὁ Εἱρμὸς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος, διὸ σὺν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀχράντου σου δόξης τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὶς καθορᾶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾍδην πλούτου κενούμενον΄ Τῆς θείας δυναστείας, σοῦ τοῦ ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.

ΤΗΣ ΕΟΡΤΗΣ

Κανὼν δεύτερος

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν πνεύματι προβλέπων

Προφῆτα Ἡσαΐα, προφήτευσον ἡμῖν, ἡ Παρθένος τὶς ἐστιν, ἡ ἔχουσα γαστρὶ; Ἡ ἐξ Ἰούδα τῆς ῥίζης ἀναφυεῖσα, καὶ γεννηθεῖσα ἐκ Δαυΐδ τοῦ Βασιλέως, σπέρματος ἁγίου καρπὸς εὐκλεής.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προφῆτα Ἡσαΐα……

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐξάρξατε παρθένοι, καὶ ᾄσατε ᾠδάς, ταῖς χερσὶ κατέχουσαι, λαμπάδας τῆς Ἁγνῆς, καὶ Θεοτόκου τὴν πρόοδον εὐφημοῦσαι, νῦν ἀπιούσης ἐν ναῷ τῷ τοῦ Κυρίου, ἅμα σὺν ἡμῖν ἑορτάζουσαι.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε νυνί, ἐν Ναῷ προσάγοντες, Κυρίῳ τὴν ἁγνήν, Θεοῦ Μητέρα Χριστοῦ τοῦ παμβασιλέως, γενησομένην, ἐξ ὑμῶν δὲ γεννηθεῖσαν, οἷον τριετίζουσαν δάμαλιν.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἁγία τῶν Ἁγίων, ὑπάρχουσα σεμνή, ἐν Ναῷ ἠγάπησας, ἁγίῳ κατοικεῖν, καὶ τοῖς Ἀγγέλοις Παρθένε προσομιλοῦσα, προσεκαρτέρεις παραδόξως οὐρανόθεν, ἄρτον δεχομένη, τροφὲ τῆς ζωῆς.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τεκόντες παρ’ ἐλπίδα, τὴν ἄχραντον Ἁγνήν, εὐσεβῶς ὑπέσχοντο, προσάξειν τῷ Θεῷ, καὶ ἐκπληροῦσι παρέχοντες ὥς περ θῦμα, τὴν γεννηθεῖσαν ἐξ αὐτῶν Ἰωακείμ τε, σήμερον καὶ Ἄννα ἐν οἴκῳ Θεοῦ.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐβλάστησεν ἡ ῥάβδος, ποτὲ τοῦ Ἀαρών, προτυποῦσα Ἀχραντε τὸν θεῖον τοκετόν, ὅτι ἀσπόρως συλλήψῃ, καὶ οὐ φθαρήσῃ, καὶ μετὰ τόκον παρθενεύουσα ὀφθήσῃ, βρέφος γαλουχοῦσα τὸν πάντων Θεόν.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παρθένοι τῇ Παρθένω, Μητέρες τῇ Μητρί, εὐσεβῶς προσδράμετε, τιμῶσαι σὺν ἡμῖν, τὴν γεννηθεῖσαν ὡς ἄμωμον ἱερεῖον, καὶ τὴν τεκοῦσαν ὡς Θεῷ καρποφοροῦσαν, πάντες οὖν φαιδρῶς ἑορτάσωμεν.

 ὁ β’ χορός

Δόξα Πατρί…

Τριάδα τοῖς προσώποις, Μονάδα τῇ μορφῇ, εὐσεβῶς δοξάζομεν, Θεὸν ἀληθινόν, ὃν ἀνυμνοῦσιν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ταξιαρχίαι ὡς τῆς κτίσεως Δεσπότην, ἅπαντες πιστῶς προσκυνοῦντες ἀεί.

ὁ α’ χορός

Καὶ νῦν…

Ἱκέτευε ἀπαύστως πανάχραντε Ἁγνή, ὃν σαρκὶ ἐκύησας, Υἱόν σου καὶ Θεόν, ἐκ πολυτρόπων παγίδων τοῦ διαβόλου, καὶ ἐκ παντοίων πειρασμῶν ἐπερχομένων,…

ὁ β’ χορός

…πάντας λυτρωθῆναι τοὺς δούλους σου.

ᾠδὴ ε’

  ὁ α’ χορός

Ὁ Εἱρμὸς

Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ Πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως. 

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ΤΗΣ ΕΟΡΤΗΣ

Κανὼν δεύτερος

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον

Λαμπροφορήσωμεν οἱ Ὀρθόδοξοι, πάντες συντρέχοντες, καὶ δοξάζοντες, τὴν Θεομήτορα, ὅτι Κυρίῳ, σήμερον προσφέρεται, ὡς θῦμα εὐπρόσδεκτον.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀγαλλιάσθωσαν οἱ Προπάτορες, σήμερον Δέσποινα, καὶ εὐφραινέσθω ἡ τεκοῦσά σε, σὺν τῷ πατρί σου΄ ὅτι ὁ καρπὸς αὐτῶν, Κυρίῳ προσάγεται.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν πολυώνυμον καὶ περίδοξον, ἄμωμον δάμαλιν, ὡς ἐν σαρκὶ κυοφορήσασαν, τὸν θεῖον μόσχον, πάντες ἀνυμνήσωμεν, πιστῶς ἑορτάζοντες.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τῆς νυμφεύσεως ἀπογράφονται, θεῖα συμβόλαια, τῆς ὑπὲρ νοῦν κυοφορίας σου, ἁγνὴ Παρθένε, σήμερον ἐν Πνεύματι, ἁγίῳ ἐν οἴκῳ Θεοῦ.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐξανοιγέσθωσαν τὰ προπύλαια, δόξης Θεοῦ ἡμῶν, καὶ δεχέσθωσαν τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα, ὥς περ τριετίζουσαν, ἀμίαντον δάμαλιν.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ πολυτίμητον καὶ κατάσκιον, ὄρος ὑμνήσωμεν, τὴν ἀειπάρθενον, Θεοῦ Μητέρα γενομένην· αὐτὴ γὰρ ἐξήστραψε, τὸ φῶς ἐν τοῖς πέρασι.

 ὁ α’ χορός

Δόξα Πατρί…

Τὴν ὑπεράρχιον καὶ ἀΐδιον, μίαν θεότητα, δοξολογοῦντες προσκυνήσωμεν, τρισὶ προσώποις, φύσει ἀδιαίρετον, καὶ δόξῃ ἰσότιμον.

ὁ β’ χορός

Καὶ νῦν…

Λιμένα εὔδιον καὶ ἀπόρθητον, τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν σου ἐν περιστάσεσι, Θεοκυῆτορ, πάντοτε λυτρούμενοι,…

ὁ α’ χορός

…κινδύνων καὶ θλίψεων.

ᾠδὴ ς’
ὁ Εἱρμὸς

ὁ β’ χορός 

Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε, δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

ὁ β’ χορός

Στίχ.  Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ ὢκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

ΤΗΣ ΕΟΡΤΗΣ

Κανὼν δεύτερος

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν Προφήτην Ἰωνᾶν

Ἑορτάσωμεν πιστοί, ἑορτὴν πνευματικήν, τὴν Μητέρα τοῦ Θεοῦ, ἀνυμνοῦντες εὐσεβῶς, ὑπάρχει γάρ, ἁγιωτέρα τῶν οὐρανίων Νοῶν.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν πιστοί, τὴν Μητέρα τοῦ Φωτός, ὅτι σήμερον ἡμῖν, ἐπέφανε, προερχομένη ἐν τῷ ναῷ τοῦ Θεοῦ.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Ἡ ἀμίαντος ἀμνάς, καὶ ἁγνὴ περιστερά, προσηνέχθη κατοικεῖν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ ἄμωμος, προορισθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Ἐν Ναῷ τῷ νομικῷ, τὰς εἰσόδους ἐκτελεῖ, ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ οὐράνιος σκηνή, ἐξ ἧς ἡμῖν, τοῖς ἐν τῷ σκότει τὸ φῶς ἐξέλαμψεν.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Νηπιάζουσα σαρκί, καὶ τελεία τῇ ψυχῇ, ἡ ἁγία κιβωτός, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, εἰσέρχεται, κατατρυφῆσαι τῆς θείας χάριτος.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Ἐκ παντοίων πειρασμῶν, καὶ κινδύνων ψυχικῶν, ἐλευθέρωσον ἡμᾶς, τοὺς προστρέχοντας εἰς σέ, πανύμνητε ταῖς σαῖς πρεσβείαις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

 ὁ β’ χορός

Δόξα Πατρί…

Ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τρισυπόστατε Μονάς, καὶ ἀχώριστε Τριάς, ἐλέησον τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.

ὁ α’ χορός

Καὶ νῦν…

Ἐν γαστρί σου χωρητός, ὁ ἀχώρητος παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ σοῦ, πανάχραντε, διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ Βασιλεύς

Κοντάκιον Ἀναστάσιμον.
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.

Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

Ὁ Οἶκος

Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

Συναξάριον

Τῇ ΚΒ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.

Στίχοι

  • Χριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ,

  • Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.

  • Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου.

Στίχοι

  • Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία,

  • Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.

  • Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα

  • Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου.

Στίχοι

  • Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω,

  • Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ.

Στίχοι

  • Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,

  • Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μενίγνου τοῦ κναφέως.

Στίχοι

  • Κάραν, κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,

  • Κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀββᾶ.

Στίχοι

  • Ἀββᾶν, τὸν ἐκτύπωμα ὄντα Ἀββάδων,

  • Τιμῶπρεπόντως, ὡς τεκνίων Πατέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Εὐφημία ξίφει τελειοῦνται.

Στίχοι

  • ΤὴνΕὐφημίαν σοι συνευφημεῖν ἔγνων,

  • Σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.

Στίχοι

  • Θαλλέλαιος Ἄνθιμος ἐκτετμημένοι,

  • Ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

  • Κάλλιστος ἐχθρὸν τὸν κάκιστον πτερνίσας,

  • Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θαδδαῖος, ἐν τροχῷ δεθείς, καὶ κατὰ πρανοὺς ἀφεθείς, τελειοῦται.

Στίχοι

  • Κατὰ πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει·

  • Φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀγαπίωνος, Σισινίου Ἱερομάρτυρος, καὶ Ἀγαπίου.

Στίχοι

  • Ἀπῆλθε, θηρσὶ μὴ βλαβεὶς Ἀγαπίων.

  • Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις

  • Εἶχες θύτην με νῦν δέ, καὶ θῦμα ξένον,

  • Ἔχεις με Σισίνιον, ἐκ ξίφους Λόγε.

  • Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ Κρανίῳ,

  • Ξίφει σὸν Ἀγάπιε τείνεις κρανίον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις,  Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος α’

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

ᾠδὴ γ’

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

…Ἅγιος εἶ Κύριε.

ὁ β΄ χορὸς

ᾠδὴ δ’

Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε. 

ὁ β΄ χορὸς

ᾠδὴ ς’

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός 

ᾠδὴ ζ’

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν. 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

Ὅτι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον Γ’

Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω, ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι΄ Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

ὁ β’ χορός

Γυναῖκες ἀκουτίσθητε

Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν, σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ’ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας∙ φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν∙ ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε∙ διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων∙ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

ΤΗΣ ΕΟΡΤΗΣ

Ἦχος α΄

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῶν οὐρανίων ταγμάτων

Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον΄ ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα, ἡ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.

ὁ α’ χορὸς 

Στίχ. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι

Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Nαῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, οὗ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί

 ὁ β’ χορός

Στίχ. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.

Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ΄ τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ, ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν ὡς Μητέρα αὐτοῦ.

α’ χορός

Δόξα Πατρί… ΕΩΘΙΝΟΝ Γ’ Ἦχος γ’

Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι’ αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. 

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε,  δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε,  δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

            Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

           Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον

ὁ β’ χορός

Ἦχος πλ. δ’.

Ἀναστάς ἐκ τοῦ μνήματος καί τά δεσμά διαρρήξας τοῦ ᾃδου, ἒλυσας τό κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ρυσάμενοςἐμφανίσας σεαυτόν τοῖς ἀποστόλοις σου, ἐξαπέστειλας αὐτούς ἐπί τό κήρυγμα καί δι’ αὐτῶν τήν εἰρήνην παρέσχες τῇ οἰκουμένη, μόνε πολυέλεε.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

᾽Αντίφωνον α´
῏Ηχος β´.
ὁ α’ χορός

Στίχ.  Μέγας Κύριος καί αἰνετός σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὅρει ἁγίῳ αὐτοῦ.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. ῾Ο Θεός ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ.  Καθάπερ ἠκούσαμεν, οὕτω καί εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.
         Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρί…

 ὁ β’ χορός

Καί νῦν…

         Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

᾽Αντίφωνον β´.
ὁ β’ χορός

῏Ηχος ὁ αὐτός.

Στίχ. Τοῦ ποταμοῦ τά ὁρμήματα εὐφραίνουσι τήν πόλιν τοῦ Θεοῦ..  ἠγίασε τό σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς Σοι· ᾽Αλληλούϊα.

ὁ α’ χορός

Στίχ. Ἐξομολόγησις καί ὡραιότης ἐνώπιον αὐτοῦ. ἀγιωσύνη καί μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ β’ χορός

Στίχ. Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ α’ χορός

Στίχ.῞Αγιος ὁ ναός σου, θαυμαστός ἐν δικαιοσύνῃ.
         Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν..

 ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

 ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  

᾽Αντίφωνον γ´.
ὁ α’ χορός

ἦχος δ´.

Στίχ. Πᾶσα ἡ δόξα τῆς θυγατρός τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

ὁ β’ χορός

Στίχ. Απενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…

ὁ α’ χορός

Στίχ. Απενεχθήσονται  ἐν εὐφροσύνη  καί ἀγαλλιάσει, ἀχθήσονται εἰς ναόν βασιλέως.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 Ἦχος β’

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ὁ ἀναστὰς ἐκ νεκρῶν,…
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορὸς

Ἀπολυτίκιον  Ἦχος δ΄

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

ὁ α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

. Κοντάκιον Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.  

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον ἦχος πλ.δ’

Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

                                 Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. 

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

(Ἐφεσ. δ´ 1-7)

Ἀδελφοί, παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

Ἀλληλούϊα (γ’) ΄].  Ἦχος πλ, δ’  [Ψαλμός 94]

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν

              τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.

Ἐκ τοῦ κατὰ Λουκᾶν

   (Λουκ. ιβ´ 16-21).

Εἶπεν ὁ Κύριος τήν παραβολὴν ταύτην· ᾽Ανθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα΄ καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων΄ Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε΄ Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω΄ καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου΄ Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός΄ ῎Αφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν. Ταῦτα λέγων, ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.   

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

ἦχος πλ.δ’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

Ἀπόλυσις  «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»

22 ΝΟΕ15 ΚΥΡΙΑΚΗ Θ΄ΛΟΥΚΑ (ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ)

 

Advertisements

One comment on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ Θ΄ΛΟΥΚΑ (ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ) (2015)

  1. Προσφέρατε σημαντική βοήθεια, κυρίως σε εμάς τους πρακτικούς ιεροψάλτες των μικρών χωριών.Γιατί σταματήσατε τις αναρτήσεις των ιερών ακολουθιών; Επαναλαμβάνω προσφέρατε έργο. Συνεχίστε να το κάνετε.- Ευχαριστώ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: