«ΣΗΛΥΒΡΙΑΣ ΤΟΝ ΓΟΝΟΝ» ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΗΧΟΣ Α΄ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ

Ἀπολυτίκιον Ἦχος α’

Τῆς ἐρήμου πολίτης 

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζεις γὰρ ἰάσεις παντοδαπὰς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

«Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε» ΗΧΟΣ ΠΛ. Α΄ ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΕΟΡΤΗΣ ΤΩΝ ΑΓΙΩΝ ΑΣΩΜΑΤΩΝ ΔΥΝΑΜΕΩΝ ΒΑΤΟΠΑΙΔΙΝΟΣ ΧΟΡΟΣ

Δόξα… Ἦχος πλ. α’

Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ  φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος· Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ’ ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.