Σχολιάστε

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΩΝ ΑΡΤΕΜΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ. ΟΣΙΟΥ ΓΕΡΑΣΙΜΟΥ ΚΑΙ ΟΣΙΑΣ ΜΑΤΡΩΝΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ 20 ΟΚΤΩΒΡΙΟΥ

Τῌ Κ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρας Ἀρτεμίου, τοΰ Ὁσίου καὶ θεοφόρου Πατρός, ἡμῶν Γερασίμου, καὶ τῆς Ὁσίας ἡμῶν Ματρώνης, τῆς Χιοπολίτιδος.


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

 Τοῦ Ἁγίου Ἀρτεμίου Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν 

Οὐρανίαις ἐλλάμψεσι, φωτισθεὶς τὴν διάνοιαν, τὸ τῆς πλάνης ἔφυγες σκότος Ἔνδοξε, καὶ τῷ φωτὶ προσεπέλασας, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ταῖς χάρισιν αὐτοῦ, καταυγάζεις τὰ πέρατα· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ἐπιπνοίᾳ τοῦ Πνεύματος, μυηθεὶς γνῶσιν ἔνθεον, τὸν τῶν ὅλων Κτίστην ἔγνως Ἀρτέμιε, καὶ τοὺς τῇ κτίσει λατρεύοντας, πανσόφως διήλεγξας, καὶ ὡδήγησας λαούς, εἰς Θεοῦ τὴν ἐπίγνωσιν, δι’ ὃν ἤθλησας, καὶ τὸ στέφος ἐδέξω τῶν καμάτων, λυτρωθῆναι ἱκετεύων, διαφθορᾶς τοὺς ὑμνοῦντας σε.

Πολυτρόποις κολάσεσι, χαλεπαῖς μαστιγώσεσι, παραδοὺς αἰκίζεσθαι τὸ πολύαθλον, καὶ καρτερώτατον σῶμά σου, θεόφρον Ἀρτέμιε, οὐκ ἠρνήσω τὸν Χριστόν, οὐ ξοάνοις ἐπέθυσας, ἀλλ’ ὑπέμεινας, ὥς περ πάσχοντος ἄλλου ἀναμένων, τὰς μελλούσας ἀντιδόσεις, καὶ τὴν ἀθάνατον εὔκλειαν.

Τοῦ Ἁγίου Ἀρτεμίου Ἦχος α΄

Τῶν Οὐρανίων ταγμάτων.

Τῶν Οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, καὶ τῷ Χριστῷ συνεῖναι, μετὰ Ἁγίων Ἀγγέλων, παντοίας τάς βασάνους ὑπέστης στερρός, καὶ τυράννων ὠμότητα, καὶ μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ συνεφραίνῃ τοῖς Μαρτύρων χοροῖς.

Μαρμαρυγαῖς ἀκηράτοις καταστραπτόμενος, τοῦ νοητοῦ Ἡλίου, ὦ Ἀρτέμιε μάρτυς, ὁλόφωτος ἐδείχθης, ὅλος Θεῷ, κατὰ χάριν πανένδοξε· διὸ Χριστῷ συνυπάρχων, ἐν οὐρανοῖς, ὑπὲρ κόσμου παντὸς πρέσβευε.

Τίς οὖν ἀξιως τοὺς ἄθλους ἐκδιηγήσεται, Ἀρτέμιε τρισμάκαρ, οὓς ἀνέτλης γενναίως, ἅπασαν ἰδέαν τιμωριῶν, ἀπελέγξας ἀνίσχυρον, πρὸς τὸν ἐνόντα σοι πόθον ὑπὲρ Χριστοῦ, τοῦ σὲ νῦν ἀντιδοξάσαντος.

 Τοῦ Ὁσίου Γερασίμου Ἦχος α΄

Πανεύφημοι μάρτυρες.

Πάτερ Γεράσιμε τὰ σά, θεῖα κατορθώματα, ἀνθρώπων γένος ἐξέστησαν, ὅτι ἐν σώματι, ἀσωμάτων θείαν πολιτείαν ἔνδοξε, διήνυσας ἰσχύι ῥωννύμενος τοῦ θείου Πνεύματος, οὗ καὶ σκήνωμα περίδοξον, θεοφόρε, ὄντως ἐχρημάτισας.

Πάτερ Γεράσιμε ἡ σὴ στάσις ὁλονύκτιος, καὶ τῶν δακρύων ἡ ἔκβλυσις, πάσας κατέσβεσε σαρκικὰς ὀρέξεις, πρὸς Θεὸν πτερούμενος, καὶ νοῦν καὶ τῆς καρδίας τὰ ὄμματα· ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τοῦ Ὁσίου Γερασίμου Ἦχος α΄

Τῶν Οὐρανίων ταγμάτων.

Τῶν μοναστῶν ποδηγέτης, καὶ Ἀσκητῶν ἡ κρηπίς, τὸ τῆς Πελοποννήσου, ἐγκαλλώπισμα θεῖον, Γεράσιμος ὁ μέγας, ὁ νῦν παρ΄ ἡμῶν εὐφημούμενος ἄριστα· πρόκειται γὰρ πανδαισία πνευματική, τοῖς πιστοῖς πᾶσιν ἀκόρεστος.

Τῶν Κεφαλλήνων προστάτης, καὶ Ὀρθοδόξων κρηπίς, σὺ ἐκ Θεοῦ ἐδόθης ὦ Γεράσιμε ὄντως· φάνηθι οὖν μάκαρ πᾶσιν ἡμῖν, τοῖς εἰς σὲ καταφεύγουσιν, ἀπὸ παντοίων κινδύνων καὶ πειρασμῶν, καθ΄ἑκάστην ἐκλυτρούμενος.

 Ἁγίας Ματρώνης Ἦχος δ’

Ὁ ἐξ ὑψίστου κληθείς.

Τοὺς σοὺς ἀγῶνας Ματρῶνα πανολβία, καὶ τὰ κατορθώματα τίς ἐξειπεῖν πρεπωδῶς καὶ ἀνυμνῆσαι δυνήσεται ; βροτείαν φύσιν, καὶ γὰρ παρήνεγκε παναοίδιμε· Ἀγγέλων ἠγάσθητε, ταῦτα πληθὺς καὶ Θεόν, τὸ ἀσθενὲς τὸ τῆς φύσεως ἐνδυναμοῦντα, μεγάλως ᾔνεσε καὶ ἐδόξασεν· ἀλλ΄ οἱ τρυφῶντες τῶν καλῶν τῶν σῶν, ἐκ πόθου πάντες σὲ μελπωμεν, τὸ πρὸς δύναμιν χρέος ὡς εἰκὸς ἀφοσιούμενοι.

Τῆς ἐγκρατείας πυρὶ πῦρ θεοφόρε, παθῶν ἐναπέσβεσας καὶ πῦρ ἀνήφθη σοι, τοῦ θείου πάνσεμνε ἔρωτος, ὃς πᾶσαν ὕλην, φιλοκοσμίας ἐναπετέφρωσε, καὶ ὃλην σε ἔπεισε μετατεθῆναι ἐκ γῆς πρὸς οὐρανῶν τῷ φρονήματι, καὶ ἰσαγγέλως, ἐν γῇ βιῶσαι μικροῦ πανθαύμαστε· καὶ νῦν Ἀγγέλοις συγχορεύουσα, ὧν καὶ τὸν βίον ἐζήλωσας, σὺν αὐτοῖς ἐκδυσώπει, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Χριστὸν ἐξ ὅλης ποθήσασα καρδίας, καὶ τούτου τῷ ἔρωτι τρωθεῖσα πάνσεμνε, ἐνεγκαμένην κατέλιπες, καὶ κόσμου σχέσιν, καὶ τὰ τερπνὰ τοῦ βίου ἀοίδιμε· βοῶσα νυμφίε μου, σὲ ἐπεπόθησα, καὶ τετρωμένη τῷ ἔρωτι τῷ σῷ ὀπίσω, σοῦ διὰ βίου παντὸς ἐφέψομαι· ὃς καὶ ὡς νύμφην ἀδιάφθορον εἰς οὐρανίους μετέστησε, σὲ Ματρώναν νυμφῶνας· ὃν ἡμῖν ἵλεων ἔργασαι.

Τοῦ Ἁγίου Ἀρτεμίου Δόξα… Ἦχος β’

Τοῦ Στουδίτου

Τὸν νοερὸν φωστῆρα τῆς πίστεως, Ἀρτέμιον τιμήσωμεν, ὅτι ἤλεγξε Βασιλέα τὸν ἔχθιστον, καὶ τῷ αἵματι τοῦ μαρτυρίου αὐτοῦ, τὴν Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεν· ὅθεν καὶ ἀπέλαβε, τῶν ἰαμάτων τὴν χάριν τὴν ἄφθονον, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πιστῶς προστρεχόντων, ἐν τῇ σορῷ τῶν λειψάνων αὐτοῦ.

Καὶ νῦν… Θεοτοκίον

Ὅτε, ἐκ τοῦ ξύλου σε 

Σκέπη, καὶ ἀντίληψις ἡμῶν, τῶν Χριστιανῶν σὺ ὑπάρχεις, καὶ προσφυγὴ κραταιά, Μήτηρ τοῦ Θεοῦ ἡμῶν· ἀλλὰ καὶ νῦν καὶ ἀεί, τῇ ἀγρύπνῳ δεήσει σου, μὴ παύσῃ πρεσβεύειν, σῴζεσθαι τοὺς δούλους σου, ἐκ περιστάσεως, πάντες, ὅτι σὲ μετὰ Θεόν, ἔχομεν ἀντίληψιν μόνην, οἱ Χριστιανοὶ καὶ καταφύγιον.

Ἢ Σταυροθεοτοκίον

Ὅτε, ἡ πανάμωμος ἀμνάς, ἄρνα τὸν αὐτῆς ἐθεώρει, ἑλκόμενον πρὸς σφαγήν, θρήνοις ἐνεκόπτετο, βοῶσα ὀλολυγμοῖς· Τὶ σοι δῆμος ἀχάριστος, γλυκύτατον Τέκνον, ἤδη ἀνταπέδωκεν, ὁ ἀπολαύσας ποτέ, οἴμοι! σῶν πολλῶν δωρημάτων; πῶς δὲ καὶ τὸν πόνον ἐνέγκω, ὅτι θέλων ταῦτα νῦν ὑφίστασαι;

Δόξα… Ἁγίου Ἀρτεμίου Ἕτερον. Ἦχος πλ΄. α΄.

Σήμερον ἡμέραν ὑπερλαμπρον, καὶ ἔαρ πανευφρόσυνον, ἀνέτειλε τοῖς πέρασιν, ἡ πάνσεπτος πανήγυρις τοῦ ἀθλοφόρου, λαμπρύνουσα τῶν εὐσεβῶν τὰς καρδίας, καὶ τοῖς θαύμασιν ὡς ἄνθεσι τοὺς πιστοὺς εὐωδιάζουσα. Δεῦτε οὖν ἅπαντες πιστοὶ εὐφρανθῶμεν τῷ πνεύματι, καὶ τὰς χεῖρας κροτήσωμεν, ἐπί τῇ λαμπρᾷ καὶ σεβασμίᾳ μνήμῃ τοῦ μάρτυρος, καὶ τοῖς ἄνθεσι τῶν ἐγκωμίων τούτων καταστέψωμεν, οὕτω βοῶντες· χαίροις Ἀρτέμιε ἔνδοξε μεγαλομάρτυς τοῦ Χριστοῦ, χαίροις ὅτε τὸν νοητὸν Φαραὼ ἐν τοῖς ρείθροις τῶν αἱμάτων σου ἀπέπνιξας, χαίροις ὁ τοῦ παραβάτου καὶ ἀθέου Ἰουλιανοῦ, τὰς κολακείας καὶ ἀπειλάς, εἰς οὐδὲν λογισάμενος· ἀλλὰ τῇ δυνάμει τοῦ Χριστοῦ ῥωννύμενος ἀήττητος αὐτοῦ τὴν ἄνοιαν εὐστόμως διήλεγξας, καὶ τῶν εἰδώλων τὴν πλάνην ἐμείωσας, καὶ ἐκήρυξας Χριστὸν τὸν Θεὸν, τὸν παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ· ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγεννησεν, ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραὴλ ἔμεινεν ἄβατος· ἡ Ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος· ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

Δόξα… Τοῦ Ἁγίου Γερασίμου. Ἦχος πλ. β΄.

Πόθῳ θείῳ καὶ ἔρωτι, τρωθεὶς τὴν ψυχὴν ἱερῶς Γεράσιμε πανθαύμαστε τὸν τῶν γεννητόρων πόθον ἀπώσω, καὶ συγγενῶν καὶ φίλων σαυτὸν ἀποχωρίσας, ἐμάκρυνας φυγαδεύων, τόπον ἐκ τόπου ἀμειβόμενος· καὶ δὴ ἐκ πολλῶν ἐνθέου βίου παραδειγμάτων, τὸ τῆς ἀρετῆς, μέλι ὡς ἐξ ἀνθέων, οἷα τις σοφὴ συλλεξάμενος μέλισσα, ἐν τῇ σαυτοῦ ψυχή, ὡς ἐν σίμβλῳ νοητῷ ἐναπέθηκας· διό σε ὁ Χριστὸς θαυμάτων ἐνεργείαις ἐδόξασεν ἐν γῇ καὶ τῆς χαρᾶς τῶν ἐκλεκτῶν ἐν οὐρανῷ κατηξίωσεν· ἧς καὶ ἡμᾶς μιμητὰς τοῦ σοῦ βίου γενομένου, ἀξιωθῆναι πρέσβευε, τοὺς ἐτησίως τελοῦντας τὴν μνήμην σου.

Καὶ νῦν… Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα… Τῆς Ἁγίας Ματρώνης. Ἦχος πλ. β’.

Ἀσκητικὴν ὁδεύσασα ὁδόν,παθῶν σαρκὸςἐνέκρωσας ὁρμάς, ὦ Ματρῶνα θεόσοφε· τοῦ γὰρ ὅλως τὴν ἡδύτητα ἀπειπαμένη θεόφρον, μόνον, τὸ ἀόρατον κάλλος ἐπόθησας. καὶ παστάδα τὴν ἐν γῇ καταλιποῦσα προθύμως, οὐρανίων μετὰ τέλος παναοίδιμε θαλάμων ἠξίωσαι· ἐν οἷς νοητῶς τῷ σῷ νυμφίῳ Χριστῷ, μετὰ τῶν φρονίμων παρθένων, ὡς παρθένος ἀδιάφθορος συγχαίρεις, καὶ γέγηθας ἀκορέστως, ὡραιότητος αὐτοῦ κατατρυφῶσα τῆς ἀκηράτου· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Καὶ νῦν… Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μοι ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως, ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὰ Ἀναγνώσματα.

 Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. δ΄7) 

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς, ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄1) 

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν καλασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 Παροιμοιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. κδ΄25)

Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θάρσει ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Εἰς τὴν Λιτὴν Ἁγίου Ἀρτεμίου Ἦχος α’.

Χαῖρε καὶ εὐφραίνου μεγαλομάρτυς Ἀρτέμιε, στρατιῶτα τοῦ μεγάλου Βασιλέως ἄριστε · Θεῷ γὰρ εὐηρέστησας, καὶ πάντων ὑπεριδών, ἐν οὐρανοῖς τὴν ζωὴν τὴν αἰώνιον ἀπείληφας. Ὅθεν ἡ σορὸς τῶν λειψάνων σου, παντοίων νόσων ἀποσοβεῖ ἐξ ἀνθρώπων, τῶν μετὰ πίστεως προσκυνούντων τὴν ἱεράν σου εἰκόνα. Χριστὸν γάρ, ὃν ἐπόθησας, αὐτὸς ἐν πᾶσι τοῖς πέρασιν ἐδόξασέ σε τρισόλβιε.

Ἦχος β’. Τοῦ αὐτοῦ.

Αὐτόκλητος ἐχώρησας πρὸς τὰ σκάμματα τῆς ἀθλήσεως, τρισμάκαρ Ἀρτέμιε, καὶ τοῖς μὲν τριβόλοις κεντουμενος, τὰς ἀκάνθας καὶ τριβόλους παρῆλθες τοῦ προπάτορος τῆς ἀρᾶς· τοῖς δὲ βουνεύροις τυπτόμενος, τὸν ἐχθρὸν ἐξενεύρισας, ὀγκίνοις τὰς πλευράς, καὶ τὰ βλέφαρα διαπαρείς, τὸν παλαιὸν πτερνιστήν, καὶ τὸν ἄρχοντα τοῦ σκότους τελείως κατῄσχυνας· τὰ δὲ ὀστᾶ συντριβείς, πᾶσαν νόσον θεραπεύεις τὴν χαρὰν δὲ ἀφαιρεθείς, ἀμαραντίνῳ στεφάνῳ κατέστεψας, ἐκτενῶς δεόμενος, ὑπὲρ τῶν εὐφημούντων σε.

Τοῦ αὐτοῦ. Ἦχος πλ. α’.

Ἡ παμφαὴς τοῦ μάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δᾳδουχεῖ, τοῖς πιστοῖς τὰ ἰάματα, νόσους ἀποσοβοῦσα, καὶ πάθη θεραπεύουσα· ἱκετεύει γὰρ Ἀρτέμιος τῷ Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Τοῦ Ὁσίου Γερασίμου. Ἦχος α’.

Τὸν θεοειδῆ ἀσκητήν, καὶ νεοφανῆ ἐκ τῆς Ἑώας ἀστέρα, θεῖον Γεράσιμον εὐφημήσωμεν. Οὗτος γὰρ ἔτι ζῶν, μεγάλως ἠγωνίσατο, ταῖς ἐπαγρύπνοις αὐτοῦ στάσεσιν, ἀμέσως παριστάμενος τῷ Κυρίῳ, διὸ καὶ μετὰ θάνατον ἡ θεῖα σορὸς αὐτοῦ τοῖς προσιοῦσι πηγάζει ἀεννάως τὰ θαύματα· ὑπὲρ ὧν καὶ πρεσβεύει ἀδιαλείπτως Χριστῷ τῷ Θεῷ δωρηθῆναι αὐτοῖς τὸ μέγα ἔλεος.

Ὁ αὐτός. Ὁσίου Γερασίμου.

Σὺν ταῖς ἄνω χορείαις ἐν Οὐρανοῖς σου τὸ πνεῦμα ἀγἀλλεται Γεράσιμε Ὅσιε, σῶμα δέ σου τὸ θεῖον ἐν τῇ τῶν Ὅμαλῶν Μονῇ διασῴζεται θαυματόβρυτον, εὐωδιάζον τοὺς προσπελάζοντας, καὶ μετ’ εὐλαβείας τοῦτο ἀσπαζομένους· οὕτω γὰρ Θεὸς τοὺς αὐτὸν ἀντιδοξάζει δοξάζοντας· ὃν ἱκέτευε θεοφόρε ἐκ κινδύνων ἡμᾶς ῥυσθῆναι καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Τοῦ Αὐτοῦ. Ἦχος δ’.

Δεῦτε ἅπαντες πιστοὶ πρὸς τὸν Ὅσιον δράμωμεν Γεράσιμον· οὗ τὰ παλαίσματα, καὶ τάς θείας ἀριστείας ἐκμιμούμενοι ὕμνοις καὶ ᾠδαῖς αὐτὸν καταστέψωμεν, βοῶντες πρὸς αὐτὸν ἐκτενῶς· μὴ ἀποκάμῃς ταῖς πρεσβείαις σου Πάτερ δεόμεθα, πρεσβεύειν τῷ πάντων δοτῆρι Θεῷ, σωθῆναι τάς ψυχὰς τῶν Ὀρθοδόξως, τελούντων τὴν θείαν, καὶ πανίερον μνήμην σου.

Τῆς Ὁσίας Ματρώνης Ἦχος. δ’.

Ἀραμένη τὸν Σταυρὸν ἐπὶ τῶν ὤμων, προθύμως τῷ καλοῦντι Χριστῷ ἠκολούθησας, καὶ διὰ βίου, πόνοις τῆς ἀσκήσεως συσταυρωθεῖσα αὐτῷ, ἀξιοπρεπῶς συνδοξάζῃ σεμνή· καὶ τῶν ἀπ’ αἰῶνος Ἁγίων τοῖς τιμίοις συνηδομένη ἀοίδιμε πνεύμασιν, ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν,

Ὁ αὐτός.

Αὔραις θείου Πνεύματος οἷα τις νοητὴ ναῦς, κυβερνωμένη θεόφρον, ἀκινδύνως τὸ τοῦ βίου πολυτάραχον διέπλευσας πέλαγος· πόνοις τε καὶ ἱδρῶσι τοῖς ἀσκητικοῖς, καὶ ἱστίῳ πτερουμένη θεωριῶν θείων ἀοίδιμε, διὸ πρὸς λιμένα καταντήσασα πανολβία τῆς τοῦ Χριστοῦ Βασιλείας, ὑπὲρ ἡμῶν αὐτὸν ἱλέωσαι.

Δόξα… τοῦ Ἁγ. Ἀρτεμίου Ἦχος πλ. δ’.

Τίς ἐξειπεῖν τὰς ἀριστείας σου σοφέ, ἢ τίς ἐπαινέσει τῶν ἀγώνων σου τὰ εἴδη; διπλοῦς γὰρ ὡς ὑπάρχων ἐκ ψυχῆς ὁμοῦ καὶ σώματος, τῷ κρείττονι τὸ χεῖρον ἔσπευσας καθυποτάξαι· ὅθεν ἀθλοφόρων ἀνεδείχθης ἀκρότης, καὶ προστάτης ἀκοίμητος τῶν εὐφημούντων σε.

Καί νῦν… Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεον ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δόξα… Ὁ αὐτὸς τοῦ Ὁσίου Γερασίμου. Ἦχος πλ. α’.

Βασιλεῦ Οὐράνιε, οἶδα πόσα δύνασαι ἐκτελεῖν θαυμάσια, τὸν θεῖόν σου καταπλουτίσας Γεράσιμον τὸν θεόφρονα· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ σου, ἐξήνθησε δικαίως, καὶ τῆς Κεφαλληνίας ἐπλήθυνε τὰ πνευματικὰ σπέρματα, ὑπογραμμός, καὶ τύπος αὐτῇ τε καὶ ἡμῖν ταῖς θείαις ἀρεταῖς γενόμενος· διὸ ταῖς τοῦ Ὁσίου ἱκεσίαις, ὡς παρρησίαν ἔχοντες πολλήν, τῆς Βασιλείας σου ἀξίωσον ἡμᾶς, τοὺς πίστει καὶ πόθῳ ἐορτάζοντας, τὴν ἀεισεβάστον μνήμην αὐτοῦ.

Καί νῦν… Θεοτοκίον

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δόξα… τῆς Ἁγίας Ἦχος πλ. α’.

Μῆτερ Ὁσία, ἐκρότησε στῖφος Ἀγγέλων ἐν σοὶ φάλαγξ δὲ ἀνῴμωξε τοῦ Σατᾶν· φύσιν γὰρ ὑπερέβησαν βροτείαν, οἱ σοὶ ἆθλοι ἀοίδιμε, καὶ σοὶ, πόνοι, σώματος τοὺς ὅρους ὑπερηκόντισαν· διὸ ὄντως ἰσαγγέλως ἐν γῇ, σαρκὸς καίτοι μετασχοῦσα θνητότητος βεβιωκυῖα ὤφθης Ἀγγέλων συνόμιλος ἐν οὐρανοῖς παναοίδιμε· ἵλεων οὖν ἡμῖν Χριστὸν ἀπέργασαι.

Καί νῦν… Θεοτοκίον

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον τῶν Ὁσίων.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

 Τοῦ Ἁγ. Ἀρτεμίου.

Ἦχος δ’ Ἔδωκας σημείωσιν.

Νεύροις συγκοπτόμενος, καὶ ὀφθαλμοὺς ὀρυττόμενος, καὶ ἰκρίῳ κρεμάμενος, ξηστῆρσι ξεόμενος ἀπηνῶς τὰς σάρκας, θύειν τε εἰδώλοις, ἐγκελευσάμενος σοφέ, οὐκ ἐξηρνήσω Χριστοῦ τὸ ὄνομα, ἀλλ΄ἤλεγσας στερρότατα, τοῦ δυσσεβοῦς τὴν παράνοιαν, καὶ δεινὴν ματαιότητα ἀθλοφόρε Ἀρτέμιε.

Πρὸς τὴν ἐπουράνιον ἀποσκοπῶν ἀξιάγαστε, κλῃρουχίαν Ἀρτέμιε, πληγάς τε καὶ μάστιγας εἰς οὐδὲν ἠγάσω· εἰς τὴν εὐφροσύνην, καὶ τὴν ἀντίδοσιν σαφῶς, ἐν οὐρανίοις σκηναῖς σου προὔθηκεν, διό σου τὰ μνημόσυνα, ἐπιτελοῦντες δοξάζωμεν, Ἰησοῦν τὸν φιλάνθρωπον, τὸν ἀεί σε δοξάξοντα.

 Τοῦ Ἁγ. Γερασίμου

Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις Κεφαλληνίας στερρόν, Θεοῦ προνοίᾳ, καὶ ἑδραῖον κραταίωμα, ὁ μύστης ὁμοῦ καὶ φύλαξ, καὶ ἀντιλήπτωρ θερμός, παρέχων πᾶσι, τὴν βοήθειαν· ἀεὶ γὰρ πλουτοῦμέν σε ἐν κινδύνοις ὑπέρμαχον, ἐπίκουρόν σε συμπαθῆ ἐν ταῖς θλίψεσι, περιστάσεων τοῦ λοιμοῦ ἡμᾶς σῴζοντα, Φρούρει οὖν δυσωποῦμέν σε, Γεράσιμε Ὅσιε, τὴν νῆσον ταύτην καὶ πάντας, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, ἐκ πάσης ἀνάγκης, καὶ Χριστὸν ἀεὶ δυσώπει, ὑπὲρ τῆς ποίμνης σου.

Ἁγίου Γερασίμου ὁ αὐτός.

Πλοῦτος καὶ θησαυρὸς ἀρετῶν, καὶ ἀγάπης θεῖος μύστης γεγένησαι, δοξάζων μόχθοις καὶ πόνοις τὸν ἐν ὑψίστοις Θεόν· εὐκλεῶς διό σε ἀντεδόξασε, θαυμάτων φαιδρότητι στεφοδότης ὁ πάνσοφος, πηγὴν τοῖς πᾶσι, καθιστῶν σε ἀκένωτον, τὰ ἰάματα, τοῦ παρέχειν τοῖς χρῄζουσιν, δαίμονας ἐκδιώκειν τε, Γεράσιμε Ὅσιε, καὶ σοῦ τὸ πάνσεπτον σκῆνος, εἰς εὐωδίας ἀπόλαυσιν, πιστοῖς παρασχεῖν τε, πρεσβευτήν σε καὶ προστάτην καὶ ἀντιλήπτορα.

 Τῆς Ὁσίας Ματρώνης,

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

(λέγε ὅσα βούλει ὁ προεστώς).

Κράτος κατ᾿ ἐχθρῶν τῶν ἀφανῶν, ᾔρω πανολβία καὶ νίκην, λαμπρὰν νικήσασα, τὰς ἐκείνων φάλαγγας, καὶ ἐπηρμένην ὀφρύν, τοῦ πτερνίσαντος ἔνδοξε, εἰς γῆν καθελοῦσα· ὅθεν νῦν ἀπάρασα, πρὸς οὐρανίους σκηνάς, νίκης τὰ βραβεῖα κομίζῃ, τῆς ἀνεκλαλήτου καὶ θείας, δόξης καὶ τρυφῆς ἐπαπολαύουσα.

Κλίμαξ πρὸς οὐράνιον σαφῶς, ἄνοδον ὑπῆρξάν σοι πόνοι, οἱ τῆς ἀσκήσεως· τούτοις χρησαμένη γάρ, καὶ ὄγκον τὸν τῆς σαρκὸς, ὦ Ματρῶνα λεπτύνασα, ψυχῆς τε τὰ πτίλα βάρους ἐκτινάξασα, τοῦ τῶν παθῶν εὐχερῆ εὗρες κομιδῇ, τὴν ἐκεῖσε πτῆσιν καὶ Ἀγγέλοις ἐγένου, μετὰ τὴν ἐντεῦθεν ἄρσιν σύσκηνος.

 Δόξα… τοῦ Ἁγίου Ἀρτεμίου Ἦχος δ’.

ᾈσματικοῖς ἐγκωμίοις πιστοὶ σήμερον ὁμοφρόνως τιμήσωμεν, Ἀρτέμιον τὸν ἐνδοξότατον· οὗτος γὰρ βασιλέα ἤλεγξε παρανομώτατον, καὶ βασάνους ὑπομείνας πολλάς, καὶ στρεβλώσεις, τὸ αἷμα αὐτοῦ προθύμως ἐξέχεεν ὑπὲρ τῆς τοῦ Χριστοῦ ὁμολογίας· ὅθεν θαυμάτων χάριν εἰληφὼς παρὰ Θεοῦ, θεραπεύει νοσήματα πλουσίως τοῖς αὐτῷ προσεδρεύουσι· διὸ Χριστὲ ὁ Θεός, ὁ τὸν σὸν ἀθλοφόρον ἀξὶως ἐνισχύσας, διάσωσον καὶ ἡμᾶς ἐκ παντοίων πειρασμῶν καὶ θλίψεων, ταῖς αὐτοῦ ἱκεσίαις ὡς εὔσπλαγχνος.(Πέτρου Πελοποννησίου)

Καὶ νῦν… Θεοτοκίον.

Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων ποιητήν, ἵνα πάντες κράζομέν σοι· χαῖρε μ΄νη προστασία τῶν ψυχῶν ἡμῶν.

 Ἕτερον ἐκ τοῦ μηναίου.

 Δόξα… Ἦχος πλ. β΄

Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ ἀθλοφόρου αὐγάζεται ἀκτῖσι· καὶ ἡ τοῦ Θεοῦ Ἐκκλησία τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἀρτέμιε βοᾷ σοι, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε· μὴ ἐλλείπῃς πρεσβεύων ὑπὲρ τῶν δούλων σου.

Καὶ νῦν… Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

Καὶ νῦν… Τριήμερος ἀνέστης 

Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.

Δόξα… τοῦ Ἁγίου Γερασίμου Ἦχος πλ δ΄.

Οἷον βούλει ὁ προεστὼς ψάλλειν.

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πατὴρ ἡμῶν Γεράσιμε· διὰ γάρ σου τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ΄ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Γερασίμου Μικραγιαννανίτου

Δόξα… Ἦχος ὁ αὐτός.

Τίς ἀξίως ὑμνήσει, τῆς σῆς ασκήσεως τὰ σκάμματα, καὶ τῶν θαυμάτων τὴν πληθύν, θαυματουργὲ πάτερ Γεράσιμε; ὡς γὰρ ἄγγελος ἐν γῇ ἐπολιτεύσω μακάριε, καὶ ἀξίως δεδόξασαι, τῇ ἀφθόνῳ χορηγίᾳ της χάριτος· οὐ μόνον γὰρ τὸ γύναιον, τοῦ φρέατος ἐξάγεις ζῶν ἐπιστάς, ἀλλὰ καὶ πλείστους λυτροῦσαι, τῆς τῶν ἀκαθάρτων πνευμάτων μάστιγος· διὸ τῷ θείῳ λειψάνῳ σου προσπίπτοντες βοῶμέν σοι· Ἵλεων ἀπέργασαι ἡμῖν, τὸν ἐλεήμονα Κύριον δεόμεθα ὅσιε.

Καί νῦν… Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεον ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 Δόξα… τῆς Ἁγίας Ματρώνης Ἦχος πλ. δ.

Τὸ κατ΄εἰκόνα Μῆτερ, καθαρὸν τηροῦσα Θεοῦ, καὶ ὁμοίωσιν, ἔμψυχος ὤφθης στήλη ζωῆς τῆς ἐνθέου, καὶ θεῖον ἐκσφράγισμα· διὸ μιμητάς τοῦ σοῦ βίου δεῖξον καὶ ἡμᾶς τοὺς ἐκ πόθου σου μέλποντας τοὺς ἄθλους, τὰ σκάμματα, καὶ τὴν πρὸς τοὺς δαίμονας ἀνενδοτον πάλην· καθ’ ὧν παράσχου καὶ ἡμῖν, σαῖς πρεσβείαις, τὴν νίκην ἀοίδιμε.

Καί νῦν… Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἀπολυτίκια

Ἦχος δ’ Ταχὺ προκατάλαβε 

Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἁγίου Ἀρτεμίου

Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὡς στερρὸς ἀδάμας τὸν παραβάτην κατῄσχυνας· καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθεὶς διὰ τὴν πέτραν, Χριστόν, καὶ αἰκισθεὶς στέφος ἐδέξω τοῦ μαρτυρίου μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ σὲ στεφανώσαντι, δὸξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ὁσίου Γερασίμου ὁ αὐτός.

Τὸν Ὀρθόδοξον προστάτην, καὶ ἐν σαρκὶ Ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν ἰαμάτων τὴν ἀέναον χάριν· ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου Γερασίμου εἰς Ἦχον α’ .

Τῆς σαρκὸς χαλινώσας τὰ σκιρτήματα ἅπαντα, καὶ τὰ πάθη νεκρώσας, ἐγκρατείας τοῖς βέλεσιν, ἀνήχθης πρὸς ἀπάθειαν σοφέ, ὡς ἄσαρκος βιώσας ἐκ πηγῆς· διὰ τοῦτο καὶ θαυμάτων πηγὰς προχέεις ἡμῖν τοῖς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, φρουρὸν Γεράσιμε.

Δόξα… τῆς Ἁγίας Ματρώνης. Ἦχος ὁ αὐτός.

Μονάσασα θεαρέστως ἐναρέτως ἐβίωσας, καὶ χάριν ἰἀμάτων ἐκομίσω Ματρῶνα θεόληπτε· θαυμάσια δὲ τελέσασα φοβερά, Μονὴν

συνεκρότησας ἱερὰν· προσενήνοχας πληθὺν τῶν πιστευσάντων σοι παμμακάριστε· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καί νῦν… Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 Μετὰ τὴν α’. στιχολογίαν.Εἰς τὸν ὄρθρον

Κάθισμα Ἀγ. Ἀρτεμίου ‘Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.

Βασάνων ἀλγεινῶν, ἀνδρικῶς ὑπομείνας, τὴν ἄπονον ζωήν, ἐκομίσω παμμάκαρ, Ἀρτέμιε ἔνδοξε, ἀθλητῶν ἐγκαλλώπισμα· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα τὴν σὴν πανίερον μνήμην, ἐνθέως ἀγάλλεται.

Ἦχος ὁ αὐτὸς τοῦ Ἁγίου Γερασίμου.

Τὸν νέον ἀσκητὴν καὶ Χριστοῦ ὑπηρέτην, Ὁσίων καλλονήν, Ἱερέων τὸ κλέος, Γεράσιμον ὑμνήσωμεν, καὶ ᾠδαῖς μεγαλύνωμεν, ὡς ἀσκήσαντα καὶ τῶν δαιμόνων τὰ στίφη, ἐκνικήσαντα τῇ τοῦ Σταυροῦ πανοπλίᾳ καὶ ῥώμῃ καὶ χάριτι.

Δόξα…τῆς Ἁγίας Ματρώνας Ἦχος δ΄

Ἐπεφάνης σήμερον.

Τὰ φρικτά σου σκάμματα, Μῆτερ Ματρῶνα, εὐφημεῖν οὐ δύναται φύσις βροτεία πρεπωδῶς· πῶς οὖν ἡμεῖς εὐπορήσαιμεν, ὕμνοις ἀξίοις τὸ χρέος ἀφοσιώσασθαι.

Καὶ νῦν… Θεοτοκίον.

Χρυσωθεῖσα πνεύματι, Κιβωτὸς ὤφθης ἡ τὸν κόσμον σώζουσα, τῆς καταιγίδος τῆς πικρᾶς, καὶ εἰς λιμένα ἐπάγουσα τῆς σωτηρίας τοὺς θέλοντας σῴζεσθαι.

 Μετὰ τὴν β’. στιχολογίαν.

Κάθισμα ἦχος γ’. Τὴν ὡραιότητα.

Ἁγ. Γερασίμου.

Ἅπαν τὸ φρόνημα, σαρκὶ ἐμάρανας, βίου ὀρθότητα, ἀσκήσας ἄριστα, καὶ τῶν καμάτων ἀμοιβήν, τὰ θαύματα ἐκομίσω, ὅθεν και τὸ σκῆνός σου, τὸ σεπτὸν καὶ σεβάσμιον, βρύει τὰ ἰάματα, τοῖς εἰς μετὰ πίστεως προσπίπτουσι τῇ θείᾳ σκέπῃ, Πάτερ θέοφρον Γεράσιμέ.

Τῆς Ἁγίας ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Ἐξιστᾶ τὰ σὰ σεμνή, πᾶσαν βροτείαν ἀκοήν, καὶ διάνοιαν καὶ νοῦν, ἐκπλήττει μέγεθος τῶν σῶν, ἀγωνισμάτων Ματρῶνα καὶ παλαισμάτων, ἐκ πρώτης ἡλικίας γάρ, ἀκολουθοῦσα Χριστῷ, προθέσει ὁλικῇ, ἀσκητικαῖς ἀγωγαῖς, τὰς τῆς σαρκὸς ἐνέκρωσας, ἁπάσας, ἐπαναστάσεις πανθαύμαστε, καὶ διαβόλου, τὴν ἐπηρμένην, ὀφρὺν καθεῖλες καὶ ᾔσχυνας.

Δόξα…τοῦ Ἁγίου Ἀρτεμίου. Ἦχος πλ. α’. Τὸν συνάναρχον.

Ἀρτεμίου τοὺς πόνους ἀνευφημήσωμεν, ἱερῶς ἀθροισθέντες ἐν τῷ πανσέπτῳ ναῷ, τοῦ ἀθλοφόρου ψαλμικῶς, ὦ φιλέορτοι, μακαρίσωμεν πιστῶς, καὶ ἐκβοήσωμεν αὐτῷ· ὁπλῖτα τῆς εὐσεβείας, μὴ διαλείπῃς πρεσβεύων, ὑμῖν δοθῆναι εἰρήνην καὶ μέγα ἔλεος.

Καὶ νῦν… Θεοτοκίον.

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 Μετὰ τὸν Πολυέλεον

Κάθισμα ἦχος πλ. δ’. Τὴν σοφίαν καΐ λόγον.

Τὴν ῥοώδη ἀπείπω Μῆτερ σκηνήν, τῆς ἀσκήσεως ᾔρω χρηστὸν ζυγόν, Ματρῶνα ἀοίδιμε, καὶ ὀπίσω εἰσέδραμες, τοῦ Νυμφίου τοῦ κάλλει, ὡραίου καὶ ἔκραζες, ἀποθάνω ὡς ἴδω, τὴν σὺν ὡραιότητα· ὅθεν σὺν Ἀγγέλοις ἐντρυφᾷν ἠξιώθης, τῆς αἴγλης καὶ λαμπρότητος, τῆς Τριάδος θεόληπτε· διὸ πίστει βοῶμέν σοι· πρόσδεξαι ὕμνους ἡμῶν, ὦ σεμνή, τῶν πταισμάτων ἄφεσιν ἀμείβουσα, ταῖς πρὸς Θεόν σου πρεσβείαις δεόμεθα.

Ἁγίου Ἀρτεμίου ὁ αὐτός.

Ἐξ οἰκείων αἱμάτων ὁ ἀθλητής, ἑαυτῷ πορφυρίδα βάψαι καλῶς, ὡραῖος τοῖς μίγμασι, τῷ Χριστῷ προσενήνεκται, τρισηλίου δόξης, φωτὶ λαμπρυνόμενος· καὶ ἡμᾶς φωτίζων, αὐτὸν μακαρίζοντες· ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν αὐτοῦ μνήμην, τελοῦντες λαμβάνομεν, ἰαμάτων χαρίσματα, ᾧ ἐν πίστει βοήσωμεν, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ πάντων τῶν πόθῳ τελούντων τὴν φωσφόρον καϊ εὔσημον μνήμην σου.

Δόξα…τοῦ Ἁγίου Γερασίμου. Ἦχος ὁ αὐτός.

Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως χαρίσματα ἔλαβες τοῦ ἰᾶσθαι τάς νόσους τῶν πίστει τιμώντων σε, ὅθεν καὶ δαιμόνων, ἀπελαύνεις τὰ πλήθη, καὶ παρέχεις ἰάματα τοῖς ἀνθρώποις Μακάριε. Θεοφόρε Γεράσιμε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν… Θεοτοκίον.

Τοῦ ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε, ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, ἵνα πόθῳ κραυγάζω σοι· Θεοτόκε πανύμνητε, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

Ἀντίφωνον Α’

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Προκείμενον Ἦχος δ’

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Πᾶσα πνοή. Εὐαγγέλιον. Ὁ Ν’

Δόξα… Ταῖς τῶν Ὁσίων καὶ τοῦ ἀθλοφόρου

Καὶ νῦν… Ταῖς τῆς Θεοτόκου

Στίχ. Ἐλέησόν με ὁ Θεός…

Καὶ τὰ Ἰδιομελα. ἦχος πλ. Β’.

Ἁγίου Ἀρτεμίου.

Ἦχος πλ. β΄

Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ ἀθλοφόρου αὐγάζεται ακτῖσι· καὶ ἡ τοῦ Θεοῦ Ἐκκλησία τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἀρτέμιε βοᾷ σοι, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε· μὴ ἐλλείπῃς πρεσβεύων πρὸς Κύριον.

Ἁγίου. Γερασίμου ὁ αὐτός.

Γεράσιμε Ὅσιε, τῇ πολιτείᾳ ἰσάγγελε, καὶ πιστὲ θεράπων Χριστοῦ, ὡς ἔχων παρρησίαν πρὸς τὸν Σωτῆρα Χριστόν, περίσωζε ἡμᾶς ταῖς εὐπροσδέκτοις πρεσβείαις σου, ἀπὸ παντοίων κινδύνων, ὅτι πρὸς σὲ καταφεύγομεν.

 Τῆς Ἁγίας Ματρώνης ἦχος β’.

Σήμερον ἡ Παρθένος, συγκαλεῖ Ματρῶνα ἅπαντας, πρὸς λαμπρὰν ἑστίασιν τῶν αὐτῆς παλαισμάτων, αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ ἐκείνης πρὸς τοὺς πόνους ἀνένδοτον, Σατᾶν ἡ ἰσχὺς τεθριάμβευται, καὶ δαιμόνων ἡ πληθὺς διωλόλυξεν, ἡμεῖς δὲ τῷ ἐνδυναμώσαντι αὐτήν, δόξαν δῶμεν πάντες Χριστῷ, ὃς φύσεως τὸ χαῦνον δυναμοῖ οἰκείῳ σθένει.

 Οἱ Κανόνες κατὰ σειρὰν Ἁγίου. Ἀρτεμίου καὶ Ἁγίου Γερασίμου καὶ Ἁγίας Ματρώνης ἐκ τῶν Ἀκολουθιῶν.

Ὠδὴ α’. Ἀρτεμίου Ἦχος πλ. δ’.

ᾌσωμεν τῷ Κυρίῳ

Ἄναξ Θεὲ τῶν ὅλων, αἴγλην οὐρανόθεν μοι κατάπεμψον, τοῦ ὑμνῆσαι ἀξίως τὸν κλεινὸν ἀριστέα Ἀρτέμιον.

Ἴθυνον τοῦ νοός μου, τοῦ Χριστοῦ Ἀρτέμιε τὴν κίνησιν, τοῦ δοξάσαι ἀξίως, τὴν σεπτήν σου πανήγυριν ᾄσμασιν.

Νόμοις τῆς τοῦ Δεσπότου, ἐπακολουθῶν, μάρτυς αὐτόκλητος, θαρσαλέως ἐν μέσῳ, ὑπεισῆλθες τρισμάκαρ τοΰ σκάμματος.

Θεοτοκίον.

Ὤφθης ἁγιωτέρα πάντων τῶν ἀϋλων, ἱκετεύω σε, οὐρανίων ταγμάτων, τῶν παθῶν τῆς ἀχλύος ῥυσθῆναί με.

Ἁγίου Γερασίμου Ἦχος δ’.

Θαλάσσης τὸ ἐρυθραῖον.

Τὸν νοῦν μου, ταῖς σαῖς πρεσβείαις Ἅγιε λαμπρῶς ὁδήγησον, καὶ τὸ τῆς γλώττης ἄμουσον σοφέ, ἵν΄ἀξίως ἀγῶνας τοὺς σούς, καὶ διαυγῆ παλαίσματα, κροτῶν αἰνέσω ἀγαλλομενος.

 Τὸν πόθον τῶν γεννητόρων ἔνδοξε, οὐδὲν λελόγισαι τὴν πρὸς Θεὸν προκρίνας βιωτήν, ἐξ ὀνύχων διὸ ἁπαλῶ πάντα λιπὼν Γεράσιμε, Χριστοῦ τοῖς ἴχνεσιν ἐβάδισας

Τερπνότης, ἡ τῶν παρόντων ῥέουσα οὐδόλως ἴσχυσε, τὸ στιβαρὸν ἀμβλύνας σῆς ψυχῆς, καὶ τὸ φίλτρον τὸ πρὸς τὸν Χριστόν, ᾧ κολληθεὶς κατέλιπες, πᾶσαν ἐπίκηρον ἀπόλαυοιν.

Θεοτοκίον.

Τὴν μόνην, ἐν γυναιξὶν ἀπείρανδρον Ἁγνὴν τιμήσωμεν ἱκετικῶς βοῶντες πρὸς αὐτήν, Γερασίμου λιταῖς τοῦ σεπτοῦ, καὶ σαῖς πρεσβείαις Ἄχραντε, τήνδε τὴν ποίμνην σου διάσωσον.

Ὁ αύτός. Ἁγίας Ματρώνης. Ἦχος δ’.

Ἀνοίξω τὸ στόμα μου

Ματρῶναν τιμήσωμεν, τὴν ἱερὰν ὦ θεόφρονες, καμάτους γεραίροντες τοὺς ὑπὲρ φύσιν αὐτῆς, καὶ τὰ σκάμματα, καὶ τὴν πρὸς ἀοράτους, ἀνένδοτον ἔνστασιν, ἐχθροὺς ἀλάστορας.
 

Ἀβέβαιον ἄστατον, ἅπαν εἰδυῖα πανθαύμαστε, τερπνὸν τὸ ὁρώμενον, μόνα ἐπόθησας, τὰ ἀόρατα, Ματρῶνα καὶ ἐμφρόνως, τὰ ἄνω Βασίλεια, κτήσασθαι ἔσπευσας.

Ὡς κρίνον σε εὔοσμον, ὡς ῥόδον εὔχρουν ὑπέρτιμε, Θεὸς μέσον εὕρηκε, τῶν ἀκανθῶν καὶ αὐτοῦ, κατηγλάϊσε, ταῖς χάρισι Ματρῶνα, καὶ Χίοις σε ἔδειξε δόξαν καὶ καύχημα.

Θεοτοκίον.

Ναὸς καὶ παλάτιον, εὐρυχωρότατον πέφηνας, Θεοῦ παναμώμητε, μόνη χωρήσασα, καθαρότητος, ἁγνὴ περιουσία, χωρεῖν, ὃν οὐ δύναται, εὗρος οὐράνιον.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου

Ἁγίου Ἀρτεμίου ᾨδη γ’.

Σὺ εἶ τὸ στερέωμα.

Πόθῳ πυρπολούμενος, καὶ τῆς εὐσεβείας Ἀρτέμιε, μέσον ἑστὼς μάρτυς τοΰ σταδίου τὸν Βελίαρ, κατῄσχυνας.

Ὀγκίνοις κεντούμενος, καὶ ὀφθαλμοὺς ὑστερούμενος, διὰ Χριστὸν ὅθεν τοὺς στεφάνους τῆς ἀθλήσεως εἴληφας.

Θρόνῳ τὸν Παντάνακτος, μάκαρ ἀεὶ παριστάμενος, μνείαν ποιοῦ, ὑπὲρ τῶν ἐν πίστει σου τιμώντων τὴν ἄθλησιν.

Θεοτοκίον.

Ὡς τῶν ὑπὲρ ἔννοιαν θεωριῶν παμμακάριστε τῶν Προφητῶν αἱ προρρήσεις πᾶσαι, ἐπὶ σοὶ γὰρ πεπλήρωνται.

Ἀγ. Γερασίμου. ᾨδὴ γ’.

Εὐφραίνεται ἐπὶ σοί.

Ὡς ἔμπορος νουνεχής, τῶν ἐπιγείων τὰ τερπνὰ ἤλευσας, πλοῦτον ποθῶν ἔνδοξε, τὸν ἀληθινὸν καὶ ἀἴδιον.

Τὸ φρόνημα τῆς σαρκὸς, θεοφιλῶς δουλώσας τῷ Πνεύματι, σκεῦος ἐχρημάτισας, καὶ λαμπρὸν δοχεῖον τοῦ Πνεύματος.

Ἐργάτης ὡς ἀληθῶς τῆς ἀρετῆς ἐδείχθης Γεράσιμε, νοῦν καὶ τὴν διάνοιαν, ἄνω πρὸς Θεὸν ἔχων ἄτρεπτον.

Θεοτοκίον.

Συντήρει Μῆτερ Θεοῦ, ἐξ ἐπηρείας τήνδε τὴν ποίμνην σου, ἥτις ἐν σοὶ πέποιθε τῇ σῇ ἀρωγῇ καταφεύγουσα.

Ἁγίας Ματρώνας ᾨδὴ γ’.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

ᾈσμάτων καὶ κρότων πανολβία, τὰ σὰ ὄντως ἄξια τελεῖ, Θεὸν γὰρ τοῖς σοῖς μέλεσι, τοῖς ἱεροῖς ἐδόξασας καὶ τούτῳ θῦμα γέγονας, καὶ ἱερὸν καλλιέρημα.

Ὕδατος στενώσασα καὶ ἄρτου, ἐνδείᾳ Ματρῶνα κομιδῇ, γαστέρα πᾶσαν ἔφεσιν, τὴν ταύτης ἐχαλίνωσας· διὸ εὐρυχωρότατον, ἐν οὐρανοῖς πλάτος ἔφθασας.

Μεγάλως ἀσκήσασα καὶ πόνοις, μεγάλοις τιμήσασα Χριστόν, μεγάλα ὄντως εὕρηκας, ἐν οὐρανίοις τὰ ἔπαθλα, καὶ τὰ βραβεῖα ἔνδοξε, τῶν ὑπὲρ φύσιν καμάτων σου.

Θεοτοκίον.

Νεκρὸς χρηματίζων οὐ γινώσκω, κακίας τῷ κάρῳ συσχεθείς, καὶ μέθῃ ἀπογνώσεως, βεβαπτισμένος Δέσποινα· ἀλλ᾿ ἡ νεκροὺς ζῳώσαντα τεκοῦσα, αὕτη με ζῴωσον.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

Κοντάκιον τῆς Ἁγίας Ματρώνας

Ἦχος γ’. Ἡ Παρθένος.

Οὐδαμῶς τὸ θῆλύ σοι, ἐμποδὼν ὤφθης Ματρώνα, πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας ὄντως καὶ ἄθλους· ᾔσχυνας διὸ τὸν μέγαν νοῦν θεοφόρε, εὔφρανας τὸ γυναικεῖον μεγάλως γένος, τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τὴς ἥττης ὄνειδος.

Ὁ οἶκος.

Τοὺς γενναίους ἀγῶνας ἁγνή, οὓς διήνυσας, οὐ πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τάς ἀρχὰς τοΰ σκότους, καὶ τῆς ἐξουσίας πυκτεύουσα, τίς ἀξίως θαυμάσειε; καὶ γὰρ ὑπερβαίνει πάντα λόγον καὶ διάνοιαν τὰ σὰ προτερήματα· πῶς σὰρξ οὖσα καὶ αἷμα, γῆ καὶ σποδὸς οὐ πρὸς τὴν κάτω ἔβλεψας φύσιν, οὐ τῇ τῶν ὁρωμένων ἐθέλχθης ἡδύτητι, ἀλλ’ ἀπεῖδες ὅλῳ τῷ νοῒ πρὸς τὸν οὐρανον, καὶ μόνον τὸ ἀμήχανον ἐκεῖνο κάλλος ἐπόθησας καὶ τοῖς σοῖς ὑπερφυέσιν ὡς ἀληθῶς σπουδάσμασιν, Ἀγγέλων εὔφρανας συστήματα· ἀνθρώπους ἐξέπληξας· δαίμονας ᾔσχυνας· τὸ θῆλυ γένος τετίμηκας, τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος.

Κάθισμα Ἁγίου Ἀρτεμίου.

Ἦχος δ’ Ὁ ὑψωθεὶς

Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν ἀήττητον, καὶ καθαιρέτην τοῦ ἐχθροῦ γενναιότατον, τὸν ἐν μεγίστοις τέρασιν ἐκλάμψαντα, ἅπαντες Ἀρτέμιον, εὐφημήσωμεν πίστει· βρύει γὰρ ἰάματα, τοῖς προστρέχουσι πόθῳ, καὶ καταπαύει πάθη χαλεπά, καὶ τῶν ἐν θλίψει ἀνθρώπων προΐσταται.

Ἁγίου Γερασίμου Κάθισμα Ἦχος πλ.δ’ .

Τὴν σοφίαν καὶ λόγον.

Γεννητόρων τὸν πόθον ὑπεριδών, καὶ Χριστὸν ἀγαπήσας ὁλοσχερῶς. αὐτῷ ἠκολούθησας, μέχρι τέλους ἀοίδιμε· τὸν γὰρ σταυρόν σου ἄρας, ἐπ’ ὤμων ἀνέδραμες, εἰς ἀβάτους; ἐρήμους, διάγων ὡς ἄσαρκος· ὅθεν καὶ πλουσίας ἀμοιβὰς τῶν σῶν πόνων, ἐδέξω μακάριε, ἐκ χειρὸς τοῦ Κυρίου σου, θεοφόρε Γεράσιμε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην σου.

Δόξα…τῆς Ἁγίας Ματρώνης.

Ἦχος ὁ αὐτός. Τὴν σοφίαν καὶ λόγον.

Ἀγλαΐαις ἐκλάμψασα ἀρετῶν, κατηγλάϊσας κόσμον ταῖς ἀστραπαῖς, τῶν θείων θαυμάτων σου, ὦ Ματρῶνα θεόπνευστε, καὶ ῥαθύμων ἐγείρεις, ψυχὰς εἰς ἐγρήγορσιν, ἐντολῶν τοῦ Κυρίου, καὶ ζῆλον τὸν ἔνθεον· μέγα παρασχοῦσα, πρὸς ἐκμίμησιν ὄντως, ὑπόδειγμα πάνσοφε, σεαυτὴν οἷς ὑπέρτερον, τῆς τοῦ θήλεως φύσεως, τὸ φρόνημα ἀνέδειξας σεμνή, καὶ ἀνδρικὰ διήνυσας πανεύφημε, ἔνσαρκος ἀσθενείᾳ, ἐπὶ γῆς ἀγωνίσματα.

Καὶ νῦν… Θεοτοκίον.

Τὸ πολύφωτον ὄχημα τοῦ Θεοῦ, τοῦ νοός μου τὰ νέφη τὰ σκοτεινά, Δέσποινα, διάλυσον, τῷ φωτὶ τοῦ προσώπου σου· καὶ μετανοίας φέγγει, τὰ ὄμματα φώτισον, τῆς ζοφερᾶς ψυχῆς μου, παθῶν ἀμαυρότητι, τὰ πεπωρωμένα, καὶ τυφλώττοντα πάντῃ, τῶν φαύλων μου πράξεων, θολεραῖς ἐπιχύσεσιν, ἵνα πίστει κραυγάζω σοι· Θεοτόκε Ἀειπάρθενε,πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν κακῶν μου δοῦναί μοι τὴν ἄφεσιν, σὲ γὰρ ἔχω ὁ δοῦλός σου, ὀξυτάτην βοήθειαν.

ᾨδη δ’. Ἁγίου Ἀρτεμίου.

Ἦχος πλ. δ’. Εἰσακήκοα Κύριε.

Μὴ πτοούμενος ἔνδοξε τὸ τοῦ παραβάτου ἄθεον φρύαγμα, ἀποτόμως τὴν κακόνοιαν. ἀπελέγξας τούτου καὶ δυσέβειαν.

Ἐπτέρωθης τῷ ἔρωτι, τῷ διὰ Χριστοῦ παμμακάριστε, τοῦ τυράννου τὴν ἀσέβειαν, ἀπεκρούσω ὅλως βδελυξάμενος.

Γηθοσύνως Ἀρτέμιε, καὶ γενναιοφρόνως ἐπηυτομόλησας, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως, καὶ τὸν ἀποστάτην ἀπερράπισας.

Θεοτοκίον.

Ἱλασμὸς ἡμῖν φάνηθι, τοῖς κατεγνωσμένοις Σωτὴρ ὡς εὔσπλαγχνος ἱκεσίαις τῆς τεκούσης σε, καὶ τοῦ ἀθλοφόρου δυσωπούμενος.

Ἁγίου Γερασίμου.

Ἐπαρθέντα σε ἰδοῦσα.

Οἱ ἐν πίστει προσιόντες, θείῳ τεμένει, τῷ σῷ σεπτῷ Γεράσιμε θεόληπτε Μάκαρ, ῥῶσιν ἐκ ποικίλων παθῶν, ἀφθόνως λαμβάνουσι, ὕμνον εὐγνωμόνως σοι ᾄδοντες.

Ὁ τὰ πάντα προγιγώσκων, τὴν σὴν καρδίαν εἰδὼς εὐθεῖαν, ὅλην κεκραμένην τῷ φίλτρῳ, ἔρωτί τε τῷ πρὸς αὐτόν, ὡς λύχνον μονάζουσιν, ἔδειξε Γεράσιμε λάμποντα.

Ὡς ὑψίκομον ὡράθης δένδρον παμμάκαρ, σοῖς ὀχετοῖς δακρύων ἀρδευόμενος, Πάτερ τεραστίων καρπούς, ἐκφέρων τοῖς χρῄζουσι, πάντων τῶν δεινῶν ἐξαιρούμενος.

Θεοτοκίον.

Τὴν ὑπέραγνον Μητέρα σου εἰς πρεσβείαν, σὺν τῷ σεπτῷ και θείῳ ποιμένι Γερασίμῳ, ἅπαντες δούλους σου πιστούς, Οἰκτίρμον δεχόμενος ταύτην σου τὴν ποίμνην στερέωσον.

ᾨδὴ δ’ Ἁγίας Ματρώνης

Ἦχος δ’. Ὁ καθήμενος ἐν δόξῃ.

Ὢ τῆς ὑπερφυεστάτης καὶ γενναίας ἐνστάσεως ! ἐν θηλείᾳ φύσει, ἣν ἀρρενωπῷ τῷ φρονήματι, πρὸς τάς ἀρχὰς ἐπεδείξω παναοίδιμε, ἐξουσίας τε, καὶ τοὺς δεινοὺς κοσμοκράτορας.

Τέμνεις ξένην ὁδὸν βίου, καὶ σαφῶς ὑπερκόσμιον, μέσον Κόσμου Μῆτερ, τῆς ἐπιμιξίας μηδ᾿ ὅλως γε, τῆς τῶν πολλῶν δυνηθείσης, ἐκχαυνῶσαί σου τὸ ἀνένδοτον, καὶ πρὸς τὰ κρείττονα εὔτονον.

Ἡ κρατίστη πρὸς τὸ θεῖον, καὶ ἀνένδοτος νεῦσίς σου, ὅλην θεοφόρε, σὲ θεοειδῆ ἀπειργάσατο, καὶ τηλαυγῆ τοῖς ὁρῶσι, τὰ γνωρίσματα, τὰ τῆς χάριτος, τῆς θείας ὄντως παρέχουσαν.

Σαρκὸς κτείνασα τὰ πάθη, τὴν ψυχὴν δὲ ζῳώσασα· εὐχῇ τὸν θανόντα, σῇ ζωοποιεῖς καὶ προστάγματι. Καὶ τοῦτο ἄρα τὸ θαῦμα, ἐναπέδειξεν, ἥν πεπλούτηκας, παρὰ Θεοῦ χάριν ἔνδοξε.

Θεοτοκίον.

Χαλινὰ τοῦ θείου νόμου, πάντα ῥήξας ὁ δείλαιος, ἀκρατῶς ἐλαύνω, πρὸς κακίας οἴμοι τὰ βάραθρα, οἷα δυσήνιος ἵππος, ἀλλὰ σὺ σεμνή, τῷ τοῦ σοῦ Υἱοῦ χρηστῷ ζυγῷ με ὑπόταξον.

Καταβασία. Τὴν ἀνεξιχνίαστον.

ᾨδὴ ε΄ . Τοῦ Ἁγίου Ἀρτεμίου.

Ἦχος πλ δ’. Ὀρθρίζοντες βοῶμέν σοι.

Στερρῶς ἀντιταξάμενος ἔνδοξε· τῷ τυράννῳ κλέος ἀναφαίρετον ἐδέξω μάρτυς Ἀρτέμιε.

Τοὺς πόνους τῶν μεγίστων θεόσοφε, καὶ στρεβλώσεις καρτερῶς ὑπήνεγκας τὸν στεφοδότην μιμούμενος.

Ὁλόσωμον ὑπέφερες, κάκωσιν ἀθλοφόρε· ἥτις σοι τὴν ἄρρητον, λῆξιν, σαφῶς προεξενησε.

Θεοτοκίον.

Νοῆσαι τῶν μυστηρίων, ἄχραντε τοῦ σοῦ τόκου, Οὐρανῶν τὰ τάγματα καὶ τῶν ἀνθρώπων οὐκ ἴσχυσαν.

Ἁγίου Γερασίμου ᾨδὴ ε’.

Ἠχος δ’. Ἐξέστη τὰ σύμπαντα

Ἱκέσιον δέησιν, τῆς σῆς ποίμνης Γεράσιμε, ἔνδοξε αυτῆς θεῖε προστάτα, δέξαι καὶ ῥῦσαι ἐκ πολεμίων ἐχθρῶν, ταῖς σαῖς πρὸς τὸν εὔσπαγχνον Θεόν, ἱεραῖς ἐντεύξεσιν, διασώζων ἀκλόνητον.

Ἀγέλην τὴν θείαν σου, ἣν ἐκ Θεοῦ πεπίστευσαι, ἔνδοξε Γεράσιμε παμμάκαρ, τήρει ἀπήμονα ἐξ ἐχθρῶν δυσμενῶν, παντοίω τε ἄλλων δυσχερῶν, τὴν σεπτῶς ὑμνοῦσάν σε καὶ πιστῶς μεγαλύνουσαν.

Ἑόρτιον σήμερον, ἐν τῇ σεπτῇ κοιμήσει σου, πᾶσα ἡ πληθὺς ἀΰλων νόων, δῆμος Ὁσίων, καὶ τῶν Δικαίων ὁμοῦ, κροτεῖ σὺν ἡμῖν χαρμονικῶς, αἶνόν σοι προσάγοντες, καὶ τῷ Κτίστῃ Γεράσιμε.

Χριστὸν ἡ κυήσασα, αὐτὸν ἡμῖν εὐΐλατον, ποίησον ὡς Μήτηρ τοῦ ἐλέους, ἄφεσιν δοῦναι, τῶν ἐπταισμένων Ἁγνή, καὶ θείας ἀξίωσον τρυφῆς, τοὺς εἰς σὲ ἐλπίζοντας, καὶ πρὸς σὲ καταφεύγοντας.

Ἁγίας Ματρώνης. ᾨδή ε΄.

Ἦχος ὁ αὐτός.Νῦν ἀναστήσομαι.

Ἰδοὺ προσώζεσαν οἱ τῆς ἐμῆς, μώλωπες ψυχῆς, καὶ κατεσάπησαν ὦ παναοίδιμε, οὓς ὑπέστην ἐκ πολλῆς τῆς ἀφροσύνης, ἀλλὰ σὺ ταῖς ἱεραῖς σου σεμνή, προσευχαῖς με ἴασαι.

Οὐδὲν ὁ πόλεμος ὁ τοῦ ἐχθροῦ, πρὸς τὸ ἐμβριθές, τοῦ σοῦ φρονήματος, οὐδὲν ἡ ἐνστασις, οὐδὲν πᾶσα, ἡ αὐτοῦ πανστρατιά τε, καὶ παράταξις, ἱστὸς πάντα γὰρ ἀράχνης ἠλέγχθη σοι.

Ὑπερφυῶς τῆς σῆς ψυχῆς, ὁ πρὸς τὸν Θεόν, ἔρως θεόσοφε κρατήσας ἔπεισε, πᾶσαν ἔφεσιν σαρκὸς ἐναποστέρξαι, καὶ τὸ πῦρ τῶν πειρασμῶν, ὑπελθεῖν λίαν ἐκθυμώτατα.

Τὴν τῶν παθῶν σεμνὴ πυρκαϊάν, ἔσβεσας τοῖς σοῖς δάκρυσιν ὅθεν σε, δρόσος τοῦ Πνεύματος ἐπανέψυξε, καὶ φῶς, ἐν τῇ ψυχῇ σου, ἐπανῆψε νοητόν, ἐμπιπλῶν θείας εὐφροσύνης σε.

Θεοτοκίον

Ἡ ῥῆσις δέδεκται, πέρας ἐν σοὶ ἡ προφητικὴ ἐν παρθενίᾳ γὰρ ἁγνὴ συνέλαβες, παραδόξως οὐρανοῦ τὸν συνοχέα, καὶ ἐκύησας σαρκί, γενεαὶ οὗ τίς διηγήσεται;

Καταβασία. Ἐξέστη τὰ σύμπαντα.

ᾨδὴ στ΄Ἁγίου Ἀρτεμίου.

Ἦχος πλ. δ΄ Χιτῶνά μοι.

Ἰκρίῳ προσπαγέντι σοι Χριστέ, ὁ κλεινὸς θεράπων σου, οὐκ ἐπαισχύνεται, ἀλλ΄ὡς δόξης κοινωνὸς ἐναμβρύνεται.

Σεσίγηται τῆς πλάνης τὰ αἰσχρά, θεηγόρων, γλώσσῃ δὲ θεῖα μυστήρια, τῶν μαρτύρων τοῦ Χριστοῦ ἐκκαλύπτεται.

Ἀνδρείως μαρτυρήσας τὸν Χριστόν, Θεόν τε καὶ ἄνθρωπον, τυράννων ἐνώπιον, δι΄αὐτὸν σοῦ καὶ τὸ αἷμα ἐξέχεας.

Ὁ λόγος τοῦ Θεοῦ σὲ τοῖς βροτοῖς, Θεοτόκε ἔδειξεν οὐράνιον κλίμακα, διὰ σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκεν.

ᾨδὴ στ΄ Ἁγίου Γερασίμου.

Θύσω σοι μετὰ φωνῆς.

 Ἄνωθεν, παρὰ Θεοῦ, τὴν χάριν δεξάμενος, τοῦ ἐκτελεῖν τάς ἰάσεις, τοὺς πρὸς σὲ ἐκ πίστεως προσιόντας σε, διασῴζεις παντοίας βλάβας θεῖε Γεράσιμε.

Ἠμβλυνας, τὰς τοῦ ἐχθροῦ ἐπάρσεις Γεράσιμε, τὰς τούτου παγίδας συνθλάσας, συμμαχίᾳ θείᾳ ἐνισχυμένος, καὶ διέβης πρὸς γαληνούς, λιμένας, γηθόμενος.

Φύλαττε τοὺς σὲ ὑμνοῦντας πόθῳ Γεράσιμε, καὶ τὴν σὴν μνήμην τελοῦντας, ἐπηρείας πάσης ἀπηλλαγμένους, καὶ ἀξίους ἡμᾶς οὐρανίου δόξης ποίησον.

Θεοτοκίον

Ὕψιστε παμβασιλεῦ Θεὲ πολυέλεε, τῆς σῆς Μητρὸς ἱκεσίαις, καὶ τοὺ θείου δούλου σου Γερασίμου, ἡμᾶς πάντας, σοὺς δούλους ῥῦσαι πἀσης κακώσεως.

Τῆς Ἁγίας. ᾨδὴ ς’.

Ἦχος. δ’. Ἐβόησε προτυπῶν.

Νεφέλην σε, δροσερὰν ἡ τοῦ Πνεύματος ἔδειξε, χάρις Μῆτερ, νοσημάτων ἐξαίρουσαν καύσωνας, καὶ παθῶν ὁμίχλην, πρεσβειῶν σου τῷ φέγγει σκεδάζουσαν.

Πεπλήρωται, καὶ ἐν σοὶ ψαλμικῶς προαγόρευσις. Βασιλεῖ γάρ, τῷ τῶν ὅλων παρθένος ἐξόπισθεν, τῆς Ἀειπαρθένου, σὺν σεμναῖς ἀπηνέχθης νεάνισι.

Ῥοῦν ἔστησας, ἀνιάτων παθῶν ταῖς πρεσβείαις σου, τοῖς τῷ τάφῳ, προσιοῦσι τῷ σῷ μετὰ πίστεως· καὶ ψυχῶν Ματρῶνα, σηπεδόνα δεινῶν ἀπεξήρανας.

Θεοτοκίον.

Ὁ ἄχρονος, ὑπὸ χρόνον ἐκ σοῦ κόρη γίνεται, καὶ ὁρᾶται, ὁ Ἀγγέλοις αὐτοῖς ἀθεώρητος, φύσεως βροτείας ὑπελθὼν φιλανθρώπως τὸ φύραμα.

Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον…

Ἄγ. Ἀρτεμίου. Κοντάκιον

Ἦχος β’. Τοὺς ἀσφαλεῖς.

Τὸν εὐσεβῆ καὶ στεφηφόρον Μάρτυρα, τὸν κατ’ ἐχθρῶν νίκης ἀράμενον τρόπαια, συνελθόντες ἐπαξίως νῦν ἐν ὑμνῳδίαις εὐφημήσωμεν, Ἀρτέμιον τὸν μέγιστον ἐν Μάρτυσι, θαυμάτων τε δοτῆρα πλουσιώτατον· πρεσβεύει γὰρ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἰκος

Τίς τοὺς ἀγῶνας ἐξαρκέσει ἐξειπεῖν Ἀθλοφόρε, ἢ τοὺς πόνους τοὺς σούς, οὓς περ ἀνδρείως ὑπέμεινας, διὰ τῆς πίστεως τοῦ Κυρίου, καὶ τῆς χάριτος ἧς περ κατηξιώθης; οὐκ ἐξαρκεῖ διηγήσασθαι στόμα ἀνθρώπινον· σοφίαν γὰρ ἐνδεδυμένος καὶ ἀνδρείαν, τὸν πλοῦτον ἐμίσησας καὶ τὴν ἀξίαν τὴν πρόσκαιρον, στρατιώτης φανεὶς γνησιώτατος. Καὶ νῦν πρεσβεύεις Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.

Ἁγ. Γερασίμου Κοντάκιον

 Ἦχος γ΄. Ἡ παρθένος σήμερον.

Εὐχαρίστοις ᾄσμασι τῶν Κεφαλήνων ἡ Νῆσος, προσκαλεῖται σήμερον τῶν Ὀρθοδόξων τὰ πλήθη, μέγιστον νεοφανέντα ἐγκωμιάσαι, καύχημα Ὀρθοδοξίας ἀναφανέντα τὸν Γεράσιμον τὸν θεῖον, τὸν ῥὑστην ταύτης ὁμοῦ καὶ πρόμαχον.

Ἕτερον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ἐγκρατείας Ὅσιε τὸν νοῦν καθάρας, καὶ ἁγνείᾳ σώματος καταλαμπρύνας τὴν ψυχήν, ἀνεπτερώθης πρὸς ἄληκτον καὶ θείαν δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Ό Οἶκος.

Σὲ τὸν ἐπὶ γῆς νεοφανέντα ἀστέρα καὶ βίῳ ἀγγελικῶν παραδόξως πολιτευσάμενον, καὶ ταῖς φεγγοβόλοις τῶν θαυμάτων ἀκτῖσι τηλαυγῶς ἀναλάμψαντα καὶ σεπτὸν δοχεῖον τοῦ Πνεύματος χρηματίσαντα, καὶ τῷ νοητῷ στερεώματι τῆς Ἐκκλησίας τεθέντα καὶ πᾶσιν ἄφθονος τὰ ἰάματα ἀναβλύζοντα, στέμμασιν εὐφημιῶν ἀναδύομεν καὶ ἀνυμνοῦντες κράζομεν· τὴν Μονήν, καὶ τὴν Νῆσόν σου, Ἅγιε περίσῳζε ἀεὶ ταῖς πρεσβείαις σου, παντὸς κινδύνου ἀπήμονας· σὲ γὰρ φρουρὸν καὶ φύλακα καὶ προστάτην θερμότατον κέκτηται· καὶ τὸ θεῖόν σου σκῆνος σέβουσαι πόθῳ τὸ θαυματόβρυτον ἀκαταπαύστως βοῶσί σοι· Χαίροις τὸ ἡμῶν καύχημα Ὅσιε, ὁ ἀναπτερωθεὶς πρὸς τὴν ἄληκτον, καὶ θείαν δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Ἁγ. Ματρώνης. Κοντάκιον.

Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Οὐδαμῶς τὸ θῆλύ σοι, ἐμποδὼν ὤφθη Ματρῶνα, πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας ὄντως καὶ ἄθλους· ᾔσχυνας διὸ τὸν μέγαν νοῦν θεοφόρε, εὔφρανας, τὸ γυναικεῖον μεγάλως γένος· τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος.

Ὁ Οἶκος.

Τοὺς γενναίους ἁγνὴ ἀγῶνας, οὓς διήνυσας, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας πυκτεύουσα, τίς ἀξίως θαυμάσειε; καὶ γὰρ ὑπερβαίνει πάντα λόγον καὶ διάνοιαν τὰ σὰ προτερήματα· πῶς σὰρξ οὖσα καὶ αἷμα, γῆ καὶ σποδός, οὐ πρὸς τὴν κάτω ἔβλεψας φύσιν, οὐ τῇ τῶν ὁρωμένων ἐθέλχθης ἠδύτητι, ἀλλ᾿ ἀπεῖδες ὅλῳ τῷ νοΐ πρὸς τὸν οὐρανόν, καὶ μόνον τὸ ἀμήχανον ἐκεῖνο κάλλος ἐπόθησας, καὶ τοῖς σοῖς ὑπερφυέσιν ὡς ἀληθῶς σπουδάσμασιν, Ἀγγέλων εὔφρανας συστήματα· ἀνθρώπους ἐξέπληξας· δαίμονας ᾔσχυνας· τὸ θῆλυ γένος τετίμηκας, τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Κ’ τοῦ αὐτού μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου.

Στίχ.Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ,

 Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.

 Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη.

Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ.
Στίχ. Γεράσιμος κάλλιστον ἤρατο κλέος

 Ἐκ τῆς ἄνωθεν ἀγλαῆς εὐκοσμίας.

 Ἕκτῃ πιννυτὸς ἔφθανε φῶς δεκάτῃ Γεράσιμος.

Τῷ αὐτῷ Μηνί, τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς θαυματουργοῦ.

 

Στίχ. Λιποῦσα κόσμον ἔμπλεων ἀκοσμίας.
 Χριστῷ πρόσεισι νυμφικῶς ἡ παρθένος.
 Εἰκάδι Ματρώνης δέμας γαῖα κάλυψε θανούσης.

Οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται.

Στίχ. Λίθοις Ἐβόρην καὶ σύναθλον Ἐνόην,

 Λίθων λάτραι κτείνουσιν ἀθλητοκτόνοι.

 Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον

 σὺν Ἀντωνίνῳ δεικνύει νικηφόρους.

 Τί καὶ καθαρθῇς εἰς τὸ πῦρ βεβλημένη,

 Ἁγνὴ Μαναθώ, πνεῦμα σῶμα παρθένε;

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Βασιλείου, ἐπισκόπου Τραπεζούντος, ζήσαντος ἐπὶ βασιλείας Λέοντος τοῦ Σοφοῦ.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδή ζ΄ Τοῦ Ἁγίου Ἀρτεμίου

Ἦχος πλ. δ’. Παῖδες Ἑβραίων.

Μετὰ πλείστων βασάνων τρικυμίαν, καὶ τῆς κεφαλῆς ἐκτομὴν τρισμάκαρ, περὶ τὸν θρόνον τοῦ παντάνακτος εἰληφὼς τὰ γέρα παρίστασαι.

Ἰαμάτων ἐκβλύζει ἀθλοφόρε, ὁ σορὸς τοῖς πιστῶς προσιοῦσι, καὶ εὐχαρίστως ψάλλουσιν, ὁ Θεὸς ὁ τῶν πατερων ἡμῶν.

Οἱ τῷ θείῳ προστρέχοντες ναῷ σου, καὶ τὴν λύσιν τῶν δεινῶν ἀπαντλοῦντες· εὐλογητὸς εἶ κράζουσι, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον.

Νομικαί σε προέγραψαν εἰκόνες, ὧν ὀρῶντες Παρθένε τὰς ἐκβάσεις· εὐλογητὸς κραυγάζομεν ὁ καρπὸς τῆς κοιλίας σου.

Ἁγίου Γερασίμου

Ἦχος δ΄. ᾨδὴ ζ΄ Οὐκ ἐλάτρευσαν.

Τοῖς κροτάφοις σου ἀνάπαυσιν οὐκ ἔδωκας, Πάτερ Γεράσιμε, οὐδὲ τοῖς σοῖς νυσταγμόν, βλεφάροις Μακάριε, οὐ σαρκὸς ἄνεσιν, καταγώγιον, ἕως σαυτὸν ἐτέλεσας, τῆς Τριάδος Θεοφόρε.

Τοὺς ἀγῶνας οὕσπερ ἔτλης, ἔτι ζῶν μετὰ σαρκὸς Γεράσιμε, οὐκ ἐξαρκεῖ ἀνθρωπίνη, γλῶσσα προσφέγξασθαι· δι΄ὧν σοι Κύριος, εἰς ἀντάμειψιν, χάριν θαυμάτων δέδωκεν, ἰατρεύειν πᾶσαν νόσον.

Ἀκεσώδυνον τὸ σῶμά σου τὸ πάνσεπτον, Θεὸς ἀνέδειξε, διατηρήσας αὐτὸ ἀκέραιον, ἄφθορον Πάτερ Γεράσιμε, τοῖς ὁρῶσιν, εὐωδίαν βλύξον ἄρρητον, καὶ διῶκον πᾶσαν νόσον.

Θεοτοκίον.

Ἀπειρόγαμε τὸν ὕμνον ἡμῶν πρόσδεξαι, ὅν σοι προσάγομεν, καὶ ῥῦσαι πάσης ὀργῆς, λοιμοῦ τε κακώσεως, πόρρωθεν βάλλουσα, τὴν δαιμόνιον πληθύν, τῆς θείας ποίμνης σου, εὐλαβῶς σε ἀνυμνούσης.

Ἁγίας Ματρώνης. ᾨδὴ ζ΄.

Ἦχος αὐτός. Ὁ διασώσας ἐν πυρί.

Σοῦ ἐπὶ πέτραν τὴν στερράν, τῆς ἐπὶ τὸν Κτίστην ἐλπίδος, στήσασα πόδας τῆς ψυχῆς, κατηυθύνθη τὰ σὰ διαβήματα, εἰς ὁδὸν τὴν σωτήριον, ἐντολῶν τῶν τοῦ Δεσπότου Ὁσία Μῆτερ.
 

Τῆς Ἰουδὴθ τὰ κατὰ σέ, καθυπερτεροῦντα ὁρᾶται· οὐχ᾿ Ὁλοφέρνην κτείνεις γάρ, ἀλλ’ αὐτοῦ τοῦ τὴν Εὔαν πτερνίσαντος, ξίφει τέμνεις ἀσκήσεως κεφαλήν, καὶ θριαμβεύεις αὐτοῦ τὴν ἧτταν.
 

Ἄκλυστος πέφηνας λιμήν, τοῖς ἐν τῇ θαλάσσῃ τοῦ βίου, ναυτιλλομένοις καὶ πολλῶν, συμφορῶν ποντουμένοις τῷ κλύδωνι, εἰς γαλήνην μετάγουσα, πειρασμῶν τὴν καταιγίδα σῇ ἀντιλήψει.

Θεοτοκίον.

Τὴν τῆς προμήτορος ἁγνή, πτῶσιν θεραπεύεις τῷ τόκῳ, καὶ ἀπογόνους τὰς αὐτῆς, πρὸς τὴν πάλην καὶ νίκην διήγειρας, τοῦ ἐκείνην πτερνίσαντος, ἁμαρτίας ἐνηδύνου φυγούσας γεῦσιν.

Καταβασία. Οὐκ ἐλάτρευσαν.

Ἁγίου Ἀρτεμίου. ᾨδὴ η΄

Ἦχος πλ. δ΄ Οἱ θεορρήμονες παῖδες.

Γενναιοφρόνως τρισμάκαρ, ὑπεισῆλθες ἐν τῷ σταδίῳ, τὸν ἀλητήριον τῇ δυνάμει τοῦ Πνεύματος κατηδάφισας, καὶ στέφος ἦρας τῆς νίκης βοῶν· ὑπερυψοῦτε εἰς πάντας τοὺς αιῶνας.

Ἐρειρισμένος τῇ τῆς πίστεως βάσει τὰς ἀποστάτου θωπείας, καὶ τὰς αἰκίσεις ἀντ΄οὐδενὸς ἐλογίσω Ἀρτέμιε, τρανῶς βοῶν, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ῥοαῖς τῶν αἱμάτων σου ἀθλοφόρε, τὸν Φαραὼ τὸν ὀλέθριον θῆρα, καταποντίσας ἐβόας τρανώτατα· ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Μαρτύρων καὶ Ὁσίων ὑπάρχεις δόξα, Ἱεραρχῶν σεμνολόγημα θεῖον, καὶ τῆς κτίσεως καύχημα πάσης· διό σε ὡς Θεοῦ μητέρα καὶ Παρθένον ἀξίως εὐφημοῦμεν.

Ἁγίου Γερασίμου

Ἦχος δ΄. ᾨδὴ η΄ Παῖδας εὐαγεῖς.

Ὅλον σου τὸν βίον διανύσας, ἐν κόποις καὶ κακουχίαις ταῖς τοῦ σώματος, εὗρες τὴν αἰώνιον, ὄντως πανευφρόσυνον, ἐν οὐρανοῖς ἀπόλαυσιν, Ἄγγέλοις σύσκηνος, καὶ πάντων τῶν Ὁσίων τοῖς δήμοις, συνδοξάζων τούτοις Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἴσον σου τὸν δρόμον ἐκτελέσας, Ὁσίοις καὶ Ἱεράρχαις, καὶ Δικαίοις τε, ἴσον καὶ τὸν στέφανον, πρὸς Χριστοῦ ἀπείληφας, ἐν οὐρανοῖς ἐπάξιον τῆς σῆς ἀσκήσεως συγχαίρων, συνυμνῶν τὴν Τριάδα· ἣν καθικετεύων ὑπὲρ ἡμῶν μὴ παύσῃ.

Ὥσπερ σου τὸ σῶμα διεσώσω ἀμόλυντον ἡδονῆς θεῖε Γεράσιμε, οὕτω καὶ ἀφθάρτισε, σώσας τε ἀκέραιον, εὐωδιάσας Κύριος, καὶ απειργάσατο, νοσοῦσιν ἀμισθὶ ἰατρεῖον, πᾶσι προσιοῦσιν αὐτῷ μετ΄ εὐλαβείας.

 Θεοτοκίον.

Ἄχραντε Παρθένε Θεοτόκε, ἁπάντων ἁμαρτωλῶν τὸ καταφύγιον, καὶ τὸ ἱλαστήριον, τοὺς εἰς σὲ προστρέχοντας, μετ’ εὐλαβείας ἅπαντας, καὶ σοὶ κραυγάζοντας, ἀσπόρως ὡς Χριστὸν τετοκυῖα, τοῦτον δυσωποῦσα ὑπὲρ ἡμῶν μὴ παύσῃ.

Ἁγίας Ματρώνης ᾨδὴ η’.

Ἦχος ὁ αὐτός. Παῖδας εὐαγεῖς.

Ἵνα τῆς πατρίδος ἐπιτύχῃς, τῆς ἄνω τὴν κάτω Μῆτερ καταλέλοιπας, καὶ τοῖς μὴ προσήκουσι, ξένη ξένοις ἔκρινας, χριστομιμήτως πάνσοφε συναναστρέφεσθαι· τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Νοῒ καθαρῷ τε καὶ τελείῳ, τὸν μόνον ἐν τοῖς Ἁγίοις παμμακάριστε, ἐπαναπαυόμενον, Κύριον ζητήσασα, καὶ τούτου μεθ᾿ ἡμέραν τε καὶ νύκτωρ ἔνδοξε, ὁρῷσα τὸ ἀμήχανον κάλλος, ἔμελπες ὑμνεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νικᾶται καὶ πίπτει σοῖς ἀγῶσιν, ὁ πάλαι φυσῶν μεγάλα τύραννος, καὶ κατεπεφρόνηται, ὁ γῆν καταλήψεσθαι, μεγαλαυχῶν καὶ θάλασσαν, ὢ θείας χάριτος, τῆς σὲ ἐνισχυσάσης Ματρῶνα! ὢ προθέσεώς σου καὶ γνώμης τῆς ἀτρέπτου!

Θεοτοκίον.

Ἰδού σοι παρθένοι μέχρι τέλους, αἰῶνος ὦ μητροπάρθενε ἐφέπονται, καὶ τῷ σῷ προσάγονται, τόκῳ θεονύμφευτε, καὶ σὲ τὴν τούτου πρόξενον πόθῳ γεραίρουσι, μεθ᾿ ὧν καὶ ἡ θεόφρων Ματρῶνα, πόνοις προσηνέχθη ἀσκητικοῖς ἐκείνῳ.

Καταβασία. Παῖδας εὐαγεῖς

Τοῦ Ἁγίου Ἀρτεμίου. ᾨδὴ θ

Ἦχος πλ. δ΄. Κυρίως Θεοτόκον.

Ἀνδρείᾳ καί φρονήσει, καὶ τοῦ μαρτυρίου κεκοσμημένος θεόφρον λαμπρότησι, τῷ στεφοδότῃ κυρίως ἀεὶ παρίστασαι.

Νομίμως ἐναθλησας, μάρτυς ἀθλοφόρε, καὶ συμμαρτύρων χοροῖς συναξάμενος, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα , μεθ’ὧν ἱκέτευε.

Οἱ πόνοι τῆς σαρκός σου, τὴν ἀθανασίαν τῶν ἀθλητῶν κλέος σοι προεξένησαν, ἧς ἐμφορούμενος μέμνησο τῶν τιμώντων σε.

Θεοτοκίον.

Σὲ πᾶσαι, Παναγία, γενεαὶ μερόπων, καὶ Οὐρανῶν αἱ δυνάμεις, ὡς ἔφησαν,ἀξιοχρέως τιμῶσι καὶ μακαρίζουσι.

Ἁγίου Γερασίμου. ᾨδὴ θ΄.

Ἦχος δ΄. Ἅπας γηγενής.

Μεγάλυνον ψυχή μου τὸν νεοφανέντα Γεράσιμον τὸν θεῖον.

Νεῦσον πρὸς ἡμᾶς, πιστῶς ἀθροισθέντας τῷ σῷ Ναῷ, προσψαύοντας, ἐν πίστει καὶ πόθῳ, σορόν σου τὴν θείαν μάκαρ Γεράσιμε, καὶ ἐξ αὐτῆς παντὸς κακοῦ ῥῶσιν λαμβάνοντας, ταῖς λιταῖς σου ταῖς σεπταῖς πρὸς Κύριον, ἃς προσφέρων μὴ παύσῃ δεόμεθα.

Μεγάλυνον ψυχή μου τὸν ἐν τοῖς κινδύνοις ῥύστην καὶ προστάτην, Γεράσιμον τὸν θεῖον.

Νάουσαν πηγήν, σορόν σου Γεράσιμε, Χριστὸς ἀνέδειξε ἥνπερ καὶ ἀφθάρτισεν, εἰς δόξαν ὄντως λαμπρὰν ὁρώντων σε, τῶν ἰαμάτων χάριν τοῖς πάσχουσι βλύζουσαν, καὶ δαιμόνων φάλαγγας ἐλαύνουσαν, ἐξ ἀνθρώπων πιστῶς προσιόντων σοι.

Μεγάλυνον ψυχή μου τῆς Ὀρθοδοξιας τὸ καύχημα τὸ μέγα Γεράσιμον τὸν θεῖον.

Ηὔγασαν φαιδρῶς, καθάπερ ὁ Ἥλιος, θεῖοι ἀγῶνές σου, καὶ τὰ κατορθώματα, ἅπερ εἰργάσω πάτερ Γεράσιμε, δι’ ἃ Χριστὸς ἀμείβων σε λαμπρῶς ἐδόξασε, σὺν Ἁγίοις ὅν περ καὶ δυσώπησον δι΄ἡμᾶς τοὺς τελοῦντας τὴν μνήμην σου.

Μεγάλυνον ψυχὴ τὴν τιμιωτέραν τῶν ἄνω στρατευμάτων.

Σὺ ὡς ἀληθῶς δοχεῖον τοῦ πνεύματος ἐδείχθης Δέσποινα, ὃν γὰρ οὐρανὸς καὶ γῆ χωρῆσαι ὅλως Θεὸν οὐ δύνανται, ἐν σῇ γαστρὶ ἐχώρησας· ὃν ἐξευμένισον, Γερασίμου καὶ ταῖς σαῖς δεήσεσι, δι’ ἡμῶν τῶν πιστῶς ἀνυμνούντων σε.

Ἁγίας Ματρώνης ᾨδὴ θ΄.

Ἦχος ὁ αὐτός. Ἅπας γηγενής.

Κρήνη σὴ σορός, καὶ τάφος γνωρίζεται θαυμάτων ἔνδοξε καὶ τῶν ἰαμάτων δέ, πηγὴ τυγχάνει οὖσα ἀκένωτος, πρὸς ὃν οἱ καταφεύγοντες, παντοίων ῥύονται, νοσημάτων, εἰς δόξαν καὶ αἴνεσιν τοῦ τὸ σὸν μεγαλύνοντος ὄνομα.

Ἤδη πρὸς αὐτά, τὰ ἄνω σκηνώματα, μεταχωρήσασα ὅπερ δι΄ ἐσόπτρου σοι, ὡρᾶτο πάλαι, καὶ ἐν αἰνίγματι, νῦν καθορᾷς τρανώτερον καὶ καθαρότερον, πανολβία ἤδη λελυμένων σοι, τῶν ἐσόπτρων τὸ κάλλος τοῦ κτίσαντος.

Δόξα…

Μεγάλυνον ψυχή μου τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τό κράτος.

Τέλους οἵου, σύ, Ματρῶνα τετύχηκας, πλοῦτον συλλέξασα, ἐναρέτων πράξεων, ὡς ναῦς Ὁσία τις μυριάγωγος, καὶ ἐν λιμένι, φθάσασα τῆς ἀναπαύσεως, προσωρμίσθης, ἐκ τῆς γῆς ἀπάρασα, ὡς ἐκ ζάλης φυγοῦσα καὶ κλύδωνος.

Καὶ νῦν…

Μεγάλυνον ψυχή μου τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας.

Στόμα τὸ ἐμόν, αἰνέσεως πλήρωσον τῆς σῆς ὦ Δέσποινα, καὶ ὡς ἄλλο δεῖξόν με, τὸν σὸν οἰκέτην ἁγνὴ ψαλτήριον, ἐπὶ τῆς γῆς δεκάχορδον, διπλῆς αἰσθήσεως, τῆς πεντάδος, τῇ καθάρσει ἵνα σε μεγαλύνω ἀεὶ παναμώμητε.

Καταβασία. Ἅπας γηγενής.

Ἐξαποστειλάρια τῶν Ἁγίων καὶ τῆς Θεοτόκου.

Γυναῖκες ἀκουτισθητε.

Συνὼν τῷ Παντοκράτορι, Θεῷ μάρτυς Ἀρτέμιε, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενος ἀθλοφόρε, τῶν ἐκτελούντων μέμνησο, τὴν ἱερὰν καὶ πάμφωτον, πανήγυρίν σου ᾄσμασι, τοῦ λυτρωθῆναι παντοίων, ἐπιφορῶν σαῖς πρεσβείαις.

Ἕτερον τοῦ αύτοῦ. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τοῖς Μαθηταῖς

Παρεστηκὼς Ἀρτέμιε, τῇ Ἁγίᾳ Τριάδι, καὶ ἀστραπαῖς λαμπόμενος, τοῖς ἐκεῖθεν πλουσίως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε πόθῳ, μεγαλομάρτυς Ἔνδοξε, συμμαχῶν θείοις ὅπλοις, ὡς τοῦ Χριστοῦ, στρατιώτης ἄριστος ἀθλοφόρε, τῷ σταυροφόρῳ Ἄνακτι, κατ’ ἐχθρῶν πολεμίων.

Ἁγίου Γερασίμου. Γυναῖκες ἀκουτίσθητε.

Προστάτην σε θερμοτατον, Κεφαλληνία κέκτηται, φρουρόν τε φύλακα ῥύστην, διὸ λαμπρῶς τὴν σὴν μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν Νῆσόν σου, καὶ φύλαττε ἀπήμονα λοιμοῦ λιμοῦ, καὶ κινδύνων Γεράσιμε θεοφόρε.

Τῆς Ἄγ. Ματρώνης. Ἐπισκέψατο ἡμᾶς.

Τῆς ψυχῆς τὸ τριμερές, εἰς ἀπαθείας ἄβυσσον, κατέδυσας, ὦ Ματρῶνα, καὶ ἀβρόχως τῆς ζωῆς, διαγαγοῦσα πέλαγος, πρὸς γῆν τῆς ἐπαγγελίας τῆς ἄνω κατήντησας.

Θεοτοκίον ὅμοιον.

Ἀκρασίας τῷ καρπῷ, ὁ ὄφις δελεάζων με, ἡδοναῖς θέλγει τοῦ βίου, καὶ παραβάτην ἐντολῶν, τῶν θείων ἀπεργάζεται, ἀλλὰ σὺ τῷ Θεῷ με, Παρθένε κατάλλαξον.

 Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους η΄ γ΄ τοῦ Ἁγίου Ἀρτεμίου, β΄ Ἁγίου Γερασίμου, καὶ γ΄ τῆς Ἁγίας Ματρώνης

Ἦχος α’ Πανεύφημοι μάρτυρες.

Μάρτυς γενναιόφρων τοῦ Χριστοῦ, τῇ στερρᾷ ἀθλήσει σου, τοῦ δυσμενοῦς κατεπάτησας, τὰ μηχανήματα, προσπαλαίσας τοῦτον, καὶ Χριστῷ εὐπρόσδεκτος, θυσία προσηνέχθης Ἀρτέμιε· καὶ νῦν παρίστασαι τῷ τῶν ὅλων βασιλεύοντι, εἰς αἰῶνας συναγαλλιώμενος.

Σταυρῷ ὁπλισάμενος Χριστοῦ, μάρτυς ἀξιάγαστε, κατὰ τῆς πλάνης ἐχώρησας, καὶ τὸν ἀντίπαλον, στερροτάτῃ γνώμῃ καρτερῶς ἀνθέστηκας· καὶ τοῦτον ἐκνικήσας σαφέστατα, συμβασιλεύων νῦν, τῷ Δεσπότῃ καὶ Θεῷ ἡμῶν, μνείαν ποίει, ὑπὲρ τῶν τιμώντων σε.

Μαρτύρων ἀγλάϊσμα σοφέ, ταῖς πέτραις σφιγγόμενος, Χριστὸν τὴν πέτραν τὴν ἄρρηκτον, τρανῶς ἐκήρυξας· ἀλλ΄ οὐκ ἐξηρνήσω, καὶ νῦν συνηρίθμησαι, Ἀγγέλων τοῖς χοροῖς ἀγαλλόμενος, μεθ’ ὧν ἱκέτευε, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, δωρηθῆναι ἡμῖν τὰ ἐλέη σου.

Γερασίμου Ἦχος πλ. δ’.

Τί σε νῦν καλέσωμεν.

Τί σε ὀνομάσω Γεράσιμε, χορηγὸν τοῖς ἐνδεέσι, καὶ προστάτην ὀρφανῶν καὶ διδάσκαλον παντοίων νοημάτων εὐσεβῶν καὶ πέλεκυν ἐκκόπτοντα ζιζάνια, τῆς πλάνης, καὶ ἀπάτης τῶν αἱρέσεων· πολλά σου τὰ προτερήματα, καὶ ἄξια τὰ χαρίσματα ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Τί σε νῦν καλέσω Γεράσιμε, εὐφροσύνην μοναστῶν, καὶ γλυκασμὸν μοναζουσῶν, μεσιτείαν εὐσεβῶν, καὶ ἱερέων καλλονήν, φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα, κρατῆρα,θεῖα νάματα προχέοντα, τῆς πολιτείας σου Ἅγιε, ὑπέρλαμπρε, καὶ θεόπνευστε· ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τῆς Ἁγίας Ματρώνης Ἦχος. πλ. δ’

Ὢ τοῦ Παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! πῶς καὶ γυναῖκες ὀφρύν, τοῦ μεγάλα, αὐλήσαντος, καθαιροῦσιν ὄφεως! πῶς ἰσχὺν ἐνεδύσατο, τὴν κατ᾿ ἐκείνου, τὸ ἀσθενέστατον, τῷ ὄντι φῦλον! πῶς εἰς ἀγῶνας χωρεῖ, τοὺς ὑπὲρ ἄνθρωπον, ἡ τὸ πρὶν εὐόλισθος, φύσις διό, Χριστὸν μεγαλύνομεν τὸν τούτου πρόξενον.

Ὢ τῆς γενναίας ἐνστάσεως, καὶ παλαισμάτων τῶν σῶν, ὦ Ματρῶνα θεόληπτε, δι᾿ ὧν ἐκνικήσασα, τὴν δαιμόνων παράταξιν, τὸ κατ᾿ ἐκείνων ἔστησας τρόπαιον, καὶ στεφανίτις ὤφθης ἀναίμακτος, τῆς προαιρέσεως, τὸ σεπτὸν μαρτύριον διὰ παντός, ὑπελθοῦσα πάνσοφε, στερρῶς τοῦ βίου σου.

Σὲ ὄλβον ἔσχεν ἀσύλητον, ἡ σὴ Ματρῶνα πατρίς, καὶ σεπτὸν ἀγαλλίαμα, καὶ λιμένα ἄκλυστον, καὶ στερρὸν περιτείχισμα, καὶ κατ᾿ ἐχθροῦ παντὸς ἀμυντήριον, ψυχῆς καὶ σώματος φυλακτήριον, ἢν καὶ περίσωζε, διὰ τέλους πάνσεμνε ταῖς σαῖς εὐχαῖς, πᾶν τὸ πρὸς ἐπήρειαν ἀποτειχίζουσα.

Δόξα… Ἁγίου Ἀρτεμίου Ἦχος πλ. δ΄.

Εἰλικρινῶς σε ποθήσας, ὁ ἔνδοξος ἀθλοφόρος, Χριστὲ ὁ Θεός, τῷ γὰρ σῷ φωτὶ καταυγασθείς, καὶ τοῖς ὅπλοις τῆς πίστεως θωρακισθείς, τὸν τύραννον Ἰουλιανόν, καὶ ἀποστάτην κατῄσχυνε, καὶ τοῦ σταδίου ἐν μέσῳ τρανῶς σε ἐκήρυξεν, Υἱόν, καὶ λόγον τοΰ ἀοράτου Πατρός, μεθ΄ οὗ σὺν τῷ Ἁγίῳ Πνεύματι, ἀδιαλείπτως σοὶ παριστάμενος, δυσωπεῖ σε ἐκτενῶς, τοῦ ῥυσθῆναι ἡμᾶς πάσης περιστάσεως καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Δόξα… Ἁγίου Γερασίμου. Ἦχος ὁ αὐτός. πλ. δ’

Τάδε εἶπεν ὁ Ἀββᾶς ταῖς Μοναστρίαις· τεκνία εἰρηνεύετε ἐν ἑαυταῖς καὶ μὴ τὰ ὑψηλὰ φρονῆτε· ἀλλὰ ταπεινώσατε ἑαυτάς, διὰ τὸν μέχρι καὶ δούλου μορφῆς, ταπεινωθέντα δι΄ἡμᾶς Χριστὸν τὸν Θεὸν ἡμῶν· τὸ ἱερὸν αὐτοῦ πνεῦμα παρέδωκεν· ὃ συνὸν καὶ συζῶν καὶ συνδιαμένον Χριστῷ, πρέσβευε ἀπαύστως, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ἐτησίως τελούντων τὴν μνήμην αὐτοῦ.

Δόξα… Ἁγίας Ματρώνης Ἦχος ὁ αὐτός. πλ. δ’

 ᾌσμασί τε καὶ κρότοις, ἐπὶ γῆς σεμνὴ ἡμᾶς τοὺς σὲ γεραίροντας, ἄμειψαι οὐρανόθεν Ὁσία, ἐκμειλίσουσα τὸν Δεσπότην ἡμῖν τῶν πταισμάτων τὴν λύσιν πρυτανεύουσα, καὶ τὰς ἐναντίας περιστάσεις ἐναπείργουσα, ἵνα ἤρεμον ἐπὶ γῆς βιοῦντες βίον, ἐν εἰρήνῃ τὸν σὲ ἐν δόξῃ στέψαντα Χριστόν, ἀεὶ μεγαλύνωμεν.

Καί νῦν… Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη, καὶ ἀπόλυσις.

    Εἰς τὴν Λειτουργίαν τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί, ἐκ τῆς γ’ καὶ ς’ ᾠδῆς ἀμφότερα τῶν Ἁγίων.

Ἀπόστολος τοῦ Ἁγίου Ἀρτεμίου καὶ Εὐαγγέλιον τῆς κ΄Ὀκτωβρίου.

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι…

Ἀπόστολος τοῦ Ἁγίου Γερασίμου καὶ Εὐαγγέλιον τῆς ε΄ Δεκεμβρίου.

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν…

Ἀπόστολος τῆς Ἁγίας Ματρώνης

Πρὸς Κορινθίους β´. Ἐπιστολῆς(κεφ.ια΄1-6).

Ἀδελφοί, ὄφελον ἀνείχεσθέ μοι μικρὸν τῆς ἀφροσύνης, ἀλλὰ καὶ ἀνέχεσθέ μου…
Καὶ τὸ Εὐαγγέλιον τῶν δέκα Παρθένων.

Μεγαλυνάρια

Ἁγίου Ἀρτεμίου.

Χαίροις, ὦ Ἀρτέμιε, τοΰ Χριστοῦ, μάρτυς ἀθλοφόρε, ὅτι ἤλεγξας δυσεβῆ, Ἰουλιανὸν τὸν παραβάτην, καὶ τὸν Χριστὸν κηρύξας, ἐν μέσῳ τοῦ σταδίου, θέον ἀληθέστατον.

Σῶσον πάντας ἡμᾶς, Υἱὲ Θεοῦ, διὰ μεσιτείας Ἀρτεμίου τοΰ ἀθλητοῦ, ὅπως ἐν εἰρήνῃ, παρέλθωμεν τὸν βίον, καὶ, δόξης αἰωνίου ἀξιωθείημεν.

Σῶσόν με Ἀρτέμιε ἀθλητά, σῶσόν με τὸν ἀχρεῖον ὅπως εὕρω παρὰ Θεοῦ, ἔλεος καὶ χάριν, καὶ δόξης αἰωνίου ἵνα σὺν σοὶ δοξάζω, Θεὸν τὸν εὔσπλαγχνον.

Ἁγίου Γερασίμου.

Χαίροις Ἐκκλησίας νέος ἀστήρ, ἱερέων δόξα Μοναζόντων ὑπογραμμός, ἀσκητῶν λαμπρότης, τῆς χάριτος δοχεῖον, προστάτης δὲ καὶ σκέπη ὑμῶν Γεράσιμε.

Τῆς ὁμολογίας Χριστιανῶν, ἔθετό σε στῦλον, ἀδιάσειστον ὁ Θεός· τὸ σεπτόν σου σκῆνος, Γεράσιμε δοὺς πᾶσι, τοῖς ἐναντίοις λίθον, δεινοῦ προσκόμματος.

Ἁγίας Ματρώνης.

Χαίροις ὦ Ματρῶνα Νύμφη Χριστοῦ, χαίροις τῶν παρθένων τῶν φρονίμων ἡ εὐκλεής, προσθήκη Ὁσία, ἡ ἐν φαιδρᾷ λαμπάδι Χριστῷ προσυπαντήσασα τῷ Νυμφίῳ σου.

Χαίροις ὁ τῆς Χίου θεῖος βλαστός· χαίροις τυφλωττόντων βακτηρία καὶ ἰατρός· χαίροις ἡ τὴν νῆσον τῆς Χίου ῥυσαμένη, τῶν ἀντιμαχομένων Ματρῶνα ἔνδοξε.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι. Ἀλληλούϊα.

ΠΗΓΗ:http://glt.xyz/texts/Oct/20.uni.htm

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: