Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΑΓΙΑΣ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ (ΕΘΝΙΚΗ ΕΟΡΤΗ) (2015)

28 ΟΚΤΩΒΡΙΟΥ 2015

† ΤΗΣ ΦΩΤΟΦΟΡΟΥ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

Τερεντίου, Νεονίλλης, Εὐνίκης καὶ τῶν σὺν αὐτοῖς μαρτύρων·

Στεφάνου ὁσίου τοῦ Σαββαΐτου. Τῶν ἐν ῾Ρεθύμνῃ τεσσάρων

νεομαρτύρων (†1824). ᾿Εθνικὴ ἑορτὴ ἐπὶ τῷ νικηφόρῳ τῶν

῾Ελλήνων ἐν Βορείῳ ᾿Ηπείρῳ πολέμῳ (1940).


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

 ὁ α’ χορός

Ἦχος α’. Τῆς ἐρήμου πολίτης

Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

ὁ β’ χορός

Δόξα Πατρί…τὸ αὐτό

Τῆς Σκέπης σου Παρθένε…Καὶ νῦν…

Ἕτερον. Ἦχος πλ. δ’, Θεοτόκε Ἀειπάρθενε.

Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, δι’ ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.

Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦσαν, οὓς κλῆρόν σου ἀνέδειξας, καὶ μερίδα ἀπόλεκτον, ἀγαθότητι, καὶ μητρικῇ σuμπαθείᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Τὴν Σκέπην σου Ἁγνή…

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἐξέστη ὡς ἔβλεψεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλοῦσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτά σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, δι’ ἧς σκέπεις καὶ σῴζεις ἡμᾶς πάσης θλίψεως.

ὁ β’ χορός

Δόξα Πατρί…Καὶ νῦν…

Ἐξέστη ὡς ἔβλεψεν…

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορός

Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ’ ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ’ ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορὸς

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

ὁ β’ χορὸς

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

ὁ α’ χορὸς

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β’

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα  Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος  Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι  ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὃτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὃτι ἐποίησέ μοι μεγαλεῖα ὁ  Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ὁ Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

 Ἦχος πλ. β’ 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φωταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα, τοῖς πιστοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλουσίαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι‧ ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρ’ αὐτῆς σκεπόμενοι, ἐν εὐφροσύνῃ βοήσωμεν‧ Χαῖρε Κεχαριτωμένῃ Θεοτόκε, ἡ σῴζουσα τὸ Γένος ἡμῶν, καὶ ἀσφαλῶς περιεποῦσα, καὶ ὁδηγοῦσα πρὸς ὁδὸν σωτήριον.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Εἶτα ψάλλονται οἱ παρόντες δύο Κανόνες τῆς Θεοτόκου.

Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχὶς

Σὺ εἶ, Παρθένε, Ἑλλάδος σκέπη. Γερασίμου.

ᾠδὴ α’. Ἦχος δ’. Ὁ Εἱρμός.

ὁ α’ χορός

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

Ἀνοίξω τὸ στόμα μου…

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ μήτηρ Ἄχραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, δι’ ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μόνον, ἀλλ’ ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμoν.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἑώρακε πάλαι σε, ἐν ἀποῤῥήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐσθῆτός σου, κόσμου τὰ πέρατα.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην‧ διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖα σου.

Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς‧

Σκέπην ὑμνέω τῆς Θεοτόκου. Γερασίμου.

ᾠδὴ α’. Ἦχος πλ. δ’.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἁρματηλάτην Φαραώ.

Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀποῤῥήτως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστoν Σκέπην σου.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τάς αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐσκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα‧ καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου.

ὁ β’ χορός

Καὶ νῦν…

Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνὼν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου‧ ὅθεν κατὰ χρέος ὑμνοῦμεν σε.

Κανὼν πρῶτος

ᾠδὴ γ’. Ὁ Εἱρμός.

ὁ α’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον σuγκρoτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε… 

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψεσι παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτηρίαν βραβεύουσα.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀρχῆθεν ἡμᾶς δι’ εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην σου, καὶ ξένα καὶ παράδοξα, πάλαι καὶ νῦν ἐνήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρθένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος, εἶδέ σε περισκέπουσαν, λαὸν τὸν χριστεπώνυμον, ὡς βασιλίδα οὐράνιον.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶντες Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστοτε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴνους σοι, Ἑλλήνων παῖδες προσάγομεν.

Κανὼν δεύτερος.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ στερεώσας κατ’ ἀρχάς

Ἡ Σκέπη σου ἡ παμφαής, φωτὸς αὐλοῦ βολίδας, ἀπαυγάζουσα ἀεὶ Θεοτόκε, διαλύει τῶν ἐχθρῶν, τὰ ζοφερὰ βουλεύματα, τῶν δὲ πιστῶν εὐφραίνει, τάς διανοίας τῇ δόξῃ σου.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νόμον ἐπλήρωσας Ἁγνή, τεκοῦσα ἀνερμηνεύτως, τὸν λαλήσαντα Προφήταις ἐν τύποις, καὶ φωτὸς τοῦ νομικοῦ, πλήρωμα κόσμῳ δείξαντα, τὴν φωταυγῆ σου Σκέπην‧ διὸ ὑμνοῦμεν τὴν δόξαν σου.

ὁ α’ χορός

Δόξα Πατρί…

Ὑπὸ τὴν Σκέπην σου Ἁγνή, προστρέχομεν μετὰ πόθου, ὡς νοσσία καθ’ ἑκάστην ἡμέραν‧ ὅθεν σκέπασον ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ὄφεως, εἰρήνην δωρουμένη, ἡμῖν καὶ βίου ἀσφάλειαν.

ὁ β’ χορός

Καὶ νῦν…

Μυρίων πρόξενος καλῶν, τεκοῦσα τὸν Θεὸν Λόγον, ἀνεδείχθης τῶν ἀνθρώπων τῷ γένει, καὶ μυρίων ἀναγκῶν, καὶ πειρασμῶν καὶ θλίψεων, λυτροῦσαι τῇ σῇ Σκέπῃ, τοὺς σὲ Παρθένε γεραίροντας.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

Κάθισμα 

ὁ β’ χορός

Ἦχος γ’. Θείας πίστεως

Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε‧ ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύττομεν, Κόρη Πάναγνε, ἡ σκέπουσα τάς ψυχὰς ἡμῶν,… 

ὁ α’ χορός

…ἐκ πάσης ἐπιθέσεως τοῦ δράκοντος. 

Κανὼν πρῶτος

ᾠδὴ δ’. Εἱρμός.

ὁ β’ χορός

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορός

Ὁ καθήμενος ἐν δόξῃ…

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐφαπλοῦσα ἀοράτως, τὴν ὑπέρφωτον Σκέπην σου, σκέπεις Θεοτόκε, καὶ περιλαμβάνεις ἑκάστοτε, καὶ περιθάλπεις καὶ σῴζεις πάσης θλίψεως, τοὺς κραυγάζοντας· Δόξα Παρθένε τῇ δόξῃ σου.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοῦν καὶ ἔννοιαν ἐκπλήττει, τῆς πολλῆς σοῦ χρηστότητος, ἡ ἔκφανσις Κόρη, καὶ τῶν δωρεῶν ἡ διάδοσις, ἣν πρὸς τὸ Γένος ἡμῶν δεικνύεις πάντοτε‧ ὅθεν Δέσποινα, ὑμνολογοῦμεν τὴν χάριν σου.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐπιστᾶσα ἀοράτως, μυστικῶς ἀπεκάλυψας, ἐν τῇ Βυζαντίδι, πάλαι ἐναργῶς Θεονύμφευτε, τὴν παναγίαν σοῦ Σκέπην τοῖς οἰκέταις σου, δι’ ἧς πάντοτε, σκέπεις ἡμᾶς ὡς φιλάγαθος.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐν κινδύνοις προστασίαν, ἐν δουλείᾳ ἀνάψυξιν, ἔχοντές σε Κόρη, καὶ καθοδηγὸν καὶ ἀντίληψιν, πάσαις τοῦ βίου ἡμῶν ταῖς περιστάσεσι, καταφεύγομεν, ὑπὸ τὴν πάμφωτον Σκέπην σου.

Κανὼν δεύτερος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σύ μου ἰσχύς

Νύκτα παθῶν, ἐπισκιάσει τῆς Σκέπης σου, Θεοτόκε, ἐκ τῶν καρδιῶν ἡμῶν, διασκεδάζεις ὡς ἀγαθή, καὶ χαρᾶς ἡμέραν, καὶ εὐφροσύνης φαιδρότητα, ἐκλάμπεις καὶ φαιδρύνεις, τοὺς πιστῶς σοι βοῶντας· Χαῖρε σκέπη τοῦ κόσμου ὁλόφωτε.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκ σοῦ Θεός, κόσμῳ ὡράθη ὡς ἄνθρωπος, ἐξ ἀχράντων, γεννηθεὶς αἱμάτων σου, καὶ κόσμου σκέπην σε κραταιάν, ἔδειξε Παρθένε, καὶ βοηθὸν ἐν ταῖς θλιψεσιν‧ ἀεὶ γὰρ περισκέπεις, καὶ κινδύνων ἐξαίρεις, τοὺς προστρέχοντας πόθῳ τῇ Σκέπῃ σου.

ὁ β’ χορός

Δόξα Πατρί…

Ὡς τοῦ παντός, τὸν Βασιλέα κυήσασα, ἐπεφάνης, ὡς τῶν ὅλων ἄνασσα, ὑπὸ Ἁγίων θεοειδῶν, δορυφορουμένη, καὶ νοερῶς ἀπεκάλυψας, ἡμῖν τάς ἀποδείξεις, τῆς ἁγίας σου Σκέπης, θειοτέρᾳ ἐκφάνσει Πανάχραντε.

ὁ α’ χορός

Καὶ νῦν…

Τὴν θαυμαστήν, καὶ ἀστραπόμορφον Σκέπην σου, δι’ ἧς σκέπεις, καὶ σῴζεις Πανύμνητε, τῶν εὐσεβούντων πᾶσαν ψυχήν, ἀνυμνολογοῦμεν, οἱ διὰ ταύτης σῳζόμενοι, δεινῶν πειρατηρίων, καὶ πιστῶς σοι βοῶμεν‧…

ὁ β’ χορός

…χαῖρε Κόρη ἀνθρώπων βοήθεια.

Κανὼν πρῶτος

ᾠδὴ ε’. Ὁ Εἱρμός.

ὁ α’ χορός

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου‧ σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε,  σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

Ἐξέστη τὰ σύμπαντα…

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λαὸς ὁ σὸς Δέσποινα, τῆς παναγίας Σκέπης σου, μνείαν τὴν ἁγίαν ἑορτάζει‧ σὺ γὰρ ἐπέστης ἐν Βλαχερνῶν τῷ ναῷ, καὶ πάντας ἐκεῖθεν νοερῶς, Ἄχραντε ἐσκέπασας, τοὺς πιστῶς σε δοξάζοντας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λεόντων τὰ στόματα, τῶν νοητῶν Πανάχραντε, τῶν ὠρυομένων καθ’ ἑκάστην, καταπιεῖν σοῦ τὴν κληρουχίαν Ἁγνή, σύντριψον τῇ σῇ ἐπισκοπῇ, καὶ αὐτῶν κατάβαλε, τὴν ὀφρὺν καὶ τὸ φρύαγμα.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀνάμνησιν ἄγοντες, τῆς φωτοφόρου Σκέπης σου, ᾄδoμεν τὰ σῶστρά σοι Παρθένε, ὅτι ἐῤῥύσω ἡμᾶς δουλείας πικρᾶς, καὶ τὸν ἐπελθόντα καθ’ ἡμῶν, ἐχθρὸν τὸν ὑπέροφρυν, κραταιῶς ἐταπείνωσας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δοχεῖον πολύτιμον, τοῦ πλούτου τῆς Θεότητος, κεχαριτωμένη Θεοτόκε, σκεῦος με δεῖξον τῆς θείας χάριτος, τὸν ὑπὸ τὴν Σκέπην σου ἀεί, πίστει καταφεύγοντα, καὶ ὑμνοῦντα τὴν δόξαν σου.

Κανὼν δεύτερος.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἵνα τί με ἀπώσω;

Ἡ ἁγία σου Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων σου, ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος, πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας, καὶ δροσίζει ἡμᾶς τῇ σῇ χάριτι.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ ἰδὼν ξένῃ ὄψει, δορυφορουμένην καθάπερ βασίλισσαν, ὑφ’ ἁγίων Κόρη, ὁ Ἀνδρέας ἐξέστη ὁ Ὅσιος, ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥπλωσας ἀΰλως, καὶ λαὸν τὸν πιστὸν σου ἐσκέπασας.

ὁ α’ χορός

Δόξα Πατρί…

Θαῦμα ἔδειξας μέγα, ἐναργῶς Πανάμωμε εἰς περιποίησιν, τοῦ πιστοῦ λαοῦ σου· ἀοράτως γὰρ τοῦτον ἐσκέπασας, ὑπὸ τοῦ σεπτοῦ σου, χερσί σου θείαις Μαφορίου· ὅθεν πάντες αἰνοῦμεν σε χαίροντες.

ὁ β’ χορός

Καὶ νῦν…

Ἐν ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην λαὸν Κόρη ἔσκεπε, φωταυγὴς νεφέλη‧ νῦν ἡμᾶς δὲ ἡ πάμφωτος Σκέπη σου, σκέπει καὶ διέπει, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων,…

ὁ α’ χορός

…τοῦ Υἱοῦ σου ἰθύνει ἑκάστοτε.

Κανὼν πρῶτος

ᾠδὴ στ’. Ὁ Εἱρμός.

ὁ β’ χορός

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

ὁ α’ χορός

Τὴν θείαν ταύτην καὶ πάντιμον…

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὁ στῦλος πρὶν ὁ πυρίμορφος, λαὸν Ἰσραηλίτην ὡδήγησε, νῦν δὲ ἡ Σκέπη σου, ἡ ἀστραπόμορφος Ἄχραντε, ἡμᾶς πρὸς σωτηρίαν ἰθύνει πάντοτε.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκέπην τὴν σὴν τὴν ὁλόφωτον, ἁπλοῦσα περισκέπεις ἑκάστοτε, Παρθένε Ἄχραντε, ἡμᾶς ὡς ἄρτι ἐγνώκαμεν‧ τί οὖν ἀνταποδώσωμεν τῇ σῇ χάριτι;

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σχοίνισμα Κόρη ἀπόλεκτον, οἰκεῖον καὶ λαὸν περιούσιον, ἡμᾶς ἀνέδειξας, πάλαι καὶ νῦν ἐναργέστατα· διὸ Ἑλλάς σε πᾶσα, ὑμνεῖ χορεύουσα.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κηρύττει Κόρη τὴν χάριν σου, λαός σου ὁ πιστὸς καὶ φιλόθεος, καὶ χαριστήριον, ᾠδὴν πρoσᾴδει τῇ Σκέπῃ σου, λυτρούμενος κινδύνων καὶ περιστάσεων.

Κανὼν δεύτερος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἱλάσθητί μοι Σωτήρ

Ὁλόφωτος ἀληθῶς, ἐπέστης Παντοβασίλισσα, καὶ ἥπλωσας θαυμαστῶς, τὴν ἄχραντον Σκέπην σου, σκέπουσα τοὺς δούλους σου‧ ὅθεν ἀνυμνοῦμεν, τὴν πολλὴν σου ἀγαθότητα.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν νομικὴν κιβωτόν, τὰ Χερουβὶμ πρὶν ἐσκίαζον‧ τὴν Ἐκκλησίαν δὲ νῦν, τοῦ Χριστοῦ ἡ Σκέπη σου, σκέπει Παντευλόγητε, καὶ ἐπισκιάζει, καὶ παρέχει χάριν ἄφθονον.

ὁ β’ χορός

Δόξα Πατρί…

Ὁ παλαιὸς Ἰσραήλ, ὑπὸ νεφέλης ἰθύνετο, ἐπαγγελίας πρὸς γῆν‧ ὁ νέος δὲ Πάναγνε, ὑπὸ τῆς ἁγίας σου, Σκέπης ὁδηγεῖται, πρὸς ζωὴν τὴν ἀτελεύτητον.

ὁ α’ χορός

Καὶ νῦν…

Κύκλῳ ἡμῶν ὥσπερ πῦρ, καταναλίσκον τοὺς ἄφρονας, τὴν Σκέπην σου τὴν λαμπράν, παρεμβάλλεις Ἄχραντε, ἡμᾶς διασῴζουσα, τῆς τούτων μανίας· διὰ τοῦτο σε δοξάζομεν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον. Ἦχος πλ. δ’.

Τῇ ὑπερμάχῳ.

Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ’ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.

Ὁ Οἶκος

Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ’ ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧ νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧

Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία

Χαῖρε Ἑλλάδος ἡ προστασία.

Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα

Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα.

Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ

Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ.

Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος

Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ.

Χαῖρε πηγὴ πλουσίας χρηστότητος

Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος.

Χαῖρε δι’ ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν

Χαῖρε πρὸς ἣν καθ’ ἑκάστην βοῶμεν‧

Χαῖρε Σκέπη ὁλόφωτε.

Συναξάριον

Τῇ ΚΗ’ τοῦ αὐτοῦ μηνὸς, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ’ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων.

Στίχοι

  • Σκέπη σου, Ἁγνή, σκέπεις καὶ περιθάλπεις

  • Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε.

  • Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν   Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν   τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης.

Στίχοι

  • Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων

  • Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.

  • Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.

Στίχοι

  • Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους,

  • Ὃ πρακτικὴ χεὶρ ἀρετῆς πλέκειν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν   Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ.

Στίχοι

  • Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα,

  • Ἐδειξε καινὸν καὶ τετμημένος τέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα.

Στίχοι

  • Εἰρηνικῶς θνῄσκουσιν εἰρήνης τέκνα,

  • Φιρμιλιανὸς καὶ σὺν αὐτῷ Μελχίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου Βασιλέως καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου καὶ Ἑλένης, τῆς αὐτοῦ μητρός.

Στίχοι

  • Μίξας ἐλαίῳ, Κυριακὲ παμμάκαρ,

  • Σὸν αἷμα σεπτόν, μῖγμα καινὸν εἰργάσω.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ τοῦ Ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη.

Στίχοι

  • Φλεχθεῖσα σάρκα Μάρτυς Ἄννα λαμπάσιν,

  • Ἀειφανὴς ὑπῆρξε λαμπὰς Κυρίου.

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἀθανασίου Πατριάρχου Κωνσταντινουπόλεως τοῦ ἐν τῷ Ἄθω ἀσκήσαντος.

Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν καὶ σῶσον τάς ψυχὰς ἡμῶν. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ’. ᾠδὴ α’ 

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

…στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’ 

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ Ϛ’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’. ἦχος δ’

ὁ α’ χορός

Στίχ. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.

Ὁ Εἱρμός

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

ὁ β’ χορός

Στίχ. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.

Ἅπας γηγενής,…

ὁ α’ χορός

Στίχ. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ὁρῶντες κατεπλήττοντο, πῶς περισκέπει καὶ σῴζει τοὺς ἐπ’ αὐτῇ πεποιθότας.

Ἴαμα ἡμῖν, ἡ δρόσος Πανάχραντε ἡ ἀποστάζουσα, ἐκ τῆς θείας Σκέπης σου, ὡς ἐκ νεφέλης αὐλοῦ γίνεται, καὶ παύει ἀρρωστήματα ψυχῆς καὶ σώματος, τῶν βοώντων‧ Χαῖρε Ἀειπάρθενε, εὐφροσύνη ἡμῶν καὶ παράκλησις.

ὁ β’ χορός

Στίχ. Ἄγγελοι καὶ ἄνθρωποι τὴν σεπτήν Σου, Σκέπην τιμῶμεν Δέσποινα· πάντας γὰρ σκέπεις ἐν ταύτῃ, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας.

Μνείαν ἱεράν, εἰς δόξαν καὶ αἴνεσιν τῶν θαυμασίων σου, ἄγει Παναμώμητε, ἀγαλλομένη ἡ Ἑλλὰς σήμερον, καὶ πίστει καταφεύγουσα ὑπὸ τὴν Σκέπην σου, ἐκβοᾷ σοι‧ Σκέπε με καὶ φύλαττε, ἄχρι βίου τερμάτων Πανύμνητε.

ὁ α’ χορός

Στίχ. Ἄγγελοι καὶ ἄνθρωποι τῆς Πανάγνου, τὴν Σκέπην μεγαλύνομεν‧ σκέπει γὰρ αὔτη καὶ σῴζει, πάντας τοὺς ταύτην τιμῶντας.

Ὅλῃ τῇ ψυχῇ, συνήλθομεν Ἄχραντε τῇ θείᾳ Σκέπῃ σου, αἶνον χαριστήριον, εὐγνωμοσύνῃ θερμῇ προσάγοντες, ὅτι ἡμᾶς ἐξέλεξας εἰς περιποίησιν, καὶ ἐν πᾶσι, περιέπεις Δέσποινα, καὶ διέπεις καὶ σῴζεις ἐκ θλίψεων.

ὁ β’ χορός

Στίχ. Ἄχραντε Παρθένε θεοκυῆτορ, τὴν ποίμνην σου περίσῳζε, σκέπουσα ταύτην σῇ Σκέπῃ, καὶ προνοοῦσα ἐν πᾶσιν.

Ὕπερθεν Ἁγνή, καὶ κύκλῳ τοῦ Ἔθνους σου τὴν θείαν Σκέπην σου, οἷα περιτείχισμα, ἔχε Παρθένε, πλούτῳ χρηστότητος‧ ἐμοὶ δὲ τῷ τοὺς ὕμνους σοι ἤδη ὑφάναντι, δίδου Κόρη, φωτισμὸν καὶ ἔλλαμψιν, καὶ πταισμάτων τὴν ἄφεσιν δέομαι.

Κανὼν δεύτερος.

ὁ α’ χορός

Στίχ. Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν παναγίαν Σκέπην.

Ἐξέστη ἐπὶ τούτῳ

Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λαὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς σuμπαθής, ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θείαν Σκέπην σου, οἷά περ νεφέλην φωτοειδῆ‧ διὸ τῆς σῆς εὐνοίας, κηρύττοντες τὸν πλοῦτον, σὲ Θεοτόκε μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὴν φωτοφόρον Σκέπην.

Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λαὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε νεφέλην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε, σκέπουσαν καὶ σῴζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας, θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον.

ὁ α’ χορός

Δόξα Πατρί….

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν ἐν τρισὶ προσώποις, ἄναρχον Θεαρχίαν.

Ὑψώσασα τάς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔνθεν ἐφαπλώσασα νοερῶς, τὴν φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πιστούς‧ διὸ τὴν τούτου μνείαν, τελοῦντες ἐτησίως, σὲ Θεοτόκε μεγαλύνομεν.

ὁ β’ χορός

Καὶ νῦν…

Στίχ. Μεγάλυνον ψυχή μου, τῆς παναχράντου Κόρης, τὰ ξένα μεγαλεῖα.

Ὑμνοῦντές σου τῆς Σκέπης τάς πολλαπλάς, δωρεὰς καὶ τὴν χάριν τὴν ἄφθονον, Μῆτερ Ἁγνή, ὧν κατατρυφῶμεν διηνεκῶς, ἀπὸ ψυχῆς βοῶμεν σοι‧ Ὥσπερ πάλαι ἔσκεπες σὸν λαόν, οὕτω καὶ νῦν χειρί σου, σκέπε ἡμᾶς καὶ σῷζε, ἄχρι τερμάτων βίου Ἄχραντε.

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάρια

ὁ α’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστοὺς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμαντον Θεοτόκε.

ὁ β’ χορός

Ἕτερον. Ὅμοιον.

Τῇ κραταιᾷ σοῦ Σκέπῃ, καὶ ἀκοιμήτῳ πρεσβείᾳ, τὸ τῶν Ἑλλήνων Γένος, φυλάττε Κόρη ἀβλαβὲς· Σὲ γὰρ κεκτήμεθα πάντες, καταφυγὴν ἐν ἀνάγκαις.

ΑΙΝΟΙ

Ἦχος α’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς

μεγαλωσύνης αὐτοῦ.

Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων

Τὴν Ἀειπάρθενον Κόρην καὶ Θεοτόκον Ἁγνήν, τὴν τῶν πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἑξαιρέτως καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν σύμπασα ἡ Ἑλλάς, μεγαλύνοντες τὴν Σκέπην αὐτῆς.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τὴν παναγίαν σου Σκέπην καὶ ἀστραπόμορφον, ἣν ὡς φωτὸς νεφέλην, ἐφαπλοῖς καθ’ ἑκάστην, καὶ σκέπεις καὶ καλύπτεις πάντας ἡμᾶς, ἀριδήλως ὡς ἔγνωμεν, ἐν εὐκαιρίαις Παρθένε καὶ συμφοραῖς, μακαρίζομεν γηθόμενοι.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ἡ Βασιλεύουσα πόλις, Παρθένε πρότερον, ἐρρύετο κινδύνων, καὶ δεινῶν πολεμίων, τῇ Σκέπῃ σου τῇ θείᾳ καὶ θαυμαστῇ, ἡ Ἑλλὰς δὲ νῦν ἅπασα, τῇ ταύτης χάριτι ῥύεται χαλεπῶν, σuμφoρῶν καὶ περιστάσεων.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὡς θαυμαστὴ σου Παρθένε περὶ τὸ Γένος σου, πάλαι καὶ νῦν τυγχάνει, τῆς εὐνοίας ἡ χάρις· διὸ ὑπὸ τὴν Σκέπην σου τὴν σεπτήν, καθ’ ἑκάστην προστρέχοντες, λύσιν εὑρίσκομεν πάσης ἐπιβουλῆς, καὶ καλῶν παντοίων μέθεξιν.

ὁ α’ χορός

Δόξα Πατρί..Καὶ νῦν… Ἦχος πλ.α’

Αἱ δωρεαὶ τῆς Σκέπης σου, ὡς ἀκτῖνες πανταχοῦ ἁπλούμεναι, πολλαχῶς εὐεργετοῦσιν ἡμᾶς Θεοτόκε‧ νόσων γὰρ τὴν ἀχλὺν διώκουσι, πολεμίων τάς φάλαγγας ἐκτρέπουσιν, ἀδοκήτων συμφορῶν διαλύουσιν τὸν ζόφον, καὶ εἰρήνην σταθηρὰν ἡμῖν παρέχουσιν, Ἀλλ’ ὦ κεχαριτωμένη Παρθένε, τοὺς χαριστηρίους ἡμῶν ὕμνους δέξαι, καὶ ἴσθι ἡμῖν σύμμαχος καὶ προστάτις… 

ὁ β’ χορός

…μέχρι τερμάτων αἰῶνος δεόμεθα.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α’. Τῆς ἐρήμου πολίτης

Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

Ἦχος β´.

ὁ α’ χορός

Στίχ. α’. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορὸς

Στίχ. β’. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου …

ὁ α’ χορός

Στίχ. γ’. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου …

ὁ β’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου …

Ἀντίφωνον Β’

ὁ β’ χορὸς

Στίχ. α’. Τῆς αἰνέσεώς σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. β’. Ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ …

ὁ β’ χορὸς

Στίχ. γ’. Κύριος Σαβαὼθ σuνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ …

ὁ α’ χορός

Δόξα Πατρὶ…

ὁ β’ χορός

Καὶ νῦν…

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. α’. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης

Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

ὁ β’ χορός

Στίχ. β’. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονται σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Τῆς Σκέπης σου, Παρθένε …

ὁ α’ χορός

Στίχ. γ’. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου.

Τῆς Σκέπης σου, Παρθένε…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 Ἦχος β’

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α’. Τῆς ἐρήμου πολίτης

Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

ὁ β’ χορὸς

Ἕτερον. Ἦχος πλ. δ’, Θεοτόκε Ἀειπάρθενε.

Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, δι’ ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Τοῦ Ναοῦ

ὁ β’ χορὸς

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον. Ἦχος πλ. δ’.

Τῇ ὑπερμάχῳ.

Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ’ ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.

Τρισάγιον.

᾽Απόστολος τῆς Θεοτόκου (῾Εβρ.Θ’ 1-7)

Προκείμενον ἦχος γ’.  

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾽Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβεὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Ἀλληλούϊα (γ’)

Τὸ Εὐαγγέλιον

Τῆς Θεοτόκου

Ἐκ τοῦ κατὰ Λουκᾶν.

 (Λουκ. ι´ 38-42, ια´ 27-28).

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ΄ γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρά τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ· ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ ἑνὸς δὲ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον του Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

ἦχος δ’

Στίχ. Ἄγγελοι τὴν Σκέπην τῆς Θεοτόκου, ἐν ὕμνοις μεγαλύνουσιν, ὅτι πιστῶν τάς χορείας, ἁπανταχοῦ περισκέπει.

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος‧ πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω‧ Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε. 

Κοινωνικὸν

ὁ β’ χορός

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

https://agioskosmasoaitolos.wordpress.com

 

Μετὰ τὴν ἀπόλυσιν τῆς λειτουργίας τελεῖται ἡ ἑξῆς·

Δοξολογία ἐπὶ τῇ ἐθνικῇ ἑορτῇ

«Εὐλογητὸς ὁ Θεός», καὶ τὸ ἀπολυτίκιον, ἦχος α΄·

«Τῆς σκέπης σου παρ­θένε, ἀvυμνοῦμεν τὰς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς· σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου προμηθείᾳ ἄχραντε».

Εἶτα τὸ κοντάκιον «Τῇ ὑπερμάχῳ», καὶ εὐθὺς ἡ κάτωθι δοξολογία εἰς ἦχον βαρύν:

Δόξα σοι τῷ δείξαντι τὸ φῶς, δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

῾Η δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι· ἡ δεξιά σου, Κύ­ριε, ἔθραυσεν ἐχθρούς· ᾿Αλληλούια, ἀλληλούια, ἀλλη­λούια.

᾿Εν τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναν­τί­ους· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.

Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.

Οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν, οἱ οἶκοι ἠρημώθησαν καὶ ἡμεῖς περιυβρίσθημεν· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.

Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.

᾿Αλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ· πάντα τὰ ἔθνη κροτήσατε χεῖρας· ᾿Αλληλούια, ἀλληλούια, ἀλληλούια.

Εἶτα αἱ ἑξῆς αἰτήσεις τῆς λιτανευτικῆς (ἐκτενοῦς) ἱκεσίας, τῶν χορῶν ψαλλόντων ἐκ περιτροπῆς μεθ᾿ ἑκάστην αὐτῶν ἀνὰ ἓν τρι­πλοῦν «Κύριε, ἐλέησον», ἐξαιρέσει τῆς πέμπτης, μεθ᾿ ἣν ψάλλεται «Αἰωνία ἡ μνήμη» γ΄, καὶ τῆς ἕκτης, μεθ᾿ ἣν ψάλλεται τὸ «Κύριε, ἐλέησον» ἀνὰ δέκα ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ.

«᾿Ελέησον ἡμᾶς, ὁ Θεός…»

«῎Ετι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν…»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν…»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρ­χῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θάλασ­σαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑ­πὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κα­τευοδῶσαι αὐτὸ ἐν πᾶσιν».

«῎Ετι δεόμεθα ὑπὲρ αἰωνίας μνήμης καὶ μακαρίας ἀνα­παύ­σεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πί­στεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων, καὶ ὑπὲρ τοῦ συγ­­χωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκού­σιον».

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλη­σί­αν…»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι…»

«Τοῦ Κυρίου δεηθῶμεν» καὶ ὁ ἱερεὺς τὴν εὐχήν:

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι τῇ σῇ ἀγα­θό­τητι ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς ἀναμέλψαι σοι ᾠδὴν ἐπινίκιον τῷ σωτῆρι ἡμῶν. ᾿Ιδοὺ γὰρ οἱ ἄρχοντες ἡμῶν συνήχθησαν ἐπὶ τὸ αὐτό, καὶ πᾶσα συναγωγὴ λαοῦ ἀνάμνησιν ἐπιτελοῦμεν ἔρ­γου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέ­ραις ἡμῶν. Λαὸς γὰρ πόρ­ρωθεν ἱταμὸς καὶ ἀνελέητος ἀνέβη ὡς λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξῆρε καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ ἐξολοθρεύων ἔθνη, τιθεὶς τὴν γῆν εἰς ἐρήμωσιν καὶ πόλεις καθαιρῶν παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. ᾿Εσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Οἱ κατοικοῦντες αὐτὴν εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάσας τὰς θαλάσσας ταρασσομένας, τὸν οὐρανὸν φλε­γό­μενον καὶ πάσας τὰς πόλεις ἐμπεπυρισμένας, καὶ εἰσέ­δυσαν εἰς τὰ σπήλαια καὶ ἐκρύβησαν εἰς τὰς τάφρους. Καὶ ἧκεν ἐφ᾿ ἡμᾶς τὸ ἔθνος τὸ ὁπλομάχον καὶ εἶπον ἡμῖν· Κύ­ψα­τε, ἵνα παρέλθωμεν. ῾Ο δὲ λαός σου ἀνέστη καὶ ἐν τῷ ὀνό­ματί σου ἠμύνατο αὐτοῖς καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐδί­ωξεν εἷς χιλίους καὶ δύο μετεκίνησαν μυριάδας.

᾿Αλλ᾿ ἔδει πληρωθῆναι τὴν βουλήν σου, ὁ Θεός, καὶ ἔστρε­ψας τὴν νίκην ἡμῶν εἰς ἧτταν καὶ ἦλθον τὰ ἔθνη εἰς τὴν κλη­ρονομίαν σου καὶ ἐμίαναν τὴν χώραν ἡμῶν. ῎Εθεντο τὰ θνη­σι­μαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. ᾿Εξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν πληγάς· ἔθου ἡμᾶς ὡς λίθον κατα­πατού­με­νον καὶ εἰς χοῦν θανάτου κατήγαγες ἡμᾶς· οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς καὶ ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡ­μῶν· οἱ υἱοὶ καὶ αἱ θυγατέρες ἡμῶν ἐτελεύτησαν ἐν λιμῷ· ἐ­πένθησεν ἡ γῆ καὶ ἐκ πάσης οἰκίας ἤρθη εὐφροσύνη καὶ χαρά· καὶ ἐκλαίομεν οὐ τοὺς τεθνηκότας οὐδὲ ἐθρηνοῦμεν ἐπ᾿ αὐτοῖς, ἀλλ᾿ ἐκλαίομεν κλαυθμῷ τοὺς ἐκπορευομένους, ὅτι οὐκ ἦν ἐπιστρέψαι ἔτι καὶ ἰδεῖν τὴν γῆν τῆς πατρίδος αὐτῶν.

῞Οτε δὲ συνετελέσθη ἡ πονηρία τῶν ἁμαρτωλῶν καὶ ἐπλή­σθη ἡ ταπείνωσις ἡμῶν, ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος καὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισε τοὺς ἐχθροὺς ἡμῶν καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς· ἅμα τῷ δοξασθῆναι αὐ­τοὺς καὶ ἐπαρ­θῆναι ἐκλιπόντες ὡσεὶ κα­πνὸς ἐξέλιπον· οἱ με­γαλορ­ρη­μο­νοῦντες ὠνεδίσαντο αἰσχύνην καὶ ἐντροπήν, καὶ ἐγενή­θη­σαν αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, ὅτι ἡμέρα Κυρί­ου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάν­τα ὑψη­λὸν καὶ μετέωρον· ὁ γὰρ δεσπότης Κύριος σαβαὼθ συν­τα­ράσ­σει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συν­­τριβήσονται.

Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡ γῆ ἡμῶν, καὶ αἱ ψυχαὶ ἡμῶν εὐγνωμοσύνης πλήρεις βοῶσι πρὸς σέ· Σὺ βα­σιλεὺς ἡμῶν, σὺ ἄρχων, σὺ καὶ κριτής, ὅτι ἡ δι­και­ο­σύνη σου εἰς τὸν αἰῶνα ἔσται καὶ τὸ σωτήριόν σου εἰς γε­νεὰς γενεῶν. Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς· νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας ἡμᾶς, τοὺς ἄρχοντας καὶ τὸν λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι ἔτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν, καὶ μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ. ῎Ετι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, Κύριε, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται ἐν σκηναῖς δικαίων καὶ τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ἵνα οἵ τε ζῶντες καὶ οἱ ἐπ᾿ ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐ­χαριστίαν καὶ δόξαν προσφέρομέν σοι τῷ Κυρίῳ τῆς ζωῆς καὶ τοῦ θανάτου εἰς τοὺς αἰῶνας.

῾Ο χορὸς «᾿Αμήν», καὶ ὁ ἱερεὺς τὴν ἀπόλυσιν καὶ «Δι᾿ εὐ­χῶν».

28 ΟΚΤ15 ΕΟΡΤΗ ΤΗΣ ΑΓΙΑΣ ΦΩΤΟΦΟΡΟΥ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: