ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ 17 ΟΚΤΩΒΡΙΟΥ 2015

17 ΟΚΤΩΒΡΙΟΥ 2015

Σάββατον

  Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηὲ καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…  

καὶ ψάλλομεν τετράκις εἰς ἦχον πλ. δ’ τό,

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἦχος β΄

Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. ‘

ὁ β’ χορὸς

Δόξα Πατρί…Νεκρώσιμον

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος… 

ὁ α’ χορὸς

Καθίσματα Μαρτυρικὰ

Ἦχος β’

Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπ’ αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον, ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα…

Εὐσπλαγχνίας ὑπάρχουσα

Ὁ νεκρῶν καὶ τῶν ζώντων ὡς Θεός, ἐξουσίαν ἁπάντων ἐσχηκὼς Ζωοδότα, πρόσχες ταῖς δεήσεσι τῶν δούλων σου, δεῖξόν σου τὰ σπλάγχνα τὰ φιλάνθρωπα, καὶ δίδου τὴν ἄφεσιν ψυχαῖς, ἃς μετέστησας, ἐπ’ ἐλπίδι τῇ εἰς σέ, ὁ δι’ εὐσπλαγχνίαν ὑπεράγαθος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια! τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Μετὰ τὸν Ἄμωμον

τὰ Εὐλογητάρια.

Ἦχος πλ. α’

ὁ β’ χορὸς

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὓρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

ὁ α’ χορὸς

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ὁ παλάμῃ(ἢ ὁ πάλαι μέν,) ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δόξα Πατρί…  Τριαδικὸν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Καὶ νῦν…

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

ὁ β’ χορὸς

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

 ὁ α’ χορὸς

Καί ἀνάπαυσον τοὺς δούλους Σου.

ὁ ῾Ιερεύς: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.  

ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται·

ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

 ὁ ῾Ιερεύς: Τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ β Χορός: Παράσχου, Κύριε. (χύμα).,.

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν

ὁ α’  Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)  

Εἶθ’ οὕτως,

ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου,  βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.
ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον  (ἅπαξ).

ὁ ῾Ιερεύς: ῞Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καθίσματα Ἦχος πλ. α’

ὁ β’ χορὸς

Ἀμήν.
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Δόξα Πατρί… 

Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς χύμα

Κανὼν εἰς πάντας τοὺς Ἁγίους

ᾨδὴ α’ Ἦχος β’ Ὁ Εἱρμὸς

ὁ α;’ χορὸς

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Διωγμοὺς χαλεπούς, καὶ αἰκισμοὺς σφοδροὺς καρτερικῶς, ἐνεγκόντες Ἀθληταί, πᾶσαν τὴν πλάνην ἐκ τῶν περάτων, σθένει θεϊκῷ ἐδιώξατε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Οἱ Θεοῦ λειτουργοί, καὶ Ἱεράρχαι φέγγει νοητῷ, ἀπαστράπτοντες σαφῶς, πρὸς φῶς ὡδήγησαν εὐσεβείας, πάντων εὐσεβῶν τὰ πληρώματα.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὑπερήφανον νοῦν, ταπεινωθέντες Ὅσιοι καλῶς, κατεκλίνατε εἰς γῆν, καὶ ὑψωθέντες ἐνθέοις τρόποις, πᾶσι ταπεινοῖς βοηθεῖτε ἀεί.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Λαμπροτάτου φωτός, καὶ αἰωνίου δεῖξον κοινωνούς, εὐφροσύνης ὡς Θεός, οὕς περ μετέστησας τῶν προσκαίρων, δούλους σου πιστούς, ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Αἱ ἀσκήσει στερρῶς, ἠγωνισμέναι καὶ ἀθλητικῶς, καθελοῦσαι τὸν ἐχθρόν, σεμναὶ Γυναῖκες Θεοκυῆτορ, σὲ περιεστῶσαι, εὐφραίνονται.

Κανὼν εἰς Κοιμηθέντας οὗ ἡ Ἀκροστιχίς.

Τοῖς τεθνεῶσι δεύτερον πλέκω μέλος.

Ὁ Εἱρμὸς

Τῷ τὴν ἄβατον

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Τῷ θανάτῳ σου, καταπατήσας θάνατον, θείας ζωῆς ἀνέβλυσας ἀϊδιότητα, ἣν παράσχου ἀγαθέ, ταῖς τῶν κοιμηθέντων ψυχαῖς, ταῖς τῶν Μαρτύρων σου, πρεσβείαις ἄφεσιν, πταισμάτων χαριζόμενος.

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Ὁ τὸ πλούσιον, ἀεὶ πηγάζων ἔλεος, τοῖς εὐσεβῶς φιλάνθρωπε προσδεχομένοις σε, ἐν τῷ οἴκῳ σου Χριστέ, ἐν τῇ θαυμαστῇ σου σκηνῇ, τόπον ἀνέσεως παράσχου Δέσποτα, τοῖς δούλοις σου ὡς εὔσπλαγχνος.

 β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἰσχυρότατος, κατὰ θανάτου γέγονας· ὅθεν αὐτὸν ἐδέσμευσας, ἡμᾶς ῥυσάμενος, καὶ νῦν ῥῦσαι τῆς αὐτοῦ, τοὺς κεκοιμημένους φθορᾶς ὡς ὑπεράγαθος, τῆς σῆς ἐλλάμψεως, τὴν μέθεξιν δωρούμενος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Στερεώσασα, τὴν κλονουμένην φρένα μου, Μήτηρ Θεοῦ βεβαίωσον, θείοις προστάγμασι, τοῦ τεχθέντος ἐκ τῆς σῆς, καθηγιασμένης γαστρός, καὶ καταργήσαντος, τοῦ ᾅδου Δέσποινα, τὸ ζοφερὸν βασίλειον.

Καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.

Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Ὡσηὲ μέλπω τοὺς θεοπνεύστους λόγους.

Θεοφάνους

ᾨδὴ α’ Ἦχος α’

Τῷ βοηθήσαντι Θεῷ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς θεηγόρος ἀληθῶς, ὦ Προφήτα Ὡσηέ, τῷ Ζωοδότῃ παρεστώς, ἐκτενῶς ἱκέτευε, λυτρωθῆναι κινδύνων, ἅπαντας τοὺς εὐφημοῦντάς σε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σοῦ τῆς ψυχῆς τὸ ὀπτικόν, ἐκκαθάρας μολυσμῶν, κατηξιώθης προορᾶν, τηλαυγῶς τὰ μέλλοντα, καὶ προλέγειν ἀψεύστως, ἄριστα τὰ ἐκβησόμενα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ τῆς προγνώσεως πηγή, ἡ σοφία τοῦ Θεοῦ, τὸν θεηγόρον Ὡσηέ, προφητείας ποταμόν, ἀνέδειξε τοῖς πᾶσι, βρύοντα θεῖα διδάγματα.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐπιφανέντα τὸν Χριστόν, ἐκ Παρθένου δι’ ἡμᾶς, ἐκ τῆς Αἰγύπτου προφανῶς, ὁ Πατὴρ ἐκάλεσεν, Ὡσηὲ ὡς προεῖπε, πάλαι ὁ θεοπτικώτατος.

Ὁ Κανὼν τοῦ Ὁσιομάρτυρος, ἔχων Ἀκροστιχίδα τὴν δέ.

Ἀνδρείας ὑμνῶ τὸν φερώνυμον πόθῳ. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος β’

Ἐν βυθῷ κατέστρωσε

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνδρικῶς τὰ πάθη τῆς σαρκός, Πάτερ δουλωσάμενος, τῷ λογισμῷ ἀνδρείας ὡς ἐπώνυμος, τυράννων ὠμότητα, κατεπάλαισας, καὶ νομίμως ἐνήθλησας· ὅθεν σε συμφώνως, πίστει συνελθόντες μακαρίζομεν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νοητῶς ὡς ἄνθραξ πυρωθείς, θέρμῃ θείου Πνεύματος, τὸν παγετὸν τῶν παθῶν διεσκέδασας, κρουνοῖς τῶν αἱμάτων δέ, πῦρ ἀπέσβεσας, δυσσεβείας ἀλλότριον, μέγιστε Ἀνδρέα, Ὁμολογητὰ θεομακάριστε.

 ὁ α’ χορὸς

Δόξα Πατρί… 

Δεσμευθεὶς τῷ πόθῳ τοῦ Χριστοῦ, Πάτερ ἐκ νεότητος, τὸν σὸν σταυρὸν ἀναλαβών, γηθόμενος τούτῳ ἠκολούθησας, ἀρνησάμενος σεαυτὸν διὰ πίστεως, καὶ ὁμολογίας, καὶ τελειοτάτης ἐναθλήσεως.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ῥαθυμίας ὕπνῳ τὴν ψυχήν, πάντοτε βαρούμενος, ἐπὶ τὴν σὴν Παρθενομῆτορ ἄχραντε, προστρέχω ἀντίληψιν· Πρὸς ἐγρήγορσιν μετανοίας διέγειρον, τῆς αἰωνιζούσης, τότε ῥυομένη με κολάσεως.

ᾨδὴ γ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πυρωθέντες τῷ πυρί, τῆς ἀγάπης τοῦ Χριστοῦ οἱ Ἀθλοφόροι, τῶν βασανων τὴν πυράν, δροσισμῷ τοῦ παντουργοῦ, ἔσβεσαν Πνεύματος.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἁγιώτατοι Χριστοῦ, Ἱεράρχαι καὶ σεπτοί, Ὁσίων δῆμοι, ὑπὲρ πάντων ἡμῶν, τὸν φιλάνθρωπον Θεόν, ἐκδυσωπήσατε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἱερώτατος χορός, τῶν ἐνθέων Προφητῶν ἐμεγαλύνθη, καὶ Γυναίων πληθύς, ἐναθλήσασα στερρῶς, δόξης ἐπέτυχον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νεκρωθεὶς ἐπὶ Σταυροῦ, ἐδωρήσω τοῖς θνητοῖς ἀθανασίαν, ἧς τυχεῖν τοὺς πρὸς σέ, καταξίωσον Χριστέ, μεταχωρήσαντας.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μετὰ πάντων Προφητῶν, καὶ Γυναίων ἱερῶν, Θεὸν Παρθένε, τὸν τεχθέντα ἐκ σοῦ, δυσώπει ἐκτενῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

 Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἐν πέτρᾳ με τῆς πίστεως

 ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Ταῖς τῆς σῆς ὡραιότητος λαμπηδόσιν, αὐγάζεσθαι τοὺς πίστει κεκοιμημένους, εὐδόκησον ὁ πλούσιος ἐν ἐλέει, μετὰ Μαρτύρων σου· σὺ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

 ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἐν τόποις ἀναψύξεως, ὡς οἰκτίρμων, ἐν χώρᾳ Ἀβραάμ τε τοῦ ἐκλεκτοῦ σου, ἀξίωσον αὐλίζεσθαι τοὺς σοὺς δούλους, τοὺς σοὶ κραυγάζοντας· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

 ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Θαλάμοις οὐρανίοις περιπολεύειν, φρονίμοις ταῖς παρθένοις συνεισελθόντας, ὑπόδεξαι τοὺς δούλους σου λαμπαδούχους, οὕς περ μετέστησας, τῷ σῷ βουλήματι, ἐκ τῶν προσκαίρων Δέσποτα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νεκρωθέντα, καὶ πρὸς γῆν με ἀποστραφέντα, ἀνέστησας τεκοῦσα τὸν ζωοδότην, ἀνήγαγες ἐξ ᾅδου με κατωτάτου, τὸν Θεοτόκον σε πίστει δοξάζοντα, καὶ τιμῶντα Πάναγνε, σὲ τὴν Πανύμνητον

Τοῦ Προφήτου ᾨδὴ γ’

Στερέωσόν με Χριστὲ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Μυήσει θεοπρεπεῖ, δεδιδαγμένος τὰς θείας ἐκφαντορίας, ἐθνῶν τὴν κλῆσιν, σαφῶς προηγόρευσας Προφῆτα, Πνεύματι Ἁγίῳ τυπούμενος.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐσόμενα προορᾶν, ὡς ἐνεστῶτα Θεόφρον ἠξιωμένος, τῶν Ἰουδαίων, σαφῶς τὴν ἀπόπτωσιν προεῖπας, καὶ τῶν νομικῶν τὴν διάβασιν.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λυτροῦσθαι τὸν Ἰσραήλ, οὐκ ἐν πολέμῳ καὶ τόξῳ καὶ πανοπλίᾳ, ἀλλ’ ἐν Κυρίῳ Θεῷ Παντοκράτορι προέφης, σάρκωσιν τοῦ Λόγου σημαίνων ἡμῖν.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Παρθένε χαῖρε σεμνή, ἡ συλλαβοῦσα τὸν Λόγον σωματωθέντα, τὸν τῷ ἰδίῳ, ἡμᾶς λυτρωσάμενον ἐκ πλάνης, αἵματι ἁγίῳ, καὶ σώματι.

Τοῦ Ὁσιομάρτυρος

Ἐν πέτρᾳ με τῆς πίστεως

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐρείσας τοῦ νοός σου τὰς βάσεις Πάτερ, ἐν πέτρᾳ τῆς ἀγάπης Χριστοῦ οὐδόλως, προσπνεύσεσι σεσάλευσαι ἐναντίαις, βοῶν τῷ Κτίστῃ σου· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰάσεις καὶ πρὸ τέλους καὶ μετὰ τέλος, πηγάζεις θεορρῆμον τοῖς ἀσθενοῦσι, καὶ πνεύματα ἀκάθαρτα ἀπελαύνεις, Ἀνδρέα Ὅσιε, βοῶν τῷ Κτίστη σου· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

ὁ α’ χορὸς

Δόξα Πατρί…   

Ἀσκήσεως τοῖς δάκρυσι λελουμένος, ἐν αἵμασι Μαρτύρων ἐκαλλωπίσθης καὶ ὅλος ὡραιότατος δεδειγμένος, βοῶν ἀνέδραμες, πρὸς τὸν ποθούμενον· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Σαρκὸς ἐν ὁμοιώματι γεγονότα, Πατρὸς τὸν ὁμοούσιον Θεὸν Λόγον, ἐκύησας Πανάμωμε ὑπὲρ λόγον, Παρθένος μείνασα, μετὰ τὴν κύησιν· διὰ τοῦτο πίστει σε μακαρίζομεν.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ Πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν… 

Μαρτυρικόν Κοντάκιον

Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.

ὁ α’ χορὸς

Κάθισμα τοῦ Προφήτου

Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

Ὑπέκλινας τὸ οὖς, τῷ λαλοῦντι Προφήτα, καὶ πάντων μυηθείς, τῶν μελλόντων τὴν γνῶσιν, Χριστοῦ προεσήμανας, παρουσίαν τὴν ἔνθεον· ὅθεν σήμερον, τὴν Παναγίαν σου μνήμην, ἑορτάζοντες, τὸν Λυτρωτὴν ἀνυμνοῦμεν, τὸν σὲ μεγαλύναντα.

ὁ β’ χορὸς

Δόξα… Τοῦ Ὁσιομάρτυρος

                                                                                 Ἦχος πλ. δ’       

Τὴν Σοφίαν καὶ Λόγον

Φερωνύμως Ἀνδρέα ὡς ἀληθῶς, κραταιούμενος πίστει τῇ εὐσεβεῖ, Μάρτυς ἀξιάγαστε, ὡς Χριστῷ συνεπόμενος, Μοναστῶν τὰς χορείας, ἐφαίδρυνας πράξεσι, καὶ Ὁσίων τῆς δόξης ἐδείχθης ἐφάμιλλος· ὅθεν καὶ Μαρτύρων, ὑπελθὼν τοὺς ἀγῶνας, γενναίως ἐνήθλησας, καὶ νομίμως ἠρίστευσας. Πρωτοκλήτου ὁμώνυμε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δὸς μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου, κατασκίου ἐπεδήμησας Χριστέ.

ὁ α’ χορὸς

Τὴν ἐκ Παρθένου σου γέννησιν………..

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ τοῦ Χριστοῦ τὰ παθήματα, εὐκλεεῖς Ἀθλοφόροι, μιμησάμενοι καλῶς, κατατεινόμενοι ἔχαιρον, πολλαῖς βασάνοις, τὰς αἰωνιζούσας ἀντιδόσεις σκοποῦντες, ὧν τυχόντες, μακαρίζονται ἀεί.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νόμους τηροῦντες τοῦ Πνεύματος, Ἱεράρχαι προφρόνως, ἐπωκείλατε λαούς, ὡς κυβερνῆται πανάριστοι, πρὸς θεῖον ὅρμον, καὶ μετατεθέντες ἐκ τῶν κάτω θορύβων, πρὸς γαλήνην μετηνέχθητε ζωῆς.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Γῆς παρεπίδημοι ὤφθητε, μεταθέντες Πατέρες, τὸ πολίτευμα ὑμῶν ἐν οὐρανοῖς, καθὼς γέγραπται, εὐσεβοφρόνως, καὶ σαρκὸς τὰ πάθη, χαλινώσαντες πόνοις ἐγκρατείας, τῇ δυνάμει τοῦ Χριστοῦ.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νέκρωσιν θείαν ποθήσασαι, τὴν ζωὴν τὴν ἀγήρω, προξενοῦσαν ἀληθῶς, διὰ βασάνων καὶ θλίψεων, καὶ ἐγκρατείας, τίμιαι Γυναῖκες, ἠξιώθητε ταύτης, δυσωποῦσαι τὸν Χριστὸν ὑπὲρ ἡμῶν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἣν μετεβίβασας Κύριε, τῶν προσκαίρων τοῦ βίου, πολυάριθμον πληθύν, ἐν ὀρθοδόξῳ λατρεύσασαν, Λόγε τῇ πίστει, πάσῃ σῳζομένων, τῇ πληθύϊ συνάψας, αἰωνίου καταξίωσον ζωῆς.

 ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὄρος κατάσκιον βλέπει σε, ἀρεταῖς ὁ Προφήτης, Θεοτόκε Ἀββακούμ, ἐξ οὗ ἐπέφανεν ἀνθρώποις ὁ Θεός, ἀφράστως ἀρετῇ, καλύψας οὐρανούς, καὶ τὸ γένος ἀνθρώπων, διασώσας ἐκ φθορᾶς.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ὑμνῶ σε· ἀκοὴν

 ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ἐλπίδι, καὶ ἀγάπῃ ζήσαντας, καὶ φρονήματι ὀρθοδόξῳ, τῆς ὑπὲρ νοῦν δόξης σου ἀξίωσον τοὺς σοὺς οἰκέτας Χριστέ, τῇ πολλῇ φιλανθρωπίᾳ σου, τῶν εὐκλεῶν Μαρτύρων ταῖς δεήσεσιν.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὡς ἔχων, τῆς τρυφῆς ἀέναον, τὸν χειμάρρουν ἀεὶ ποτίζεις, τοὺς ἐκλεκτοὺς Κύριε, μεθ’ ὧν καὶ νῦν τοὺς μεταστάντας Χριστέ, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου, παρὰ τὸ ὕδωρ θρέψον τῆς ἀφέσεως.

ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

Σὺ ζώντων, κυριεύεις Δέσποτα, καὶ θανάτου ἐξουσιάζεις. Σὺ τοὺς ἐκ γῆς χώματι, δυνάμει σου ἐξανέστησας· διὸ τοὺς πρὸς σὲ μεταφοιτήσαντας, ἐν ταῖς αὐλαῖς σου Σῶτερ κατασκήνωσον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἰάσω, τὸ τῆς Εὔας σύντριμμα, καὶ τὴν πάλαι ταλαιπωρίαν· τὸν κτίστην γὰρ τέτοκας, τοὺς πτώματι καταρραγέντας ἡμᾶς, ἀνορθῶσαι τὸν δυνάμενον, Θεογεννῆτορ μόνη Μητροπάρθενε.

Τοῦ Προφήτου ᾨδὴ δ’

Κατενόησα Παντοδύναμε

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὡσηὲ τὸ θεοπτικώτατον ὄμμα τῆς Ἐκκλησίας, κινδύνων σῷζε τοὺς ἀνυμνοῦντάς σε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὸ λαμπρότατον καὶ στερρότατον, τοῦ Πνεύματος δοχεῖον, πρεσβεύων σῷζε τοὺς ἀνυμνοῦντάς σε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὁ Κριτῇ πάντων παριστάμενος, ὡς ἔνθεος Προφήτης, παθῶν με ῥῦσαι ταῖς ἱκεσίαις σου.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὑπερβέβηκας ἀειπάρθενε, τῶν Ἀγγέλων τὰς τάξεις, τὸν Κτίστην τούτων κυοφορήσασα.

Τοῦ Ὁσιομάρτυρος

Ἐλήλυθας, ἐκ Παρθένου

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὑπήκοος, γεγονὼς τῶν Χριστοῦ διατάξεων, τὸ τούτου ὁμοίωμα, Πάτερ σεπτῶς προσεκύνησας· ὅθεν ὁ παράνομος, σὲ πολυτρόποις αἰκίαις ἐθανάτωσε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μυρίπνοος, ἀρετῶν εὐωδίᾳ γενόμενος, ἐν τάφῳ νῦν κείμενος, εὐωδιάζεις τὰ πρόσωπα, τῶν προσπελαζόντων σοι, ἐν ἀδιστάκτῳ καρδίᾳ Πάτερ Ὁσιε.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Νοσήσαντα, Μαμωνᾶν τὸν παγκάκιστον Ὅσιε, ἀθλίως τὴν αἵρεσιν, ἐν παρρησίᾳ διήλεγξας, πρόμαχος γενόμενος, τῶν Ὀρθοδόξων Ἀνδρέα ἀξιάγαστε.

ὁ α’ χορὸς

                                                                         Καὶ νῦν…Θεοτοκίον        

Ὡς εὔφορον, ἐγεώργησας χάριτος ἄσταχυν, τὸν τρέφοντα ἅπαντας, τοὺς ὀρθοδόξως τιμῶντάς σε, Δέσποινα πανύμνητε, τὸν ἐκ τῆς σῆς σαρκωθέντα….

ὁ β’ χορὸς

…… μήτρας Κύριον.

ᾨδὴ ε’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Σὲ ποθοῦντες οἰκτίρμον, ἐμίσησαν πάντα κόσμον, οἱ γενναῖοι Ἀθλοφόροι, προσομιλοῦντες βασάνοις, ἀπαρνήσει τῆς σαρκός.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἱεράρχαι Προφῆται, καὶ Ὅσιοι θεοφόροι, ταῖς τοῦ Πνεύματος ἀκτῖσι, φωταγωγοῦντες τὴν κτίσιν, σκότος λύετε παθῶν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Οἱ ὅσιοι Πατέρες, Προφῆται καὶ Ἱεράρχαι, καὶ ἀοίδιμοι Γυναῖκες, σοὶ τῷ Δεσπότῃ τῶν ὅλων, εὐηρέστησαν Χριστῷ.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἱκετεύομεν Σῶτερ, οὓς ἐξ ἡμῶν προσελάβου, ἐν τῷ χορῷ τῶν ἐκλεκτῶν σου κατασκηνώσας, μετόχους δεῖξον κρείττονος ζωῆς.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Παναγία Παρθένε, τὸ καύχημα τῶν Μαρτύρων, καὶ Ὁσίων καὶ Δικαίων, πάσης ἡμᾶς τυραννίδος, ἐξελοῦ τῶν πειρασμῶν.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ὁ τοῦ φωτὸς χορηγός,

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Νενεκρωμένους ἡμᾶς, καὶ τεθειμένους ἐν φρουρᾷ, ἤγειρας ἐκ ζοφερῶν τοῦ ᾅδου κευθμώνων, ἁρπάσας ἀγαθέ, καὶ δέίξας ἁγίων Μαρτύρων στρατεύματα.

ὁ β’ χορὸς

 Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Διὰ τὸ σῶσαι ἡμᾶς, ὡς παραγέγονας Χριστέ, δέξαι νῦν, τοὺς εὐσεβῶς πρὸς σὲ μεταστάντας, καὶ κόλποις Ἀβραάμ, καὶ μετὰ Λαζάρου αὐτοὺς κατασκήνωσον.

 ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἔλυσας Δέσποτα, τὸν χρόνιόν μου καὶ μακρὸν πόλεμον, τὸν πρὶν πρὸς σέ, μεσίτης καὶ πρέσβυς εἰρήνης γεγονώς, καὶ νῦν τοὺς σοὺς δούλους, οἰκτείρας ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὑπὸ τὴν σκέπην σου, οἱ πεποιθότες ἐπὶ σοί, ζήσονται. Μήτηρ Θεοῦ, τὸν γὰρ ζωοδότην ἐγέννησας ἡμῖν, τὸν ζωοποιοῦντα, τὰ πάντα βουλήματι.

Τοῦ Προφήτου ᾨδὴ ε’

Ἐκ νυκτὸς ὀρθρίζοντες

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Συμπαθῶς κινούμενος, ἐδίδαξας ἡμᾶς, τὴν τοῦ Θεοῦ μακρόθυμον, εὐσπλαγχνίαν καὶ χρηστότητα, δι’ ἧς φείδεται πάντων, Προφῆτα θεσπέσιε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Θανατώσας θάνατον, ἀνέστη ὁ Χριστός, ὡς ἡ σοφή σου πρόρρησις, Θεοφάντορ προεμήνυσε, καὶ ζωὴν ταῖς ἐν ᾍδου, ψυχαῖς ἐδωρήσατο.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἐκ βυθοῦ πταισμάτων με, Προφῆτα Ὡσηέ, προσευχαῖς ἐξάρπασον, παρρησίαν ἀκατάγνωστον, πρὸς Χριστὸν κεκτημένος, θεόφρον πανόλβιε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ τῶν ὅλων Κύριος, καὶ πάντων βασιλεύς, ὁ τῷ Πατρὶ συνάναρχος, ὑπὸ χρόνον γέγονε Θεοτόκε Παρθένε, καὶ σάρξ ἐχρημάτισεν.

Τοῦ Ὁσιομάρτυρος

Ὁ φωτισμὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὸν σκοτασμόν, βδελυξάμενος Πάτερ τῆς ἁμαρτίας, ὅλος ἀναλάμψει τῆς ἀπαθείας, φῶς καθωράθης καὶ φωτίζεις τοὺς πίστει, προσιόντας τῷ θείῳ τάφῳ σου, ταῖς τῶν ἰαμάτων αὐγαῖς θείᾳ χάριτι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὅλος Θεοῦ, καταγώγιον ὤφθης καλῶς βιώσας, καὶ γενναιοφρόνως ἀθλήσας Πάτερ· καὶ νῦν ἐν τάφῳ κατακείμενος μένεις, σῶος μάκαρ καὶ ἀδιάλυτος, πάντων διαλύων πιστῶν τὰ νοσήματα.

 ὁ α’ χορὸς

Δόξα Πατρί… 

Νεανικῶς, ἀριστεύσας παμμάκαρ κατὰ δαιμόνων, καὶ κατὰ ἀνθρώπων αἱρετιζόντων, αἰωνιζούσης ἠξιώθης εὐκλείας, καὶ στεφάνων Ἀνδρέα· ὅθεν σε, μετὰ πόθου πάντες πιστοὶ μακαρίζομεν.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Φέρεις Χριστόν, ἐν ἀγκάλαις ἀρρήτῳ κυοφορίᾳ, ἐναγκαλιζόμενον τοὺς κακίᾳ, καθυπαχθέντας καὶ τῷ πλάνῳ ἀθλίως, δουλωθέντας Κόρη πανύμνητε· ὅθεν ὡς Θεοῦ σε…..

ὁ α’ χορὸς

….. Μητέρα δοξάζομεν.

ᾨδὴ ς’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Βυθῷ ἁμαρτημάτων, συνέχομαι Χριστέ, καὶ τρικυμίᾳ τοῦ βίου χειμάζομαι, ἀλλ’ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κᾀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον Σωτήρ.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Στερρότητι καρδίας, ἐχθρὸν οἱ ἀθληταί, καταπαλαίσαντες, τοῦτον κατέβαλον, καὶ ἔλαβον νίκης στέφος ἐκ Θεοῦ· διὸ ἐκτενῶς πρεσβεύουσι, τοῦ σωθῆναι νῦν ἡμᾶς.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Χριστοῦ τοὺς Ἱεράρχας, τιμήσωμεν πιστῶς, καὶ τοὺς Ὁσίους αὐτοῦ μακαρίσωμεν, σῳζόμενοι ταῖς δεήσεσιν αὐτῶν, ἐκ πάσης ὀργῆς καὶ θλίψεως, καὶ κακίας τοῦ ἐχθροῦ.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἐνήθλησε Γυναίων, ὁ ἔνθεος χορός, καὶ ἐν ἀσκήσει Θεὸν ἐθεράπευσε, καὶ ἔτυχε Βασιλείας οὐρανῶν. Αὐτῶν προσευχαῖς τὸν κόσμον σου, σῶσον μόνε Ἰησοῦ.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὁ πλάσας ζωοδότα, τὸν ἄνθρωπον ἐκ γῆς, τοὺς ἐξ ἡμῶν μεταστάντας ἀνάπαυσον, τὴν ἄφεσιν παρεχόμενος αὐτοῖς Χριστέ, τῶν κακῶν ὡς εὔσπλαγχνος, καὶ οἰκτίρμων Ἰησοῦ.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἁγία Θεοτόκε, ἁγίασον ἡμῶν, τοὺς λογισμούς, καὶ τὸ φρόνημα στήριξον, καὶ σῶσον ἐκ τῶν βελῶν τοῦ πονηροῦ, ἀτρώτους ἡμᾶς δοξάζοντας, σοῦ τὸ ἔλεος ἁγνή.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων

 ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Τῆς ἀφράστου καὶ θείας λαμπρότητος, ἔνθα τῶν Μαρτύρων χοροὶ καταξίωσον, οὓς ἀπὸ γῆς μετέστησας, παντουργῷ σου βουλήσει φιλάνθρωπε.

 ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Τῆς ἀφράστου καὶ θείας λαμπρότητος………..

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἐλλαμφθῆναι τῷ κάλλει τῆς δόξης σου, τοὺς καταλιπόντας τὸν βίον ἀξίωσον, καὶ πρὸς τὸ φῶς σου Δέσποτα, μετακεχωρηκότας τὸ ἄφραστον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ῥυομένη προθύμως ἐπίφανον, τοὺς προσκαλουμένους σε, Πάναγνε Δέσποινα, ἡ τὸν Χριστὸν γεννήσασα, τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα.

Τοῦ Προφήτου ᾨδὴ ς’

Τὸν Προφήτην διέσωσας

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Προθεσπίζων τὰ μέλλοντα, Ὡσηὲ παμμακάριστε, τὴν πρὸς τοὺς ἀνθρώπους τοῦ Λόγου, ἐδήλωσας κάθοδον.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεκρωθέντα τοῖς πταίσμασιν, ἡ ζωὴ ἡ ἀθάνατος, ἐκ τῶν κενεώνων τοῦ ᾍδου, ὡς ἔφης ἀνήγαγε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νομικῶν τὴν ἀναίρεσιν, Ἰουδαίων τὴν ἔκπτωσιν, καὶ τῶν ἐθνῶν τὴν στάσιν, Προφῆτα ἐδήλωσας.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐκ γαστρός σου ἀνέτειλε, Θεὸς Λόγος Πανάμωμε, σάρκα δι’ ἡμᾶς ἀπορρήτως, φορέσας ὡς εὔσπλαγχνος.

Τοῦ Ὁσιομάρτυρος

Ἐν ἀβύσσῳ πταισμάτων

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν φρουρᾷ σε ὁ ἄνομος ἔθετο, ὑπὲρ τοῦ Δεσπότου Ἀνδρέα φρουρούμενον, καὶ τὸ αὐτοῦ φυλάττοντα, ἀπαράτρωτον ἔνθεον θέλημα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ῥηγνυμένης σαρκὸς οὐκ ἐφρόντισας, ταῖς κατατομαῖς τῶν μαστίγων Μακάριε, ἀλλ’ ὥσπερ ἄλλου πάσχοντος, ἐκαρτέρεις ἐνθέως ῥωννύμενος.

 ὁ β’ χορὸς

Δόξα Πατρί… 

Ὡς πολύτιμος ὄλβος κρυπτόμενος, Πάτερ φανεροῦσαι ὑπ’ ὄψεσι κείμενος, ὡς εὐσεβῶν καὶ θαύμασι, πάντας καταπλουτίζεις τοὺς τιμῶντάς σε.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Νοερὰν σε λυχνίαν προέβλεπε, πάλαι ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Χριστὸν Ἁγνὴ βαστάζουσαν, δι’ οὗ πάντες ἡμεῖς ἐφωτίσθημεν.

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

 

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες… 

Κοντάκιον Ἦχος γ’

Ἡ Παρθένος 

Ἑορτάζει σήμερον, ἡ Βασιλεύουσα πόλις, ἑορτὴν ὑπέρλαμπρον, τῆς φωτοφόρου σου Μνήμης, ἅπασαν προσκαλουμένη πόλιν καὶ χώραν· χαίρει γάρ, ὡς κτησαμένη θησαυρόν μέγαν, τὸ πολύαθλόν σου σῶμα, Ἀνδρέα Μάρτυς, ὀρθοδοξίας φωστήρ.

Ὁ Οἶκος

Ἀντὶ ὅπλων, σταυρὸν ἀράμενος πανένδοξε, ἀντὶ θώρακος δέ, τὴν πίστιν ἐνδυσάμενος, πρὸς πάλην ἐξῆλθες ἐχθρῶν ἀοράτων καὶ ὁρωμένων, Μάρτυς, αὐτόκλητος, καὶ τούτων κατέβαλες τὰς παρατάξεις σθένει τοῦ Πνεύματος· οὗ ἐμφορηθεὶς πλουσίως Ὅσιε, κἀμοὶ παράσχου βραχεῖαν χάριν, φωταγωγοῦσάν μου τὸν νοῦν, ἀξίως τοῦ ὑμνῆσαί σου τοὺς γενναίους ἀγῶνας, ὀρθοδοξίας φωστήρ.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΖ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηέ.

Στίχοι

  • Θεὸν τυποῖς μνηστῆρα γῆς πορνευτρίας,

  • Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις.

  • Ἑβδομάτῃ δεκάτῃ Ὡσηὲ νέκυν κτερέϊξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος, Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει.

Στίχοι

  • Ἀμφοῖν ποδῶν σῶν Ἀνδρέα τμηθεὶς ἕνα,

  • Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου καὶ Δικαίου Λαζάρου.

Στίχοι

  • Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας,

  • «Λάζαρε δεῦρο» χριστομιμήτως λέγει.

Εἰς τὴν κατάθεσιν τοῦ Λειψάνου τοῦ αὐτοῦ Ἁγίου Λαζάρου.

Στίχοι

  • Κρύπτουσα νεκρὸν Λαζάρου Ῥώμη Νέα,

  • Ἄλλη παρ’ ἡμῖν δείκνυται Βηθανία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων καὶ Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Λεοντίου, Ἀνθίμου, καὶ Εὐτροπίου.

Στίχοι

  • Ἐκ τοῦ γένους Ἄραβας, ἐκ δὲ τοῦ ξίφους,

  • Θείους ἀριστεῖς οἶδα τούς, Ἀναργύρους.

  • Λεοντίου τμηθέντος, ὤλετο πλάνος,

  • Λεοντομήρμυξ, ὡς Ἰὼβ βίβλος λέγει.

  • Ἄνθιμος, Εὐτρόπιος ἐκτετμημένοι,

  • Ἀνθοῦσι λαμπρὸν καὶ πανευπρεπὲς μάλα.

Ταῖς αὐτῶν  ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ὁ β’ χορὸς

εἱρμὸς η’ ᾠδῆς

Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ὁ Διάκονος: Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορὸς 

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἰσχυροὶ κατὰ παθῶν, δυνατοὶ κατὰ ἐχθρῶν, φανέντες Ἀθλοφόροι, ἀπηνέγκατε νίκην, ἀθλήσαντες νομίμως, καὶ στεφθέντες ἐκ Θεοῦ.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὡς Θεοῦ Ἱερουργοί, καὶ Ποιμένος τοῦ καλοῦ, μιμηταὶ γεγονότες, ἐποιμάνατε αὐτοῦ, τὰ θρέμματα ὁσίως, Ἱεράρχαι εὐκλεεῖς.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Σὺν ὁσίοις Ἀσκηταῖς, καὶ Προφήταις ἱεροῖς, τιμήσωμεν Γυναίων, ἀθλησάντων τὰ πλήθη, καὶ τῶν ἐν ἀσκήσει, καθελόντων τὸν ἐχθρόν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ἡ πανένδοξος Χριστέ, τῶν Ὁσίων σου πληθύς, ἀπαύστως δυσωπεῖ σε. Οὓς μετέστησας πίστει, μετόχους αἰωνίου, δεῖξον Κύριε ζωῆς..

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φιλοικτίρμονα Θεόν, ἡ κυήσασα σαρκί, μετὰ πάντων Ἁγίων, καθικέτευε ἀεί, κινδύνων ἡμᾶς σῶσαι, Μητροπάρθενε ἁγνή.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἡ τὸν πρὸ Ἡλίου φωστήρα

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ἔχων ἐξουσίαν καὶ ζώντων, καὶ νεκρῶν ζωαρχικώτατε, τοῖς ἀπὸ γῆς πρὸς σὲ μεταφοιτήσασι, κληρουχίαν ἐν οὐρανοῖς, παράσχου καὶ λαμπρότητα, τὴν τῶν ἁγίων Δέσποτα, καὶ τῶν ἐνδόξων Ἀθλοφόρων σου.

 ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Λόγος ὢν ὁ πάλαι, τὸ εἶναί μοι διδοὺς ζωαρχικώτατε, καὶ τὸ εὖ εἶναι πάλιν χαριζόμενος, ἐν τοῖς κόλποις τοῖς ὀρεκτοῖς, Ἀβραὰμ τοῦ προπάτορος, τοὺς μεταστάντας δούλους σου, ὡς ἐλεήμων κατασκήνωσον.

 ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε

Ὅλος χρηματίζεις Σωτήρ μου, γλυκασμὸς φωτοειδέστατος, ὅλος ὑπάρχεις ἔφεσις ἀκόρεστος, τὸν χειμάρρουν τὸν τῆς τρυφῆς, καὶ ὕδωρ τῆς ἀφέσεως, τοὺς κοιμηθέντας πότισον, ἀκαταπαύστως σὲ δοξάζοντας.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὲ τὴν Θεοτόκον ἀξίως, οἱ πιστοὶ νῦν μακαρίζομεν, τοῖς θεοπνεύστοις λόγοις σου ἑπόμενοι· σὺ γὰρ μόνη τοῖς ἐπὶ γῆς, Θεὸν ἐκυοφόρησας, τὸν τοῦ θανάτου λύσαντα, τὴν δυναστείαν Μητροπάρθενε.

 

Τοῦ Προφήτου ᾨδὴ θ’

Χαῖρε Παρθενίας

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Γέρας ὡς Προφήτης εἴληφας, Ὡσηὲ δεξάμενος, στέφανον εὐπρεπείας, παρὰ τοῦ Θεοῦ παμμακάριστε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὅλῳ τῷ φωτὶ λαμπόμενος, τοῦ Χριστοῦ Πανάριστε, δίδου ταῖς σαῖς πρεσβείαις, τοῦτον εὐμενῆ τοῖς ὑμνοῦσί σε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὕμνοις σὺν Ἀγγέλων τάγμασιν, Ὡσηὲ παρέστηκας, τὸν Δεσπότην γεραίρων, ζήσας πολιτείαν ἰσάγγελον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σῶσαι βουληθεὶς τὸν ἄνθρωπον, ὁ Σωτὴρ καὶ Δεσπότης, ἐξ ἀχράντου Παρθένου, σάρκα τὴν ἡμῶν ἐνεδύσατο.

Τοῦ Ὁσίου

Ἀνάρχου Γεννήτορος

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰδοὺ Πάτερ Ὅσιε, τὸν δρόμον σου ἐτέλεσας, τὴν ὀρθόδοξον πίστιν τηρήσας ἄμωμον, δι’ ἣν ἐναθλήσας νομίμως, στέφος διπλοῦν ἄνωθεν ἐδέξω, ὡς Μάρτυς ἀήττητος, ἀσκητὴς ἀκαταγώνιστος.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἰδοὺ Πάτερ Ὅσιε,…………

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς κρίνον ἡδύπνοον, ὡς ῥόδον Πάτερ ἤνθησας, ἐν λειμῶνι, τῆς θείας σαφῶς ἀσκήσεως, καὶ εὐωδιάζεις ὡς κέδρος, μαρτυρικῶς κατηγλαϊσμένος, Ἀνδρέα πανόλβιε, μοναζόντων ἐγκαλλώπισμα.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σημείοις καὶ τέρασι, σαφῶς ὡραϊζόμενος, ἀδιάλυτος μένεις πάντων ἐπ’ ὄψεσι, κείμενος παμμάκαρ Ἀνδρέα, καὶ τὰς ψυχὰς φωτίζων τῶν πίστει, θερμῇ προσιόντων σοι, καὶ ἀεὶ μακαριζόντων σε.

 ὁ α’ χορὸς

Δόξα Πατρί… 

Ἡμέραν ἑόρτιον, καὶ θυμηδίας ἔμπλεων, τὴν ἁγίαν σου μνήμην ἄγοντες σήμερον, πίστει ἐκβοῶμέν σοι Πάτερ. Ταῖς πρὸς Θεὸν ἁγίαις λιταῖς σου, πασῶν ἡμᾶς λύτρωσαι, τῶν τοῦ βίου περιστάσεων.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Φωτὸς οἰκητήριον, ἡ μήτρα σου γεγένηται, τοῦ φωτίσαντος κόσμον αὐγαῖς Θεότητος, καὶ τῆς ἀγνωσίας τὸ σκότος, ἀπὸ τῆς γῆς πανάμωμε Κόρη, τελείως διώξαντος· διὰ τοῦτό σε δοξάζομεν.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Συναπτὴ μικρά, μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

τοῦ Προφήτου

Τοὶς Μαθηταῖς συνέλθωμεν

Ὡς λίαν ὑπερθαύμαστος, Ὡσηὲ θεηγόρε, ἡ ἐκ Θεοῦ δοθεῖσά σοι, πνευματέμφορος χάρις, δι’ ἧς προεῖπας Προφήτα, ἐμφανῶς τοῦ Σωτῆρος, τὴν ἐκ Παρθένου σάρκωσιν, τὸν σταυρὸν καὶ τὰ πάθη, καὶ τὴν σεπτήν, θείαν ἐξανάστασιν, Ἰσραὴλ δέ, τοῦ ὄντως ματαιόφρονος, ἐξολόθρευσιν ἄρδην.

ὁ β’ χορός

Τοῦ Ὁσίου, ὅμοιον

Ἀνδρέαν τὸν καλλίνικον, εὐφημήσωμεν πάντες, ἐνθέως ἑορτάζοντες, τὴν σεπτὴν αὐτοῦ μνήμην, οἱ εὐσεβεῖς μετὰ πόθου· οὗτος γὰρ τοῦ Σωτῆρος, τὰ σεπτὰ ἐκτυπώματα, τῶν Ἁγίων τε πάντων, πανευσεβῶς, τιμῶν ἀνεκήρυξεν· ὅθεν στέφος, ἐν οὐρανοῖς ἐδέξατο, σὺν Ἀγγέλοις χορεύων.

ὁ α’ χορός

Θεοτοκίον

Σὲ προεδήλου Πάναγνε, προελθεῖν ἐκ λαγόνων, στειρωτικῶν ἡ ἄνικμος, ῥάβδος του Ἱερέως, βλαστήσασα παραδόξως· σὲ Προφῆται καὶ νόμος, Μητέρα προεκήρυττον, τοῦ Δεσπότου τῶν ὅλων, καὶ Ποιητοῦ· ὃν δυσώπει πάναγνε Παναγία, σωθῆναι τοὺς ὑμνοῦντας σε,….

ὁ β’ χορός

……… ἄχραντε Θεοτόκε.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος β’. 

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

 Στιχηρὰ Μαρτυρικὰ

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

 Τὸν Σταυρὸν τοῦ Χριστοῦ, λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ, ἐλέησον Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῶν ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ.   Ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος.

ὁ α’ χορός

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Ὅτε ἐκ τοῦ ξύλου

Ὅλην τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην Ἁγνή, πάσης ὅλος ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον, οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ· οὗ περ ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον, καὶ σῶσόν με.

Ὁ προεστὼς:

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν…Σὸν γὰρ ἐστὶν…  Εἰς τὰ Ἀπόστιχα

Ἀπόστιχα τῶν Αἴνων,

ὁ β’ χορὸς

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν

Ῥύμην τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα, πᾶσι δὲ ἐπήγασας, ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, Σωτὴρ ἐδωρήσω· ὅθεν σου δεόμεθα, καὶ νῦν ἀνάπαυσον, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀθανάτου σου δόξης, τούτους καταξίωσον, Φιλάνθρωπε.

 ὁ α’ χορὸς

Στίχ. α’. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἵνα τοὺς ἀνθρώπους κοινωνούς, θείας βασιλείας ἐργάσῃ, Σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον, καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ, μετόχους ἀνάδειξον τῆς βασιλείας σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον, Φιλάνθρωπε.

 ὁ β’ χορὸς

Στίχ. β’. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως, βαθὺ μυστήριον, χαίρων ἐξετέλεσας ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα κόσμον, αἵματι τιμίῳ σου· διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας, μετὰ τῶν ἁγίων ἁπάντων, τῆς ἀπολυτρώσεως ἀξίωσον.

 ὁ α’ χορὸς

Στίχ. γ’. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν καί γενεάν.

Τρόμῳ, τῷ φρικτῷ καὶ φοβερῷ, θρόνῳ σου Χριστὲ παρεστῶτες, οἱ ἀπ’ αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι, τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται δικαιοκρισίαν, τότε φεῖσαι Δέσποτα, Σῶτερ τῶν δούλων σου, πίστει τῶν πρὸς σὲ μεταστάντων, καὶ τῆς ἀϊδίου τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Θεοτοκίον, ὅμοιον

Δεῦτε τὴν Μητέρα τοῦ φωτός, ὕμνοις ἀσιγήτοις βοῶντες, πάντες δοξάσωμεν· αὕτη γὰρ ἐκύησε τὴν σωτηρίαν ἡμῶν, καὶ τὸ χαῖρε προσάξωμεν, ὡς μόνῃ τεκούσῃ, πάντων ἀρχαιότατον, τὸν πρὸ αἰώνων Θεόν. Χαίροις ἡ τὴν Εὔαν τεκοῦσα, πάλιν ἀναπλάσαντα. Χαίροις, ἄχραντε Παρθένε ἀπειρόγαμε.

 ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

 Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς

Ἦχος β΄

Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. ‘

ὁ β’ χορὸς

Δόξα Πατρί…Νεκρώσιμον

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ’

ὁ α’ χορὸς

Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἦχος β’

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’χορὸς

Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ὁ β’χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορὸς

Ἀπολυτίκιον

ἦχος β’

Ἀπόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 

ὁ β’χορὸς

Ἀπολυτίκιον

Ἦχος γ’. Θείας πίστεως.

Θεῖον ἔσοπτρον, τοῦ Παρακλήτου, ἐχρημάτισας, σοφὲ Προφῆτα, τᾶς σεπτᾶς ἐκφαντορίας δεχόμενος, ὅθεν ἐν κόσμῳ μελλόντων τὴν πρόγνωσιν, ὥσπερ φωτὸς λαμπηδόνας ἐξήστραψας. Ὠσηὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

ὁ α’χορὸς

Ἀπολυτίκιον  Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Ἀσκητικῶς προγυμνασθεῖς ἐν τῷ ὄρει, τᾶς νοητᾶς τῶν δυσμενῶν παρατάξεις, τὴ πανοπλία ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὔθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει, καὶ δι’ ἀμφοὶν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς, Ἀνδρέα ἀοίδιμε.

ὁ β’χορὸς

Τοῦ Ναοῦ 

 

Ἐκ τοῦ Βήματος

Ἦχος πλ. δ’

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

  Κοντάκιον  Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε

Τρισάγιον

᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι.

Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   1:8-11

Ἀδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ ᾿Ασίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

Ἀλληλούϊα  (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

(στ΄ 1 – 10)

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσί.  τινὲς δὲ τῶν Φαρισαίων εἶπον αὐτοῖς· Τί ποιεῖτε ὃ οὐκ ἔξεστι ποιεῖν ἐν τοῖς σάββασι;  καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαυῒδ ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ὄντες;  ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;  καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.  Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.  Παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ. αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· ὁ δὲ ἀναστὰς ἔστη.  εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· Ἐπερωτήσω ὑμᾶς τὶ ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;  καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησε, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιής ὡς ἡ ἄλλη.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικὸν

ὁ β’ χορὸς

Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

17 ΟΚΤ15 ΣΑΒΒΑΤΟΝ

One thought on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ 17 ΟΚΤΩΒΡΙΟΥ 2015”

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s