ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΥΚΟΥΖΕΛΟΥΣ (1 ΟΚΤΩΒΡΙΟΥ)

Αποτέλεσμα εικόνας για ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΚΟΥΚΟΥΖΕΛΗΣ

Ψαλλομένη τῇ 1η Ὀκτωβρίου

Ποίημα

Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,

Ἀποστόλου  Βαλληνδρᾶ (ὁ α΄ Κανών τοῦ Ἁγίου)

καί Διονυσίου Προσκυνητοῦ Λαύρας (ὁ  β΄ Κανών τοῦ Ἁγίου)

EIΣ  ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ Κύριε ἐκέκραξα  ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὸ ἡδύφωνον ὄργανον, τὴν κιθάραν τὴν εὔρυθμον, λιγυρὰν κινύραν τε τὴν ἡδύπνοον, τῶν μουσικῶν τὸ ἀγλάϊσμα καὶ μέγαν διδάσκαλον, ἐπαινέσωμεν πιστοί, μελιφθόγγοις ἐν ᾄσμασι, χαίροις λέγοντες, μουσικῆς θείας τέμενος καὶ οἶκος, ἀρμονίου μελωδίας, ὦ Ἰωάννη Πατήρ ἡμῶν.

Ἐν τῇ γῇ τὸ πολίτευμα ἐσχηκὼς, κατεκόσμησας Ἐκκλησίας ἅπαντα τὰ συστήματα, τοῖς μελιῤῥύτοις σου ἄσμασι, θεόφρον Πατήρ ἡμῶν, οἷς ἀνέμελπες Θεόν, διανοίας εὐθύτητι καὶ νῦν ᾤκησας, ἔνθα ἦχος ἐστὶν ἑορταζόντων καὶ τὸν Κύριον ὑμνοῦντων, ἐν νοεροῖς μελῳδήμασι.

Μουσικῆς τὴν ἀκρότητα, φιλοπόνως κατέλαβες καὶ τὸ ταύτης χρήσιμον ἐθησαύρισας, ἐπιστημόνως ὡς μέλισσα, εἰς δόξαν Θεοῦ ἡμῶν, τοῦ δι’Οὗ πᾶν ἀγαθόν, τοῖς ἀνθρώποις δεδώρηται, τὸ δὲ ἄχρηστον καταλέλοιπας ὄντως ὡς ἐχέφρων, ἐγκοσμούμενος τοῖς τρόποις δικαιοσύνης, μακάριε.

Μελωδῶν τὰ συστήματα, κατὰ χρέος ἀθροίσθητε καὶ κοινὴν πανήγυριν συγκροτήσατε, ἀνευφημοῦντες ἐν ᾄσμασι, τοὺς ὑμῶν ἐξάρχοντας καὶ ἡγήτορας σεπτούς, Ἰωάννην τὸν ἔνδοξον καὶ Γρηγόριον, ὧν τὰ μέλη ὡς μέλι καὶ κηρίον, ἐν τῷ λάρυγγι ἁπάντων, τῶν μελωδῶν νῦν προσγίνεται.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄.

Δεῦτε ἅπασαι τῶν Μοναστῶν αἱ χορεῖαι, πνευματικῶς εὐφρανθῶμεν, τῇ παρθενικῇ πανηγύρει. Ἰδού γάρ ἡ Παντάνασσα Θεόπαις, ὡς μυστικὴν πανδαισίαν ἡμῖν παρατίθεται, τὴν ἱερὰν αὐτῆς Εἰκόνα, ἐξ ἧς ἀΰλως εὐωχούμενοι, μεθέξωμεν ὡς ἐφικτὸν τῶν θεοποιῶν δωρημάτων καὶ εὐσεβῶς βοήσωμεν· Θεόνυμφε Δέσποινα, μὴ παύσῃ προνοουμένη τῆς Ποίμνης Σου, ἥν ἐξελέξω κληρονομίαν Σου, παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Εἰς τὰ Ἀπόστιχα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τοῦ θείου Πνεύματος χάρις ἡ ἀνεξάντλητος, σαφῶς τοῖς χείλεσί σου ἐξεχύθη, παμμάκαρ· διὸ ἀσμάτων ῥεῖθρα θεοτερπῶν, ὡς μουσουργέτης πανάριστος, ποταμηδὸν ἐπαφῆκας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν καταρδεύοντα.

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος  τοῦ  Ὁσίου  Αὐτοῦ.

Τῆς μουσικῆς ἁρμονίας τὴν καλλιέπειαν, τῇ τῆς ψυχῆς ἑνώσας, εὐλαβεῖ διαθέσει, ᾄσματα καὶ ὕμνους προσῆξας Θεῷ, ὡς θυμίαμα εὔοσμον καὶ ὡς εὐπρόσδεκτον δῶρον καὶ ὡς σεπτόν, τῶν σῶν πόνων ἀκροθίνιον.

Στ. Τοῖς Ἁγίος τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν  ὁ  Κύριος.

Τῶν σῶν ᾀσμάτων ἡ λύρα ἡ παναρμόνιος, τοῖς μελωδοῦσιν πᾶσιν, ἀφορμὴ θείων ὕμνων πρόκειται, παμμάκαρ, ἐν ᾗ τὰ αὐτῶν προσεφαρμόζοντες ἄριστα μέλη, δοξάζουσι πάντοτε ἐμμελῶς, τὸν δοξάσαντά σε Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Ἄθωνος Λαύρα, τὸ εὐαγέστατον σεμνεῖον τοῦ ἐν Ὁσίοις Ἀθανασίου. Ἰδοὺ γὰρ ἡ πόλις τοῦ Βασιλέως τοῦ Μεγάλου, ἡ φυτεία ἡ θεοβλαστούργητος, ἐν Σοὶ Δαβιτικῶς, τὰς ἀναδενδράδας αὐτῆς ἐξέτεινεν, ὧν ἡ σκιά κατακαλύπτει καὶ διασώζει καὶ τέρπει, τὰς λογικὰς κέδρους Σου· ἅς συναγαγοῦσα εἰς ἕν, τὴν ἡλιοστάλακτον αὐτῆς Εἰκόνα, προσκυνοῦσα βόησον. Δεδοξασμένα λαλεῖται περὶ Σοῦ, Ἀειπάρθενε Δέσποινα, διὰ Ἰωάννου καὶ Γρηγορίου τῶν δούλων Σου, τῶν ἡδυφθόγγως ὑμνησάντων Σε καὶ συνεκβοώντων Σοι. Ταῖς τοῦ θείου Ἀθανασίου πρεσβείαις, παράσχου τῇδε τῇ Ποίμνῃ Σου, εὐφροσύνην καὶ χαράν καὶ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ζηλῶν ὁσιότητα, ἐν ἡλικίας ἀκμῇ, τὸ Ὄρος κατέλαβες τὸ ἁγιώνυμον καὶ ἤσκησας ἄριστα. Ὅθεν ἐν τῇ Μονῇ σου, ὑμνῳδῶν καθ’ἑκάστην, ηὔξησας τὸ δοθέν σοι, πολυτάλαντον δῶρον. Διό σε, ὦ Ἰωάννη, Κύριος ἤμειψε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν θείαν Εἰκόνα Σου, ἐξ ἧς  οἰκεία χειρί, τὸ χρύσεον νόμισμα, τῷ ψάλλοντί Σοι πιστῶς θεράποντι δέδωκας, ἅπαντες προσκυνοῦμεν, Κουκουζέλισσαν ταύτην καλοῦντες, Θεογεννῆτορ, φερωνύμως βοῶντες· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

ΕΙΣ  ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακός· ἡ α΄ στάσις τοῦ Μακάριος ἀνήρ· τὸ Κύριε ἐκέκραξα· καὶ τὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἐπὶ τὸ Ἅγιον Ὄρος νῦν πορευσώμεθα καὶ πρὸς Μονὴν τῆς Λαύρας, ἐν χαρᾷ ἀναχθῶμεν, τιμῆσαι τοῦ Κυρίου τὸν ἐκλεκτόν, Ἰωάννην τὸν Ὅσιον, ὅτι ἐκεῖσε ἐβίωσε θαυμαστῶς καὶ ἡδέως ἐμελῴδησε.

Τὸν Ἰωάννην τὸν πάνυ, νῦν εὐφημήσωμεν, τὸν ἐν Θεοῦ σοφίᾳ καὶ φωνῇ θεσπεσίᾳ, ᾄσαντα Κυρίου τὰ θαυμαστά καὶ Παρθένου τὰ ἔνδοξα καὶ τῶν Ἁγίων ἁπάντων τὰς καλλονάς, διὰ βίου ὑπὲρ ἅπαντας.

Βιοτικάς τε μερίμνας ἀπανῃνάμενος καὶ παλατίου δόξαν καὶ τιμὰς τὰς ἐν κόσμῳ, σκύμβαλα ἡγούμενος εὐτελῆ, πρὸς τὸ Ὄρος ἀνέδραμες καὶ ἀντηλλάξω ἐσθῆτα τὴν κοσμικήν, τριβωνίου τῷ ἐνδύματι.

Ἕτερα. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.

Γλυκύτης ἐδόθη σοι φωνῆς, μελωδίας χάρισμα καὶ μουσικῆς θεῖον δώρημα, Θεοῦ θελήματι, Ἰωάννη θεῖε, μοναστῶν ἀγλάϊσμα καὶ Τούτου τὰ θεσπέσια ἔμελψας, πολλῇ ἐν χάριτι καὶ τὸ τάλαντον ἐπηύξησας καὶ τὴν δόξαν Κυρίου ἐξύμνησας.

Πτωχείαν καὶ στέρησιν πολλήν, ἐκ παιδὸς ἐγνώρισας καὶ γὰρ πατρὸς ἀπεστέρησαι ἐκ βρέφους, Ὅσιε· μητρικὴ δὲ μόνη στοργὴ σοὶ ἀπένειμε, πλὴν ταύτης ἀπηρνήσω, μακάριε, ὅτι ἀνέθηκας σεαυτὸν τῇ Θεομήτορι, ἧς οἰκέτης καὶ μύστης ἐγένεσο.

Κυρίου τὰς θείας ἐντολάς, ἐκπληρῶν γηθόμενος, Ἁγίου Πνεύματος πέφηνας κατοικητήριον καὶ λαμπρὰ κινύρα γεγονὼς, μακάριε, Ἀγγέλων τὰ συστήματα ἔφθασας καὶ τούτων χάριτος ἠξιώθης, παμμακάριστε, ἥν ἀνθρώποις, τοῖς πᾶσι μετέδωκας.

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε Πάτερ, ἐπιγείου πατρὸς ἐκ παιδὸς στερηθείς, οὐρανίῳ Πατρὶ ἐνωρὶς ἐκολλήθης· πτωχείαν ἐκ σπαργάνων ἐν γῇ γνωρίσας, τὸν πλοῦτον τοῦ οὐρανοῦ ἐπεπόθησας· εὐνοίας ἐπιγείου Βασιλέως τυχών, σκύβαλα ταύτην ἡγήσω καὶ πρὸς οὐράνιον Βασιλέα ἀνέδραμες· ἀντήλλαξας ἀπαστράπτον ἱμάτιον, πρὸς τρίβωνα μοναχικόν καὶ ἡδονὰς τὰς τοῦ βίου, πρὸς ἄσκησιν μοναστικήν. Ὅθεν ἀξίως οὐρανός σοὶ ἠνοίγη καὶ συμπολίτης ἐγένου τῶν Μελῳδῶν ἁπάντων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δεῦτε τῶν ἀζύγων τὸ σύστημα, δεῦτε ἐν τῇ Λαύρᾳ συνδράμωμεν· δεῦτε καὶ χεῖρας κροτήσωμεν, Δαβιτικὸν μέλος ἐξάδοντες, τῇ ἀειπαρθένῳ Παντανάσσῃ. Ἐξεχύθη χάρις λέγοντες, ἐν τῇ φεραυγεῖ Εἰκόνι Σου καὶ ἐπλήρωσε τὰς αὔλακας τῆς λογικῆς ποίμνης Σου, ἐξ ὧν ἐγεωργήθη σῖτος ἐκλεκτός, τῶ πάντων Κτίστῃ. Διὸ Πανακήρατε, ἡμῶν μὴ ἐπιλάθῃ τῶν κεκτημένων τὸ Σὸν ὁμοίωμα ῥάβδον δυνάμεως, ἀλλὰ γενοῦ τοῖς δούλοις Σου πύργος ἰσχύος καὶ νεφέλη ἀναψυχῆς· ἱκετεύει γάρ Σε Δέσποινα, Ἀθανάσιος ὁ τῆς ἀθανασίας μέτοχος καὶ μετὰ Σοῦ ἡμῶν ὑπέρμαχος.

Εἴσοδος, τό Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (κεφ. 61, 1-10).

Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἑνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν· παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνoντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.

Λευϊτικοῦ τὸ Ἀνάγνωσμα (κεφ. 26, 3-10 καὶ ἐκλογὴ).

Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν· καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. 4, 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Ἐν ἀγρυπνίαις πολλάκις ἐγρηγορῶν καὶ ἐν παννυχίσιν ὀρθοστάδην ὑμνολογῶν, τὴν Θεομήτορα ἐμεγάλυνες, ἐν τῷ Ἄξιον ἐστιν. Αὕτη δὲ σὲ ἠμείψατο, Ἰωάννη, καθ’ ὕπνους, χρυσῷ νομίσματι. Καὶ ἀσθενήσαντά ποτε ἐκ τῆς ὀρθοστασίας, ὑγιῆ σὲ κατέστησε, ᾗ εὐγνωμονῶν ἐπηύξησας τὴν ὑμνῳδίαν, ἐκδιδάσκων καὶ ἡμᾶς, εὐγνωμόνως ὅτι δεῖ, πρὸς Αὐτὴν φέρεσθαι.

Ἦχος β΄.

Ἐν τῷ σκηνώματι τοῦ Κυρίου σου καὶ ἐν Ὄρει Ἁγίῳ Αὐτοῦ κατεσκήνωσας, Ἰωάννη παμμακάριστε· ἀμέμπτως γὰρ ἐν βίῳ περιεπάτησας καὶ δικαιοσύνην ἐξασκήσας, τῷ κρείττονι τὸ χεῖρον καθυπέταξας. Διὸ παῤῥησίαν πρὸς Θεὸν κεκτημένος, μὴ ἀποκάμης ὑπὲρ ἡμῶν αὐτῷ πρεσβεύειν, τοῦ οἰκτηρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.

Τὸ ἐμπιστευθέν σοι τάλαντον, τῆς μουσικῆς καλλιεπείας πλεονάσας, θεόληπτε, πάντα σου τὸν βίον μελέτην θεοπρεπῶν ἀσμάτων πεποίηκας. Διὸ τοῖς ἀμιμήτοις σου ἀριστουργήμασιν, οἱ τὸν Θεὸν αἰνοῦντες καλλωπιζόμενοι, τὴν σεπτὴν Ἐκκλησίαν μελῳδικῶς καθηδύνοντες, μετ’ εὐφημίας γεραίρουσι, τὴν σὴν σεβάσμιον μνήμην, ἐν ᾗ δυσώπησον Χριστὸν τὸν Θεόν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. α΄.

Ἔθηκας τὴν ἀλκήν σου, ἐν τῷ σκάμματι τῆς ἀσκήσεως, ἔθυσας τὴν ζωήν σου, ὡς λαμπάδα πυρίδαπτον Κυρίῳ τῷ Θεῷ σου. Τὸ πιστευθέν σοι τάλαντον, εἰς ὑμνῳδίαν Κυρίου ἀπέθεσας καὶ τῷ κάλλει τῆς Μητρὸς τοῦ Λόγου ἀφιέρωσας. Ἥν ὡς ἄνωθεν οἱ Προφῆται πολλαχῶς προκατήγγειλαν, σὺ πολυειδῶς ἐμελῴδησας. Σὺν αὐτῇ οὖν πρέσβευε, Ἰωάννη Ὅσιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. β΄.

Τῶν μουσικῶν τὴν καλλονήν, τῶν μελῳδῶν τὸ κλέος, τὴν βρύσιν τῶν ᾀσμάτων καὶ μουσικῆς τὴν πηγὴν τὴν μελίῤῥυτον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις καταστέψωμεν λέγοντες· χαίροις τῶν θεσπεσίων ὠδῶν κιθάρα λιγυρά, Ἰωάννη Πατὴρ ἡμῶν· χαίροις τὸ τερπνότατον ἄκουσμα τῆς θείας Ἐκκλησίας καὶ ἐντρύφημα ἥδιστον· χαίροις ἐναρμόνιος λύρα καὶ εὔρυθμος θεοτερπῶν ᾀσμάτων. Ἀλλ’ ὦ Πάτερ τρισόλβιε, μὴ ἐλλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον, τῶν ἐκ πόθου τελούντων, τὸ ἱερόν σου μνημόσυνον.

Ἦχος βαρύς.

Τὸν τοῦ Κυρίου ἐλαφρότατον ζυγόν ἀναλαβὼν, χαριτώνυμε Ἰωάννη, εἰς οὐδὲν ἐλογίσω τὰ τοῦ κόσμου τερπνά· ὑποκύψας δὲ μάλα προθύμως, τῷ τῆς ὑπακοῆς ζυγῷ, ἐν τῇ τοῦ Ἄθωνος σεβασμίᾳ Λαύρᾳ καὶ τῷ Θεῷ μόνος γινωσκόμενος, τῆς τῶν ἀλόγων θρεμμάτων νομῆς ἐπιστήμονα, σαυτὸν οἰκονομικῶς προτέθηκας. Ἀλλ’ ὁ ἐπαγγειλάμενος ἐν τῷ φανερῶ, ἀντιβραβεύειν τοὺς ἐν κρυπτῷ Αὐτῷ δουλεύοντας, κήρυκας τῶν κατὰ σὲ τὰ ἄλογα ζῷα ἐναπέφηνε, θάμβει συσχεθέντα καὶ πρὸς σὲ ἀκλινῶς ἀτενίζοντα, ἐν τῷ ψάλλειν σε μέλος ἐναρμόνιον. Διὸ ἐν τάξει τῶν αἰνούντων τὸν Κύριον προχειρισθείς καὶ θεαρέστως βιώσας, πρὸς οὐρανὸν μεταβέβηκας, πρεσβεύων ἀπαύστως ὑπέρ πάντων ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.

Δαυϊτικῶς τὴν τῶν ᾀσμάτων σου πνευματικὴν κινύραν ἀνακρουόμενος, ὅσιε Πάτερ, παραῤῤιπτεῖσθαι μᾶλλον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ᾐρετίσω ἤ κατοικεῖν ἐν σκηνώμασι τῆς ματαιότητος· καὶ Μωσαϊκῶς τὴν οὐράνιον Ἱερουσαλήμ ἐκδεχόμενος, προείλου συγκακουχεῖσθαι τοῖς τῷ Θεῷ δουλεύουσιν ἤ πρόσκαιρον ἔχειν τῶν τοῦ βίου ἡδονῶν τὴν ἀπόλαυσιν. Διὸ γνησίως δουλεύσας τῷ Θεῷ καὶ τὰ τῶν πόνων ἔπαθλα ἐν οὐρανοῖς ἀπολάβων, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Σήμερον ἡ ἱερὰ τοῦ Ἄθω Λαύρα, προφητικῶς ἀμφιέννυται τὴν εὐφροσύνην ὡς ἱμάτιον καὶ ὡς νύμφη κατακοσμεῖται τῶν θαυμάτων Σου, τῷ κόσμῳ Θεοτόκε. Ἐν αὐτῇ γὰρ εἰκών Σου, ὡς γῆ αὔξουσα τὰ ἄνθη αὐτῆς, ταῖς τῶν χαρίτων ἀποστολαῖς, ἐν τοῖς πέρασι τῶν καρδιῶν ἡμῶν διαπνέει, τὰς ποιότητας τῶν ἐπανθουσῶν Σοι ἀρετῶν· δι’ ὧν θρόνος ἐγνωρίσθης τοῦ τῆς Χερουβίμ ἐπιβαίνοντος· τῆς παρθενίας τὸ κειμήλιον· πανήγυρις τοῦ σωτηρίου συναλλάγματος· φρικτὸς τῆς οἰκονομίας ἰστός, ἐν ὧ ἀῤῥήτως ὑφάνθη ὁ τῆς ἑνώσεως χιτών· χρυσέα στάμνος, ἐξ ἧς μανναδοτεῖται πᾶς ὁ κόσμος, τὸν Ἄρτον τῆς Ζωῆς, τὸν παρέχοντα διὰ Σοῦ ἡμῖν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ Δυῤῤαχίου βλαστός, οὗ ἡ πτωχεία συνοδίτης ἐγένετο, κουκίοις γὰρ καὶ ζελίοις, ἀπὸ παιδὸς ἐκτραφείς, Κουκουζέλης τοὔνομα προσέλαβες. Φωνῆς ὅμως δώρημα, ἐκ Θεοῦ σοὶ δεδώρηται, νοὸς ὀξύτης καὶ τοῦ σώματος εὔκλεια καὶ παλάτιον  στοργικῶς ἀνεῴχθη σοι· ἔνθα ἐνδιαιτώμενος καὶ τέχνῃ μυούμενος, διακριθεὶς δ’ὑπὲρ πάντας, Πρωτομαΐστωρ ἐγένεσαι· κοσμῶν ἐπαξίως, Κομνηνῶν τὴν δυναστείαν, καὶ τὸ Βασίλειον.

Στ. Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος  τοῦ  Ὁσίου  Αὐτοῦ.

Χαίροις, ἡ λιγυρὰ ἀήδών, ὁ θεῖος τέττιξ, ἡ κινύρα τοῦ Πνεύματος, τὸ ᾄσμα τὸ τῶν ἀσμάτων, ἡ θαλπωρὴ ἀκοῆς, μοναστῶν τὸ στόμα τὸ ἀσίγητον· ἡ λύρα ἡ εὔηχος, θεία σάλπιγξ ἀσίγητος, κατακηλοῦσα μοναχῶν τὰ συστήματα, καθηδύνουσα ἀκοάς τε καὶ πνεύματα· ὄργανον παναρμόνιον, ψαλτήριον εὔηχον, οὗ τῶν χορδῶν κρουομένων, φύσις ἡ ἄλογος τέρπεται, φαιδρύνεται κτίσις καὶ ἀνθρώπων αἱ καρδίαι, πρὸς ὕψος αἴρονται.

Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ  ἐθαυμάστωσεν  ὁ  Κύριος.

Χαίροις, Ἀγίου Ὄρους Πατήρ, ὁ οὐδενὸς τῶν ἀσκητῶν αὐτοῦ δεύτερος, ὁ πρᾶξιν καὶ θεωρίαν, συγκαταμείξας λαμπρῶς καὶ σεμνῶς τῷ βίῳ πορευόμενος· διὸ κεχαρίτωσαι, Ἰωάννη πανόλβιε, χάριτος θείας ἐνδυθεὶς τὴν εὐπρέπειαν καὶ ἐπάξιον ταύτης φέρων τὸ ὄνομα. Ἔμελψας Παντοκράτορα, Ἁγνὴν Θεομήτορα καὶ τῶν Ἁγίων τοὺς δήμους καὶ τῶν Ἀγγέλων τὰ τάγματα· μεθ’ ὧν συναγάλλῃ καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Δόξα. Ἦχος πλ. β΄.

Πρῶτος ἐν μελωδίᾳ ἀνεδείχθης, Ἰωάννη μακάριε, ὅτι ὁσία βιοτὴ σοὶ ἐδωρήσατο, τὸ ἀΰλως ζεῖν καὶ τὸ Ἀγγέλοις ἀναστρέφεσθαι καὶ τὰς μελῳδίας τῶν Ἀσωμάτων ἐνωτίζεσθαι. Ταύτας οὖν τῇ τοῦ Κυρίου ἐπινεύσει, ὡς ἄλλος ὐποφήτης τοῖς ἀνθρώποις προσήνεγκας καὶ ἐδίδαξας μέλπειν, τοῦ Σωτῆρος τὴν αἴνεσιν καὶ τῆς Θεομήτορος καὶ πάντων τῶν Ἁγίων· ὧν ταῖς ἱκεσίαις, δωρήσειαι ἡμῖν Κύριος, τὸ μέγα Αὐτοῦ ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος…

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ζηλῶν ὁσιότητα, ἐν ἡλικίας ἀκμῇ, τὸ Ὄρος κατέλαβες τὸ ἁγιώνυμον καὶ ἤσκησας ἄριστα. Ὅθεν ἐν τῇ Μονῇ σου, ὑμνῳδῶν καθ’ἑκάστην, ηὔξησας τὸ δοθέν σοι, πολυτάλαντον δῶρον. Διό σε, ὦ Ἰωάννη, Κύριος ἤμειψε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν θείαν Εἰκόνα Σου, ἐξ ἧς  οἰκεία χειρί, τὸ χρύσεον νόμισμα, τῷ ψάλλοντί Σοι πιστῶς θεράποντι δέδωκας, ἅπαντες προσκυνοῦμεν, Κουκουζέλισσαν ταύτην καλοῦντες, Θεογεννῆτορ, φερωνύμως βοῶντες· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Νῦν χορευέτω ἁγιώνυμον Ὄρος, χεῖρας κροτείτω μοναχῶν ἡ χορεία, ὅτι λαμπρὰ ἀνέτειλεν ἡμέρα ἑορτῆς, μάκαρος Ὁσίου τε, Ἰωάννου τοῦ πάνυ, ἅμα τε τοῦ Μαΐστορος καὶ τῆς Λαύρας τροφίμου· καὶ γὰρ ὡς ἄνθος ἤνθησέ ποτε, μύρου ἁγίου πληρώσαν τὸν Ἄθωνα.

Δόξα.

Ἀπεριστρόφῳ λογισμῶ διανύσας, τὴν στενωτάτην τῆς ἀσκήσεως τρίβον, εἰς Παραδείσου πλάτος κατεσκήνωσας, ὕμνον τὸν τρισάγιον, τῷ Θεῶ σὺν Ἀγγέλοις μέλπων, χαριτώνυμε, ἀκορέστως ἐφέσει· ᾧ παρεστὼς μνημόνευε ἡμῶν, τῶν μεμνημένων σε πόθῳ, μακάριε.

Καί νῦν. Θεοτοκίον.

Τῶν Ἀσωμάτων στρατιαὶ ἐξανέστησαν καὶ τῶν ἀνθρώπων γενεαὶ κατεπλάγησαν, ὅτι ἀσπόρως ἔτεκες Θεὸν ἐν σαρκί· τοῦτο τὸ ἀνήκουστον, ἐπὶ Σὲ καθωράθη, μόνη γὰρ ἀπείρανδρος, ἐν τῷ κόσμῳ Σὺ ἔστης· διὸ Θεοῦ ὑμνοῦμεν τὴν βουλήν καὶ προσκυνοῦμεν Σὸν τόκον τὸν ἄχραντον.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀνέτειλεν ἔκπαγλος ἡ ἀρετή σου, σοφέ, ἐξήστραψεν ἥδιστα ἡ βιοτή σου ποτέ, ἐν Λαύρᾳ τοῦ Ἄθωνος, ἔνθα ἐν ταπεινώσει, τὴν ζωήν σου διῆλθες, ᾄσματα θεῖα μέλπων, τῷ δοτῆρι τῶν ὅλων. Διό σε, ὦ Ἰωάννη, πόθῳ γεραίρομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὑμνῶν θείῳ ἔρωτι τὰς ἀρετάς Σου, Σεμνή, ἐκ Σοῦ γέρας ἔλαβε, ἐν τῇ τῆς Λαύρας Μονῇ, τελῶν εἰς ἐνύπνιον, μάγιστρος Ἰωάννης, ὁ σεπτὸς Κουκουζέλης, ὅνπερ καὶ ἐξυμνοῦντες, παρὰ Σοῦ ἐκζητοῦμεν, πρεσβείαις Σου Θεοτόκε, ἅπαντας ῥύσασθαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Παλατίου τοὺς χορούς, σὺ κατελάμπρυνας ποτέ, μοναστῶν τὰς ἀκοάς, σὺ κατεκάλλυνας, σοφέ, ὑμνολογῶν καθ’ ἑκάστην ἀπὸ καρδίας, Ἄνακτα Θεὸν Παντοκράτορα, θείαν Μαριὰμ τὴν Παντάνασσαν καὶ τῶν Ἁγίων ἅπαντας τοὺς δήμους καὶ τῶν Ἀγγέλων τὰ τάγματα. Διὸ ἀγάλλῃ ἐν Παραδείσῳ, μένων εἰς τοὺς αἰῶνας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Παρθένον Μαριάμ, ὑμνολογοῦμεν οἱ πιστοί, κεχαρίτωται καὶ γάρ, ὑπερφυῶς ἐν γυναιξίν, ὅτι δοχεῖον ἐγένετο τοῦ Ὑψίστου· Εὔας τὴν ἀράν, Αὕτη ἔλυσε καὶ τὴν τοῦ Ἀδάμ ἐξηφάνισε· διὸ τὸ γένος ἅπαν τῶν ἀνθρώπων, εὐγνωμοσύνῃ βοᾷ Αὐτῇ· Παρθένε χαῖρε, ὅτι ἐῤῥύσω, ἅπαντας τῆς γεέννης.

Οἱ Ἀναβαθμοί, τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ  θάνατος  τοῦ  Ὁσίου  Αὐτοῦ.

Στ. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ…

Εὐαγγέλιον Ὁσιακόν.

 Ὁ Ν´ (50) Ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…

Πάλιν ἡμῖν ἡ ἐτήσιος μνήμη τοῦ θεοφόρου Ἰωάννου, ὡς φαεινοτάτη λυχνία ἐξέλαμψε, καταυγάζουσα τὰς καρδίας τῶν πιστῶν καὶ φωτίζουσα τὰς διανοίας, τῇ αἴγλῃ τῶν θείων θαυμάτων αὐτοῦ, διανέμοντος πᾶσιν τὴν χάριν, ἥν παρὰ Θεοῦ ἐκομίσατο καὶ πρεσβεύει ὑπέρ πάντων, τῶν πιστῶς ἐκτελούντων τὴν πανσέβαστον μνήμην αὐτοῦ.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου Κουκουζελίσσης καὶ τοῦ Ἁγίου β΄.

Κανών τῆς Θεοτόκου· οὗ ἡ ἀκροστιχίς· Σὺ εἶ Θεοτόκε τῆς Λαύρας ἡ σκέπη. Γερασίμου. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Σοφίας τὴν ἄβυσσον ἀποτεκοῦσα, Πανάμωμε, τὸν νοῦν μου συνέτισον καὶ λόγον δώρησαι, τὰ θαυμάσια, τὰ Σὰ ὑμνολογεῖσαι, δι’ ὧν ἐκλαμπρύνεται ἡ κτίσις ἅπασα.

Ὑδάτων κατάῤῥυτος, ὡς ποταμὸς τῶν τοῦ Πνεύματος, τῇ Λαύρᾳ ἠνέωξας, πηγὴν θεόσδοτον, τὴν Εἰκόνα Σου, χαρίτων ἐπομβρίαις, ἡμᾶς καταρδεύουσαν καὶ ἐπευφραίνουσαν.

Ἐκκέχυται Πάναγνε, τῷ ὑλικῶ χαρακτῆρί Σου, ἡ ἄϋλος ἔλλαμψις τῶν ὑπὲρ νοῦν δωρεῶν, καταυγάζουσα ἡμᾶς καὶ ὑψουμένη, πρὸς δόξαν οὐράνιον, τῇ καθαρότητι.

Ἰσχύς μου καὶ ὕμνησις καὶ ἀσφαλὲς καταφύγιον γεγένησαι, Δέσποινα, ἡ Λαύρα κράζει Σοι, τῆς προνοίας Σου, τὸ βάθος ἀνυμνοῦσα, δι’ οὗ ἀποβάλλεται, παθῶν τὸν τάραχον.

Ὁ α΄ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς· Μαϊστόρων πρώτιστον λαμπρῶς ὑμνήσω.Ποίημα Ἀποστόλου Βαλληνδρά.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Μαΐστωρ, σὺ ἀνεφάνης ἔνδοξος, ἐν πόλει τῇ κλεινῇ, ὦ Ἰωάννη κλέος μουσικῶν, μελῳδῶν τε ψαλτῶν ἡ καλλονή· καὶ γὰρ τῆς γῆς τὰ πέρατα, σὺ ἐσαγήνευσας καὶ ἔτερψας.

Ἁγίων καὶ τῶν Ὁσίων ἄριστος ἐδείχθης σὺ ποτέ, ἐν ταπεινώσει ζῶν καὶ ὑμνῳδῶν καὶ καρδίας εὐφραίνων πιστῶν· καὶ τὸ δοθέν σοι τάλαντον, Θεοῦ εἰς δόξαν ἐργαζόμενος.

Ἰθύντωρ, παλατινῶν χορῶν σὺ ἀνεδείχθης κάλλιστος, ἐν Βασιλίδι τῇ περικλεεῖ, ἀπολαύων τιμῶν πολλαπλῶν· πλήν ταύτας σὺ κατέλιπες καὶ πρὸς τὴν ἄσκησιν προσέδραμες.

Θεοτοκίον.

Σελήνην, ὁ φωτοδότης ἥλιος Υἱὸς κατέστησε, ἅμα εἰς μήτραν Σου ἀναφυείς, μεταδούς Σοι φωτὸς ἀρετήν, ἵνα φωτίζῃς ἅπαντας, τοὺς Σὲ ὑμνοῦντας, Παμμακάριστε.

Ἕτερος Κανών τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Ὕμνοις τιμάσθω εὐλαβὴς Κουκουζέλης.Ποίημα Διονυσίου Προσκυνητοῦ Λαύρας.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῶ Κυρίῳ.

Ὕμνον τῷ Φωτοδότῃ, Πάτερ, ἐν τῇ μνήμῃ σου προσάγοντες, φωτισμὸν ἐξαιτοῦμεν, δωρηθῆναι ἡμῖν ταῖς πρεσβείαις σου.

Μόνον ἐπιποθήσας, τὰ μηδόλως Πάτερ διαῤῥέοντα, κατεφρόνησας κόσμου τῶν ἡδέων, τελείῳ φρονήματι.

Νόμοις τοῖς τοῦ Δεσπότου, Πάτερ, πειθαρχῶν, τὸν ἐν τοῖς μέλεσι στρατευόμενον νόμον, ὡς ἐχέφρων τελείως ἐνίκησας.

Θεοτοκίον.

Ὅλην μου τὴν οὐσίαν, διὰ Σοῦ Παρθένε ἐκαινούργησεν, ὁ ὑπέρθεος Λόγος, συντριβεῖσαν κακίᾳ τοῦ ὄφεως.

Ὠδὴ γ΄. Τῆς Εἰκόνος. Τοὺς Σοὺς Ὑμνολόγους.

Θεόβρυτος κρήνη ἀνεδείχθης, ἐξ ἧς τῶν θαυμάτων αἱ ῥοαί, ὡς χάριτες ἡδύπνοοι, ἐν τῇ σεπτῇ Εἰκόνι Σου, Πάρθενε, πελαγίζουσι καὶ τὴν μονήν Σου εὐφραίνουσιν.

Ἐλαία κατάκαρπος ὁρᾶται, ἐν Οἴκῳ τῷ Σῷ δαβιτικῶς, ὁ χαρακτήρ Σου Δέσποινα, ἐλαίῳ τῆς προνοίας Σου, λιπαίνων ἐν χρηστότητι καὶ ἱλαρύνων τὸν κλῆρόν Σου.

Ὁ θρόνος τοῦ πάντων Βασιλέως, ἡ βάτος ἡ ἄφλεκτος Θεοῦ, ἡ ἀρωματοφόρος γῆ, ὡς ἄρωμα μυρίπνοον, ἀγαθουργῶς προβάλλεται, ἡμῖν αὐτῆς τὸ ἐκτύπωμα.

Τὴν πύλην διάρασα Σῆς δόξης, ὑπέδειξας Κόρη ἀμυδρῶς, τὴν θείαν Σου λαμπρότητα, τῷ Ἰωάννῃ, Δέσποινα, σὺν Γρηγορίῳ, οἵτινες τὰ μεγαλεία Σου ὕμνησαν.

Τοῦ Ὁσίου α’. Εὐφραίνεται ἐπὶ Σοί.

Τριάδα τὴν φωταυγῆ καὶ ἑνιαίαν καὶ ἁπλῆν ὕμνησας, θείοις μελῳδήμασι καὶ καλλιεπέσι προσφθέγμασι.

Ὁσίων τὴν βιοτήν, ἀπὸ παιδὸς ἐπιποθῶν, Ὅσιε, πρὸς ζωὴν ἀσκήσεως ἥδιστα καὶ τάχιστα ἔδραμες.

Ῥημάτων θεοειδῶν, μελῳδιῶν θεοτερπῶν ἔπλησας μοναστὰς τοῦ Ἄθωνος, θέλγων ἀκοὰς καὶ τὰ πνεύματα.

Θεοτοκίον.

Ὦ Μῆτερ πανευκλεής καὶ τῶν ἀνθρώπων προσηνὴς πρέσβειρα, Σῷ Υἱῷ δεήθητι, ἵνα εὐμενὴς ἡμῖν γένηται.

Τοῦ Ὁσίου β’. Οὐρανίας ἁψίδος.

Ἰσχυρότατον ὅπλον, τὸ τοῦ Σταυροῦ τρόπαιον, ἐν χερσὶ κατέχων ἀνδρείως, Πάτερ, ἐχώρησας πρὸς νοητὴν συμπλοκήν, τῆς νοερᾶς σατραπείας, ἥνπερ καὶ κατέῤῥαξας, σθένει τοῦ Πνεύματος.

Σταθερᾷ διανοίᾳ καὶ λογισμῷ σώφρονι, σάρκα ἀπηρνήσω καὶ κόσμον καὶ κοσμοκράτορα· καὶ ἀνυψώσας τὸν νοῦν πρὸς μυστικὰς θεωρίας, σκεῦος ἐχρημάτισας τοῦ θείου Πνεύματος.

Τὸ τοῦ Ἄθωνος ὄρος, καταλαβεῖν ἔσπευσας, τῆς ἁγιωσύνης τῇ κλήσει τὸ σεμνυνόμενον, ἔνθα σπουδάζων λαθεῖν, κενοδοξίας τὸν ὄφιν κτείνας, ταπεινώσεως τρόπαιον ἤγειρας.

Θεοτοκίον.

Ἱερὰς ἀναβάσεις, ἐν τῇ ψυχῇ θέμενος, ὕμνους ἐμελῴδεις εἰς δόξαν τοῦ Παντοκράτορος, ἐν κατανύξει ψυχῆς καὶ τῆς Πανάγνου Παρθένου, ἥπερ δεξαμένη σου, τὸν πόθον ἤμειψε.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Πατέρων εὐλαβῶν, ἀσκητῶν ἡ χορεία, ἀθροίσθητε ὁμοῦ, ὑποδέξασθαι νέον ἀστέρα τὸν χρυσάκτινον, Ἰωάννην μαΐστορα, χαριτώνυμον ἐπικληθέντα εὐστόχως, ὡς βιώσαντα ἐπιχαρίτως ἐν Ἄθῳ, Θεόν τε ὑμνήσαντα.

Δόξα.

Ἡδύφωνος αὐλός, μεγαλόφωνος σάλπιγξ, κιθάρα μελουργός, λιγυρὰ θεία λύρα, κινύρα παναρμόνιος, μουσικώτατον ὄργανον, ἐμπνευόμενον τοῦ Παρακλήτου ταῖς αὔραις, ἀναδέδειξαι, ὦ Ἰωάννη, καὶ θέλγεις ἡμῶν τὰ νοήματα.

Καὶ νῦν. Θεοτοκίον.

Μητέρα τοῦ Θεοῦ, Σὲ γινώσκομεν πάντες, μητέρα καὶ ἡμῶν ἐκδεχόμεθα πόθῳ, διὸ ὑπὸ τὴν σκέπην Σου, εὐρεθῆναι διώκομεν, ὅπως ἔξωμεν τὴν Σὴν θερμὴν προστασίαν καὶ βοήθειαν, Σὸς γὰρ Υἱὸς εἰσακούει, θερμήν Σου παράκλησιν.

ᾨδὴ δ΄. Τῆς Εἰκόνος. Τὴν ἀνεξιχνίαστον.

Ὅλη ἐξαστράπτουσα, ὑπερφυῶς ὤφθης, ὡς ἡμέρα πολύφωτος, τῷ θείῳ ἄστρῳ, Ἰωάννη τῷ κλεινῷ· καὶ τοῦτον κατελάμπρυνας, Κόρη, τῷ χρυσέῳ νομίσματι.

Κλίμαξ θεοστήρικτε ὡς ἀληθῶς καὶ θεοπαρόδευτε τράπεζα, βάσις ἐγένου πρὸς ἀνάβασιν λαμπράν, τῶ Γρηγορίῳ κράζοντι· δόξα Σοι Ἁγνὴ, θεοδόξαστε.

Ἔφριξαν ἰδόντες θαῦμα φρικτόν, οἱ περὶ τὸν Κοσμᾶν, Θεοκόσμητε· τῆς γὰρ Τριάδος, ὡς λαμπὰς φωτολαμπῆς, τριττῇ χειρὶ ἐλάμπρυνας, τὸ θεοειδές Σου ὁμοίωμα.

Τόμε θεοχάρακτε, ἐν ᾧ Πατρός Λόγος ἐνεγράφη σαρκούμενος, πυξίον θεῖον δωρεῶν, θεουργικῶς τὸ Σὸν λαμπρὸν ὁμοίωμα, Κόρη ἐν τῇ Λαύρᾳ ἀνέδειξας.

Τοῦ Ὁσίου α’. Ἐπαρθέντα σε ἰδοῦσα.

Νῦν ἡδύμολπον ὑμνήσωμεν Ἰωάννην, τῶν μοναστῶν τὸ καύχημα, Λαύρας καὶ τοῦ Ἄθω· ζήσας γὰρ ἐκεῖ ἐν σπουδῇ, Θεῷ εὐηρέστησε καὶ Θεοῦ τῆς δόξης ἠξίωται.

Πάντες νῦν τὸν χαριτώνυμον Κουκουζέλην, τὸν Θεοτόκον μέλψαντα, ἐν χοροστασίαις δεῦτε εὐφημήσωμεν· καὶ Αὕτη ἤμειψε, νόμισμα χρυσοῦν ἐγχειρίσασα.

Ῥῦπον πάντα ἐκ σοῦ σώματος ἀποπλύνας, τοῦτο κατοικητήριον Πνεύματος Ἁγίου ὄντως ἀπειργάσω, σοφέ, βιῶν ὁσιότητι, ὡς οἱ τοῦ Θεοῦ φίλοι γνήσιοι.

Θεοτοκίον.

Ὡς πανύμνητον ὑμνοῦμέν Σε Θεοτόκον, τὴν ἐν κινδύνοις πάντοτε σκέπουσαν ἀνθρώπους, πλήθη γὰρ δεινῶν συμφορῶν ταχέως παρέρχονται, Σαῖς πρὸς τὸν Υἱὸν παρακλήσεσι.

Τοῦ Ὁσίου β’. Εἰσακήκοα Κύριε.

Μουσικὸν θεῖον ὄργανον, Πάτερ, ἐχρημάτισας καὶ ἐναρμόνιον, πρακτικῶς μέλη θεόφθογγα, τοῖς πιστοῖς ἀφθόνως καταλέλοιπας.

Ἀνυμνῶν τὸν Φιλάνθρωπον, ἐν ἀγαλλιάσει ψυχῆς, ἐφαίδρυνας μελιῤῥύτοις μελῳδήμασιν Ἐκκλησίας, Πάτερ, τὰ συστήματα.

Συμμαχίᾳ τοῦ Πνεύματος, πᾶσαν ἀρετὴν ἰδέαν ἐξήσκησας, θεοφόρε χαριτώνυμε, καὶ ἐν γῇ πραέων κατεσκήνωσας.

Θεοτοκίον.

Θεοτόκε Πανύμνητε, τῶν Σὲ γεραιρόντων τὸ ἀγαλλίαμα, γενοῦ σκέπη καὶ βοήθεια, τῶν ἐν περιστάσει καὶ ἐν θλίψεσιν.

ᾨδὴ ε΄. Τῆς Εἰκόνος. Ἐξέστη τὰ σύμπαντα.

Ἡ ἄφθαρτος ἄρουρα, ἡ χώρα ἡ ἀείζωος, ἡ ἀναπηγάζουσα ἀφθόνως, ἀθανασίας τὰ πελαγίσματα, διέθετο ἐν τῷ ὑλικῷ Ταύτης ὁμοιώματι, τὰς ἀΰλους λαμπρότητας.

Σοφίας λυχνίαν Σε, ἑπτάφωτον βαστάζουσαν, Κόρη τὸ λαμπάδιον τῆς δόξης, ὁ Ἰωάννης ἐπεγνωκὼς μυστικῶς, τῆ ἐπιφανείᾳ Σου βοᾷ· Χαῖρε Ἀειπάρθενε, τοῦ Θεοῦ ἅρμα πύρινον.

Λαμπόμενος χάριτι, ἐκ τῆς λαμπρὰς Εἰκόνος Σου, πάλαι ὁ Γρηγόριος ἐβόα· Χαῖρε νεφέλη ἡλιοστάλακτε, ἐν ἧ ἐπιβὰς ὁ Φωτουργός, τὴν ἀπάτην ὤλεσε, καὶ τὸν κόσμον ἐφώτισεν.

Ἀείζωον τέξασα, ἄρτον ἡμᾶς ἐκτρέφοντα, νεοθαλῆ δεικνύεις γεωργίαν, τὸ ἱερόν Σου Κόρη ἐκτύπωμα, ἅπαντας, ψωμίζον ἀρεταῖς, καὶ καρποδοτούμενον, εὐθηνίᾳ τῆς χάριτος.

Τοῦ Ὁσίου α’. Σὺ Κύριέ μου φῶς.

Τῶν θείων ὑμνωδῶν, τὸ λειτούργημα ἤσκησας καὶ ὕμνησας Θεοτόκον, τὴν προστάτιδα ὄντως, τῆς Λαύρας καὶ τοῦ Ἄθωνος.

Ἴασιν ποθεινήν ἡ Παρθένος παρέσχε σοι· τρωθέντων γὰρ τῶν ποδῶν σου, ἐκ δεινῆς ποδαλγίας, τὴν ῥῶσιν ἐδωρήσατο.

Σὺ ὄντως ἐν πολλῇ, προθυμίᾳ προσέδραμες, βιῶσαι ἐν παρθενίᾳ, τὴν χλιδὴν ἀποῤῥίψας καὶ στέρξας τὴν ἐγκράτειαν.

Θεοτοκίον.

Τὴν πάλαι τε καὶ νῦν, τοὺς ἀνθρώπους συντρέχουσαν, ὑμνήσωμεν Θεοτόκον, ἐξαιτούμενοι αὖθις, τὸ θεῖον Αὐτῆς ἔλεος.

Τοῦ Ὁσίου β’. Ἵνα τί με ἀπώσω.

Ὡς θεόφθογγος λύρα, λιγυροῖς ἐν ἄσμασι τὰ θεῖα λόγια μελῳδῶν, παμμάκαρ, διεγείρεις πρὸς ἔνθεον ἔρωτα, τοὺς ἐν ψαλμῳδίαις θεοφιλῶς ὑμνολογοῦντας τὸν Θεὸν καὶ παννύχοις ἐν στάσεσιν.

Ἐσταυρώθης τῷ κόσμῳ καὶ ὁ κόσμος αὖθις δέ σοι συνεσταύρωται, τὸν Σταυρὸν ἐπ’ ὤμων ἀκλινεῖ διαθέσει ἀράμενος καὶ ἀνεπιστρόφως τὴν τῆς ζωῆς ὁδεύσας τρίβον, πρὸς σκηνὰς οὐρανίους κατῴκησας.

Ὑλικῆς προσπαθείας πᾶσαν ὑπεξέφυγες τὴν ματαιότητα, ὁλοσχερεῖ πόθῳ, τοῦ Χριστοῦ τὴν πτωχείαν ἐλόμενος· διὸ Βασιλεία τῶν Οὐρανῶν σε ὑπεδέχθη, ὡς ἡ ἐπαγγελία, μακάριε.

Θεοτοκίον.

Λαλιαὶ θεηγόρων, ἄνωθεν τὰ σύμβολα τὰ Σὰ προήγγειλαν· ὁ δὲ Σὸς θεράπων, ᾀσματίζων συντόνως ἀνέμελπε τὰ Σὰ μεγαλεῖα· ὅν καὶ νομίσματι χρυσέῳ, ἐπιστᾶσα Θεόνυμφε ἤμειψας.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὑψοποιὸς κόσμου γέφυρα, τῇ Σῆ λαμπαδουχίᾳ ἀνύψωσας τὸν χαρακτῆρά Σου, δι’ οὗ τῶν κάτω ὑψούμεθα καὶ πρὸς ἐπαγγελίας γῆν περαιούμεθα.

Ῥάβδον δυνάμεως κέκτηται, Παρθένε, καὶ ἰσχύος προπύργιον καὶ πλοῦτον ἄσυλον καὶ ἱερὸν παραμύθιον, τοῦ Ἄθωνος ἡ Λαύρα, τὸ Σὸν ἐκτύπωμα.

Ἀνθηφοροῦσα τὴν χάριν Σου, ἡ πάντιμος Εἰκών Σου, Θεόνυμφε, ὡς ἔαρ εὔοσμον, σκιαγραφεῖ παρεμφαίνουσα τὰς ἀρετὰς, δι’ ὧν Σε Θεὸς ἐξέλεξε.

Στέφανον δόξης ἀμάραντον, διάδημά τε κάλλους βασίλειον, τὸν χαρακτῆρά Σου, Ἄθω ἡ Λαύρα κατέχουσα, νυμφοστολεῖται, Κόρη, τὴν Σὴν εὐπρέπειαν.

Τοῦ Ὁσίου α’. Θύσω Σοι, μετὰ φωνῆς.

Ὅλην σου τὴν βιοτὴν διῆλθες ἐν Ἄθωνι, ὑμνολογῶν καθ’ ἑκάστην, ἐκ καρδίας πλήρους καὶ παλλομένης καὶ φαιδρύνων τῶν ἀσκητῶν ἁπάντων τὰ τάγματα.

Νέος ὦν, τὸν τοῦ Θεοῦ ζυγὸν ἐπεπόθησας, ὅτι καλόν σοι ἐδόκει ἐκ νεότητος ἀφιερωθῆναι· καὶ οὕτω πράξας, τὸν τοῦ Κυρίου εἴληφας στέφανον.

Λέξον μοι, πῶς τὴν στενὴν ὁδὸν σὺ ἐβάδισας; πῶς τὴν σεμνὴν παρθενίαν; πῶς πτωχείαν ἔρωτι σὺ ἐτρώθης; ἵνα οὕτω κἀγὼ βαδίσας εὕρω τὴν λύτρωσιν.

Θεοτοκίον.

Ἄγγελος, ὁ Πρωτοστάτης ἔφη Σοι Πάναγνε, εἰ καὶ Παρθένος σύλληψῃ, τὸν Υἱὸν Κυρίου ἀπειρογάμως, ὅτι πάντα, κατορθωτὰ εἰσὶ τῷ Σὲ πλάσαντι.

Τοῦ Ὁσίου β’. Ἄβυσσος ἁμαρτιῶν.

ᾌσμασι μελωδικοῖς, καθηδύνων τῶν πιστῶν τὰς χορείας, ἐν προσευχαῖς, παμμάκαρ, καὶ παννύχοις ἐν στάσεσιν, ἐπαλείφεις εὐφυῶς ψυχῆς τὸ πρόθυμον καὶ κουφίζεις τῆς ἀγρυπνίας τὸ ἐπίπονον.

Βίον τὸν ἀσκητικόν ἀρετῆς περιουσίᾳ προκρίνας, τῶν χαμαιζήλων, Πάτερ, ἡδονῶν κατεφρόνησας καὶ τὸν Ἄθω ἐπιβάς, τῇ τούτου ᾤκησας θείᾳ Λαύρᾳ, ᾗ καὶ τὸ σῶμά σου κατάκειται.

Ἤντλησας ὡς ἐκ πηγῆς, τὴν τοῦ Πνεύματος, πανόλβιε, χάριν, ἐν κατανύξει μέλπων τὰ θεόφθεγκτα λόγια καὶ ὡς Ἄγγελος ἀεί, ἐδοξολόγεις Θεὸν τῶν ὅλων, τῷ τρισαγίῳ μελῳδήματι.

Θεοτοκίον.

Σύμφωνον ὡς ἐφικτόν, ταῖς Ἀγγέλων ἱεραῖς ὑμνωδίαις, τῇ παναχράντῳ Κόρῃ, μελωδῶν μέλος ἔνθεον διαθέσει εὐλαβεῖ, Ταύτην κατεῖδες ὡς ἐν ἐκστάσει, ἀντιβραβεύουσαν τὸν πόθον σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν τοῦ Κυρίου ἐκλεκτὸν νῦν ἐπαινέσομεν, τὰς ἀρετὰς αὐτοῦ θερμῶς ἐγκωμιάσωμεν, ὅτι βίον τῆς ἀσκήσεως ἐπορεύθη· τηρῶν πάντα τοῦ Ὑψίστου  τὰ προστάγματα, ἀρετῆς ποθῶν στεῤῥῶς τὴν τελειότητα· πρὸς ὅν κράζομεν· χαῖρε θεῖε Διδάσκαλε.

Ὁ Οἶκος.

Ἄγγελος παιδιόθεν προσφυῶς ἀπεκλήθης, ὡς ἔχων τὴν φωνὴν τῶν Ἀγγέλων· καὶ σὺν τῇ θεσπεσίᾳ φωνῇ, κατακτήσας τε τὴν ἀρετὴν, Ὅσιε, διὰ πολλῆς ἀσκήσεως, κατέστης ἄξιος ἀκούειν·

Χαῖρε, φωνῆς ὁ τὸ δῶρον ἔχων·

χαῖρε,  μορφῆς, τὴν σαγήνην φέρων.

Χαῖρε, παλατίου ἁγίου Δομέστικε·

χαῖρε,  τῶν ψαλτῶν τῶν τοῦ Ἄθω διδάσκαλε.

Χαῖρε, ὅτι σὺ ἐμίσησας ἀνακτόρων τὴν χλιδήν·

χαῖρε,  ὅτι προετίμησας μοναστῶν τὴν ἀρετήν.

Χαῖρε, ὅτι κατέστης μαϊστόρων τὸ κλέος·

χαῖρε,  ὅτι μετέστης πρὸς τὸ Ὄρος εὐκαίρως.

Χαῖρε, ἀστὴρ φωτίσας τὸν Ἄθωνα·

χαῖρε,  Πατήρ ὁ θέλξας τὰ σύμπαντα.

Χαῖρε, δι΄ οὗ μουσικὴ ἐκαινίσθη·

χαῖρε,  δι΄ οὗ νέα τέχνη ἐπλάσθη.

Χαῖρε, θεῖε Διδάσκαλε.

Συναξάριον.

Τῇ α΄ τοῦ μηνός Ὀκτωβρίου, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης ὁ Ψάλτης, ὁ καλούμενος Κουκουζέλης, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν Ἄθῳ Μεγίστης Λαύρας ἐν ταπεινώσει ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι:

Τῇ Μητρὶ καὶ νῦν τοῦ Θεοῦ ψάλλεις ἄνω,

σὺν τοῖς ἀΰλοις, ὦ Ἰωάννη μάκαρ.

Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Τῆς Εἰκόνος. Οὐκ ἐλάτρευσαν.

Στάμνος ἔμψυχος, ζωῆς τὸ μάννα φέρουσα, θυμιατήριον τῆς εὐωδίας Θεοῦ, Ἀγγέλων εὐπρέπεια, βροτῶν διάσωσμα, κόσμος πάγκαλος τοῦ κοσμοπλάστου γέγονας, Παναγία Θεοτόκε.

Κοσμοστήρικτε στύλε φωτοειδέστατε, γλυκεῖα θάλασσα, ἀνατολὴ χρυσαυγής, χλαμὺς τῆς θεότητος, ἡ οὐσιώσασα Λόγον Ἄναρχον, ἐκ πάσης περιστάσεως τὴν Μονὴν ταύτην συντήρει.

Ἐγεώργηται ἀγεωργήτως, Πάναγνε, ἐκ τῶν αἱμάτών Σου ὁ Γεωργὸς τοῦ παντός, πολύχουν γεώργιον καινοποιούμενος, ἐν τῇ ποίμνῃ Σου, τὴν ἱερὰν Εἰκόνα Σου, γεωργίαις ἀθανάτοις.

Πύλη πάγχρυσε, δι’ ἧς βροτοῖς ὡμίλησεν, ὁ Ὑπερούσιος, τὰς τῆς ἀφθάρτου ζωῆς, εἰσόδους χρηστότητι, καινοποιούμενος, ἀποστάλλαξον, ἡμῖν τῆς εὐσπλαγχνίας Σου, τὰς σταγόνας οὐρανόθεν.

Ἡ ὑπέρφωτος παστὰς, τὸ ἐργαστήριον ἐν ᾧ νενύμφευται καὶ ἐμορφώθη Χριστός ὅλος τὸ ἡμέτερον, προευτρεπίζεται ὅρμον ἄκλυστον καὶ λῆξιν ἀδιάδοχον, τοῖς πιστῶς Αὐτὴν τιμῶσι.

Τοῦ Ὁσίου α’. Ἐν τῇ καμίνῳ.

Μέλι καὶ νέκταρ σὺν ἀμβροσίᾳ, πᾶσι συμμονασταῖς δέδωκας, σὺ ψάλλων ζήλῳ ἐν θαυμαστῷ καὶ τοῖς πέρασιν ἐβρόντησας· εὐλογητὸν Θεόν δεῖ προσκυνεῖν, καρδίᾳ καὶ πνεύματι.

Πῶς ἐξυμνήσω τὸ γλυκοῤῥήμον στόμα τῶν μελωδῶν, ψήγματα χρυσοῦ ἐκφέρον διηνεκῶς καὶ προτέπων τοὺς ἀκούοντας· εὐλογητὸν Θεόν δεῖ προσκυνεῖν, καρδίᾳ καὶ πνεύματι.

Ῥήξας σὺ πάλαι παλατινοὺς δεσμούς τε καὶ μητρικούς, ῥέπων εὐσεβείας κάλλει ἤ τῇ σαρκί, στεντορείως ἀνεκραύγαζες· εὐλογητὸν Θεόν δεῖ προσκυνεῖν, καρδίᾳ καὶ πνεύματι.

Θεοτοκίον.

Ὤ Θεομῆτορ, Σὺ ἐδωρήσω τρόπῳ θαυματουργῷ, ῥῶσιν Ἰωάννῃ μύστῃ Σου θαυμαστῷ, μελῳδήσαντι καὶ ᾄσαντι· εὐλογητὸν Θεόν δεῖ προσκυνεῖν, καρδίᾳ καὶ πνεύματι.

Τοῦ Ὁσίου β’. Παῖδες Ἑβραίων.

Κόσμος ἐδείχθης Ἐκκλησίας, μελιῤῥύτοις σου πονήμασι, τρισμάκαρ, ᾗ καὶ νῦν τοῖς πιστοῖς, τὴν τούτων μελῳδίαν προτιθεμένη, ἄσματα τῷ δοτῆρι ἀναπέμπει.

Ὅλος μετάρσιος ἐγένου, ὅλος ἔνθους τῷ Θεῷ συνηνωμένος, μελῳδῶν εἰς ἀεί τὰ θεῖα μεγαλεῖα· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὕλην τὴν κάτω φθειρομένην ἐβδελύξω ὥσπερ σκύμβαλα, θεόφρον, καὶ ὑψώσας τὸν νοῦν πρὸς οὐρανὸν ἐβόας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Κοίμισον πάντα τοῦ νοός μου τὰ ἰνδάλματα καὶ πάθη, Θεοτόκε, ἵν’ ἐν γαλήνῃ ψυχῆς τὸν ὕμνον Σοι προσφέρω, ἀναβοῶν τὸ χαῖρέ Σοι μετὰ τοῦ Ἀρχαγγέλου.

Ὠδὴ η΄. Τῆς Εἰκόνος. Παῖδας εὐαγεῖς.

Γνώσεως λαμπρᾶς ἠξιωμένος, Παρθένε, ὁ Ἰωάννης ὁ μελίῤῤυτος, τῆς ζωῆς μετείληφε, τοῦ καρποῦ δρεπόμενος θεοσοφίας χάριτας καὶ ἀνακράζων Σοι· χαρίτων χαῖρε εὔκαρπος χώρα, ἐξ ἧς ᾠκοδομήθη, ναὸς τῷ Παντουργέτῃ.

Ἕστηκας τοῦ Κτίστου δεξιόθεν, ἀΰλως πεποικιλμένη ὡς Βασίλισσα, νέμουσα λαμπρότητας νοεροῖς στρατεύμασι καὶ τὸν σοφὸν Γρηγόριον, χρυσῷ νομίσματι, λαμπρῶς ἀνυψουμένη, ὑμνοῦντα καὶ ὑπερυψοῦντά Σε Κόρη εἰς αἰῶνας.

Ῥέουσι χαρίτων αἱ λιβάδες, προῤῥέουσι χείμαῤῥοι τῆς δόξης Σου, νάουσιν ἠδύπνοα παρθενίας νάματα, πηγάζουσι μυρίπνοα ψυχῶν ἰάματα, ἀεὶ ἐκ τῆς σεπτῆς Σου Εἰκόνος, δι’ ἧς ἀναπολοῦμεν τὴν Σὴν φωτοβολίαν.

Ἅρμα φωτοφόρον πεφυκυΐα, Παρθένε, τοῦ ἐπιβαίνοντος ἐν ἅρμασι τῶν ἀΰλων τάξεων, ἅρμα τῆς Σῆς χάριτος, τὴν θείαν Σου ἐμφέρειαν ἡμῖν ἀνέδειξας, δι’ ἧς ἁρματηλάται ἐν δόξῃ, σὺν τῷ Γρηγορίῳ, ὁ Ἰωάννης ὤφθη.

Τοῦ Ὁσίου α’. Χεῖρας ἐκπετάσας Δανιήλ.

Σέλατι Θεοῦ ἐφελκυσθείς, προσῆλθες, Ὅσιε, μονάσαι Ἄθωνι, σαρκὸς δὲ φρόνημα ἤλεγξας καὶ ὑπέταξας τῷ πνεύματι, ὡς εὐσεβείας ἐραστής, ψάλλων Θεῷ ἐκ καρδίας· εὐλογεῖτε, πάντα ἔργα Κυρίου τὸν Κύριον.

Ὕμνους καὶ ᾠδὰς πνευματικάς, Θεῷ συνέθεσας καὶ ἐμελώδησας καὶ εὐηρέστησας ἄριστα, τῷ Κυρίῳ Παντοκράτορι, ὡς μελῳδὸς καὶ ψαλμῳδός, ᾄδων Αὐτῷ ἐν σοφίᾳ· εὐλογεῖτε, πάντα ἔργα Κυρίου τὸν Κύριον.

Μέλη ἐξειργάσω σὺ ποτέ τῇ Θεομήτορι καὶ σῇ προστάτιδι καὶ καλλονὰς Αὐτῆς ὕμνησας καὶ τὰ ἄπειρα χαρίσματα· Ἥ καὶ ἀντήμειψε ταχύ, ὅτε καὶ ἔμελψας πόθῳ· εὐλογεῖτε, πάντα ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Νέας διαθήκης πληρωτήν, Θεὸς εἰσῴκισεν ἐν τῇ κοιλίᾳ Σου, Ὅς ἐν αὐτῇ κατεσκήνωσε καὶ τελείως ἀνεβλάστησε, ἄνθρωπος τέλειος Θεός, Ὅν κατιδοῦσα ἐβόας· εὐλογεῖτε, πάντα ἔργα Κυρίου τὸν Κύριον.

Τοῦ Ὁσίου β’. Ἑπταπλασίως κάμινον.

Ὀλβιωτάτως ὥδευσας τὴν ὁδὸν τὴν ἀπάγουσαν ἐν τοῖς οὐρανοῖς, τὴν τεθλιμμένην, Ὅσιε, σχολάζων ἐν δάκρυσι καὶ προσευχαῖς καὶ στάσεσιν, ἀνυμνολογῶν τὸν Λυτρωτὴν καὶ Δεσπότην· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὑψοποιὸς ταπείνωσις, προηγήθη σοι ἄριστα, τῇ τῶν ἀρετῶν καταβληθείσῃ κλίμακα, ἐν ᾗ ἐρειδόμενος, λαθεῖν βιῶσαι ἔσπευσας· ἀλλ’ ὁ Παντεπόπτης φανερόν σε ποιεῖται, διὰ τῆς μελῳδίας· ἥ καὶ θρέμματα ταῦτα, διήγειρεν εἰς θάμβος, θεόφρον Ἰωάννη.

Ζῆν ἐν Χριστῷ αἱρούμενος, τῶν παθῶν ἀπενέκρωσας τὰς ἐπαναστάσεις, πόνοις τῆς ἀσκήσεως· καὶ νῦν μεταβέβηκας ἐν ἀκυμάντῳ, Πάτερ, ζωῇ, πᾶσι συγχορεύων τῶν Ἁγίων τοῖς δήμοις καὶ μέλπων ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐν προσευχαῖς τὸ ἄγρυπνον, ἐν νηστείαις τὸ εὔτονον καὶ ἐν πειρασμοῖς τὸ καρτερὸν κτησάμενος, γνησίως ἐπόθησας ἐν τῷ ναῷ οἰκεῖν τοῦ Θεοῦ καὶ τῆς Παναχράντου, παναμώμου Παρθένου· ἧς ψάλλων ἀνενδότως τὰ σεπτὰ μεγαλεῖα, τὸ χαῖρε ἀνεβόας, μετὰ τοῦ Ἀρχαγγέλου.

Θεοτοκίον.

Εὐλογημένη Πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τὸν ἐπὶ πάντων, Κόρη Ἁγνή, ἐκ παρθενικῆς ἀπειρογάμου νηδύος· Ὅν παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαὸς ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Τῆς Εἰκόνος. Ἅπας γηγενής.

Στέφος εὐπρεπές καὶ θεῖον διάδημα, τὴν Σὴν ἐμφέρειαν, ἡ τοῦ Σοῦ θεράποντος Ἀθανασίου μονὴ κατέχουσα, τοῖς θαύμασί Σου Δέσποινα, καταστολίζεται, ὥσπερ νύμφη, πίστει ἐκβοῶσά Σοι· χαῖρε σκέπη ἡμῶν καὶ κραταίωμα.

Ἴαμα ψυχῶν καὶ θεῖον καθάρσιον βλυστάνει, Ἄχραντε, ὡς κρουνὸς σωτήριος, ἐκ τῶν ἀσύλων πηγῶν τοῦ Πνεύματος, Εἰκών Σου ἡ ὑπέρλαμπρος· Ἧ παρισταμένοι ἐκβοῶμεν· χαίροις Ἀειπάρθενε, ἡ τοῦ Ἄθω φρουρὸς καὶ ὑπέρμαχος.

Μύρον τῆς ζωῆς σκηνῶσαν, Πανάμωμε, ἐν τῇ κοιλίᾳ Σου, μυροθήκην ἔδειξε τοῦ τῆς Τριάδος πλούτου Σε ἄσυλον, δι’ οὗ καινοποιούμεθα τῇ προμηθείᾳ Σου, ἐκβοῶντες· χαίροις Ἀπειρόγαμε, τοῦ τῆς Λαύρας σεμνείου ἀντίληψις.

Ὅλην μου πρὸς Σέ, Πανύμνητε, τίθημι τὴν προσδοκίαν μου καὶ τὰ τῆς ἐλπίδος μου, ἐκλυτρωθείην οὖν πάσης θλίψεως, ταῖς μητρικαῖς πρεσβείαις Σου πρὸς τὸν Φιλάνθρωπον, ἐκβοᾷ σοι τοῦ Ἀθανασίου νῦν ἡ περίδοξος Λαύρα, Θεόνυμφε.

Ὕψωσον ἡμῶν τὸν βίον, Πανύμνητε, πρὸς τὰ θελήματα τοῦ ἐξανατείλαντο, ἀπειρογάμως ἐκ τῆς νηδύος Σου, ἡ πάλαι καταυγάσασα τοὺς Σὲ ὑμνήσαντας Ἰωάννην ἅμα καὶ Γρηγόριον· ὧν εὐχαῖς τήνδε μάνδραν περίσωζε.

Τοῦ Ὁσίου α’. Λίθος ἀχειρότμητος.

Ἥλιος χρυσάκτινος ὤφθης, ὦ Ἰωάννη Κουκουζέλη, καὶ κατοικητήριον ὄντως Θεοῦ, ἐγένου σεμνοπρεπῶς βιώσας, εἰς Ὄρος ἁγιώνυμον· ὅθεν σὲ πάντες μακαρίζομεν.

Σῶμα καὶ ψυχὴν καὶ τὰ πάντα, σὺ ἀφιέρωσας Κυρίῳ καὶ ἐν προθυμίᾳ πολλῇ ἀσκηθείς, μετήχθης εἰς οὐρανίους δόμους· ἔνθα ἐνδιαιτώμενος, ὁρᾷς Θεοῦ μακαριότητα.

Ὤ κεχρυσωμένε τὸ στόμα καὶ τὴν ψυχὴν καὶ τὴν καρδίαν! Νέος ἀνεφάνης σὺ ὄντως Δαβίδ, μελίσας καὶ ἐμμελῶς διδάξας· διὸ εὐγνωμοῦμέν σε καὶ κατὰ χρέος μακαρίζομεν.

Θεοτοκίον.

Ὤφθης Χερουβὶμ ἀνωτέρα καὶ Σεραφὶμ ἐνδοξοτέρα, ὅτι ὁ ἀχώρητος ὄντως Θεός, ἐν μήτρᾳ Σου ἐχωρήθη ὅλος· διὸ καὶ ἐκπληττόμενοι, ὡς Θεοδόχον μεγαλύνομεν.

Τοῦ Ὁσίου β’. Ἐξέστη ἐπὶ τούτῳ.

Λιμένι προσωρμίσθης τῷ γαληνῷ καὶ Ἁγίων χοροῖς συνηρίθμησαι ἐν οὐρανοῖς, ἔνθα τῶν Ἀγγέλων αἱ νοεραί ταξιαρχίαι μέλπουσιν, αἶνον τὸν τρισάγιον τῷ Θεῷ· μεθ’ ὧν ἀδιαλείπτως μνημόνευε, τρισμάκαρ, ἡμῶν τῶν πόθῳ μεμνημένων σου.

Ἡμέραν ἑορτάσιμον ἄγει νῦν, ἡ ἐν Ἄθωνι Λαύρα γεραίρουσα σὴν εὐκλεῇ μνήμην, χαριτώνυμε μελῳδέ· ἐν κόλποις γὰρ κατέχουσα τὴν σεπτήν σου κάραν ὡς θησαυρόν ἀδάπανον, δοξάζει, τὸν σὲ ἐν ἀληθείᾳ τῇ ἁγιότητι δοξάσαντα.

Συνήφθης τῶν Ἀγγέλων ταῖς στρατιαῖς, πολιτείαν σαφῶς τὴν ἰσάγγελον καὶ ἀγωγήν, Πάτερ, ὡς ζηλώσας ἐπὶ τῆς γῆς· καὶ νῦν φωτὸς τρανώτερον θείου ἐμφορούμενος, ἐκτενῶς μὴ παύσῃ ἱκετεύων τὸν μόνον Ζωοδότην, ὑπὲρ τῶν πίστει εὐφημούντων σε.

Συνόμιλος Ὁσίων δυὰς σεπτή, μελῳδῶν ξυνωρὶς ἡ θεόληπτος, τὰ μουσικά ὄργανα ᾀσμάτων θεοπρεπῶν, κιθάραι αἱ μελίῤῥυτοι, ὕμνοις εὐφημείσθωσαν ἱεροῖς, ὁ θεῖος Ἰωάννης καὶ Γρηγόριος ἅμα, Ἀθωνίτιδος Λαύρας τὸ καύχημα.

Θεοτοκίον.

Δουλείας με ἀπάλλαξον τῶν παθῶν, τὸν Σωτῆρα Χριστὸν ἡ κυήσασα, καὶ σκοτασμοῦ, τῶν ἁμαρτιῶν μου ὡς ἀγαθή, ἐν σκότει γὰρ κατάκειμαι, τῶν παραπτωμάτων ἐλεεινῶς, καὶ πλὴν Σοῦ προστασίαν, βεβαίαν καὶ ἐλπίδα, ἄλλην οὐ κέκτημαι Θεόνυμφε.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Χαλκιδικὴ σεμνύνεται, Ἄθως πανηγυρίζει, Λαύρα Μεγίστη γάνυται, ἐν τῇ σεπτῇ σου μνήμῃ, ὦ Ἰωάννη τρισμάκαρ, Μαϊστόρων ἀκρότης, τῶν Δομεστίκων καύχημα, Δυῤῥαχίου ὁ γόνος ὁ ἐκλεκτός, μοναστῶν ἁπάντων δόξα καὶ κλέος, τῶν ὑμνῳδῶν καλλώπισμα, μύστα τῆς Θεοτόκου.

Ἕτερον. Ἐν Πνεύματι τῷ ἱερῷ.

Ἐν ὕμνοις καὶ δεήσεσιν, ἀνενδότοις σχολάζων καὶ πόνοις τῆς ἀσκήσεως, κατατρυχὼν τὸ σῶμα, τὸ χεῖρον καθυπέταξας, νουνεχῶς τῷ κρείττονι καὶ ἔλαμψας, θεοφόρε, τῷ χορῷ τῶν αἰνούντων τὸν Θεὸν διηνεκῶς, ὡς ἥλιος σελασφόρος.

Θεοτοκίον.

Τοῦ ὑπὲρ νοῦν Σου τόκου τὸ παράδοξον θαῦμα, ἐκπλήττει πᾶσαν ἕννοιαν καὶ βροτῶν καί Ἀγγέλων· παρθένος οὖσα τέτοκας καὶ παρθένος ἔμεινας, ὡς πρὸ τοῦ τόκου, Παρθένε· ὤ φρικτοῦ μυστηρίου! ὤ λοχείας θαυμαστής! ὤ τοκετοῦ παραδόξου!

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;

Χαίροις Ἰωάννη πανθαύμαστε, ὑμνῳδῶν ἡ καλλονή καὶ μελῳδῶν ἡ πλησμονή, Μαϊστόρων ὁ λαμπρός καὶ Δομεστίκων ὁ κλεινός· ὁ θέλγων ἀκοήν τε καὶ διάνοιαν· ὁ τρέφων τὰς ψυχάς τε καὶ τὰ πνεύματα· λύραν κινῶν παναρμόνιον, πρὸς πανοικτίρμονα Κύριον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Χαίροις, Ἰωάννη πανάριστε, παλατίου τοὺς χορούς, σὺ κατελάμπρυνας ποτέ, τοὺς ἐν Λαύρᾳ μοναχούς σὺ κατεκύλησας, σοφέ· λαμπρύνων ἀνακτόρων τὰ κλητόρια, κατέκτησας τιμὰς καὶ ἀξιώματα· σκύμβαλα ὅμως ἡγούμενος καὶ ἀρετῆς ὀρεγόμενος, προσέδραμες εἰς τὸ ὄρος τῆς ἀσκήσεως.

Χαίροις, Ἰωάννη τρισόλβιε, μελῳδίας θησαυρέ καὶ ἀρμονίας ἀρχηγέ, ὁ ἀσκήσας μουσικήν καὶ κατακτήσας ἀρετήν· σὺ ἔψαλλες κινούμενος ἐν Πνεύματι, ἐκφράζων σῆς καρδίας τὸ περίσσευμα· ἡμᾶς διδάσκων ἀείποτε, τὸ κοινωνεῖν πρὸς οὐράνια, ἀΐδιον θεοπτίαν ἀπεργάζεται.

Χαίροις, Ἰωάννη πανευμόρφε, χαριτώνυμος ποτέ, σὺ ἀπεκλήθης προσφυῶς, ἀγγελόμορφος πρὸς δέ, σὺ καθωράθης ἐνεργῶς· τὴν χάριν ἐφελκύσας δι’ ἀσκήσεως, Ἀγγέλων τὴν μορφὴν ἔχων ἐκ χάριτος· ὅμως ἀμφότερα ἄριστα, πρὸς σωτηρίαν σου ἔπλεξας καὶ νῦν οἰκεῖς ἐπαξίως τὰ οὐράνια.

Δόξα. Ἦχος πλ. δ΄.

Πέδην ἔθηκας, σκανδαλισμῷ τῶν αἰσθήσεων· διὰ πολλῆς ἀσκήσεως, ἀνέβης τὴν κλίμακα τῶν ἀρετῶν καὶ μετεωρίσθης εἰς ὕψος οὐράνιον· διὰ σοφῆς μαθήσεως, βαδίσας ἡδέως ὁδὸν τὴν στενήν, τὴν τελειότητα κατέκτησας· καὶ νῦν, πολίτης τῆς Οὐρανίου Βασιλείας γενόμενος, δεήθητι ὑπὲρ ἡμῶν πρὸς Κύριον· ἔχεις γὰρ τὸ δύνασθαι, ὅτι πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι…

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Ὤφθης μελιστάλακτος ὑμνῳδός, ἡδύμολπον στόμα καὶ ἀσίγητος ψαλμῳδός, τέρπων καὶ ἀγάλλων καὶ ἐκδιδάσκων ἅμα, ὦ θεῖε Ἰωάννη καὶ πολυθαύμαστε.

http://orthodoxhymnography.blogspot.gr/2015/08/blog-post_19.html

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s