ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΑΡΕΟΠΑΓΙΤΟΥ (2015)

3 ΟΚΤΩΒΡΙΟΥ  2015

Σάββατον

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος δ΄

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον. Ἦχος δ´.

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί

Χρηστότητα ἐκδιδαχθείς, ……

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…  

ὁ α’ χορὸς

Καθίσματα Μαρτυρικὰ

Ἦχος πλ. δ’

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. 

Τὸ προσταχθὲν μυστικῶς

Δι’ ἐγκρατείας τῶν παθῶν, τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Τὸ προσταχθὲν μυστικῶς

Προφῆται, Μάρτυρες Χριστοῦ, καὶ Ἱεράρχαι, οἱ τὸν ἀγῶνα τὸν καλόν, εὐσεβοφρόνως, νομίμως τελέσαντες, καὶ ἀπειληφότες, στεφάνους ἀμαραντίνους παρὰ Θεοῦ, ἀπαύστως ἐκδυσωπεῖτε ὑπὲρ ἡμῶν, τὴν αὐτοῦ ἀγαθότητα, ὅπως δωρήσηται ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, ὡς Θεὸς εὐδιάλλακτος.

ὁ β’ χορὸς

Δόξα…

Τοὺς μεταστάντας εὐσεβῶς, ἐκ τῶν προσκαίρων, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, μετὰ Δικαίων, συναρίθμησον Δέσποτα, τούτους ἀναπαύων, ἐν τόποις ἑορταζόντων, καὶ ἐν τρυφῇ, ἀλήκτῳ τοῦ Παραδείσου, ὡς ἀγαθός, τὰ ἑκούσια πταίσματα, καὶ τὰ ἀκούσια αὐτῶν, δι’ ἄκραν ἀγαθότητα, συγχωρήσας φιλάνθρωπε

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχὶς

Τῆς Ὀκταήχου τῆς νέας θεῖον τέλος. Πόνοι δὲ Ἰωσὴφ

ᾨδὴ α’. Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τίμιοι μαργαρῖται, ὤφθητε τὸν στέφανον φαιδρύνοντες, τῆς σεπτῆς Ἐκκλησίας, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἤστραψαν τῶν δογμάτων, καὶ τῶν ἀρετῶν θείαις λαμπρότησιν, οἱ σοφοὶ Ἱεράρχαι, καὶ πιστῶν τὰς καρδίας ἐφώτισαν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὲ τὸν ἐν τοῖς Προφήταις, καὶ ἐν τοῖς Ὁσίοις θαυμαζόμενον, ἱκετεύομεν Λόγε, ταῖς αὐτῶν ἡμᾶς σῶσον δεήσεσιν.

ὁ α’ χορὸς

Νεκρώσιμον

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὅταν κρίσιν δικαίαν, ἔλθῃς τοῦ ποιῆσαι δικαιότατε, ἀκατακρίτους Λόγε, τοὺς πρὸς σὲ μεταστάντας ἀπέργασαι.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Κύριον τετοκυῖαν, γυναικῶν χορός σε ἐπιστάμενος, σοῦ ὀπίσω Παρθένε, ἐναθλήσας αὐτῷ προσενήνεκται.

Ἕτερος εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχὶς

Θνῄσκουσι πιστοῖς, ὄγδοον πλέκω μέλος

Ὁ Εἱρμὸς

Ὑγρὰν διοδεύσας

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Θανάτῳ τὸν θάνατον τοῦ Χριστοῦ, καὶ πάθεσι πάθος, μιμησάμενοι τὸ σεπτόν, οἱ Μάρτυρες πάντες τῆς ἐνθέου, καὶ μακαρίας ζωῆς ἔτυχον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεότητος πταίσματα παρορῶν, καὶ τὰς ἁμαρτίας, ὑπερβαίνων Χριστὲ Σωτήρ, τῶν προκοιμηθέντων οἰκετῶν σου, τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἧς ἔτυχον δόξης τε καὶ χαρᾶς, οἱ τὴν μακαρίαν, κεκτημένοι διαγωγήν, μετάδος πλουσίως τοῖς σοῖς δούλοις, οὓς προσελάβου Πολυέλεε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Συνέλαβες Λόγον τὸν τοῦ Πατρός, σαρκὶ ἑνωθέντα, καθ’ ὑπόστασιν τῇ ἐκ σοῦ, πανάμωμε Κόρη, καὶ τὸν ᾅδην, θείᾳ δυνάμει καταργήσαντα.

 

Καί του Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.

Τὸν νοῦν γεραίρω τῶν σοφῶν διδαγμάτων.

Ποίημα Θεοφάνους

ᾨδὴ α’  Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Τῶ Παύλῳ τῷ θείῳ μαθητευθείς, τῷ τῶν οὐρανίων, Διονύσιε θεατῇ, οὐράνιος μύστης παραυτίκα, καὶ θεηγόρος ἐχρημάτισας.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Ὁ χάριτι θείᾳ καταυγασθείς, καταύγασον Μάκαρ, τῶν ὑμνούντων σε τὰς ψυχάς, τὰς σὰς συνιέναι θεοπνεύστους, διδασκαλίας Διονύσιε.

 ὁ α’ χορὸς 

Δόξα Πατρί… 

Νοὸς καθαρότητι καὶ ψυχῆς, τῶν ἐπουρανίων διακόσμων τὰς ἀστραπάς, μαθεῖν ἠξιώθης καὶ τὰς τούτων, χοροστασίας ἰδεῖν Διονύσιε.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Νυμφὼν φωτοφόρος τῆς ὑπὲρ νοῦν, σαρκώσεως ὤφθης, τοῦ τῶν ὅλων Δημιουργοῦ, ἐκ σοῦ τὴν σάρκα Θεομῆτορ, τὴν ἡμετέραν ἠμφιάσατο.

ᾨδὴ γ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ὁ στερεώσας Λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας πολλῶν, στερέωσόν με πρὸς ὕμνον, τῆς δοξολογίας σου Κύριε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὰς μυσαρὰς θυσίας οἱ Ἀθληταί, στερροτάτῃ γνώμῃ, ἀποσεισάμενοι, θυσίᾳ καθαρωτάτῃ, Λόγῳ τῷ τυθέντι γεγόνασιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἀνανεοῦντες λόγοις ἱερουργοῖς, τοὺς παλαιωθέντας, παντοίοις παθήμασι, τοῦ ἀναπλάσαντος κόσμον, θεῖοι Μαθηταὶ ἀπεφάνθητε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ τοῖς Προφήταις πρότερον προφανῶς, δεδομένη χάρις, τοῦ Παναγίου Πνεύματος, τοὺς Ἀσκητὰς ἐπ’ ἐσχάτων, θείων χαρισμάτων ἐνέπλησε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χοροῖς ἁγίοις με σύνταξον ὁ Θεός, τοὺς πιστῶς τοῦ βίου, μεταχωρήσαντας, καὶ Παραδείσου πολίτας, ποίησον δι’ ἄφατον ἔλεος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ μηδαμοῦ χωρούμενος Ἰησοῦς, ἀστενοχωρήτως, τὴν σὴν κατῴκησεν, ἡγιασμένην γαστέρα, ἄχραντε Παρθένε, καὶ Κύριος.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Καθαρθέντες τῆς πάλαι, προγονικῆς πτώσεως, διὰ τοῦ Βαπτίσματος καὶ τῆς ἀναγεννήσεως, ῥείθροις αἱμάτων τε, τοῖς ἑαυτῶν ῥαντισθέντες, τῷ Χριστῷ Μακάριοι, συμβασιλεύετε.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὁ νεκρὸς ἑκουσίως, κατατεθεὶς μνήματι, καὶ τοὺς κατοικοῦντας ἐν τάφοις ἀνακαλούμενος, Σῶτερ εὐδόκησον, οὓς ἐξ ἡμῶν προσελάβου, ἐν σκηναῖς Δικαίων σου, τούτους αὐλίζεσθαι.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὑπὸ τῆς εὐσπλαγχνίας, τῆς θεϊκῆς Δέσποτα, καὶ τῆς συμφυῶς νοουμένης σου ἀγαθότητος, παρακαλούμενος, ἁμαρτημάτων τὴν λύσιν, παρασχὼν τοῖς δούλοις σου, Σῶτερ ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σαρκωθεὶς ἐκ γαστρός σου, καὶ γεγονὼς ἄνθρωπος, ὁ διαφερόντως ὑπάρχων, μόνος φιλάνθρωπος, σώζει τὸν ἄνθρωπον, ἐκ τῶν πυλῶν τοῦ θανάτου, Θεομῆτορ ἄχραντε, μόνη πανύμνητε.

ᾨδὴ γ’

Οὐρανίων ἁψίδος.

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Ὑψηλῆς θεωρίας, ἐμφορηθεὶς Ἔνδοξε, τὴν τῶν ὀνομάτων τῶν θείων, πᾶσαν ἀνάπτυξιν, ἐθεολόγησας, Τριαδικὸς θεολόγος, γεγονὼς τῇ χάριτι, θεομακάριστε.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Ὑψηλῆς θεωρίας, ἐμφορηθεὶς…….

ὁ α’ χορὸς 

Δόξα Πατρί… 

Νεκρωθεὶς τοῖς παροῦσι, τῷ πρὸς Θεὸν ἔρωτι, καὶ φιλοσοφία συντόνως ἐγγυμνασάμενος, τῶν ὑπὲρ ἔννοιαν, ζωοποιῶν χαρισμάτων, θεοφόρον ὄργανον, Πάτερ γεγένησαι.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Γεωργίᾳ Παρθένε, τοῦ παντουργοῦ Πνεύματος, σῶμα τῷ Δεσπότῃ τῶν ὅλων ἐκαρποφόρησας, ἐν  ᾧ  κατέκρινε, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ζωὴν ἐπήγασε, τὴν αἰωνίζουσαν.

ὁ α’ χορὸς 

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ  τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ᾨδὴ γ’

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σ ε Θες μν,…

ὁ β’ χορὸς 

Τὴν Σοφίαν καὶ Λόγον

Ὡς τοῦ σκεύους ὑπάρχων τῆς ἐκλογῆς, ἀπεικόνισμα θεῖον ὡς ἀληθῶς, τὰ θεῖα μυστήρια, ἐκδιδάσκεις τῷ Πνεύματι· Καὶ φωτισθεὶς τῇ χάριτι, τῆς θείας ἐλλάμψεως, τὰς τῶν Ἀγγέλων τάξεις, τρανῶς διεσάφησας· ὅθεν καὶ τῷ κόσμῳ, νοητῶς καταλείψας, τὰ θεῖά σου δόγματα, κατεφώτισας ἅπαντα, Ἱερομύστα Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς 

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Του Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, τῷ εὐσεβῶς προσκυνοῦντι, τὸν πανάγιον τόκον σου.

ᾨδὴ δ’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας, σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου, τὴν Θεότητα.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑπελθόντες τὸ στάδιον, τὸ τῆς μαρτυρίας, ζέοντι πνεύματι, Ἀθληταὶ θεομακάριστοι, τὴν ὑλώδη πλάνην, κατεφλέξατε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τοὺς Ὁσίους σου Κύριε, καὶ τοὺς Ἱεράρχας, λαμπρῶς ἐδόξασας, τούτων θείαις παρακλήσεσι, κοινωνόν με δόξης, τῆς σῆς ποίησον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ τοῦ θείου ἐπίπνοια, Πνεύματος Προφήτας, καταλαμπρύνασα, Γυναιξὶν ἰσχὺν δεδώρηται, τοῦ ἐχθροῦ ὀλέσαι τὰ φρυάγματα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συγχορεύειν ἀξίωσον, πᾶσι τοῖς Ἁγίοις, οὕς περ μετέστησας, ὑπεράγαθε οἰκέτας σου, ἐν σκηναῖς ἁγίων, δυσωπούμενος.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Νόμου θείου τὸν πάροχον, φύσεως νομίμων, ἄνευθεν τέτοκας, ἀναπλάττοντα Πανάμωμε, τῶν βροτῶν τὴν φύσιν, ὀλισθήσασαν.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Σύ μου ἰσχύς,

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ἵνα τὴν σήν, Δέσποτα δόξαν θεάσωνται, καὶ τῆς αἴγλης, σοῦ τῆς φωτοδότιδος, ἐν οὐρανοῖς τύχωσι φαιδρῶς, ἅπασαν βασάνων, πεῖραν ἀθλοῦντες ὑπήνεγκαν, οἱ Μάρτυρες οἱ θεῖοι, σοὶ Χριστὲ μελῳδοῦντες· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Πολλαὶ μοναί, παρὰ σοὶ Σῶτερ πεφύκασι, κατ’ ἀξίαν, πᾶσι μεριζόμεναι, κατὰ τὸ μέτρον τῆς ἀρετῆς· ταύτης οὖν Οἰκτίρμον, πληρῶσαι τούτους ἀξίωσον, τοὺς πίστει μεταστάντας, εὐσεβῶς σοι βοῶντας· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἴσος ἡμῖν, ἄνθρωπος ὤφθης Ἀθάνατε, πᾶσιν ἴσον, θάνατον ὑπέμεινας, καὶ τῆς ζωῆς ἔδειξας ὁδούς, ἧς τοὺς μεταστάντας, ἀξίωσον ὡς φιλάνθρωπος, συγχώρησιν πταισμάτων, ὡς Δεσπότης παρέχων, καὶ φωτὸς μετουσίαν δωρούμενος.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

ᾨδὴ δ’

Σύ μου ἰσχύς, Κύριε

ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Ἐκκλησιῶν, τὴν εὐκοσμίαν ἐρρυθμισας· ἐν αὐταῖς γάρ, Πάτερ ἐζωγράφησας, μορφωτικαῖς, τύπους ἐμφανεῖς, ἱεροπλαστίαις, τῶν ἀμορφώτων Δυνάμεων, δι’ ὧν μυσταγωγεῖται, καὶ φωτίζεται πᾶσα, τῶν πιστῶν ἡ θεόφρων ὁμήγυρις.

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Ῥεῖθρα τῆς σῆς, θεολογίας Θεόληπτε, τοὺς λειμῶνας, ἄγαν καταρδεύουσι, τοὺς λογικοὺς καὶ ἀειθαλεῖς, καὶ πεφυτευμένους, ἐπὶ δογμάτων ὀρθότητι· Μονάδα γάρ οὐσίας, ἐν Τριάδι προσώπων, τὴν σεπτὴν Μοναρχίαν ἐκήρυξας.

ὁ β’ χορὸς 

Δόξα Πατρί…..

Ἀγγελικῆς, ἱεραρχίας τὸν σύντονον, ἱεράρχα, πόθον καὶ τὸν ἔρωτα, πρὸς τὸν Θεόν, καὶ τὴν ἀκλινῆ, νεῦσιν πρὸς τὸ ὕψος, τὸ θεῖον καὶ ἀκατάληπτον, ἐδίδαξας ἐμφρόνως, τοὺς ἐν πίστει βοῶντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ὁ α’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Ἱερουργός, τῆς σωτηρίας ἐγένετο, ὁ Υἱός σου, πᾶσι τοῖς ὑμνοῦσί σε, καὶ ποδηγὸς καὶ φωταγωγός, καὶ δικαιοσύνη, Παρθένε καὶ ἀπολύτρωσις· διὸ σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, οἱ πιστοὶ …

ὁ α’ χορὸς

…….ὁμοφρόνως δοξάζομεν.

ᾨδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν Φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἔφερον πληγάς, τῆς σαρκὸς οἱ θεῖοι Μάρτυρες, καὶ διὰ τοῦτο τὰς πληγὰς ἡμῶν, ἀεὶ ἰῶνται, τραυματίζοντες τοὺς δαίμονας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἅγιοι Θεοῦ, Ἱεράρχαι ἱκετεύσατε, μετὰ πάντων τῶν Ὁσίων Χριστόν, ἁμαρτημάτων, δωρηθῆναι ἡμῖν ἄφεσιν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σάρκα αἰκισμοῖς, καὶ ἀσκήσει δαπανήσασαι, γυναικῶν αἱ Ὅσιαι, καὶ Μάρτυρες, τῶν ἐν ἐλπίσιν, ἀγαθῶν κατηξιώθησαν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θάνατον ἑλών τῷ θανάτῳ σου Ἀθάνατε, τοὺς θανόντας ἐπ’ ἐλπίδι ζωῆς, πιστούς σου δούλους, ὡς φιλάνθρωπος ἀνάπαυσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἔπαυσας Ἁγνή, προπατόρων τὸ κατάκριμα, τὸν τοὺς πάντας δικαιώσαντα, σαρκὶ Χριστὸν τεκοῦσα, Ἰησοῦν τὸν μόνον Κύριον.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἵνα τί με ἀπώσω,

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Τῆς ἀφράστου σου δόξης, καὶ τῆς ὑπὲρ λόγον, σοῦ μακαριότητος, ἐν σκηναῖς Ἁγίων, ἔνθα ἦχος τερπνὸς ἑορτάζοντος, τοὺς μεταθεμένους, πρὸς ἀπαθῆ ζωὴν οἰκτείρας, καταξίωσον μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ὅπου τάξεις Ἀγγέλων, ὅπου τῶν Δικαίων, οἱ δῆμοι ἀγάλλονται, Ἀβραὰμ ἐν κόλποις, κατασκήνωσον Σῶτερ τοὺς δούλους σου, καὶ σὺν παρρησίᾳ, τῷ φοβερῷ καὶ θείῳ θρόνῳ, παρεστάναι εὐδόκησον Εὔσπλαγχνε.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἱλασμὸς ἡμῖν ὤφθης, καὶ δικαιοσύνη τε, καὶ ἀπολύτρωσις, καὶ τῷ μώλωπί σου, τὰς ἡμῶν ἀσθενείας ἰάτρευσας· αὐτὸς οὖν Οἰκτίρμον, ὡς ἀγαθὸς τοὺς μεταστάντας, ἐν τρυφῇ Παραδείσου κατάταξον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Συμπαθῶς ἐλεῆμον, τὸ τῆς ἀνθρωπότητος, μέτρον ἀνέλαβες, ὁ τῆς θείας δόξης, ὑπερτάτοις ἐμπρέπων ὑψώμασιν, ἐκ Παρθένου μήτρας, σάρκα λαβὼν ἐμψυχωμένην, λογικήν, δι’ ἧς θάνατον ὤλεσας.

ᾨδὴ ε’

Ἴνα τὶ με ἀπώσω

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Ῥημάτων σου ὁ φθόγγος, ὥσπερ τις οὐράνιος ἦχος φερόμενος, τὰς ἀθέους φρένας, κατεβρόντησε λόγῳ τῆς χάριτος, καὶ δογμάτων θείων, μαρμαρυγαῖς ταῖς φανοτάταις, τῶν πιστῶν τὰς καρδίας ἐλάμπρυνεν.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν

Ὡμοιώθης ἐμπόρῳ, τῷ τοὺς μαργαρίτας ζητοῦντι πανόλβιε, καὶ εὑρὼν τὸν ἕνα, μαργαρίτην τὸν ὄντως πολύτιμον, καὶ θαυμάσας τούτου, τὰς θεουργοὺς φωτοβολίας, Ἱεράρχα Θεὸν ὡμολόγησας.

 ὁ α’ χορὸς

Δόξα Πατρί…

Τὴν πηγὴν τῆς σοφίας, ἐμφιλοσοφώτατα, Πάτερ ἠγάπησας, καὶ τῷ ταύτης φίλτρῳ,  καὶ ἀγάπῃ  συμπεριφερόμενος, πολλοστὸς ἐγένου, καὶ ποταμοὺς θείων ναμάτων, ἀενάως πηγάζεις θεόληπτε.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Ὡς κεχαριτωμένη, τὴν καλλοποιὸν ὑπεδέξω εὐπρέπειαν, τὴν τὰ πάντα μόνῳ,  τῷ βουλήματι κατασκευάσασαν, καὶ τῷ θείῳ κάλλει, καὶ φωτισμῷ τῆς εὐσεβείας, ….

ὁ α’ χορὸς

………Θεομῆτορ ἡμᾶς καλλωπίσασαν.

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰχῶρσιν ὑμῶν σεπτοῖς, ψυχῶν ἰᾶσθε νοσήματα, καὶ σηπεδόνας ἀεί, σωμάτων ἐξαίρετε, κατατραυματίζοντες, πονηρῶν δαιμόνων, τὴν πληθύν, ἅγιοι Μάρτυρες.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὁ τῶν Ὁσίων χορός, Ἱεραρχῶν τε ὁ σύλλογος, καὶ Γυναικῶν ἱερῶν, ὁ θεῖος κατάλογος, στερρῶς ἐναθλήσαντες, ἐν ἐπουρανίοις, ἀπολαύσεις ἐκληρώσαντο.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νεκρώσαντες Ἀσκηταί, τὴν σάρκα ζωῆς ἐτύχετε, ποιμάναντες δὲ καλῶς, Κυρίου τὸ ποίμνιον, Ἱεράρχαι πάνσοφοι, ἀθανάτου δόξης, μετὰ τέλος ἠξιώθητε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν ζώντων Λόγε ζωή, καὶ τῶν θανόντων ἀνάπαυσις, ὑπάρχων τοὺς ἐξ ἡμῶν, τῷ θείῳ σου νεύματι, μεταστάντας δούλους σου, Ἀβραὰμ ἐν κόλποις, τοῦ θεράποντός σου σκήνωσον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐσκήνωσεν ἐπὶ σοί, Πατρὸς Ἁγνὴ τὸ ἀπαύγασμα, καὶ ταῖς ἀΰλοις αὐγαῖς, αὐτοῦ τῆς Θεότητος, τὸ σκότος διέλυσε, τῆς πολυθεΐας, καὶ τὸν κόσμον κατεφώτισεν.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς ὁ αὐτὸς

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Οἱ Μάρτυρές σου Σωτήρ, πολλὰς βασάνους ὑπέμειναν, τῷ πόθῳ σου τὰς ψυχάς, τρωθέντες οἱ Ἅγιοι, τῆς σῆς ὀρεγόμενοι, ἀϊδίου δόξης, καὶ γλυκείας σου μεθέξεως.

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Γαστέρα τοῦ δυσμενοῦς, θανάτου Σῶτερ διέρρηξας, καὶ πάντας τοὺς ἐν αὐτῇ, δεσμώτας ἀνέστησας, ζωὴν χαρισάμενος, ἧς τοὺς μεταστάντας, Εὐεργέτα καταξίωσον.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Δακρύων καὶ στεναγμῶν, τῶν ἐν τῷ ᾅδῃ τοὺς δούλους σου, ἀπάλλαξον Ἀγαθέ· ὡς μόνος γὰρ εὔσπλαγχνος, ἀφεῖλες πᾶν δάκρυον, ἐκ παντὸς προσώπου, τῶν πιστῶς θεολογούντων σε.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ φύσει Δημιουργός, δημιουργεῖται ἐν μήτρᾳ σου, ὁ πλήρης καθὸ Θεός, κενοῦται Πανάμωμε, ὁ μόνος Ἀθάνατος, τὸν ὑπὲρ τῆς πάντων, σωτηρίας θνῄσκει θάνατον.

ᾨδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ

ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Νομίμως φιλοσοφῶν, σοφίας δώρων ἐπέτυχες· ἐνθέως θεολογῶν, ὀρθόδοξα δόγματα, Παμμάκαρ κατέλιπες, ὧν κατατρυφῶντες, οἱ πιστοὶ σὲ μακαρίζομεν.

 ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Συνέσει θεοπρεπεῖ, θεόφρον καλλωπιζόμενος, τῷ θείῳ μυσταγωγῷ,  τὸ οὖς σου ὑπέκλινας, καὶ τὴν ὑπερκόσμιον, ὑπ’ αὐτοῦ σοφίαν, ἐμυήθης Διονύσιε.

 ὁ β’ χορὸς 

Δόξα Πατρί…..

Ὁ βίος σου θαυμαστός, ὁ λόγος θαυμασιώτερος, ἡ γλῶσσά σου φωταυγής, τὸ στόμα πυρίπνοον, μάκαρ Διονύσιε, ὁ δὲ νοῦς  σου Πάτερ, ἀκριβῶς θεοειδέστατος.

ὁ α’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Φωνὴν σοι τοῦ Γαβριήλ, τὸ Χαῖρε πίστει κραυγάζομεν, ἐξ ἦς ἀφράστως ἡμῖν, ὁ ζωαρχικώτατος, ἀνὴρ ἐχρημάτισε, καὶ συνανεστράφη, τοῖς ἀνθρώποις ὁ φιλάνθρωπος.

ὁ β’ χορὸς 

Ὁ Εἱρμὸς

Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα· Καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον   Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ 

Τὰς οὐρανίους διαβὰς πύλας ἐν πνεύματι, μαθητευθεὶς τῷ ὑπὲρ τρεῖς οὐρανοὺς φθάσαντι, Ἀποστόλῳ Διονύσιε τῶν ἀρρήτων, ἐπλουτίσθης πᾶσαν γνῶσιν καὶ κατηύγασας, τοὺς ἐν σκότει ἀγνωσίας πρὶν καθεύδοντας· διὸ κράζομεν· Χαίροις Πάτερ παγκόσμιε.

Ὁ Οἶκος

Ἄγγελος ἐξ ἀνθρώπων ἀρεταῖς χρηματίσας, ὁ μέγας Διονύσιος πᾶσαν, ὡς ὑπόπτερος, ἐμυήθη τὸν νοῦν τὴν οὐράνιον γνῶσιν· διὸ ᾄσμασιν , ὡς Ἄγγελον τιμήσωμεν, βοῶντες πρὸς αὐτὸν τοιαῦτα.

  • Χαῖρε, ὁ γνοὺς Χριστὸν διὰ Παύλου, χαῖρε, πολλοὺς πρὸς Χριστὸν ἐπιστρέψας.

  • Χαῖρε, πολυθέου σκηνῆς ὀλετήριον, χαῖρε, θεογνώστου βουλῆς σκοπευτήριον.

  • Χαῖρε, βίβλος θεοχάρακτος, μυστηρίων θησαυρέ, χαῖρε πίναξ θεομόρφωτε, καὶ διόπτρα οὐρανοῦ.

  • Χαῖρε, ὅτι τὸ Πάθος τοῦ Κυρίου κατεῖδες, χαῖρε, ὅτι προθύμως δι’ αὐτὸν σφαγιάζῃ.

  • Χαῖρε, πηγὴ βλυστάνουσα ἄφεσιν, χαῖρε, ῥανὶς κοιλαίνουσα ἄνοιαν.

  • Χαῖρε, ὁδὸς ἀπλανὴς σωτηρίας, χαῖρε, φραγμὸς ἀσεβῶν παροδίας.

  • Χαίροις, Πάτερ παγκόσμιε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Γ ‘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

Στίχοι

  • Τέμνῃ κεφαλήν· καὶ τὸ λοιπὸν ὡς μέγα!

  • Ἄρας γὰρ αὐτήν, Διονύσιε τρέχεις.

  • Τμηθεὶς Διονύσιε τρίτῃ κεφαλὴν θέες αἴρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ῥουστικοῦ καὶ Ἐλευθερίου.

Στίχοι

  • Ἐλευθέριον καὶ Ῥουστικὸν τὸ ξίφος,

  • Ἐλευθέρους τίθησι καὶ τῶν γηΐνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου.

Στίχοι

  • Κτίστῃ σέβας δοὺς Θεόκτιστος, οὐ κτίσει,

  • Χαίρων κεφαλῆς τὴν ἀφαίρεσιν φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου καὶ τῶν σὺν αὐτῷ ὀκτὼ Μαρτύρων.

Στίχοι

  • Διονύσιος σὺν συνάθλων ὀκτάδι,

  • Ζόφου μεταστάς, φωτὸς οἰκεῖ χωρίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγιου Μάρτυρος Θεαγένους.

Στίχοι

  • Ὡς ἦλθεν ἐν χρῷ τῆς πυρᾶς Θεαγένης,

  • Εἰσῆλθεν αὐτὴν οὐ ταραχθεὶς τῇ θέᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοτέκνου.

Στίχοι

  • «Ἅπαξ ἐλεύσθην» καὶ Θεότεκνος λέγει,

  • Ὡς Παῦλος εἶπε, πρὸς Κορινθίους γράφων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀδαύκτου.

Στίχοι

  • Ξίφει θανών, Ἄδαυκτε Μάρτυς Κυρίου,

  • Σὺν Μάρτυσι ζῇς, καὶ Θεὸν ζῶντα βλέπεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χοζεβίτου, Ἐπισκόπου Καισαρείας.  Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,  Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾠδὴ η’ 

 ὁ β’ χορὸς 

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις, δοξολογίαις μεγαλύνομεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἵσταντο οἱ Μάρτυρες, πρὸ τῶν ἀδίκων κριτηρίων, πᾶσαν ἀδικίαν χάριτι, τοῦ Χριστοῦ κατακρίνοντες, καὶ τοὺς ὑπ’ αὐτῶν κεκρατημένους ἐλέγχοντες, καὶ στεφάνους, δικαιοσύνης κομιζόμενοι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὤφθητε ὡς οἴακες, τῆς Ἐκκλησίας τὴν ὁλκάδα, πᾶσαν εὐσεβῶς ἰθύναντες, εἰς λιμένα Θεοῦ ἐντολῶν, πάντες Ἱεράρχαι καὶ Ποιμένες μακάριοι· διὰ τοῦτο, ὡς κυβερνήτας ὑμᾶς σέβομεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στῖφος ἱκετεύει σε, τῶν Προφητῶν καὶ τῶν Ὁσίων, σύλλογος Δικαίων Κύριε, ἀθλησάντων λαμπρότητι, καὶ διαπρεψάντων ἐν ἀσκήσει φιλάνθρωπε, δυσωπεῖ σε, τούς οἰκτιρμούς σου ἡμῖν δώρησαι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἧς κατηξιώθησαν, τιμῆς καὶ δόξης αἰωνίου, ἅπαντες Χριστοῦ οἱ Ἅγιοι, τοὺς πιστῶς ἐκδημήσαντας, τοῦ ματαίου βίου, μετασχεῖν καταξίωσον, Ἐλεῆμον, ταῖς ἱκεσίαις τῶν Ἁγίων σου.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φέρουσα τὸ πλήρωμα, τῶν ἀγαθῶν ἐν ταῖς ἀγκάλαις, πλήρωσον ἡμῶν Πανάμωμε, τὰς ἐντεύξεις τῶν δούλων σου, καὶ τὰς πρὸς Θεὸν ἡμῶν πορείας, κατεύθυνον, ἐναρέτως, ἐνδυναμοῦσα πολιτεύεσθαι.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἔφριξε πᾶσα ἀκοή,

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Ἔχοντες Μάρτυρες Χριστοῦ, τὴν ἀνίκητον ἰσχὺν καὶ ἀήττητον, ἐξεφαυλίσατε, τὸ τῶν τυράννων, ἄθεον πρόσταγμα, καὶ Βασιλείας οὐρανῶν, σαφῶς ἠξιώθητε, καταλαμπόμενοι, τῆς Τριάδος ταῖς αὐγαῖς ἀξιάγαστοι.

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Λέλυται ᾅδης ὁ πικρός, καταλύσαντος αὐτὸν σοῦ Φιλάνθρωπε, καὶ ἀναστήσαντος, τοὺς ἀπ’ αἰῶνος ἐκεῖ καθεύδοντας, ἀλλὰ καὶ νῦν ὡς ἀγαθός, τοὺς μεταχωρήσαντας, πρὸς σὲ τὸν εὔσπλαγχνον, ἀνεσπέρου σου φωτὸς καταξίωσον.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὅλος εἶ Σῶτερ γλυκασμός, ὅλος εἶ ἐπιθυμία καὶ ἔφεσις, ὄντως ἀκόρεστος, ὅλος ὑπάρχεις κάλλος ἀμήχανον· τοὺς μεταστάντας οὖν πρὸς σέ, τῆς σῆς ὡραιότητος, τρυφᾷν εὐδόκησον, καὶ τῆς θείας καλλονῆς σου ἀξίωσον.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σῶσόν με Μῆτερ τοῦ Θεοῦ, ἡ γεννήσασα Χριστὸν τὸν Σωτῆρά μου, Θεὸν καὶ ἄνθρωπον, διπλοῦν τὴν φύσιν, οὐ τὴν ὑπόστασιν, μονογενῆ μὲν ἐκ Πατρός, ἐκ σοῦ δὲ πρωτότοκον, πάσης τῆς κτίσεως, ὃν ἐν φύσεσι διτταῖς μεγαλύνομεν.

ᾨδὴ θ’

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ἁγίων Ἀποστόλων ἀξιωθείς, θεατὴς χρηματίσαι καὶ σύμπονος, συγκοινωνός, γέγονας τῆς δόξης καὶ σὺν αὐτοῖς, ἐπὶ τὴν θέαν ἔσπευσας, σώματος τοῦ ὄντως ζωαρχικοῦ, τῆς μόνης Θεοτόκου, καὶ σεβασμιωτάτης· ἣν ἐπαξίως μεγαλύνομεν.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τῆς θείας βασιλείας ἐν οὐρανοῖς, κληρονόμος ἐγένου ὡς ἔννομος, Ἀρχιερεύς, Πάτερ ὡς ἀήττητος ἀθλητής, ἱερωσύνης χρίσματι, αἷμα συγκεράσας μαρτυρικόν· διὸ διπλοῦς στεφάνους, ἀπείληφας ἀξίως, ἱερομύστα Διονύσιε.

 ὁ α’ χορὸς 

Δόξα Πατρί…..

Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, ἱεράρχα σοφὲ Διονύσιε, διὰ παντός, πρέσβευε ῥυσθῆναι ἐκ πειρασμῶν, τοὺς εὐσεβῶς ὑμνοῦντας σε, μύστα τῶν ἀρρήτων θεωριῶν, ὡς τῆς κρυφιομύστου, καὶ θεαρχικωτάτης, ἱεροφάντης ἀγαθότητος.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Νικῶσαν τὰς αἱρέσεις θριαμβικῶς, τὴν σεπτὴν Ἐκκλησίαν ἀνάδειξον, ἣν ὁ Χριστός, αἵματι τιμίῳ,  τῷ ἑαυτοῦ, ὡς ἀγαθὸς ἐκτήσατο, Κεχαριτωμένη ὁ σὸς υἱός, καὶ σῶσον ἐκ κινδύνων, καὶ τῆς ἀμηχανίας, τῆς κατεχούσης ἡμᾶς λύτρωσαι.

ὁ α’ χορὸς 

Ὁ Εἱρμὸς

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ὁ α’ χορὸς 

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς

Τῷ Παύλῳ Διονύσιε, τῷ κλεινῷ κορυφαίῳ,  μαθητευθεὶς πανόλβιε, ὑπ’ αὐτοῦ ἐμυήθης, τῶν ἀποκρύφων τὴν γνῶσιν· ὅθεν σε καὶ λαμπτῆρα, τῇ Ἐκκλησίᾳ τίθησιν, Ἀθηνῶν προχειρίσας, τῆς εὐσεβοῦς, Ἱεράρχην πόλεως, ἣν φυλάττοις, ὀρθοδοξοῦσαν πάνσοφε, σαῖς εὐχαὶς θεοκῆρυξ.

ὁ β’ χορὸς

Θεοτοκίον

Ἐν τῇ σεπτῇ  κοιμήσει σου, Παναγία Παρθένε, παρῆν ὁ Διονύσιος, σὺν τῷ Ἱεροθέῳ,  καὶ Τιμοθέῳ τῷ θείῳ, ἅμα τοῖς, Ἀποστόλοις, ἕκαστος ὕμνον ᾄδοντες, πρόσφορον τῇ σῇ μνήμῃ· μεθ’ ὧν καὶ νῦν, πᾶσα γλῶσσα βρότειος ἀνυμνεῖ σε, τὴν τοῦ Θεοῦ λοχεύτριαν, καὶ τοῦ κόσμου προστάτιν.

 

Α Ι Ν Ο Ι (χύμα)

ΨΑΛΜΟΣ ΡΜΗ’ (148)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΝ’ (l50)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…  Εἰς τὰ Ἀπόστιχα

Στιχηρὰ Μαρτυρικὰ

Ἦχος πλ. δ’

ὁ α’ χορὸς

Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, καὶ Χριστὸν ὁμολογοῦντες, ἐναντίον Βασιλέων, καὶ πάλιν, μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε, ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. α’. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπολαύετε τὴν χάριν, αἰωνίως τῆς ζωῆς, τυράννων, ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. β’. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὸν θώρακα τῆς πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, καθοπλίσαντες ἑαυτούς, στρατιῶται, εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε. Πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. γ’. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν και γενεάν.

Νεκρώσιμον

Ἀμέτρητος ὑπάρχει, τοῖς ἀσώτως βιοῦσιν ἡ κόλασις, βρυγμὸς ὀδόντων, καὶ κλαυθμὸς ἀπαράκλητος, γέεννα πυρός, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, δάκρυα ἀνενέργητα, καὶ Κριτὴς ἀσυμπάθητος. Διὰ τοῦτο πρὸ τοῦ τέλους βοήσωμεν λέγοντες· Δέσποτα Χριστέ, οὓς ἐξελέξω, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.

ὁ α’ χορὸς

Δόξα… Ἦχος πλ. δ’

Γερμανοῦ

Ἐν Ἱερεῦσι καὶ Μάρτυσι διαπρέψας Ὅσιε, πιστὸς ἀνεδείχθης Ποιμήν, τοῦ Χριστοῦ πιὼν τὸ ποτήριον· διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ τῷ Χριστῷ, πρέσβευε ὑπέρ πάντων ἡμῶν, σὺν τοῖς ἄνω Λειτουργοῖς, ἐν φωτὶ νῦν αὐλιζόμενος.

 

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὢ τοῦ παραδόξου θαύματος

Ἄπασαν ἔξωσον Δέσποινα, τῆς ταπεινῆς μου ψυχῆς, ῥαθυμίαν, ἀτέλειαν, ἀκηδίαν, ἄνοιαν, ἀσωτίαν, ἀσέλγειαν, ἀντιλογίαν, ἀνηκοΐαν δεινήν, τῶν προσταγμάτων τοῦ θείου Πνεύματος· πᾶσαν πρὸς τούτοις δέ, ἀπληστίαν, ἄγνοιαν, ἀσυμπαθῆ, τρόπον ἀσυνείδητον, γνώμην καὶ σῶσόν με.

 

 

 

ὁ Προεστώς: γαθν τ ξομολογεσθαι τ Κυρῳ, κα ψλλειν τ νματ σου ψιστε, το ναγγλλειν τ πρωΐ τ λες σου, κα τν λθειν σου κατ νκτα.

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς 

Ἀπολυτίκιον. Ἦχος δ´.

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί..Καὶ νῦν… Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε, βοῶντες· Σὺ εἶ ἡ βάτος, ἐν ᾗ ἀφλέκτως Μωσῆς, κατεῖδεν ὡς φλόγα, τὸ πῦρ τῆς θεότητος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ’

ὁ α’ χορὸς

Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἀπολυτίκιον. Ἦχος δ´.

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ὁ β’χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων ὅταν τελεῖται συλλείτουργον)    

Ἀπολυτίκιον  Ἦχος δ´.  

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα, καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἱερομάρτυς Διονύσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

Κοντάκιον  Ἦχος  πλ. δ’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Αὐτόμελον

 Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι Κύριε, τοὺς θεοφόρους Μάρτυρας, ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.

 

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος βαρύς

Καυχήσονται ὅσιοι ἐν δόξῃ

Στίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα  17:16-34

Ἐν  ταῖς ἡμέραις ἐκείναις, ἐν ταῖς ᾿Αθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς ᾿Ιουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Τινὲς δὲ τῶν ᾿Επικουρείων καὶ τῶν Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν ᾿Ιησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο αὐτοῖς. Ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν ῎Αρειον πάγον ἤγαγον λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. ᾿Αθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ ᾿Αρείου πάγου ἔφη· Ἄνδρες ᾿Αθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ. Ὅν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασι· Τοῦ γὰρ καὶ γένος ἐσμέν. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· Ἀκουσόμεθά σου πάλιν περὶ τούτου. Καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ ᾿Αρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

Ἀλληλούϊα. (γ΄) Ἦχος α΄

Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

ιγ΄ 44 – 54

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.  Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·  ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν.  Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·  ἣν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.  οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων  καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.  Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, Ναί Κύριε.  ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.  Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.  καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

 Ἀγαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀλληλούϊα

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

  3 ΟΚΤ15 ΣΑΒΒΑΤΟΝ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΑΡΕΟΠΑΓΙΤΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s