ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ (2015)

19 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015

ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου, καὶ Δορυμέδοντος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος α΄

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον. Ἦχος α΄

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ὁ β’ χορὸς

Δόξα Πατρί..Καὶ νῦν…

Σῶσον Κύριε τὸν λαόν σου …………

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…  

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορός

Κάθισμα Ἦχος α’

Τοῦ λίθου σφραγισθέντος

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέωξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

 ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Τὸ αὐτὸ

Τοῦ Σταυροῦ σου τὸ ξύλον…………

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ α’ χορός

Κάθισμα Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ

Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα, ἀλλ᾽ ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ᾽ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.

 ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Τὸ αὐτὸ

Ἁπλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον……….

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

Ὁ Κανών τοῦ Σταυροῦ, ὃς τήνδε τὴν ἀκροστιχίδα φέρει.

Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι.

Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾠδὴ α’

 ὁ α’ χορὸς

 Ἦχος πλ. δ’  Ὁ Εἱρμὸς

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν΄ ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν΄ ὅτι δεδόξασται.

ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὸν τύπον πάλαι Μωσῆς, τοῦ ἀχράντου πάθους, ἐν ἑαυτῷ προέφηνε, τῶν ἱερῶν μεσούμενος. Σταυρῷ δὲ σχηματισθείς, τεταμέναις τρόπαιον, παλάμαις ἤγειρε, τὸ κράτος διολέσας, Ἀμαλὴκ τοῦ πανώλους, διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος, φθοροποιοῦ λυτήριον, καὶ ἰοβόλου δήγματος, καὶ ξύλῳ τύπῳ Σταυροῦ, τὸν πρὸς γῆν συρόμενον, ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ, θριαμβεύσας τὸ πῆμα΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὑπέδειξεν οὐρανός, τοῦ Σταυροῦ τὸ τρόπαιον, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, ἐχθρῶν ἐν ᾧ δυσμενῶν, κατεβλήθη φρύαγμα΄ ἀπάτη ἀνετράπη δέ, καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς.

Τρίφωτον ὑμνῶ Μαρτυρων διαυγίαν. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος πλ. δ’

Ἁρματηλάτην Φαραὼ

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ταῖς ὑπερφώτοις ἀστραπαῖς τοῦ Πνεύματος, καταλαμπόμενοι, τὰ σκοτεινὰ νέφη, τῆς ψυχῆς μου λύσατε, τὸν νοῦν μου καταυγάσατε, καὶ τὰ χείλη πρὸς ὕμνον, ὑμᾶς γεραίρειν ἀνοίξατε, Μάρτυρες Χριστοῦ μεγαλώνυμοι.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ῥωμαλεότητι φρενῶν ἀντέστητε, τῷ ματαιόφρονι, νέμειν θεοῖς σέβας, Μάρτυρες ἀλλόκοτον, ὑμᾶς καταναγκάζοντι, καὶ θυσίᾳ τελείᾳ, διὰ ποικίλων κολάσεων, τῷ Παμβασιλεῖ προσηνέχθητε.

 ὁ α’ χορὸς 

Δόξα Πατρί… 

Ἰσχὺς ὑμῖν παρὰ Θεοῦ δεδώρηται, τοῦ παντοκράτορος, καταβαλεῖν πᾶσαν, τὴν ἰσχὺν τοῦ δράκοντος, σεπτοὶ Μεγαλομάρτυρες, τῆς Τριάδος ὁπλῖται, Σαββάτιε ἀξιάγαστε, θεῖε Δορυμέδον καὶ Τρόφιμε.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Φωτιστικαῖς σου πηγαζούσαις χάρισι, θεοχαρίτωτε, πύλη φωτὸς μόνη, οἱ γενναῖοι Μάρτυρες, φαιδρῶς καταυγαζόμενον, τὸ βαθύτατον σκότος, τῶν ἀνυποίστων κολάσεων, σὲ ὑμνολογοῦντες παρέδραμον.

 

ᾠδὴ γ’

Τοῦ Σταυροῦ

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα΄ τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν, ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορός

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου…

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος, ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ, τῆς θεοκλήτου ἐδήλου, Ἐκκλησίας τὸ μυστήριον, ἧς ὁ Σταυρός, τὸ κράτος καὶ στερέωμα.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης, ὕδωρ σὺν αἵματι ἐξεβλήθη, ἐγκαινίζον διαθήκην, καὶ ῥυπτικὸν ἁμαρτίας, τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα, καὶ Βασιλέων κράτος καὶ στερέωμα.

ᾨδὴ γ’

Ὁ στερεώσας κατ’ ἀρχὰς

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ὡραιοτάτῳ λογισμῷ καὶ σταθερᾷ διανοίᾳ, πρὸς βασάνων ἐχωρήσατε πεῖραν, αἰκιζόμενοι σφοδρῶς, καὶ μάστιξι ξεόμενοι, καὶ ἀηττήτῳ γνώμῃ, ἀπαρασάλευτοι μένοντες.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν

Ταῖς τῶν αἱμάτων προχοαῖς, ἱερωτάτην πορφύραν, ἐπιχρώσαντες γενναῖοι ὁπλῖται, ἀθανάτῳ Βασιλεῖ, Κυρίῳ νῦν παρίστασθε, ὑπὲρ ἡμῶν πρεσβείαν, ἀκαταπαύστως ποιούμενοι.

 ὁ α’ χορὸς 

Δόξα Πατρί… 

Οὐκ ἐξηρνήσασθε Χριστόν, προσομιλοῦντες βασάνοις καὶ ξεόμενοι τὸ σῶμα ποικίλως, καὶ τεινόμενοι δεινῶς, καὶ τοῖς θηρσὶ διδόμενοι, πανευκλεεῖς ὁπλῖται, Ἅγιοι Μεγαλομάρτυρες.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Νομοθεσίαις τοῦ ἐκ σοῦ, σεσαρκωμένου Δεσπότου, πειθαρχοῦντες παναμώμητε Κόρη, οἱ γενναῖοι Ἀθληταί, ἀνόμους ἐτροπώσαντο, σὲ συνεργὸν ὡς σχόντες, τὴν σῴζουσαν τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σ ε Θες μν,…

ὁ β’ χορὸς 

Κάθισμα τῶν Μαρτύρων

Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ

Βασάνων ἀνδρικῶς, ὑπομείναντες πόνους, τὴν ἄπονον ζωήν, ἐκομίσασθε ἅμα, Δορυμέδον καὶ Τρόφιμε, καὶ Σαββάτιε πάνσοφε· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν ἱερὰν ὑμῶν μνήμην, ἐνθέως ἀγάλλεται.

ὁ α’ χορὸς 

Δόξα… Καὶ νῦν… τῆς Εορτῆς

Ὁ ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον. Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν. Τοῦτον φύλακα, καὶ βοηθὸν ἐξαιτοῦμεν, καὶ πίστει δοξάζομεν.

ᾠδὴ δ’

 ὁ β’ χορός

Ὁ Εἱρμὸς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Πικρογόνους μετέβαλε, ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι, τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν, τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἱερῶς προστοιβάζεται, ὁ τετραμερὴς λαὸς προηγούμενος, τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς, σταυροτύποις τάξεσι κλεϊζόμενος.

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θαυμαστῶς ἐφαπλούμενος, τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν, ὁ Σταυρός, καὶ διηγήσαντο, οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

ᾨδὴ δ’

Σύ μου ἰσχύς, Κύριε

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑπομονῇ, τῶν αἰκισμῶν λαμπρυνόμενοι, ἐπὶ ξύλου, Μάρτυρες ἠρτήθητε, καὶ σιδηροῖς ὄνυξι πλευράς, ἔνδοξοι ξεσθέντες, τῇ ἀπεκδύσει τοῦ σώματος, τὴν θείαν ἀφθαρσίαν, ἐνεδύσασθε θρόνῳ, τῆς Τριάδος ἀεὶ παριστάμενοι.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μαστιγωθείς, διὰ Χριστὸν Μάρτυς Τρόφιμε, ἐνετρύφας, πόνοις ὑπερβάλλουσιν, ἀποσκοπῶν τὰς ἐν οὐρανοῖς, θείας ἀντιδόσεις, καὶ τὴν τρυφὴν τὴν ἀδάπανον· ἧς νῦν κατηξιώθης, τὸν ἀγῶνα τελέσας, καὶ τρυφῇ τῷ Δεσπότῃ γενόμενος.

 ὁ β’ χορὸς 

Δόξα Πατρί…..

Νεανικῶς, ἐγκαρτερήσας Σαββάτιε, ταῖς βασάνοις, χαίρων ἐναπέδωκας, Θεοῦ εἰς χεῖρας τὴν σὴν ψυχήν, καὶ πρὸς οὐρανίους, μονὰς καλῶς ἐσαββάτισας, νικήσας τόν ἐκεῖθεν, ἐκριφθέντα ἀθλίως, καὶ βραβεῖα τῆς νίκης δεξάμενος.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ὡς καθαρόν, τοῦ Βασιλέως παλάτιον, σὲ Μαρτύρων, σύστημα τρισάριθμον, ἐπικαλούμενοι βοηθόν, ἄχραντε Παρθένε, ναοὺς δαιμόνων ἠδάφισαν, καὶ πρὸς ναὸν ἄνω, μετετέθησαν δόξης,…

ὁ β’ χορὸς 

……ἐν αἰνέσει ἀεὶ σε γεραίροντες.

ᾠδὴ ε’

 ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Σὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Ὑποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν΄ οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Μαρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ ε’

Ἴνα τὶ μὲ ἀπώσω

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μακρυνθέντες φιλίας, σώματος Πανεύφημοι προσῳκειώθητε, διὰ πλείστων πόνων, καὶ μεγίστων Θεῷ πανοικτίρμονι, τῷ ὑμᾶς δι᾽ οἶκτον, πεφιληκότι καὶ τὰ πάθη, τοῖς αὐτοῦ ἀποκτείναντι πάθεσιν.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Αἱ πορεῖαι σου Μάρτυς, Τρόφιμε γεγόνασι κατευθυνόμεναι, πρὸς ὁδοὺς πανσόφους, μαρτυρίου, ἐν αἷς καλλυνόμενος, σιδηραῖς κρηπῖσι, καθηλωμένος τοῦ Βελίαρ, κεφαλὴν καὶ τὰ κέντρα συνέτριψας.

 ὁ α’ χορὸς

Δόξα Πατρί…..

Ῥητορεύων τὰ θεῖα, Τρόφιμε πολύαθλε, τυράννους ᾔσχυνας· καὶ τοῖς αἵμασί σου, βηματίζων τὴν γῆν καθηγίασας, ἐμπεριπατεῖς δέ, χαρμονικῶς τῷ Παραδείσῳ, σωτηρίαν ἡμῖν ἐξαιτούμενος.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Τὴν ἁγίαν Παρθένον, τὴν θεοχαρίτωτον καὶ παναμώμητον, οἱ στερροὶ ὁπλῖται, εἰς βοήθειαν ἐπικαλούμενοι, τῶν βασάνων ὄγκον, καὶ τῶν δεινῶν τὴν τρικυμίαν,……

ὁ α’ χορὸς

……. ἀκλονήτῳ διῆλθον φρονήματι.

ᾠδὴ ς’

 ὁ β’ χορός

 Ὁ Εἱρμὸς

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. 

ὁ α’ χορὸς

Νοτίου θηρὸς ἐν σπλάγχνοις,…

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς, ἀνωρθοῦτο, Ἰακὼβ χεῖρας ἀμείψας, τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ, τὴν παλαιότητα καὶ γάρ, τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν, ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός, καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Νεαζούσαις θεὶς παλάμας, ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου, ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός΄ ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι, οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον΄ ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ, νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

ᾨδὴ ς’

Ἱλάσθητί μοι Σωτὴρ

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑπέπλευσαν γαληνῶς, τῇ κυβερνήσει τοῦ Πνεύματος, οἱ εὐκλεεῖς, Ἀθληταί, βασάνων τὸ πέλαγος, καὶ πρὸς τὸν ἀκύμαντον, σωτηρίας ὅρμον, ἱερῶς ἐγκαθωρμίσθησαν.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ῥαινόμενα καθορῶν, εἰς γῆν τὰ μέλη σου Τρόφιμε, καὶ ὄξος κατὰ τῶν σῶν, μυκτήρων δεχόμενος, εὐώδους ὀσφρήσεως, ἀντελάβου πλέον, τοῦ Χριστοῦ τῆς ἀγαπήσεως.

 ὁ β’ χορὸς 

Δόξα Πατρί…..

Ὡς βουλευτὴς τῶν Χριστοῦ, δικαιωμάτων γενόμενος, βουλὰς ἀθέων ἐχθρῶν, τελείως ἐξέκλινας, καὶ σαυτὸν παρέδωκας, Δορυμέδον Μάρτυς, ταῖς βασάνοις μαστιζόμενος.

ὁ α’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Νευρούμενοι ταῖς ἐκ σοῦ, ἐκπεμπομέναις δυνάμεσιν, οἱ Ἀθλοφόροι Χριστέ, νομίμως ἐνήθλησαν, τὴν ἁγνὴν Μητέρα σου, ἀνυμνολογοῦντες, ἀπορρήτως σε κυήσασαν.

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες

Συναξάριον

Κοντάκιον Ἦχος δ’

Ὡς ἀπαρχὰς 

Ὡς ἀθλητῶν ἑδραίωμα, καὶ εὐσεβείας ἔρεισμα, ἡ Ἐκκλησία τιμᾷ καὶ γεραίρει σου, τὴν φωτοφόρον ἄθλησιν· παναοίδιμε μάκαρ, ἀθλητὰ γενναιόφρον, ἔνδοξε Τρόφιμε, σὺν τοῖς συνάθλοις σου, ἱλασμὸν τοῖς ὑμνοῦσί σε αἴτησαι, ὡς ἀήττητος.

Ὁ Οἶκος

Τῶν Ἁγίων Μαρτυρων τὰ ἔπαθλα, οὐρανῶν αἱ Δυνάμεις ἐθαύμασαν, ὅτι σῶμα θνητὸν περικείμενοι, ἀσωμάτους ἐχθροὺς ἐτροπώσαντο, Σταυροῦ τῇ ἰσχὺϊ κρατυνόμενοι· ὅθεν μακαρίζονται εἰς αἰῶνας, ἱλασμὸν τῶν πταισμάτων αἰτούμενοι ὑπὲρ πάντων ἡμῶν· καὶ γὰρ τιμῶνται αὐτοί, ὡς ἀήττητοι.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΘ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος.

Στίχοι

  • Πνέοντες ἓν Τρόφιμε καὶ Δορυμέδον,

  • Ἓν ἐκ ξίφους δέχεσθε καὶ βίου τέλος.

  • Ξεσθεὶς σιδηροῖς Σαββάτιος ὀξέσιν,

  • Εἰς σαββατισμὸν θεῖον ὡς Μάρτυς φθάνει.

  • Ἐννεαδεκάτῃ Τρόφιμον τάμον, ἠδὲ συνάθλους.

      Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,  Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾠδὴ η’ 

 ὁ β’ χορὸς 

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβὲσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 ᾠδὴ θ’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.  

ὁ β’ χορός 

 Μυστικὸς εἶ Θεοτόκε Παράδεισος,…

ὁ α’ χορὸς

Στίχ. Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ’ οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ΄ δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Σταυρέ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ἱερὸν ἠγέρθη κέρας θεόφρoσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα΄ δι’ οὗ νῦν ὑψουμένoυ, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

ᾨδὴ θ’

Ἐξέστη ἐπὶ τούτῳ

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰσχὺϊ τοῦ τῶν ὅλων Δημιουργοῦ, τῶν θηρῶν τὰς ὁρμὰς ἐπεδήσατε, καὶ ἀβλαβεῖς, Μάρτυρες ἐμείνατε ἐξ αὐτῶν, μεγάλως θαυμαζόμενοι, ταῖς ἀμετατρέπτοις μεταβολαῖς· διὸ ταῖς τῶν Μαρτύρων, ἀγέλαις συναφθέντες· ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰσχὺϊ τοῦ τῶν ὅλων Δημιουργοῦ…………..

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὡς θύματα τραπέζῃ τῇ λογικῇ, προσηνέχθητε ξίφει τεμνόμενοι, πανευκλεῶς, καὶ τῶν πρωτοτόκων νῦν ἐν σκηναῖς, περιχαρῶς αὐλίζεσθε, βλέποντες τὴν δόξαν τήν τοῦ Θεοῦ, καὶ τὰς ἐπικαρπίας, δεχόμενοι τῶν πόνων, καὶ τὰ βραβεῖα τῆς ἀθλήσεως.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συμφώνως συνελθόντες δεῦτε πιστοί, Δορυμέδοντα νῦν καὶ Σαββάτιον, καὶ τὸν κλεινόν, Τρόφιμον δοξάσωμεν τοὺς στερρούς, τῆς ἀληθείας Μάρτυρας, βότρυας ἀμπέλου τῆς νοητῆς, ἐξ ὧν ἡμῖν ὁ οἶνος, τῆς ὄντως εὐφροσύνης, ἐναποστάζει θείᾳ χάριτι.

ὁ α’ χορὸς 

Δόξα Πατρί…..

Ἡ μνήμη ἡ πανέορτος τῶν σοφῶν, Ἀθλητῶν ἀνατείλασα σήμερον, ὡς ἀληθῶς, ὑπὲρ τὰς αὐγὰς τὰς ἡλιακάς, καταφωτίζει ἅπαντας, σκότος ἀπελαύνουσα τῶν παθῶν, καὶ νέφη ῥαθυμίας· ὧν Λόγε ταῖς πρεσβείαις, παράσχου πᾶσι τὰ ἐλέη σου.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Φυλάξας σε Παρθένον ὁ ἐκ τῶν σῶν, ἀνατείλας λαγόνων ἀνέσπερος, ὡς ἀληθῶς, Ἥλιος Παρθένε τοὺς ἀθλητάς, περιφανῶς ἐλάμπρυνε, διηγωνισμένους καρτερικῶς, μεθ᾽ ὧν αὐτὸν δυσώπει, ἡμᾶς κατοικτειρῆσαι, τοὺς εὐσεβῶς σε μακαρίζοντας.

ὁ α’ χορὸς 

Ὁ Εἱρμὸς

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις

ὁ α’ χορὸς 

Ἐξαποστειλάριον τῶν Ἁγίων

Ὁ οὐρανὸν τοῖς ἄστροις

Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.

ὁ β’ χορὸς 

Καὶ τῆς Ἑορτῆς

Ἦχος β’

Τῶν μαθητῶν ὁρώντων σε

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, Πιστῶν τὸ στήριγμα Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Α Ι Ν Ο Ι (χύμα)

ΨΑΛΜΟΣ ΡΜΗ’ (148)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΝ’ (l50)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…

 Εἰς τὰ Ἀπόστιχα

ὁ α’ χορὸς 

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ

Ὕλην φθοροποιόν, ἐξαίρει ἁμαρτίας, τὸ τοῦ Σταυροῦ σου ξύλον, ὑψούμενον Σωτήρ μου, λαμπρύνει δὲ τὰ σύμπαντα.

ὁ β’ χορὸς

Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

 Λύσιν τῶν δυσχερῶν, καὶ κτῆσιν τῶν ἀρίστων, ὑψούμενος βραβεύει, τῷ γένει τῶν ἀνθρώπων, Σταυρὸς Χριστοῦ ὁ ἅγιος.

ὁ α’ χορὸς   

Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

 Ὅτε τὸν Ἀμαλήκ, Μωσῆς κατετροποῦτο, Χριστοῦ προλέγων πάθη, Σταυρὸν προδιετύπου, τὸν θεῖον καὶ πανάχραντον.

ὁ β’ χορὸς 

Δόξα… Καὶ νῦν… Ὅμοιον

Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον Ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.

ὁ Προεστώς: γαθν τ ξομολογεσθαι τ Κυρῳ, κα ψλλειν τ νματ σου ψιστε, το ναγγλλειν τ πρωΐ τ λες σου, κα τν λθειν σου κατ νκτα.

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς 

 Ἀπολυτίκιον. Ἦχος α΄

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

 Ἀντίφωνον Α’

ὁ α’ χορὸς

Στίχ. α’. Ὁ Θεός, ὁ Θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; Mακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Ὁ Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στίχ. γ’. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν

 Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ὁ β’ χορός

Στίχ. δ’. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ…

ὁ β’ χορός

 Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Στίχ. α’. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα. 

ὁ α’ χορὸς

Στίχ. β’. Mνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Στίχ. γ’. Ἐλυτρώσω ράβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ α’ χορὸς

Στίχ. δ’. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

 ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

 ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορὸς

Στίχ. α’. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.  ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ.

Ἦχος α’

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

ὁ β’ χορός

Στίχ. β’. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστιν ἐπὶ πάντας τοὺς λαούς.

Σῶσον, Κύριε, τὸν λαόν σου,…

ὁ α’ χορὸς

Στίχ. γ’. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν.

Σῶσον, Κύριε, τὸν λαόν σου,…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 Ἦχος β’

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ σαρκὶ σταυρωθείς,…

ὁ β’ χορὸς

…ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος α’

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  Αὐτόμελον

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν

 

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι. 

Πρὸς Κορινθίους Α’ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα  (1:26-31, 2:1-5)

Ἀδελφοί, βλέπετε τὴν κλῆσιν ὑμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα, καθὼς γέγραπται, «ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω». Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ᾿ ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ὑμῖν εἰ μὴ ᾿Ιησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον. Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβω καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ᾿ ἐν δυνάμει Θεοῦ.

Ἀλληλούϊα (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην

(η΄ 21 – 30)

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;καὶ ἔλεγεν αὐτοῖς, Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. Εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. Ἔλεγον οὖν αὐτῷ, Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν;πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ΄ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ΄ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. Οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. Εἶπεν οὖν [αὐτοῖς] ὁ Ἰησοῦς, Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ΄ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ. Καὶ ὁ πέμψας με μετ΄ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

 Ἀγαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀλληλούϊα

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

19 ΣΕΠ15 ΣΑΒΒΑΤΟΝ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s