ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΗΣ ΕΝ ΚΥΘΗΡΟΙΣ (2015)

24 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015

Τῇ ΚΔ΄ Σεπτεμβρίου ἀνάμνησης ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…     

Ἦχος δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.   

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.

ὁ β’ χορὸς

Λαοί νῦν κροτήσωμεν, ………

 

ὁ α’ χορὸς

Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.

Συναπτὴ μικρά καὶ ἡ 

Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…

Μετὰ τὴν α’ Στιχολογίαν

Κάθισμα
Ἦχος δ’

ὁ α’ χορὸς

Κατεπλάγη Ἰωσὴφ

Ἀνατέταλκεν ἰδού, σήμερον ἔαρ νοητόν, ἐν εὐσήμῳ ἑορτῇ τῆς Θεοτόκου καὶ τερπνῶς, εὐωδιάζει τὴν Νῆσον τῶν Κυθηραίων· χάριν ἐφαπλοῖ, τὴν Οὐράνιον, πᾶσι τοῖς φαιδρῶς ἐορτάζουσι, καὶ τὴν Αὐτῆς Εἰκόνα προσκυνοῦσι, τὴν σεβασμίαν καὶ μέλπουσι· Παρθένε χαῖρε, τῶν Κυθηραίων, δόξα τεῖχος καὶ σκἐπη.

 

ὁ β’ χορὸς

Δόξα Πατρί… Ὀμοιον.

Κολυμβήθρα Σιλωάμ, τοῖς Κυθηραίοις ἀληθῶς, ἀνεδείχθη καὶ πηγὴ, τῶν ἰαμάτων ὁ Ναός, τῆς Παναγίας ΠαρΘένου ἐν Μυρτιδίοις, λύσιν γὰρ ἐκεῖ, ὁ παράλυτος, νόσου τῶν δεσμῶν ἐκομίσατο, καὶ σὺν αὐτῷ σκιρτῶσιν αἱ χορεῖαι, τῶν ἰαθέντων καὶ μέλπουσι· Παρθένε χαῖρε, τῶν ἰαμάτων, κρῆνη ὄντως πλουσία.

 

ὁ α’ χορὸς

Καὶ νῦν… Ὀμοιον.

Ἐξ εὐνοίας Σου πολλῆς, τῷ Κυθηραίων εὐσεβεῖ, ἀπεκάλυψας λαῷ τὴν Σὴν Εἰκόνα θαυμαστῶς, στεφανουμένην τοῖς ἄνθεσι τῆς μυρσίνης, κρήνην δαψιλῆ τῶν ἰάσεων, χάριτος πηγήν, ὡς ἀκένωτον˙ εὐχαριστοῦντες ὅθεν Σοι τὸν ὕμνον χαρμονικῶς ἀναμέλπομεν· Παρθένε χαῖρε, τῶν Κυθηραίων, θεῖον ἄφθιτον κλέος.

 

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα
ὁ α’ χορὸς

Ἦχος γ΄. Τὴν ὡραιότητα

.Σήμερον ἅπασα, Νῆσος ἀγάλλεται, τῆ πανηγύρει Σου, Θεοχαρίτωτε, καὶ ἐν κυμβάλοις ψαλμικοῖς, βοᾶ Σοι εὐφραινομένη˙ Χαῖρε ἡ ἀπόπληκτον, θαυμαστῶς θεραπεύσασα, Χαῖρε ἡ τοῖς κάμνουσι, δωρουμένη τὴν ἴασιν· Κυθήρων χαῖρε δόξα καὶ κλέος, χαῖρε ἡ Κεχαριτωμένη.

 

ὁ β’ χορὸς

Δόξα Πατρί… Ὀμοιον.

Νῦν προφητόφθεγκτος, ρῆσις πεπλήρωται, ἀντὶ κονίζης γάρ, ἀνέβη εὔοσμος, μυρσίνη δεῖγμα θεϊκῆς, εὐνοίας Κυθήρων Νήσῳ˙ αὕτη εὐσεβείᾳ γάρ, κοσμουμένη ἠξίωται, ὄλβον ὡς Οὐράνιον, τὴν Εἰκόνα Σου δέξασθαι, Παρθένε καὶ συμφώνως βοᾶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

ὁ α’ χορὸς

Καὶ νῦν… Ὀμοιον.

Ἐπισκιάσει Σου, ἡ πρώην ἄσημος, νησὶς δεδόξασται, Ἄχραντε Δέσποινα, τῶν Κυθηραίων ταύτῃ γάρ, παρέσχες τὴν Σὴν Εἰκόνα· θεῖον ὡς θησαύρισμα, καὶ πηγὴν ἁγιάσματος, ὄθεν Ἀειπάρθενε, συγκαλεῖ, Κτίσιν ἄπασαν, συμφώνως Σοι τὸν ὕμνον βοῆσαι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὸν Πολυέλεον 

ὁ α’ χορὸς

Κάθισμα

Ἦχος πλ δ΄. Τὴν Σοφίαν καὶ λόγον.

Παραλύτῳ τὴν ρῶσιν, Μῆτερ Θεοῦ, θαυμαστῶς ἐδωρησω, καὶ τῶν δεσμῶν, αὐτὸν ἠλευθέρωσας, Μυρτιδίων ἐν Οἴκῳ Σου· καὶ τὸν ἀποπληξίᾳ νοσήσαντα ἔσωσας, ἐπικαμφθεῖσα θρήνοις, λαοῦ καὶ δεήσεσι· πλείστοις ἀσθενοῦσι, τὴν ὑγείαν παρέσχες, καὶ πάντας ἐξήγαγες, δυσχερῶν περιστάσεων, Κυθηραίους βοῶντάς Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἰκόνα Σου.

 

ὁ β’ χορὸς

Δόξα Πατρί… Ὀμοιον.

Πειρατῶν ἁπεκρούσω, τὰς προσβολάς. Ἀνομβρίας τε ἔλυσας τὸν αὐχμόν, καὶ θαύματι Φρούριον, τῶν Κυθῆρων διέσωσας, τῆς κεραυνῶν μανίας, λιμοὺς ἀπεσόβησας, ἐπιδρομῆς τε Τούρκων, τὴν Νῆσον ἐφύλαξας, νόσων λοιμικῶν τε. Παραδόξως ἐρύσω, δι’ ὃ χαριστήρια, Σοὶ κροτοῦμεν ἐφύμνια, ἐκ βαθέων βοῶντές Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἰκόνα Σου.

 

ὁ α’ χορὸς

Καὶ νῦν… Ὀμοιον.

Τὴν ἁγίαν Σου κλῆσιν Μῆτερ Θεοῦ εὐσεβεῖς Κυθηραῖοι πανευλαβῶς, ἐν χείλεσιν ἔχομεν, καὶ φωνοῦντες Σε πάντοτε, δυσχερειῶν τοῦ βίου, κινδύνων καὶ θλίψεων, ἀσθενειῶν ποικίλων, καὶ νόσων λυτρούμεθα· Σὲ γάρ προστασίαν, ἐν νυκτὶ καὶ ἡμέρᾳ Παρθένε γινώσκομεν, καὶ ταχεῖαν ἀντίληψιν, καὶ συμφώνως βοῶμέν Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἱκόνα Σου.

 

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

ὁ α’ χορὸς

Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

 

ὁ β’ χορὸς

Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

ὁ α’ χορὸς

Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

 

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ἱερεὺς: Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα  Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα · καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς · καὶ ἐπλήσθη Πνεύματος  Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν · Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι  ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ · Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ · ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ  Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ὁ Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ.β’ 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον.

Σήμερον ἡ Οἰκουμένη πᾶσα, ταῖς τῆς Θεοτόκου αὐγάζετε ἁκτῖσι, καὶ τῶν Κυθηραίων ἡ Νῆσος, τοῖς ἄνθεσι ὡραϊζομένη, μυρσίνης ἀναμέλπει· Παρθένε Ἁγνή, Ὀρθοδόξων τὸ καύχημα, μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου….  Ἐλέει καὶ οἰκτιρμοῖς…

Ο ΚΑΝΩΝ

Οὖ ἡ Ἀκροστιχὶς, ἄνευ τῶν Εἱρμῶν,

Κυθηραίων ὑμνῶ Μυρτιδιώτισσαν κλέος.

ᾠδὴ α’

 ὁ α’ χορὸς

Ἦχος α’  Ὁ Εἱρμὸς

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

 ὁ β’ χορός

Πεποικιλμένη τῇ θείᾳ δόξῃ,… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Καλλιεπείας παράσχου λόγον, ὁ τῆς Σοφίας χορηγός, ἐξ ὕψους πέμπων μοι, Θρόνου τοῦ ἀστέκτου Σου, Σοφίαν πάρεδρον Χριστέ, ὅπως ἄσω ἐν ὠδαῖς, τὴν Κυθηραίων Προστάτιν, καὶ Σὴν Ἄχραντον ὑπερφυῶς, Μητέρα ὅτι δεδόξασται.

 ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑμνολογεῖ Σε Κυθήρων Νήσου, ὁ ευλαβέστατος λαός, ἐνθέοις ἄσμασιν, ὅτι τὴν Εἰκόνα Σου, νῦν ἐφανέρωσας αὐτῷ, καὶ ἐξίσταται ὁρῶν, τὴν ἐπ’ αὐτῷ εὔνοιάν Σου· πηγήν Σε γάρ πάντων ἀγαθῶν, γινώσκει Ἄχραντε Δέσποινα.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Θαυματουργοῦσα βραβεύεις ρῶσιν, τῷ παραλύτῳ ὑπὲρ νοῦν, Παρθένε Ἄχραντε, πίστει δεομένῳ Σου, ἐν Μυρτιδίων τῷ Ναῷ καὶ ὡς ἔλαφος σκιρτῶν, ὑμνολογεῖ Σου τὸ θαῦμα πηγὴν ἄφθονον τῶν δωρεῶν, κηρύττων καὶ μεγαλύνων Σὲ.

ὁ β’ χορός

Καὶ νῦν…

Ἠμφιεσμένη τὴν θείαν δόξαν, τῶν Κυθηραίων ἡ νησίς, ἡ πρώην ἄδοξος, ὤφθη τῆς Εἰκὁνος Σου, τῆ φανερώσει θαυμαστῶς, καὶ κινδύνων διὰ Σοῦ, καί πειρασμῶν ἐκλυτροῦται· διὸ ὕμνον Σοι ἀναβοᾷ ἐνδόξως ὅτι δεδόξασται.

 

 

ᾨδὴ γ΄. Ὁ Εἱρμὸς.

ὁ α’ χορὸς

 Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

 ὁ β’ χορός

Ἡ δημιουργική, καὶ συνεκτικὴ… 

 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ρωσθεὶς ὑπερφυῶς ὁ ἀποπληξίᾳ νοσήσας, λαοῦ πανδήμοις δεήσεσιν, ἐκβοᾷ σὺν δάκρυσιν, εὐγνωμοσύνης δόξα Σοι Χριστὲ, ὅτι τὴν Τεκοῦσαν Σὲ, τῶν ἰαμάτων πηγὴν ἀνέδειξας.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀνάσσουσα τῆς Γῆς καὶ τῶν Οὐρανῶν ἐν Ὑψίστοις, τῇ Σῇ προνοίᾳ ἡὐδόκησας, Κυθηραίων Δέσποινα, ἐπισκιᾶσαι Νῆσον ταπεινήν, ὅθεν Σὲ γεραίρουσα ὑμνολογεῖ Σου τὴν συγκατάβασιν.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Ἰᾶσαι θαυμαστῶς, τῆς παραφροσύνης ἱκέτην, τὴν Σὴν αἰτοῦντα βοήθειαν˙ Σὲ γὰρ εἶδεν Ἄχραντε ὑπερφυῶς κατ’ ὄναρ ἐν νυκτὶ, σώφρων ὅθεν γέγονεν, ἐγκωμιάζων τὴν εὐσπλαχνίαν Σου.

ὁ β’ χορός

Καὶ νῦν…

Ὠλώλυξε δεινῶς τῶν πειρατευόντων τὰ στίφη, τῇ Σῇ δυνάμει ὀλλύμενα· ἡ δὲ Νῆσος ἅπασα εὐγνωμονοῦσα ὕμνους Σοι βοᾷ, τεῖχος ἀπροσμάχητον, κατ’ ἐναντίων ὁμολογοῦσα Σε.

 Συναπτὴ μικρά καὶ ἡ 

Ἐκφώνησις

 Ὅτι σὺ εἶ Θεὸς ἡμῶν,… 

Ἡ Ὑπακοὴ

Ἦχος πλ. α’

Μακαρίζομέν Σε πᾶσαι αἱ γενεαὶ Κυθηραίων Παρθένε, την Σὴν γάρ χαριτόβρυτον Εἰκόνα ἡμῖν φανερῶσαι ηὐδόκησας. Μακάριοι ἐσμέν κραταιὰν προστασίαν Σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπέρ ἡμῶν, καί χαρίτων Σου ἡμᾶς πάντας πληροῖς, ὥσπερ Μήτηρ φιλόστοργος· δι’ ὃ ἀνυμνοῦντες βοῶμεν Σοι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

 

ᾨδὴ δ΄. Ὁ Εἱρμὸς.

 ὁ β’ χορός

Ρήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωοιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ Σοι ἄβυσσος ἐν ἀγαλλιάσει· τῇ δυνάμειΣου δόξα Φιλάνθρωπε.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ρήσεις Προφητῶν καὶ αἰνίγματα………

 ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναύτας ἐλυτρώσω τοῦ κλύδωνος, πρὸς ὅρμον ὁδηγήσασα, τῶν Μυρτιδίων θαυμαστῶς Μήτηρ γὰρ ὑπάρχεις, Χριστοῦ τοῦ λύοντος κλύδωνας, πανισχύρῳ νεύματι. Ὧπερ ἐκβοῶμεν· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.

 ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὕδωρ γῇ διψώσῃ κατήγαγες, αὐχμόν τε διεσκέδασας, λιτανευόντων Σου πιστῶς, πάνσεπτον Εἰκόνα, Ἁγνὴ Θεόνυμφε Δέσποινα, Κυθηραίων πάντοτε καὶ δοξολογούντων, ὡς πηγήν Σε θαυμάτων ἀείρροον.

ὁ β’ χορός

Δόξα Πατρὶ…

Μέλαιναν μορφὴν τῆς Εἰκόνος Σου, πολλάκις ἐνεφάνισας, ἀλλοιουμένην θαυμαστῶς, κύκλῳ τοὺς ἐστῶτας γλυκὺ προσβλέπουσαν Δέσποινα καὶ πίστῶς τὸν ὕμνον Σοι μέλποντας ἐν φόβῳ· τῇ δυνάμει Σου δόξα Θεόνυμφε.

ὁ α’ χορὸς

Καὶ νῦν…

Νέαν ἑορτὴν, συστησάμενοι, φαιδρῶς, ἀνευφημοῦμέν Σε, την φανερώσασαν ἡμῖν, δεῖγμα ὡς εὐνοίας, τὴν Σὴν Εἰκόνα τὴν Ἄχραντον, προσκυνοῦντες ταύτην δὲ ἀνυμνολογοῦμεν,…..

 ὁ β’ χορός

…….τὴν πολλὴν πρὸς ἡμᾶς εὐσπλαγχνίαν Σου.

 

ᾨδὴ ε΄. Ὁ Εἱρμὸς.

ὁ α’ χορὸς

 Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι΄ ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

 ὁ β’ χορός

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος,… 

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς θεῖον κειμήλιον ὄντως, τὴν ἱεράν Σου Εἰκόνα κεκτήμεθα, τῶν Κυθηραίων τὰ πλήθη καὶ διάσωσμα, ἣν ἐν μυρσίναις ἡμῖν ἀπεκάλυψας, καὶ ἐδωρήσω θαυμαστῶς· ὅθεν ὕμνοις και ὠδαῖς, πνευματικαῖς ὑμνοῦμέν Σε Δέσποινα.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

 Μυρσίνης φυτὸν τὸ ὡραῖον, νῦν ἐπαγάλλου σὲ γὰρ ἡρετίσατο, ἡ Θεοτόκος ὡς Θρόνον καὶ παλάτιον, τοῦ παναγίου Αὐτῆς Εἰκονίσματος, καὶ θαυμαστῶς ἁγιασθέν, τὴν Βασίλισσαν φαιδρῶς, τῷ τῶν σῶν κλάδων ἤχῳ μεγάλυνε.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Ὑψόθεν πεσὼν ἑπὶ λίθων, «Μυρτιδιώτισσα» κράζει «βοήθει μοι», ὁ παιδιαῖς ταῖς ποικίλαις ριπταζὸμενος, καὶ θαυμαστῶς διασώζεται Δέσποινα, Σὺ γὰρ ἐπέστης ταχεινή, εἰς βοήθειαν αὑτοῦ, ὄθεν ὑμνῶν κηρύττει τὸ θαῦμά Σου.

ὁ β’ χορός

Καὶ νῦν… 

Ρημάτων Προφήτου Παρθένε, νῦν ἐπ’ ἐσχατων ὁρῶμεν τὴν ἔκβασιν, ὑπερυψώθη φυτὸν γάρ τὸ πανεύοσμον τῶν μυρσινῶν τὴν Εἰκόνα δεξάμενον τὴν ἱεράν Σου καὶ λαμπρόν, οἰκητήριον αὐτῆς, ἀναδειχθὲν………….

ὁ α’ χορὸς

,,,,,,,,καὶ θρόνος καὶ σύμβολον.

 

ᾨδὴ ς΄. Ὁ Εἱρμὸς.

ὁ β’ χορός

 Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προὐπέποτο, ἀσινής ἐβόα΄ θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.

ὁ α’ χορὸς

Ἅλιον ποντογενές,… 

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τάραχον βιωτικῶν φροντίδων ἐκκλίνωμεν νῦν, τῶν Κυθηραίων τὰ πλήθη καὶ πρὸς τὸν Ἅγιον, δεῦτε Ναὸν Μυρτιδίων ἀναδράμωμεν· ἑστιάτωρ γὰρ ἡ Χαριτώνυμος, δαψιλής ὑπαρχει, ἅπασι προτιθεμένη χάριν την ἄφθονον.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Ἴασιν ἀσθενειῶν, καὶ νόσων πηγάζεις ἀεί, τοῖς ἀσθενοῦσι Παρθένε καὶ τῷ πανσέπτῳ Σου, πίστει ναῷ Μυρτιδίων καταφεύγουσι˙ σεσωσμένοι δὲ τῇ εὐσπλαγχνίᾳ Σου, ἀνιάνων νόσων, ὕμνον Σοι μετὰ φωνῆς αἰνέσεως ἅδουσι.

 ὁ β’ χορός

Δόξα Πατρί…

Δάκρυσιν ὑμνολογεῖ, το θαῦμα ἐγγύθεν βληθείς, τῇ πυροβόλου βολίδι ὁ εὐλαβέστατος, οὗ τῆς φωνῆς ἐπακούσασα διέσωσας˙ ἡ βολὶς γὰρ μόνου τοῦ ἐνδύματος, ἀψαμένη μόλις, ἄθικτον ὑπερφυῶς Παρθένε κατέλιπε.

ὁ α’ χορὸς

Καὶ νῦν…

Ἴθυνον πρὸς τοῦ Θεοῦ, τὰς τρίβους, πορείας ἡμῶν, τῶν Σὲ προστάτιν εἰδότων Θεοχαρίτωτε, θείῳ φωτί διανοίας καταυγάζουσα, Οὐρανῶν τε δόξης καταξίωσον, τοὺς θερμῇ τῇ πίστει, ὕμνον Σοι μετά φωνῆς αἰνέσεως ἄδοντας.

Συναπτὴ μικρά καὶ ἡ 

Ἐκφώνησις

Σὺ γὰρ εἶ Βασιλεύς

ΚΟΝΤΑΚΙΟΝ

Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ὡς λαμπρὸν διάδημα, καὶ θεοδώρητον στέφος, τὴν σεπτὴν Εἰκόνα Σου, τῶν Κυθηραίων ἡ Νὴσος, κέκτηται τὴν ἐν μυρσίναις φανερωθεῖσαν Δέσποινα Θεοχαρίτωτε καί συμφώνως, Σοὶ τὸν ὕμνον ἀναμέλπει· Παρθένε χαῖρε πάντων ἡμῶν ἡ χαρά.

Ο ΟΙΚΟΣ

Πειρωμένῳ μοι νῦν διηγήσασθαι Τά κλεινά Σου Παρθένε τεράστια, Οὐρανόθεν σοφίαν κατάπεμψον Ἡ ἀσόφους ἐνθέως σοφίζουσα Καὶ πηγὴ τῆς σοφίας ὑπάρχουσα, Καὶ σαφῶς ἐν ἀνοίξει του στόματος Χάριν λόγου παράσχου μοι Δέσποινα, Ὅπως ἄσω ἐν ὕμνοις γηθόμενος Τῆς σεπτῆς Σου Εἰκόνος τὴν εὕρεσιν, Ἥν εὐνοίας ὡς δεῖγμα δεδώρησαι Κυθηραίων τῇ Νήσῳ Θεόνυμφε. Καὶ παράσχου ἐξ ὕψους μοι δύναμιν Παραλύτου ὑμνεῖν τὴν ἀνόρθωσιν, Ἀποπλήκτου τὴν ἄρρητον ἴασιν, Ναυτικῶν ἐν κινδύνοις διάσωσιν, Κεραυνῶν καὶ πυρὸς τὴν κατάσβεσιν, Λοιμικῶν νοσημάτων ἀπέλασιν, Πειρατῶν προσβολῶν τὴν ἀπόκρουσιν, Ἀνομβρίας αὐχμοῦ τὴν κατάπαυσιν, Ἀνιάτως νοσούντων τὴν ἴασιν. Καὶ τὸ πλῆθος ἑτέρων θαυμάτων Σου, Δι’ ὧν σκέπη, Προστάτις καὶ Πρόμαχος,Πολιοῦχος στερρὰ καὶ Προπύργιον, Εὐεργέτις καὶ Μήτηρ φιλόστοργος Κυθηραίων Λαοῦ ἀναδέδειξαι. Ὅθεν πίστει καὶ πόθῳ τὴν ἄπειρον Ἀνυμνῶν πρὸς ἡμᾶς εὐσπλαγχνίαν Σου,Ἐν ψυχῆς κατανύξει κραυγάζω Σοι. Παρθένε χαῖρε, πάντων ἡμῶν ἡ χαρά.

ΣΥΝΑΞΑΡΙΟΝ

Τῇ ΚΔ΄ τοῦ Μηνός Σεπτεμβρίου , ἀνάμνησιν ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας, Ἀχράντου, Ὑπερευλογημένης, Ἔνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἐξ οὖ καὶ Μυρτιδιωτίσσης, τῆς ὑπερφυοῦς ἰάσεως τοῦ Παραλύτου καὶ πάντων τῶν ἀπείρων θαυμάτων, ἅτινα δι’ αὐτῆς πᾶσι τοῖς Κυθηραίοις καὶ λοιποῖς μετὰ πίστεως ἐπικαλεσαμένοις τὴν χάριν Αὐτῆς κατὰ καιροὺς ἐτελέσθησαν.

Στίχος.

  • Πόθῳ καὶ χαρᾷ ὁ λαὸς Κυθηραίων

  • Τὴν τῆς Νήσου ἄγρυπνον ὑμνεῖ Προστάτιν.

  • Πηγὴν θαυμάτων εἰκάδι ἀοίδῳ ἀμφὶ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.

Στίχοι

  • Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,

  • Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι.

  • Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος.

Στίχοι

  • Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ’ ἄλλος βότρυς,

  • Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ᾠδὴ α’

  ὁ α’ χορὸς

Ἦχος α’  Ὁ Εἱρμὸς

Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.

 ᾠδὴ γ’

 ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος,…

ὁ α’ χορὸς

…ὁ ἐν ἁγίοις ἀναπαυόμενος.

ᾠδὴ δ’

 ὁ β’ χορός

 Ὁ Εἱρμὸς

Ῥήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου σου Χριστέ, φέγγος ἀστραπῆς σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ σοι ἄβυσσος, ἐν ἀγαλλιάσει, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ᾠδὴ ε’

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι΄ ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

ᾠδὴ ς’ 

 ὁ β’ χορός

Ὁ Εἱρμὸς

Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου ταφῆς σου ἦν προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προὐπέποτο, ἀσινής ἐβόα΄ θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.

ᾠδὴ ζ’

  ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε΄ τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός΄ ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾠδὴ η’

ὁ β’ χορός

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί΄ ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι΄ τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

 

 ᾠδὴ θ’

Ἡ Τιμιωτέρα οὐ στιχολγεῖται ἀλλ’ ἀντὶ ταῦτης ψάλλεται ἡ ἐννάτη ᾠδὴ τοῦ Κανόνος μετὰ τῶν Μεγαλυναρίων.

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

ὁ β’ χορός 

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι,…

ὁ α’ χορὸς

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.
Λαμπρότερον ἡλίου καταυγάζει, ἐνδόξως, ἀνατείλασα, Κυθηραίων τήν Νῆσον, ἡ φαιδρά Σου καὶ θεία πανήγυρις, καὶ θυμικῆς εὐφροσύνης, ἀποπληροῖ τοὺς βοῶντας˙ σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.

ὁ β’ χορός

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.
Ἐξ ὕψους ἐφ ἡμᾶς ἐν εὐσπλαγχνίᾳ, Παρθένε νῦν ἐπίβλεψον, ἐφαπλοῦσα τὴν χάριν, ἰαμάτων ψυχῆς τε καὶ σώματος, καὶ συμπαθῶς δεχομένη, Σῶν ὑμνητῶν τὰς δεήσεις, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.

ὁ α’ χορὸς

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.
Ὀρθρίζοντες φαιδρῶς ἐν τῷ Ναῷ Σου μυρσίνης κλάδοις στέφομεν, τὴν σεπτήν Σου Εἰκόνα, καί αὐτὴν προσκυνοῦντες δεόμεθα· ὡς Μητρικὴν παρρησίαν, πρὸς τὸν Θεὸν κεκτημένη, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.

ὁ β’ χορός

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.
Σωθῆναι τοὺς Προστάτιν Σε εἰδότας, τὸν Σὸν Υἱόν ἱκέτευε, Οὐρανῶν Βασιλείας, μετὰ πότμον τυχεῖν καταξίωσον, Σοὺς ὑμνητάς ἐν Ὑψίστοις, σὺν τοῖς Ἀγγέλοις καὶ ταύτην, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.

ὁ α’ χορὸς

Δόξα. Τριαδικὸν.

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν Θεαρχικωτάτην, Τριάδα ἐν Μινάδι, Πατέρα Λόγον Πνεῦμα.

Συμφώνως τὴν ὑπέρθεον Τριάδα, Πατέρα τὸν προάναρχον, τὸν Συνάναρχον Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα ὑμνήσωμεν, τῶν Κυθηραίων τὰ πλήθη, ἐν εὐφροσύνῃ, βοῶντα· σῶζε λιταῖς τῆς Παρθένου, Νῆσον τὴν τιμῶσάν Σε

.
ὁ β’ χορός

Καὶ νῦν.

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμύτων.
Κηρύττουσιν ἐν στόμασι μυρίοις, τὰ θαύματά Σου Δέσποινα, τιμαλφέστατοι λίθοι, ἡρμοσμένοι τῇ, θείᾳ Εἰκόνι Σου, ἀναθημάτων τε πλήθη, ὡς γὰρ φιλόστοργος Μήτηρ, σώζεις ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.

 

ὁ α’ χορὸς

Καταβασία

Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου.

Συναπτὴ μικρά

καὶ ἡ 

Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

Ἐξαποστειλάριον

ὁ α’ χορὸς

Ἦχος γ’ 

Ἀπόστολοι ἐκ περάτων.

Φωτί Σου λαμπρυνομένη, τῶν Κυθηραίων ἡ Νῆσος, καὶ τὴν λαμπρὰν ἑορτήν Σου, πανηγυρίζουσα πόθῳ Παρθένε χαῖρε Μαρία, ἐν εὐφροσύνη βοᾷ Σοι.

 

ὁ β’ χορὸς

Φωτί Σου λαμπρυνομένη, τῶν Κυθηραίων……….

ὁ α’ χορὸς

 Φωτί Σου λαμπρυνομένη, τῶν Κυθηραίων ἡ Νῆσος, καὶ τὴν λαμπρὰν ἑορτήν Σου, πανηγυρίζουσα πόθῳ Παρθένε χαῖρε Μαρία, ………

ὁ β’ χορὸς

… ἐν εὐφροσύνη βοᾷ Σοι.

ΑΙΝΟΙ

Ἦχος δ’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 

Ὡς γενναῖον ἐν Μάρτυσι

Ἀσματόπλοκον στέφανον, τῇ. Παρθένῳ προσοίσωμεν, Κυθηραῖοι σήμερον ἀγαλλόμενοι, Ταύτης φαιδρῶς ἑορτάζοντες, Εἰκόνος τὴν εὕρεσιν, ἣν κειμήλιον σεπτόν, κεκτημένοι βοήσωμεν, ἀναμέλποντες· τοὺς τιμῶντάς Σε σῶζε Κυθηραίους, ταῖς ἁγίαις Σου πρεσβείαις Θεοχαρίτωτε Δέσποινα.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἀδοξίας τῆς πρότερον, ἐλυτρώσω τὴν Νῆσόν Σου, καὶ εἰς δόξαν ἔνθεον ἀνεβίβασας, ταύτῃ τὴν θείαν Εἰκόνα Σου, λαμπρῶς φανερώσασα, ἐξ εὐόσμων μυρσινῶν, καὶ θαυμάτων ταῖς λάμψεσι, καταυγάζουσα, Κυθηραίους Προστάτιν Σε εἰδότας, καὶ φαιδρῶς Σέ ἀνυμνοῦντας, Θεοχαρίτωτε Δέσποινα.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Παραλύτῳ ἀνόρθωσιν, ἀποπλήκτῳ τὴν ἴασιν, θαυμαστῶς ἐβράβευσας τῇ Εἰκόνι Σου· Νήσου μακρὰν ἀπεδίωξας, λοιμὸν τὸν πανώλεθρον, καὶ βουλὰς τῶν Πειρατῶν, ὡς ὰρά Πειρατῶν, ὡς ἀράχνην διέλυσας, εὐτεκνίαν τε, γυναιξὶ στειρευούσαις ἐδωρήσω, καὶ νοσοῦσι τὴν ὑγείαν, Θεοχαρίτωτε Δέσποινα.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὥσπερ Μήτηρ φιλόστοργος, εὐσπλαγχνίας τε πέλαγος, καὶ ἐλέους ἄβυσσος τοὺς προστρέχοντας, πίστει Ναὸν εἰς τὸν Θεῖόν Σου, πληροῖς εὐφροσύνης τε, καὶ γαλήνης ψυχικῆς, ἐφαπλοῦσα τὴν χάριν Σου τὴν σωτήριον, ἐπὶ πάντας τοὺς πόθῳ προσκυνοῦντας, τὴν ἁγίαν Σου Εἰκόνα, Θεοχαρίτωτε Δέσποινα.

 

Ἦχος πλ. α’ 

ὁ α’ χορός

Δόξα Πατρί καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. 

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ α’ χορός

Ἐν εὐσήμῳ ἡμέρᾳ τῆς ἐνδόξου Σου Μνήμης, Κεχαριτωμένη Θεόνυμφε, κυθηραῖοι ἅπαντες οἵ τε ἐν τῇ Νήσῳ καὶ οἱ πόρρῳ αὐτῆς διατρίβοντες, ἐν τῷ πανσέπτῳ τῶν Μυρτιδίων Σου Ναῷ οἱ μὲν αἰσθητῶς, οἱ δέ νοερῶς παρίστανται· καὶ κλάδους αἴροντες μυρσινῶν πανευόσμων, τῆς Τιμίας Εἰκὸνος Σου σύμβολα, ταύτην τε μετ’ εὐλαβείας κυκλοῦντες, ἐν ἀγαλλιάσει ψυχῆς ἀναμέλπουσι· Χαῖρε ἡ ὡς ἀετὸς χρυσοπτέρυξ ἡμᾶς ὑπὸ τὰς πτέρυγάς Σου ἐπισυνάγουσα καὶ περιθάλπουσα· Χαῖρε ἡ τὴν σεπτήν Σου Εἰκόνα ὡς Οὐράνιον ὄλβον ἡμῖν δωρησαμένη, καὶ δι’ αὐτῆς τὰς δωρεάς Σου ἡμῖν ἀεννάως προχέουσα· Χαῖρε ἡ πληθὺν ἰαμάτων καὶ τῶν θαυμάτων ἡμῖν, ὑπερφυῶς ἐπομβρίζουσα, καὶ τοὺς θερμῶς Σε φωνοῦντας παντὸς κινδύνου ἐξαίρουσα. Ἀλλ’ ὦ Πανύμνητε Θεοτόκε Παρθένε, Κυθηραίων ἡ δόξα, ὑπὲρ ἡμῶν τὸν ἐκ Σοῦ γεννηθέντα ἱκέτευε, ὅπως δωρήσηται ἡμῖν ἱλασμὸν τῶν πταισμάτων, …..

 

ὁ β’ χορός

… καὶ Βασιλείαν τὴν Οὐράνιον.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ ἀπολυτίκιον τῆς ἑορτῆς

  Ἦχος δ΄. Ταχύ προκατάλαβε

Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

 Ἀντίφωνον Α’

ὁ α’ χορὸς

Στίχ. α’. Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στίχ. γ’. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει Θεοῦ ἡμῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. δ’. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

 Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Στίχ. α’. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. 

ὁ α’ χορὸς

Στίχ. β’. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Στίχ. γ’. Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ α’ χορὸς

Στίχ. δ’. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

 ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

 ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορὸς

Στίχ. α’. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.

Ἦχος δ΄. Ταχύ προκατάλαβε

Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.

.

ὁ β’ χορός

Στίχ. β’. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;

Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, …….

ὁ α’ χορὸς

Στίχ. γ’. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, ………..

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 Ἦχος β’

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός,…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος δ΄. Ταχύ προκατάλαβε

Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.

 

ὁ β’ χορὸς

Κοντάκιον 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ὡς λαμπρὸν διάδημα, καὶ θεοδώρητον στέφος, τὴν σεπτὴν Εἰκόνα Σου, τῶν Κυθηραίων ἡ Νὴσος, κέκτηται τὴν ἐν μυρσίναις φανερωθεῖσαν Δέσποινα Θεοχαρίτωτε καί συμφώνως, Σοὶ τὸν ὕμνον ἀναμέλπει· Παρθένε χαῖρε πάντων ἡμῶν ἡ χαρά.

 

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον ἦχος γ΄

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου.
Στίχος. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαὶ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (θ΄ 1-7).

Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Ἀλληλούϊα.(γ΄) ἦχος πλ. δ΄.

Παρέστη ἡ Βασίλισσα Ἐκκλησίας δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλιμένη πεποικιλμένη.

Στίχος. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Τὸ Εὐαγγέλιον

 (Λουκ. ι´ 38-42)

Ἐκ τοῦ κατὰ Λουκᾶν.

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινὰ γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρά τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ · ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπε · Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ · Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ ἑνὸς δέ ἐστι χρεία · Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.  

Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἦχος α’

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμύτων.

Ὁ Εἱρμὸς

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ Παρθένε Ἄχραντε, παρθενεύει γάρ Τόκος, καὶ ζωην προμνηστεύεται θάνατος· ἡ μετὰ Τόκον Παρθένος καὶ μετὰ θάνατον ζῶσα, σώζοις ἀεὶ Θεοτόκε, τὴν κληρονομίαν Σου.

Κοινωνικὸν

ὁ β’ χορός

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

    24 ΣΕΠ15 ΕΟΡΤΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΑΣ ΕΝ ΚΥΘΗΡΙΟΙΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s