ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΚΑΙ ΤΩΝ ΤΡΙΩΝ ΘΥΓΑΤΕΡΩΝ ΤΗΣ, ΠΙΣΤΕΩΣ, ΑΓΑΠΗΣ ΚΑΙ ΕΛΠΙΔΟΣ (2015)

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015

Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος  α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

᾿Απολυτίκιον· Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τάς τρεῖς ἐνδόξους παρθένους, τὰ τῆς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν, ῥωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, ὑπήνεγκαν βασάνους ἀλγεινάς, καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις. Δόξα τῷ ἐνισχύσαντι αὐτάς, δόξα τῷ ταύτας δοξάσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ αὐτῶν πᾶσιν ἰάματα.᾿

.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

Τάς τρεῖς ἐνδόξους παρθένους, τὰ τῆς Σοφίας ……………..… 

ὁ α’ χορός

Καὶ νῦν… Ἦχος α’

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορός

Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.

Συνήφθητε Χριστῷ, τῷ ὡραίῳ Νυμφίῳ, νεάνιδες σεμναὶ τῶν Παρθένων ἡ δόξα, ποικίλαις κολάσεσιν ἑαυτὰς ὡραΐσασαι· καὶ τὴν ἄναρχον νῦν ἀνυμνεῖτε Τριάδα, λαμπὰς τρίφωτε, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, Σοφίας τὸ σέμνωμα.

ὁ β’ χορός

Δόξα. Τῆς Ἑορτῆς.

Ἀπλώσας ἐν Σταυρῷ τάς παλάμας, οἰκτίρμον, τὰ ἒθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα· ἀλλ’ ἐπίβλεψον, ἐπὶ τὴν σὴν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ΄ ἡμᾶς πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.

ὁ α’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες πρὸς τὴν σὴν ἀγαθότητα. Σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, Σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν

 ὁ α’ χορός

Ἦχος δ΄ Ὁ ὑψωθείς.

Τῶν ἀθληφόρων τοῦ Χριστοῦ θείαν μνήμην, ἐπιτελοῦντες οἱ πιστοὶ ἀθροισθῶμεν καὶ πρὸς αὐτὰς δεήσεις ἀναπέμψωμεν, εὔξασθε πρὸς Κύριον, τοῦ ῥυσθῆναι γεέννης, τοὺς ἁμαρτωλοὺς ἡμᾶς, τοὺς πολλὰ ἑπταικότας· Πίστις, Ἐλπίς, Ἀγάπη, τῆς σεπτὴς Σοφίας κλάδοι, μαρτύρων ἀγλάΐσμα.

ὁ β’ χορὸς

Δόξα… Καὶ νῦν… Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).

Ἓν παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανὶῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ῥυσάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ σταυρώσει σου, Κύριε.

  Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

ὁ α’ χορὸς

Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Τῆς Σοφίας θρέμματα, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, ἀρετῶν ἐπώνυμοι φαεινότατων ἀληθῶς, θρόνῳ Θεοῦ παριστάμενοι, ὑπὲρ ἡμῶν δυσωπεῖτε, δεόμεθα.

ὁ β’ χορὸς

Δόξα. Τῆς Ἑορτῆς.

Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει τοῦ κόσμου τὸ καύχημα.

ὁ α’ χορὸς

Καὶ νῦν Θεοτοκίον.

Τὴν θερμὴν ἀντίληψιν τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν καὶ πρὸς Θεὸν καταλλαγήν, δι’ ἧς φθορᾶς ἐλυτρώθημεν τὴν Θεοτόκον πιστῶς μακαρίσωμεν.

Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.    

ὁ α’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον. Ἦχος δ’.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

ὁ β’ χορός

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

ὁ α’ χορός

Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’). 

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: Ἐκ τοῦ  Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

(Ματθ. κε’ 1-13).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.  πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ.  αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον·  αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν.  χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.  μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.  τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν.  αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.  ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.  ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.  ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν.  ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.  γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ὁ Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν ἀθληφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ. β’ 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιομελον. Ἦχος πλ. β’.

Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν· ἐπέστη γὰρ ἡμῖν ἡ ἐτήσιος μνήμη τῶν ἀθληφορων τοῦ Χριστοῦ, Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης, πλουτοποιὰ χαρίσματα ἡμῖν κομίζουσα. Διὸ ἐν φωνῇ ἀγαλλιάσεως καὶ καθαρῷ συνειδότι ἀναβοήσωμεν, λέγοντες· Μὴ διαλίπητε πρεσβεύουσαι ἀπαύστως, ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν ἀεισέβαστον μνήμην ὑμῶν.

 

ΚΑΝΟΝΕΣ

Ὁ Κανών, ὃς τήνδε τὴν ἀκροστιχίδα φέρει.

Σταυρῷ πεποιθώς, ὕμνον ἐξερεύγομαι.

Ποίημα τοῦ Κυρίου Κοσμᾶ.

ᾠδὴ α’

 ὁ α’ χορὸς

 Ἦχος πλ. δ’  Ὁ Εἱρμὸς

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν΄ ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν΄ ὅτι δεδόξασται.

ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὸν τύπον πάλαι Μωσῆς, τοῦ ἀχράντου πάθους, ἐν ἑαυτῷ προέφηνε, τῶν ἱερῶν μεσούμενος. Σταυρῷ δὲ σχηματισθείς, τεταμέναις τρόπαιον, παλάμαις ἤγειρε, τὸ κράτος διολέσας, Ἀμαλὴκ τοῦ πανώλους, διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος, φθοροποιοῦ λυτήριον, καὶ ἰοβόλου δήγματος, καὶ ξύλῳ τύπῳ Σταυροῦ, τὸν πρὸς γῆν συρόμενον, ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ, θριαμβεύσας τὸ πῆμα΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὑπέδειξεν οὐρανός, τοῦ Σταυροῦ τὸ τρόπαιον, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, ἐχθρῶν ἐν ᾧ δυσμενῶν, κατεβλήθη φρύαγμα΄ ἀπάτη ἀνετράπη δέ, καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Τῆς Σοφίης ἀρίδηλα καὶ ἀγλαὰ τέκνα λιγαίνω.

Θεοφάνους. 

ᾠδὴ α’ Ἦχος α’

ὁ α’ χορὸς

Σοῦ ἡ τροπαιοῦχος

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῆς ὑπερκοσμίου σου Χριστέ, καὶ τῆς ἀφράστου σοφίας τὴν ἔλλαμψιν, δώρησαί μοι Δέσποτα, τὰς εὐπρεπεῖς καὶ εὐκλεεῖς σου Μάρτυρας, ὅπως ἀνυμνήσω, τὰ τῆς Σοφίας βλαστήματα.

ὁ β’ χορὸς

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ προσηγορία σου σαφῶς, τῇ πολιτείᾳ θεόφρον κεκόσμηται· πᾶσαν διήνυσας, σοῦ τὴν ζωήν, τῷ τῆς σοφίας ἔρωτι, ἔνδοξε Σοφία, σοφίας λάμψασα χάρισι.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Σοῦ ὁ παμμακάριστος καρπός, τῆς ὑπερθέου σοφίας τρισσότητι, ἐγκαλλωπιζόμενος, ἀθλητικῶς ὑπὲρ ἐκείνης ἔλαμψε, πάνσοφε Σοφία, σοφίας θείας ἐπώνυμε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ὅλην τὴν μορφήν μου προσλαβών, ὁ ἐν μορφῇ Θεοῦ πρὶν ἐννοούμενος, ὅλην ἀνεκαίνισεν, ἐν σῇ γαστρὶ θεοπρεπῶς σκηνώσας Ἁγνή· ὅθεν Θεοτόκον, πιστοὶ σε πάντες δοξάζομεν.

ᾠδὴ γ’

 ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα΄ τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν, ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορός

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου…

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος, ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ, τῆς θεοκλήτου ἐδήλου, Ἐκκλησίας τὸ μυστήριον, ἧς ὁ Σταυρός, τὸ κράτος καὶ στερέωμα.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης, ὕδωρ σὺν αἵματι ἐξεβλήθη, ἐγκαινίζον διαθήκην, καὶ ῥυπτικὸν ἁμαρτίας, τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα, καὶ Βασιλέων κράτος καὶ στερέωμα.

ᾠδὴ γ’

ὁ α’ χορὸς

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

Φωνῆς σου ἀκούσασαι Χριστέ, καλοῦντος πρὸς ἀθάνατον, καὶ ἀπαθῆ ζωὴν ἠκολούθησαν, στεφανηφόροι παρθένοι Μάρτυρες, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰσχὺν ἐδωρήσατο Χριστός, ἑστώσαις πρὸ τοῦ βήματος, μαρτυρικοῦ ὑμῖν ὡς ὑπέσχετο, καὶ θεοπνεύστου σοφίας ἔπλησε, καὶ λαμπρὰς ἀνέδειξε, νικηφόρους Μάρτυρας, παρθενίας λαμπούσας τῇ χάριτι.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Σοφίας τῆς ἄνωθεν Χριστοῦ, πλουσίως ἐμφορούμεναι, τῆς ἐκλεκτῆς Σοφίας καὶ ἔμφρονος, αἱ θυγατέρες αἱ τρεῖς κατῄσχυναν, τυραννούντων φρύαγμα, καὶ μανίαν ἄσχετον, ῥητορεύουσαι θεῖα διδάγματα.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἁγίων τὸν Ἅγιον Χριστόν, ἁγίως ἀπεκύησας, ἁγιωσύνης ἅγιον σκήνωμα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ᾧ βοῶμεν, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὺ εἶ Θεὸς ἡμῶν…    

ὁ β’ χορὸς

Κάθισμα τῶν Ἁγίων

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

Τὰς ψυχὰς δεσμευθεῖσαι πόθῳ Χριστοῦ, τῶν φθαρτῶν καὶ προσκαίρων τὴν καλλονήν, ἐν λήθῃ παρεδράμετε, ὡς τοῦ Λόγου μαθήτριαι, ἀσκητικῶς τὸ πρῶτον, τὰ πάθη νεκρώσασαι, καὶ ἀλγειναῖς βασάνοις, στερρῶς ἐναθλήσασαι· ὅθεν ὁ Δεσπότης, τῆς διπλῆς μαρτυρίας, στεφάνους ἐδωρήσατο, καὶ νυμφῶνος ἠξίωσε· Παμμακάριστοι Μάρτυρες, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Τῆς Ἑορτῆς

Τὸ προσταχθὲν μυστικῶς

Ἐν Παραδείσῳ με τὸ πρὶν ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν· τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος, ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράζομεν· Πλήρης δόξης ὁ οἶκός σου.

ᾠδὴ δ’

 ὁ β’ χορός

Ὁ Εἱρμὸς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Πικρογόνους μετέβαλε, ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι, τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν, τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ἱερῶς προστοιβάζεται, ὁ τετραμερὴς λαὸς προηγούμενος, τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς, σταυροτύποις τάξεσι κλεϊζόμενος.

 ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Θαυμαστῶς ἐφαπλούμενος, τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν, ὁ Σταυρός, καὶ διηγήσαντο, οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

ᾠδὴ δ’

 ὁ β’ χορός

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὄρος σε τῇ χάριτι

Ῥωσθεῖσαι τῇ χάριτι, τῇ θείᾳ καλλίνικοι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν τυράννων ἀπειλάς, ἀνδρείως κατῄσχυναν, διὰ πυρὸς ὁλοκαυτούμεναι πάνσοφοι, καὶ τῷ νυμφίῳ Χριστῷ προσαγόμεναι.

ὁ α’ χορὸς

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἴσχυσαν τοῦ Σταυροῦ, τῇ πανοπλίᾳ φραξάμεναι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν κολάσεων πληγάς, εὐτόνως αἱ Ἅγιαι, ὑπενεγκεῖν μέχρις αἱμάτων στερρότατα, πρὸς τὴν ἁμαρτίαν ἀντικαθιστάμεναι.

 ὁ β’ χορός

Δόξα Πατρὶ…

Δυνάμει καὶ πόθῳ τῆς Τριάδος ἐρρώσθησαν, Πίστις, Ἀγάπη καὶ Ἐλπίς, αἱ τῆς Τριάδος τῆς σεπτῆς, παρθένοι ἰσάριθμοι, καὶ ἀλγεινῶν τὴν δριμυτάτην ἐπίτασιν, ὑπενεγκεῖν αἱ πάνσεμνοι ἴσχυσαν.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Ἁγίων Ἁγία, Θεοτόκε πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος… 

 ὁ β’ χορός

…εἰς σωτηρίαν τῶν ὑμνούντων σε.

ᾠδὴ ε’

 ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Σὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Ὑποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν΄ οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Μαρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾠδὴ ε’

ὁ α’ χορὸς

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὁ φωτίσας τῇ ἐλλάμψει

Καρτερίᾳ τῶν φρενῶν, τὰς βασάνους ὑπέμειναν, καὶ σοφίας τῆς ἐνθέου λαλοῦσαι μυστήρια, τὸν κρατοῦντα ᾔσχυναν, αἱ τρεῖς Παρθένοι θεοφόροι, πίστει καὶ φύσει συνδούμεναι.

 ὁ β’ χορός

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἀγάλλεται ἡ Προμήτωρ, ὁρῶσα νικώμενον τὸν δόλιον, τὸν αὐτὴν ἐξ Ἐδὲμ ἐξορίσαντα, γυναιξὶ θεόφροσιν Ἐλπίδι, Πίστει καὶ Ἀγάπῃ, τοῖς τῆς Σοφίας γεννήμασι.

ὁ α’ χορὸς

Δόξα Πατρὶ…

Ἰοβόλους τοῦ τυράννου, θωπείας ἐξέφυγον, καὶ βασάνων τὰς πληγὰς ἑκουσίως ὑπέμειναν, αἱ σεμναὶ νεάνιδες τῇ σῇ ἀγάπῃ τετρωμέναι, Χριστὲ καὶ θείῳ σου ἔρωτι.

 ὁ β’ χορός

Καὶ νῦν…  Θεοτοκίον

Ἀγάλλονται οὐρανῶν, αἱ Δυνάμεις ὁρῶσαί σε, εὐφραίνονται σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε…

 ὁ α’ χορός

…ὃν ἐπαξίως δοξάζομεν.

ᾠδὴ ς’

 ὁ β’ χορός

 Ὁ Εἱρμὸς

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. 

ὁ α’ χορὸς

Νοτίου θηρὸς ἐν σπλάγχνοις,…

 ὁ β’ χορός

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς, ἀνωρθοῦτο, Ἰακὼβ χεῖρας ἀμείψας, τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ, τὴν παλαιότητα καὶ γάρ, τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν, ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός, καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. 

Νεαζούσαις θεὶς παλάμας, ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου, ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός΄ ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι, οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον΄ ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ, νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

ᾠδὴ ς’

ὁ β’ χορὸς

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἐκύκλωσεν ἡμᾶς

Γηθόμεναι ταῖς σαῖς ἀχράντοις Δέσποτα, παλάμαις ἐναπέθεντο, τὰς ἐλπίδας, αἱ Νεάνιδες αἱ τρεῖς, καὶ τῆς Τριάδος τρισμακάριαι, τῷ ἀριθμῷ τετιμημέναι καὶ σεμνυνόμεναι.

 ὁ α’ χορός

Στίχ.  Ἅγιαι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λαμπόμεναι τῆς παρθενίας κάλλεσι, Μαρτύρων διαδήμασιν, ἐκοσμήθησαν, καὶ στέφανον διπλοῦν, ἄνωθεν ἀξίως ἐκομίσαντο, παρὰ Χριστοῦ, τοῦ ζωοδότου καὶ πανοικτίρμονος.

ὁ β’ χορὸς

Δόξα Πατρί…  

Ἀνήχθησαν ἐν τῷ ναῷ σου Δέσποτα, τοῦ πάντων βασιλεύοντος, παρθενεύοντα κειμήλια σεπτά, σοῦ τῆς βασιλείας κοινωνήσοντα· σὺ γὰρ αὐτῶν, καὶ φῶς ὑπάρχεις καὶ ἀγαλλίαμα.

 ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ἀγάλλονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.

ὁ β’ χορὸς 

                                                                     Ὁ Εἱρμὸς

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ βασιλεύς…   

Κοντάκιον Ἦχος α’

Χορὸς ἀγγελικὸς

Σοφίας τῆς σεμνῆς, ἱερώτατοι κλάδοι, ἡ Πίστις καὶ Ἐλπίς, καὶ Ἀγάπη δειχθεῖσαι, σοφίαν ἀπεμώραναν, τῶν Ἑλλήνων ἐν χάριτι· καὶ ἀθλήσασαι, καὶ νικηφόροι φανεῖσαι, στέφος ἄφθαρτον, παρὰ τοῦ πάντων Δεσπότου, Χριστοῦ ἀνεδήσαντο.

Ὁ Οἶκος

Ὅτε εἰς πάντα τὰ πέρατα, τὸ ἀθέμιτον ἐξελήλυθε πρόσταγμα, θύειν εἰδώλοις καὶ σπένδεσθαι, καὶ βωμοὺς δαιμόνων, καὶ ναοὺς εὐτρεπίζεσθαι, πρὸς ἀνθρώπων ἀπώλειαν, τότε αἱ πανεύφημοι καὶ καλλιπάρθενοι, ὡς ἀστέρες ἐξέλαμψαν, ζόφον ἀθεΐας καὶ ἀγνωσίας ἐλαύνουσαι· καὶ φέγγος εὐσεβείας ἐν ταῖς καρδίαις τῶν πιστῶν ὑπανάπτουσαι, τρανῶς ἀνεβόων, Θεὸς μέγιστός ἐστιν ὁ σταυρωθεὶς βουλήματι, καὶ ἀναστὰς τριήμερος, ἐν ᾧ καὶ καυχώμεθα· ὅθεν καὶ ἐπαξίως, στέφος ἄφθαρτον παρὰ Χριστοῦ ἀνεδήσαντο.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΖ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ καλλινίκων Παρθένων Πίστεως, Ἐλπίδος, καὶ Ἀγάπης, καὶ τῆς μητρὸς αὐτῶν Σοφίας.

Στίχοι

  • Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη,

  • Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχένας ξίφει.

  • Ἑβδομάτῃ δεκάτῃ Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας.

Στίχοι

  • Ἀγαθόκλεια πῦρ ἐπ᾽ αὐχένος φέρει,

  • Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου καὶ Ἀσκληπιοδότης.

Στίχοι

  • Μιᾷ γυναικί, καὶ νεανίσκοις δύο,

  • Πρὸς τὴν τομὴν ἦν καρδιῶν ζέσις μία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος.

Στίχοι

  • Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία,

  • Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.

  • Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,

  • Τιμὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης.

Στίχοι

  • Τὴν Θεοδότην πρὸς ξίφος τεθηγμένον,

  • Ποιεῖ πρόθυμον ἡ Θεόσδοτος χάρις.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων ἑκατὸν Μαρτύρων.

Στίχοι

  • Δεκὰς δεκαπλῆ Μαρτύρων Αἰγυπτίων,

  • Μιᾷ κεφαλὰς τέμνεται προθυμίᾳ.

Εἰς τοὺς Ἁγίους Πηλέα καὶ Νεῖλον τοὺς Ἐπισκόπους.

Στίχοι

  • Ἔπους ὁ Πηλεὺς ποῦ μέγας πρὸς Πηλέα;

  • Νείλῳ συνεισβαίνοντα καὶ πυρὸς μέσον.

Εἰς τοὺς ἐν Παλαιστίνῃ Ν’ Μάρτυρας.

Στίχοι

  • Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,

  • Πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.

Εἰς τὸν Ἅγιον Πατερμούθιον καὶ Ἠλίαν.

Στίχοι

  • Πατερμούθιος ἐμπεσὼν τῇ καμίνῳ,

  • Πρὸς ζῆλον ἴσον ὀτρύνει τὸν Ἠλίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ἁγίων Μαρτύρων Χαραλάμπους, Παντολέοντος καὶ τῆς συνοδίας αὐτῶν. Τελεῖται ἡ τούτων σύναξις, ἐν τῷ μαρτυρείῳ αὐτῶν, τῷ ὄντι ἐν τῷ Δευτέρῳ.

Στίχοι

  • Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης,

  • Καὶ Παντολέων πρὸς μάχαιραν ἦν λέων.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ἁγίων Ἱερομαρτύρων Ἡρακλείδου καὶ Μύρωνος Ἐπισκόπων Ταμάσου τῆς Κύπρου.

Στίχοι

  • Πυρᾷ τεθέντες Ἡρακλείδης καὶ Μύρων,

  • Χριστῷ προσηνέχθησαν ὡς ὀσμὴ μύρου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

 ᾠδὴ γ’ 

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

…εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδὴ ε’

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδὴ Ϛ ‘

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδὴ ζ’

Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς΄ ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,  θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν΄ ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα΄ καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ᾠδὴ θ’.

ὁ α’ χορός

Καταβασία

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.  

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦχος γ´

ὁ α’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τῷ τῆς Τριάδος Κόραι, πυρούμεναι αἱ τρεῖς ζήλῳ, τῶν ἀρετῶν τῇ τριάδι, Ἐλπίδι, Πίστει, Ἀγάπῃ, προσκείμεναι ὁμωνύμως, ἠλόγησαν τῶν βασάνων.

ὁ β’ χορός

Θεοτοκίον  Ὅμοιον

Τὸν ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς οἰκέτας.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος α’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.  

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῶν οὐρανίων Ταγμάτων.

Σοφία χαῖρε καὶ σκίρτα, ἐκ σοῦ γὰρ ἤνθησαν, ὡς ἐκ λειμῶνος θείου, εὐωδέστατα κρίνα, ἡ Πίστις, ἡ Ἀγάπη καὶ ἡ Ἔλπίς, τῆς Τριάδος ὑπέρμαχοι· ὑπὲρ αὐτῆς γὰρ τμηθεῖσαι τὰς κεφαλάς, θεῖον στέφος ἀνεδήσαντο.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Σοφία χαῖρε καὶ σκίρτα,……

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ

Ἀδριανοῦ τὰς κολάσεις, μὴ πτοηθεῖσαι ποσῶς, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισθεῖσαι, ὑπέστησαν κολάσεις παντοδαπὰς αἱ καλλίνικοι Μάρτυρες, Πίστις, Ἐλπίς καὶ Ἀγάπη, τῶν ἀρετῶν αἱ φερώνυμοι νεάνιδες.

 ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Πίστει, ἀγάπῃ, ἐλπίδι, θωρακισθεῖσαι στερεῶς, σοφίαν ἀρυσθεῖσαι ἐκ Θεοῦ τοῦ Σωτῆρος, ἐφίμωσαν τὸ στόμα Ἀδριανοῦ, δυσσεβοῦς καὶ παράφρονος, τρεῖς ἀδελφαὶ κατὰ σάρκα, Πίστις, Ἐλπίς, καὶ Ἀγάπη ἡ πανένδοξος.

ὁ α’ χορὸς

Δόξα… Ἦχος πλ. β’.

Δεῦτε συμφώνως οἱ πιστοί, εὐχαριστήριον ὕμνον τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ μελῳδήσωμεν· ἐν γυναικείᾳ γὰρ φύσει, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, τῶν καλλινίκων Μαρτύρων ἡ τριάς, τὸ ἀόρατον κράτος τῆς ἐναντίας δυνάμεως κατηγωνίσαντο. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστέ, παράσχου τὴν εἰρήνην τῷ λαῷ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Καὶ νῦν… Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ὑδάτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν· καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι΄ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται· διὸ εὐχαρίστως βοήσωμεν· Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι’ αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς ἀξίωσον τοὺς ὑμνοῦντάς σε..

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Απολυτίκιον· Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τάς τρεῖς ἐνδόξους παρθένους, τὰ τῆς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν, ῥωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, ὑπήνεγκαν βασάνους ἀλγεινάς, καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις. Δόξα τῷ ἐνισχύσαντι αὐτάς, δόξα τῷ ταύτας δοξάσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ αὐτῶν πᾶσιν ἰάματα.᾿

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

 Ἀντίφωνον Α’

ὁ α’ χορὸς

Στίχ. α’. Ὁ Θεός, ὁ Θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; Mακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Ὁ Θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στίχ. γ’. Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν

 Ταῖς πρεσβείαις τῆς Θεοτόκου…  

ὁ β’ χορός

Στίχ. δ’. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ…

ὁ β’ χορός

 Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’

ὁ β’ χορός

Στίχ. α’. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα. 

ὁ α’ χορὸς

Στίχ. β’. Mνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ β’ χορός

Στίχ. γ’. Ἐλυτρώσω ράβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…  

ὁ α’ χορὸς

Στίχ. δ’. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ…

 ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

 ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορὸς

Στίχ. α’. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.  ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ.

Ἦχος α’

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

ὁ β’ χορός

Στίχ. β’. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλὸς ἐστιν ἐπὶ πάντας τοὺς λαούς.

Σῶσον, Κύριε, τὸν λαόν σου,…

ὁ α’ χορὸς

Στίχ. γ’. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν.

Σῶσον, Κύριε, τὸν λαόν σου,…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς,..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος α’

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

ὁ β’ χορός

Απολυτίκιον· Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.

Τάς τρεῖς ἐνδόξους παρθένους, τὰ τῆς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν, ῥωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, ὑπήνεγκαν βασάνους ἀλγεινάς, καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις. Δόξα τῷ ἐνισχύσαντι αὐτάς, δόξα τῷ ταύτας δοξάσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ αὐτῶν πᾶσιν ἰάματα.᾿

ὁ α’ χορός

Ἀπολυτίκιον

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὡς ἐλαία κατάκαρπος ἀνεβλάστησας ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, Σοφία μάρτυς σεμνὴ καὶ προσήγαγες Χριστῷ καρπὸν ἡδύτατον τοὺς τῆς νηδύος σου βλαστούς, δι’ ἀγώνων εὐαγῶν, Ἀγάπην τε καὶ Ἐλπίδα σὺν τῇ θεόφρονι Πίστει· μεθ’ ὧν δυσώπει ὑπὲρ πάντων ἡμῶν.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  Αὐτόμελον

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Τρισάγιον.

᾽Απόστολος

Προκείμενον Ἦχος δ’.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   (10:32-38)

Ἀδελφοί, ἀναμιμνήσκεσθε  τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἐν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. Ὁ  δὲ δίκαιος ἐκ πίστεως ζήσεται.

Ἀλληλούϊα (γ’)

  Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

(ι΄ 32 – 36, ια΄ 1)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.  Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.  ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς·  καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.  

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

 

17 ΣΕΠ15 ΕΟΡΤΗ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΚΑΙ ΤΩΝ ΤΡΙΩΝ ΘΥΓΑΤΕΡΩΝ ΤΗΣ

 

 

 

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s