ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΜΝΗΜΗΣ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΖΑΧΑΡΙΟΥ ΠΑΤΡΟΣ ΠΡΟΔΡΟΜΟΥ (2015)

5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015

Σάββατον

Μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου, πατρὸς τοῦ Προδρόμου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος δ΄

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.  

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Ἀπολυτίκιον. Ἦχος δ´.

Κατεπλάγη Ἰωσὴφ

Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί

Ἱερωσύνης στολισμόν,………………..

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…   

Καθίσματα

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορός

Καθίσματα Μαρτυρικὰ

Ἦχος δ’ Ταχὺ προκατάλαβε

Σταυρῷ ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τους βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοῖς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

  ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρῦναι, δι’ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

 ὁ α’ χορὸς

Στίχ. Τοὶς Ἁγίοις τοὶς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι’ αὐτῶν βοᾷ σοι Χριστὲ ὁ Θεός. Τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 ὁ β’ χορὸς

Δόξα… Ταχὺ προκατάλαβε

Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον Κύριε, ὡς Παντοδύναμος, καὶ μόνος ἀθάνατος, ἄνες ἄφες οἰκτίρμον, τὰ αὐτοῖς πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὰ ἔργα, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

 ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον  ὅμοιον

Πιστῶν ἱλαστήριον, σὺ ἀνεδείχθης Ἁγνή, κοινὸν καταφύγιον, καὶ μεσιτεία θερμή, Παρθένε Θεόνυμφε· ὅθεν καὶ τῶν ἐν πίστει, πρὸς Θεὸν μεταστάντων, φάνηθι νῦν μεσῖτις, καὶ σωτήριος πύλη, πρὸς πλάτος τοῦ Παραδείσου, τούτους εἰσάγουσα.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς:

Φαιδρῶς ἐπαινῶ τοὺς Θεοῦ χρηστοὺς φίλους. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος δ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Φαιδρύνεται ἀεί, ἡ σεπτὴ Ἐκκλησία, τοῖς ἀγῶσι τῶν φαιδρῶν, Κυρίου Ἀθλητῶν, καὶ Χριστὸν τὸν ἐκλάμψαντα, Ἥλιον ἐκ τῆς Παρθένου, καὶ τὸ σκότος μειώσαντα, τῆς ἀπάτης δοξάζει γεραίρουσα.

        ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Αἰνέσωμεν πιστῶς, τοὺς Χριστοῦ Ἱεράρχας, περιούσιον λαόν, ποιμάναντας καλῶς, καὶ λαμπρῶς ἐπαινέσωμεν, δῆμον ὅλον τῶν ὁσίως, βιωσάντων καὶ σώματος, ἡδονάς νεκρωσάντων ἐν πνεύματι.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰσχὺς παρὰ Θεοῦ, Γυναιξὶν ἐδωρήθη, ἐν ἀσκήσει καὶ στερρᾷ, ἀθλήσει τὸν ἐχθρόν, συμπατούσαις ἐν χάριτι. Τούτων Κύριε πρεσβείαις, Προφητῶν τε ἁγίων σου, τὰ ἐλέη σου πᾶσι κατάπεμψον.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Δικαίωσον Χριστέ, οὓς δικαίᾳ προνοίᾳ, ἐκ τοῦ βίου τοῦ φθαρτοῦ, πρὸς ἄφθαρτον ζωήν, μετεβίβασας δούλους σου, πᾶσί τε σὺν τοῖς δικαίοις, συγχορεύειν ἀξίωσον, τὰ αὐτῶν παριδὼν πλημμελήματα.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ῥυόμενος ἡμᾶς, καταδίκης ἀρχαίας, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, ηὐδόκησεν Ἁγνή, καὶ Υἱὸς χρηματίσαι σου· ὅθεν υἱοθετηθέντες, δι΄αὐτοῦ τὸν οὐράνιον, εὐλογοῦμεν Πατέρα ὑμνοῦντές σε.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.

Κανὼν τέταρτος τοῦ τέλους μεμνημένος.

Ὁ Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος,

  ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου.

Κρατήσας, τῆς δεξιᾶς τῶν δούλων σου, χειρὸς ὁδήγησον, ἐπὶ ζωὴν αἰώνιον Χριστέ, ἐπὶ θέαν τοῦ κάλλους σου, τοὺς ἀθλοφόρους Μάρτυρας, τῆς ἀληθείας δυσωπούμενος.  

ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἀφράστου, καὶ μακαρίας δόξης σου, τοὺς μεταστάντας πρὸς σέ, κληρονομεῖν ἀξίωσον Χριστέ, ὑπερβαίνων τὰ πταίσματα, καὶ δικαιῶν τῇ χάριτι, καὶ τῇ ἐκχύσει τοῦ σοῦ αἵματος.

  ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Νεκρώσει, τὸν νεκρωτὴν ἐνέκρωσας, τῇ ζωηφόρῳ σου, ὁ τοῖς νεκροῖς ἐμπνέων τὴν ζωήν, ζωοδότα Χριστὲ ὁ Θεός, αὐτὸς καὶ νῦν ἀνάπαυσον, οὓς προσελάβου πιστούς δούλους σου.

 ὁ β΄χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον

Ὡραῖος, τοῖς ὑπερτάτοις κάλλεσι, καθὸ Θεὸς ὁ Υἱός, ὡς δὲ ἐκ σοῦ Παρθένε σαρκωθείς, καὶ τῷ ξύλῳ κρεμάμενος, κάλλος οὐκ εἶχε θάνατον, τὸν ὑπὲρ πάντων προσιέμενος.

Καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Τὸν Προδρόμοιο τοκῆα κροτῷ σοφὸν Ἀρχιερῆα.

Θεοφάνους

ᾨδὴ α’ Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Τὴν μνήμην Προφῆτα σου εὐφημῶν, τοῦ Πνεύματος χάριν, ἱκετεύω μοι συνεργεῖν, τῇ σῇ μεσιτείᾳ ἀνακράζων· Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Ὁ βίος σου ἄμεμπτος εὑρεθείς, τῆς ἱερωσύνης, ἐκοσμήθη καταστολῇ, καὶ τῆς προφητείας φωτοφόροις, μαρμαρυγαῖς θεορρῆμον μακάριε.

ὁ α’ χορὸς 

Δόξα Πατρί… 

Νομίμῳ ταινίᾳ τὴν κεφαλήν, κατηγλαϊσμένος, Ζαχαρία ἀναδειχθείς, ὡς ἱεροφάντωρ ἀνεβόας· Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Ποδήρη χιτῶνα ὡς Ἀαρών, περιβεβλημένος, τὴν ἐκ ῥίζης τοῦ Ἰεσσαί, βλαστήσασαν Κόρην ὑπεδέξω, τὸν Λυτρωτὴν ἐν κοιλίᾳ βαστάζουσαν.

ᾨδὴ γ’

Ὁ Εἱρμὸς

 ὁ α’ χορὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὥσπερ ἄρνες οἱ καλλίνικοι, Μάρτυρες τυθέντες, καὶ σφαγέντες προσήχθησαν, τῷ τυθέντι Ἀμνῷ καὶ Λόγῳ, τοῦ Θεοῦ εἰς πάντων λύτρωσιν.

  ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Στόμα Θεοῦ χρηματίσαντες, οἱ Ἱερομύσται, ἐξ ἀναξίων προσήγαγον, τοὺς ἀξίους διδασκαλίαις, ἱεραῖς καταλαμπρύνοντες.

  ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εὗρε τῶν Ὁσίων σύλλογος, δι’ ἐγκρατείας θεόθεν, τρυφὴν τὴν ἀδάπανον, ἐντρυφήσαντες θεωρίαις, καὶ ταῖς θείαις ἀναβάσεσι.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πάντας οὓς πιστῶς μετέστησας, πάντων ἱκεσίαις, τῶν σῶν Ἁγίων ἀνάπαυσον, παραβλέψας τὰ πεπραγμένα, ἐν τῷ βίῳ τούτοις πταίσματα.

 ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Αἶνον τῷ ἐκ τῷ Θεῷ προσάξωμεν, τῆς Παρθένου, ἀποτεχθέντι βουλήματι, Γυναικῶν τε χορούς, Ἀγγέλων, τοῖς χοροῖς ἐπισυνάψαντι.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ,

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Νενικηκότες, τῶν εἰδώλων τὴν πλάνην οἱ Μάρτυρες, τὸν Δεσπότην καὶ Θεόν, νῦν δυσωποῦσι δωρήσασθαι, τοῖς προτελευτήσασι θείαν ἀνάπαυσιν.

 ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὴν στρεφομένην, διαβῆναι ῥομφαίαν εὐδόκησον, καὶ τοῦ ξύλου τῆς ζωῆς, ἐπιτηδείου μεθέξεως τυχεῖν, οὓς μετέστησας δούλους σου Δέσποτα.

  ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ἐν Παραδείσῳ, τῆς τρυφῆς αὐλισθῆναι τοὺς δούλους σου, ἔνθα ἦχος καθαρός, ἑορταζόντων ἀξίωσον, πταισμάτων τὴν ἄφεσιν τούτοις δωρούμενος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τῷ θείῳ τόκῳ, παρθενίαν συνήρμοσας Πάναγνε· τὸν γὰρ Κτίστην τοῦ παντός, ἀνερμηνεύτως γεγέννηκας, οὗ περ τῷ βουλήματι πάντα ὑπόκειται.

ᾨδὴ γ’

Σὺ εἶ τὸ στερέωμα

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Ὅτε τὸ θυμίαμα, τὸ τῆς συνθέσεως ἔφερες, Ἀρχιερεῦ, τότε τοῦ Προδρόμου, ἐκομίσω τὴν γέννησιν.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Μύρον ἁγιάσματος, ἱερατεύειν σε ἔχρισεν, ὡς Ἀαρών· ὅθεν ὀπτασίας, Ἀγγέλου ἠξίωσαι.

 ὁ α’ χορὸς 

Δόξα Πατρί… 

Ὄρθρον προμηνύοντα, τῇ οἰκουμένῃ σε ἥλιον, τὸν νοητόν, Σῶτερ Ζαχαρίας, Ἰωάννην ἐκτέτοκεν.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Ἴθυνον τὸν βίον μου, Θεογεννήτρια πάναγνε, καὶ τὴν ζωήν, ἡ τοῦ Ζαχαρίου, τὴν οἰκίαν φαιδρύνασα.

ὁ α’ χορὸς 

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων· καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σ ε Θες μν,…

ὁ α’ χορὸς 

Κάθισμα Ἦχος πλ. δ’

Τὸ προσταχθὲν μυστικῶς

Ἱερουργήσας τῷ Θεῷ κατὰ τὸν νόμον, καὶ προφητεύσας τὸν Χριστὸν ἐκ τῆς Παρθένου, Ζαχαρία σαρκούμενον ἐκ Πνεύματος Ἁγίου, ἐφάνης τῇ οἰκουμένῃ στῦλος φωτός, καὶ ἔφης δικαιοσύνης ἀνατολήν, ἐξ ὕψους κόσμον ἐκλάμπουσαν, καὶ εἰς εἰρήνης ὁδόν, εὐθύνουσαν τοὺς πόδας ἡμῶν, τὸν σῴζοντα τὸ ἄνθρωπον.

ὁ β’ χορὸς 

Δόξα… Ὅμοιον

Τοῦ Βαραχίου τὸν υἱὸν νῦν μακαρίσωμεν, ὅτι τὸν νόμον ψαλμικῶς προεμελέτησε, Ζαχαρίας ὁ δίκαιος νυκτός τε καὶ ἡμέρας, λατρεύων τῷ ἐν ὑψίστοις πάντων Θεῷ, ὡς ἔφη ὁ ἐν Προφήταις μέγας Δαυΐδ· ὃς καὶ τέλος δι᾿ αἵματος, σφαγεὶς ἐτύθη ὡς ἀμνός, δεκτὸς εἰς ὁλοκάρπωσιν, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

ὁ α’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι, καὶ σὺν τοῖς Προφήταις, καὶ ἅπασι τοῖς Ἁγίοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὔρωμεν ἔλεος.

ᾨδὴ δ’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἱερώτατος Μαρτύρων, ἐδοξάσθη κατάλογος, ἱερῶς δοξάσας, μέλεσιν οἰκείοις τὸν Κύριον, τὸν ὑπὸ πάντων Ἀγγέλων, δοξαζόμενον, καὶ πρεσβεύει, ῥυσθῆναι ἡμᾶς πάσης θλίψεως.

 ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Νοῦν ἀΰλῳ, φωταυγείᾳ, διαλάμποντα ἔχοντες, θεῖοι Ἱεράρχαι, νύκτα ἀθεΐας ἐλύσατε, καὶ ἀπλανεῖ ὁδηγίᾳ, τὴν θεόλεκτον, ποίμνην Χριστοῦ, πρὸς τὸ φῶς ὡδηγήσατε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὡραιώθη τῶν Ὁσίων, πολυάριθμον σύστημα, καὶ ἐμεγαλύνθη, θείων Γυναικῶν ἡ ὁμήγυρις, τῶν Προφητῶν ἐτιμήθη, δῆμος ἅγιος, τῶν Ἀγγέλων, δήμοις ἑνωθεὶς ἀγαλλόμενος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῶν Ἀγγέλων συμπολῖται, χρηματίζοντες Μάρτυρες, τοῖς κεκοιμημένοις, πᾶσιν ἐξαιτήσασθε ἄνεσιν, καὶ Παραδείσου τοῦ θείου, τὴν κατοίκησιν, καὶ πταισμάτων, ὁλοσχερῆ ἀπολύτρωσιν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ παρθένον σε φυλάξας, μετὰ τόκον ἀμώμητον, τὰς παρθένους πάσας, σὲ περιεστώσας ἐδόξασε, μεθ’ ὧν ἀπαύστως δυσώπει, διασῴζεσθαι, πάσης θλίψεως, καὶ πειρασμῶν τὰς ψυχὰς ἡμῶν.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Ἀναφανέντες οἱ Μάρτυρες ὡς φωστῆρες, τὸν οὐρανὸν φαιδρύνουσι τὸν τῆς Ἐκκλησίας, οἳ καὶ τὸν Σωτῆρα Χριστόν, αἰτοῦνται δωρήσασθαι, τοῖς κεκοιμημένοις τὴν ἄφεσιν.

ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν κοσμικὴν οἱ δοῦλοί σου θάλατταν

διῆλθον, οὕς περ καταφύτευσον, εἰς ὄρος σου Κύριε, εἰς ὃ κατειργάσω ἁγίασμα.

ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Τὰ σκηνώματα τὰ ὄντως ἠγαπημένα, οὓς ἐξελέξω Δέσποτα, καὶ οὓς προσελάβου, δούλους σου εὐδόκησον, σκηνῶσαι ὡς εὔσπλαγχνος, ἔνθα τῶν δικαίων τὰ πνεύματα.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ τῶν θανόντων καὶ ζώντων ἐξουσιάζων, σωματωθεὶς ὡς ἄνθρωπος ἐκ σοῦ Θεοτόκε, θάνατον ὑπέμεινε, σαρκὶ ὁ ἀθάνατος, λύσας τοῦ θανάτου τὴν δύναμιν.

ᾨδὴ δ’

Εἰσακήκοα Κύριε τῆς οἰκονομίας σου

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ὁ Προφήτης σου Δέσποτα, τύποις νομικοῖς, πιστῶς ἐλειτούργει σοι, καὶ τῆς χάριτος ἠξίωται, κατιδεῖν ἐν γνώσει τὴν ἀλήθειαν.

 ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Τῷ φωτὶ φῶς προσέλαβες, τῷ ἀμαυροτέρῳ σὺ τὸ τρανότερον, Παμμακάριστε· τῷ νόμῳ γάρ, καὶ ἡ χάρις ὄντως προσετέθη σοι.

 ὁ β’ χορὸς 

Δόξα Πατρί…..

Ὁ Θεῷ παριστάμενος, θεῖος Γαβριὴλ εὐαγγελιζόμενος, ἀνεφάνη σοι Μακάριε, τὴν φωνὴν τοῦ λόγου καὶ τὸν Πρόδρομον.

ὁ α’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Καθαρὸν ἐνδιαίτημα, ὁ Δημιουργὸς Παρθένε τῆς κτίσεως, εὑρηκὼς σε κατεσκήνωσεν, ὁ τῆς Ἐλισάβετ….

ὁ β’ χορὸς 

……. λύσας στείρωσιν.

ᾨδὴ ε’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑψούμενοι Σταυρῷ, καὶ τροχοῖς συντριβόμενοι, κοπτόμενοι μεληδόν τε, οἱ στερροὶ Ἀθλοφόροι, Θεοῦ ὤφθησαν ἄτμητοι.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Φωστῆρες τῶν πιστῶν Ἱεράρχαι γενόμενοι, προσήξατε τῷ Ποιμένι, καὶ Ἀμνῷ, οὓς ποιμαίνειν, ὁσίως ἐπιστεύθητε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Θορύβων κοσμικῶν, χωρισθέντες οἱ Ὅσιοι, εἰρήνευσαν τὴν καρδίαν, ἐκ παθῶν καὶ τοῦ πάντων, Θεοῦ υἱοὶ γεγόνασιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἐνθέων Προφητῶν, Γυναικῶν τε κατάλογος, τὸν Κύριον θεραπεύσας, τοῖς προκεκοιμημένοις, αἰτεῖται τὴν ἀνάπαυσιν.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ Κύριος ἐν σοί, κατοικήσας Πανάχραντε, εἰργάσατο τοὺς ἀνθρώπους, τῆς αὐτοῦ θείας δόξης, Παρθένε οἰκητήρια.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Σὺ Κύριε τῆς σῆς, δεσποτείας τοὺς Μάρτυρας, ἐδόξασας, δι’ αὐτῶν τε, τοὺς πρὸς σὲ μεταστάντας, ἀνάπαυσον ὡς εὔσπλαγχνος.

 ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Τὴν ἄλυπον ζωὴν τὸ τερπνὸν ἀγαλλίαμα, τὴν ἄληκτον εὐφροσύνην, τοῖς προκεκοιμημένοις, παράσχου πολυέλεε.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὁ μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, ἀνάπαυσον τοὺς ἐν πίστει, καὶ τῇ σῇ ἐπιγνώσει, τὸν βίον ἐκτελέσαντας.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον  

Ὑμνοῦμέν σε δι’ ἧς, τοῖς ἐν σκότει ἀνέτειλε, τὸ ἄφραστον Θεομῆτορ, καὶ ἀπρόσιτον κάλλος, καὶ πόθῳ μακαρίζομεν.

ᾨδὴ ε’

Ὀρθρίζοντες βοῶμέν σοι

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Ἡ κίδαρις ἐτέθη τῇ κάρᾳ σου, ὦ Προφῆτα, ἐν σφραγῖδι ἔχουσα, τύπον τῆς χάριτος ἔνδοξε.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν. 

Ἀγάλλεται ἡ κτίσις τῷ τόκῳ σου, Ἀρχιερεῦ· σὺ γὰρ ἀνεβλάστησας, τῆς μετανοίας τὸν κήρυκα.

                                                                               ὁ α’ χορὸς         

Δόξα Πατρί…..

Κοσμίως σου τὸν βίον διήνυσας τὰς ἐντολάς, πάσας τοῦ Κυρίου γάρ, σὺν Ἐλισάβετ ἐτέλεσας.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Ῥυθμίζεται πρὸς ὕμνον ἡ γλῶσσά σου, Θεορρῆμον· τὴν γὰρ Ἀπειρόγαμον, …..

ὁ α’ χορὸς

……κυοφοροῦσαν ἑώρακας.

ᾨδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ’ ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑπέρτιμοι Μάρτυρες ὡς λίθοι, ἐπὶ τῆς γῆς πανσόφως, κυλιόμενοι τῆς δυσσεβείας, οἰκοδομὴν πᾶσαν, κατεστρέψατε, καὶ ναοὶ Θεοῦ γεγόνατε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Χειρὸς διεσώσατε βιαίας, ὑποχειρίους πάντας, Ἱεράρχαι καὶ ὅσιοι πάντες, οἱ ἐν Χριστῷ ποίμνης, ἡγησάμενοι· διὰ τοῦτο μακαρίζεσθε.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ῥήσεσι Προφητῶν ἀκολουθοῦντα, τῶν Γυναικῶν τὰ πλήθη, ἐν ἀσκήσει τε καὶ ἐν ἀθλήσει, τῷ Γυναικὸς ἐκ παρθένου, λάμψαντι, Θεῷ Λόγῳ καθυπούργησαν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἡ πάντων ζωὴ τῶν τεθνεώτων, τοὺς ἐξ ἡμῶν ἐν πίστει, ἐκδημήσαντας πρὸς σὲ τὸν κτίστην, ἐν τῷ φωτὶ Χριστέ, τοῦ προσώπου σου, πολυέλεε κατάταξον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογῶ σε Κόρη, τοῦ Θεοῦ ἡμῶν ἁγνὴν Μητέρα, ἀλλὰ τῇ σῇ, μεσιτείᾳ ῥῦσαί με, αἰωνίου κατακρίσεως.

 

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Θύσω σοι μετὰ φωνῆς αἰνέσεως

ὁ β’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Τὴν λόγχην, τὴν θείαν πλευράν σου κεντήσασαν, ἡ στρεφομένη ῥομφαία, κατιδοῦσα Σῶτερ ὑπεχωρεῖτο, τοῖς σοῖς δούλοις, ταῖς ἱκεσίαις τῶν Ἀθλοφόρων σου.

 ὁ α’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ἐν ξύλῳ, κρεμασθεὶς τὸν Παράδεισον ἤνοιξας· τοὺς οὖν πιστῶς μεταστάντας, ἐν αὐτῷ Σωτήρ μου καταφυτεύσας, ὡς οἰκτίρμων, τῆς σῆς δόξης μετόχους ἀνάδειξον.

 ὁ β’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Λειμῶνας, τοὺς τῆς τρυφῆς ἀξίωσον δρέπεσθαι, τοὺς περὶ σὲ τὸν Δεσπότην, εὐσεβῶς φοιτῶντας διὰ θανάτου, καὶ δικαίοις, τοῖς ἀπ’ αἰῶνός σου συναρίθμησον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὁ Λόγος, καθὰ Θεὸς ὑπάρχων ἀόρατος, σωματωθεὶς καθωράθη, ἐκ Παρθένου Κόρης ἀπειρογάμου, καὶ θανάτῳ, τῷ οἰκείῳ τὸν θάνατον ἔλυσε.

ᾨδὴ ς’

Χιτῶνά μοι παράσχου

ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ὁ νόμου λατρεύων τῇ σκιᾷ, ὤφθη καὶ τῆς χάριτος κήρυξ, Σωτὴρ ἡμῶν· ἠξιώθη γὰρ ἰδεῖν σου τὴν σάρκωσιν.

 ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Τῷ κρίσεων λογείῳ κοσμηθείς, Λόγον τὸν ἀΐδιον, σάρκα φορέσαντα, Ζαχαρία, ἱερεῦ ὑποδέδεξαι.

 ὁ β’ χορὸς 

Δόξα Πατρί…..

Ὡράθης τοῦ ναοῦ ἔνδον χωρῶν, Θεῷ συγγινόμενος, Μύστα θεόπνευστε, ἱερεὺς καὶ λειτουργὸς ἀξιάγαστος.

ὁ α’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Σωτῆρα Θεομῆτορ ἐν γαστρί, Παρθένε βαστάζουσα, Λόγον τὸν ἄναρχον, ἐγνωρίσθης Ἐλισάβετ τῇ προφήτιδι.

ὁ β’ χορὸς 

Ὁ Εἱρμὸς

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον Ἦχος γ’

Ἡ Παρθένος σήμερον

Ὁ Προφήτης σήμερον, καὶ ἱερεὺς τοῦ Ὑψίστου, Ζαχαρίας προὔθηκεν, ὁ τοῦ Προδρόμου γενέτης, τράπεζαν τῆς αὐτοῦ μνήμης Πιστοὺς ἐκτρέφων, πόμα τε δικαιοσύνης τούτοις κεράσας. Διὸ τοῦτον εὐφημοῦμεν, ὡς θεῖον μύστην Θεοῦ τῆς χάριτος.

Ὁ Οἶκος

Τὴν τοῦ νόμου σιγὴν ὁ ἱεράρχης δέδεκται, δι’ Ἀγγέλου φωνῆς, τὸν Ἄγγελον δεχόμενος, Χριστοῦ παρουσίας Προφήτην καὶ μύστην, σὺν Ἐλισάβετ στείρᾳ καὶ σώφρονι, οὗ γεννηθέντος, ἀνεκαινίσθη χάρις καὶ λυτρωσις, καὶ καταλλαγὴ ἡμῶν παγκόσμιος· κηρύττει γὰρ τὸν ἀμνόν, καὶ πλάστην, καὶ τῆς φύσεως νεουργόν, τὸν ἐκ τῆς στείρας τὸν καρπὸν χορηγοῦντα, Υἱὸν δὲ φανέντα τῆς Παρθένου, ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

 

Συναξάριον

   Τῇ Ε’ τοῦ αὐτοῦ μηνός, Μνήμη Ζαχαρίου τοῦ Προφήτου τοῦ Πατρὸς τοῦ Προδρόμου.

Στίχοι

  • Θεῖον δι’ ἀμνὸν τοῦ Θεοῦ Ζαχαρίας,

  • Ὥσπερ τις ἀμνὸς σφάττεται ναοῦ μέσον.

  • Πέμπτῃ Ζαχαρίαν δαπέδῳ σφάξαν παρὰ νηοῦ.

    Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀβδαῖος, ῥάβδοις ἀκανθώδεσι τυφθείς, τελειοῦται.

Στίχοι

  • Ῥάβδων ἀκάνθας Μάρτυς Ἀβδαῖος φέρει,

  • Στεφθέντα τιμῶν ταῖς ἀκάνθαις Δεσπότην.

     Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μεδίμνου, Οὐρβανοῦ, Θεοδώρου, καὶ τῶν σὺν αὐτοῖς ὀγδοήκοντα ἱερέων καὶ Λευϊτῶν, ἤτοι Διακόνων.

Στίχοι

  • Ὕδωρ διελθὼν ψαλμικῶς καὶ πῦρ ἅμα,

  • Λέγει Μέδιμνος, εἰς ἀναψυχὴν φθάνω.

  • Σὺν Οὐρβανῷ δὲ καὶ Θεόδωρος μέγας,

  • Ἆθλον τὸν αὐτὸν ἐκτελεῖ τῷ Μεδίμνῳ.

  • Ὀκτὰς δεκαπλῆ τῶν καθιερωμένων,

  • Πρὸς πῦρ, ὕδωρ τε καρτερῶς ἐκαρτέρει.

      Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ ἐν τῷ Ἀθήρᾳ.

      Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις,  Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾠδὴ η’ 

 ὁ β’ χορὸς 

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς

Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾨδὴ θ’

Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰδόντες τὰς θείας δωρεὰς οἱ Μάρτυρες, τὰ γέρα κομισάμενοι, τὰ τῶν μεγίστων αὐτῶν πόνων, ἀγάλλονται Χριστὸν μεγαλύνοντες, τὸν τούτους ἀληθῶς μεγαλύναντα, καὶ νικηφόρους ἀναδείξαντα.

 ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὡς ἱεραρχήσαντες λαοῦ προέστητε, Ἱεράρχαι θεῖοι κήρυκες, ὡς λαμπρυνθέντες τῇ ἀσκήσει, Ἡλίου τηλαυγέστερον Ὅσιοι, ἐλάμψατε πιστοὺς καταυγάζοντες, ἔργων μεγάλων ἐπιδείξεσι.

ὁβ’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σὺν Ἱερομάρτυσιν ὁμοῦ καὶ Μάρτυσι, καὶ Προφήταις μακαρίσωμεν, πάντας Ὁσίους καὶ Δικαίους, καὶ Γύναια λαμπρῶς ἀριστεύσαντα. Αὐτῶν Χριστὲ βοῶντες δεήσεσι, ῥῦσαι γεέννης τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι  τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἧς κατηξιώθησαν χαρᾶς οἱ Ἅγιοι, οἱ καλῶς σε θεραπεύσαντες, ταύτης Χριστὲ τοὺς μεταστάντας, ἐν πίστει τῇ εἰς σὲ καταξίωσον, τὰ τούτων παρορῶν ἁμαρτήματα, διὰ τὸ πλούσιόν σου ἔλεος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Φανεῖσα τῶν ἄνω Χερουβεὶμ Πανάμωμε, ἀνωτέρα ὡς βαστάσασα, τὸν συνοχέα τῶν ἁπάντων, ἀνώτερον τὸν νοῦν μου ἀπέργασαι, παθῶν τῶν τῆς σαρκὸς δυναμοῦσά με, τὸ τοῦ Δεσπότου πράττειν θέλημα.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορὸς

Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Ἔδωκας τοῖς ὄντως Ἀθληταῖς καὶ Μάρτυσι, παρρησίαν ἱκετεύειν σε· δὸς οὖν τοῖς πίστει κοιμηθεῖσι, τὴν θείαν δι’ αὐτῶν ἀπολύτρωσιν, ἐν τόπῳ σκηνῆς ἁγίας σου Κύριε, κατασκηνῶσαι χαριζόμενος.

 ὁ β’ χορὸς

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται

Νεύματι τῷ δημιουργικῷ ὁ σύμπαντα, συμφερόντως ἐργαζόμενος, ζώντων ὁ ἔχων ἐξουσίαν, θανόντων κυριεύων ὡς εὔσπλαγχνος, κατάταξον οὓς μετέστησας δούλους σου, ἐπὶ ὑδάτων ἀναπαύσεως.

ὁ α’ χορὸς

Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὁ φύσει ὑπάρχων ἀγαθὸς ὁ πλούσιος, ἐν ἐλέει καὶ χρηστότητι, ῥῦσαι ἐκ σκότους ἐξωτέρου, τοὺς ἐπικεκλημένους σὸν ὄνομα, ἐκ πίστεως δικαιώσας καὶ χάριτι, τούτους λαμπρύνας ὡς φιλάνθρωπος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ προφῆται προεκήρυξαν, ἄλλοθεν ἄλλος παραδόξως, σοὶ τὰς προσηγορίας ἁρμόζοντες· ζωὴν γὰρ τοῖς ἐν τῷ ᾍδῃ γεγέννηκας, κράτος θανάτου διαλύσασαν.

ᾨδὴ θ’

Κυρίως Θεοτόκον

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ἐπλήσθης ἐπιπνοίας, τῆς τοῦ Παρακλήτου, καὶ εὐλογεῖν ἐπεχείρεις τὸν Κύριον, ἱερομύστα θεόφρον θεομακάριστε.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ἐπλήσθης ἐπιπνοίας…….

ὁ α’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ῥημάτων τὰς ἐκβάσεις, τῶν τοῦ Ἀρχαγγέλου, ἑωρακὼς θεορρῆμον πανεύφημε, πρὸς εὐλογίαν τὴν γλῶτταν εὐθὺς ἐκίνησας.

 ὁ β’ χορὸς 

Στίχ.  Ἅγιε τοῦ Θεοῦ πρέσβευε  ὑπὲρ ἡμῶν.

Ἠλέησεν ὁ Πλάστης, τοὺς ἀπολλυμένους, καὶ Ἀβραὰμ διαθήκης ἐμνήσθη σαφῶς, ὡς προφητεύων ἐφθέγξω, πλησθεὶς τοῦ Πνεύματος.

 ὁ α’ χορὸς 

Δόξα Πατρί…..

Ἀθλήσεως στεφάνοις, καὶ ἱερωσύνης, καὶ φωτισμῷ προφητείας κεκόσμησαι, ὦ Ζαχαρία, καὶ δόξης μετέσχες κρείττονος.

ὁ β’ χορὸς

 Καὶ νῦν… Θεοτοκίον

Φωτὸς οὖσα δοχεῖον, φώτισον Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, καὶ ἐξωτέρου με σκότους, ῥῦσαι πρεσβείαις σου.

ὁ α’ χορὸς 

Ὁ Εἱρμὸς

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.

ὁ β’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν

 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ὁ α’ χορὸς 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Ἀμέμπτως ἱεράτευσας, Θεῷ τῷ παντοκράτορι, τῇ νομικῇ διατάξει, ὦ Ζαχαρία Προφῆτα· διὸ καὶ θυμιῶντί σοι, Ἄγγελος λέγων φαίνεται· Τέξῃ Χριστοῦ τὸν Πρόδρομον, μεσίτην ὄντα τοῦ Νόμου, καὶ χάριτος τῆς ἐνθέου.

ὁ β’ χορὸς 

Θεοτοκίον

Παρῆλθον Μητροπάρθενε, τὰ σκιωδῶς τελούμενα, τῷ πάλαι νόμῳ καὶ τύπῳ· τὸν γὰρ τοῦ νόμου δοτῆρα, Θεὸν ἀσπόρως ἔτεκες, βροτῶν εἰς ἀπολύτρωσιν· διὸ κἀμὲ τροπούμενον, τῆς ἁμαρτίας τῷ νόμῳ, στήριξον νόμῳ τῷ θείῳ.

Α Ι Ν Ο Ι (χύμα)

ΨΑΛΜΟΣ ΡΜΗ’ (148)

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ ΡΝ’ (l50)

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ .

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν…  Εἰς τὰ Ἀπόστιχα

Νεκρώσιμα τοῦ Θεοφάνους

Ἔδωκας σημείωσιν

ὁ α’ χορὸς 

 

Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! Πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται; Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν δικαίων σου, ζωοδότα φιλάνθρωπε.

 ὁ β’ χορὸς 

Στίχ.  Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.

Ὕπνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας κατάταξον, ἐν σκηναῖς τῶν ἁγίων σου, ἐν μοναῖς ἀκηράτοις σου.

 ὁ α’ χορὸς 

Στίχ. . Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις. Πατρὶ γὰρ προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῖν, τὸ ὀφειλόμενον ἐπιτίμιον. Καὶ νῦν ἐκδυσωποῦμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν.

 ὁ β’ χορὸς 

Στίχ.  Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεάν καί γενεάν.

Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον Αἵματι, τῷ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ᾧ ἀπέπλυνας ἡμῶν, τῶν προπατόρων τε τὴν παράβασιν· διὸ καὶ νῦν τοὺς δούλους σου, τοὺς μεταστάντας φιλάνθρωπε, ἐκ προσκαίρων ἀξίωσον, τῆς ἐκεῖθεν λαμπρότητος.

ὁ α’ χορὸς 

Δόξα… Νεκρώσιμον

Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ. Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τοὺς μεταστάντας ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἐν τῇ ἀγήρῳ μακαριότητι.

ὁ β’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ Προεστώς: γαθν τ ξομολογεσθαι τ Κυρῳ, κα ψλλειν τ νματ σου ψιστε, το ναγγλλειν τ πρωΐ τ λες σου, κα τν λθειν σου κατ νκτα.

Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.

ὁ α’ χορὸς 

Ἀπολυτίκιον. Ἦχος δ´.

Κατεπλάγη Ἰωσὴφ

Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα Πατρί..Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ’

ὁ α’ χορὸς

Στίχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἀπολυτίκιον. Ἦχος δ´.

Κατεπλάγη Ἰωσὴφ

Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ὁ β’χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων ὅταν τελεῖται συλλείτουργον)    

Ἀπολυτίκιον  Ἦχος δ´.  Κατεπλάγη Ἰωσὴφ

Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ,…..

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

Κοντάκιον  Ἦχος δ’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Αὐτόμελον

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου΄ αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι΄ Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.    

 

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι. 

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   4:1-5

Ἀδελφοί, οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾽ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.

Ἀλληλούϊα (γ΄)

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

(κγ΄ 1 – 12)

Τῷ καιρῷ ἐκείνῳ, ἐλάλησε ὁ Ἰησοῦς τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων· Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.  πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γὰρ, καὶ οὐ ποιοῦσι.  δεσμεύουσιν γὰρ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά.  πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἰματίων αὐτῶν,  φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββὶ ῥαββί.  ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γάρ ὑμῶν ἐστιν ὁ διδάσκαλος, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.  καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.  μηδὲ κληθῆτε καθηγηταί· εἷς γάρ ὑμῶν ἐστιν ὁ καθηγητὴς, ὁ Χριστός.  ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.  ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

 Ἀγαλλιᾶσθε δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις Ἀλληλούϊα

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

5 ΣΕΠ15 ΣΑΒΒΑΤΟΝ

3 σκέψεις σχετικά με το “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ ΜΝΗΜΗΣ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΖΑΧΑΡΙΟΥ ΠΑΤΡΟΣ ΠΡΟΔΡΟΜΟΥ (2015)”

  1. Χαίρετε!
    Έχω μια απορία σχετικά με τη μικρή δοξολογία, η οποία διαβάζεται και το πρωί στον Όρθρο μη εορταζομένων αγίων και στο Απόδειπνο.
    Παρατήρησα σε πολλούς ναούς όπου βρέθηκα ή σε συνάξεις, αλλά και σε μοναστήρια ότι στο στίχο «Καθ` εκαστην ημέραν…», στο Απόδειπνο, αντικαθιστούν το «ημέραν» με το «εσπέραν «. Και ρωτώ: Δεν πρέπει αντίστοιχα και στον Όρθρο να αντικατασταθεί το «ημέραν» με το «πρωίαν»; Αφού η πρωία και το εσπέρας είναι μέρη της ημέρας(ημερονυκτίου); Όπως αντικαθιστούμε το «εσπέρα», να αντικαταστήσουμε και το «πρωία».
    Θα με ρωτήσετε ίσως, αν έχω κάποια αιτιολόγηση. Σας την καταθέτω, χωρίς να είμαι απόλυτος.
    Πιστεύω πως το «Καθ` εκάστην ημέραν» αναφέρεται στο όλο εικοσιτετράωρο και έχει σχέση με το αδιάλειπτο της προσευχής και δεν αντικαθίσταται. Διότι συνεχίζει:»και αινέσω το όνομά σου εις τον αιώνα και εις τον αιώνα του αιώνος», το οποίο έχει και αυτό σχέση με το αδιάλειπτο. Επιπλέον δε παρακάτω,στο στίχο:»Καταξίωσον Κύριε…», λέει, στον μεν Όρθρο:»εν τη ημέρα ταύτη», στο δε Απόδειπνο:»εν τη νυκτί ταύτη». Άρα καλύπτει τις ανάγκες της πληρότητας της προσευχής, ως προς το επερχόμενο μέρος της ημέρας.
    Μετά της εν Χριστώ αγάπης
    Ηλιάδης Σάββας
    Δάσκαλος
    Κιλκίς

  2. Καλησπέρα . Σας είναι δύσκολο να μας αναρτήσετε τις ακολουθίες της χρονιάς 2020. Εδώ και καιρός δεν βρίσκουμε τις ακολουθίες…οι άλλες χρονιές δεν ταυτίζονται και στερούμαστε την χαρά της συμμετοχής… Δεν μπορείτε να κάνετε κάτι.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s