ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΙΔ΄ ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ ΑΡΧΑΓΓΕΛΟΥ ΜΙΧΑΗΛ ΕΝ ΧΩΝΑΙΣ (2015)

6 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015

† ΚΥΡΙΑΚΗ. ΙΔ΄ ΜΑΤΘΑΙΟΥ

Ἡ ἀνάμνησις τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς, ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ

᾿ ῏Ηχος πλ. α΄· ἑωθινὸν γ΄

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…   

Ἦχος πλ.α’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορός

Ἀπολυτίκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

 

ὁ β’ χορὸς

Δόξα Πατρί… . Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπη τῶν πτερύγων, τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σν τ κρτος…

Τὸ Ψαλτήριον καὶ ὁ ἄ­μω­μος. 

Καθίσματα

Μετὰ τὴν α’ Στιχολογίαν

ὁ α’ χορός

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

ὁ β’ χορός

Δόξα Πατρί…

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ’ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Μετὰ τὴν β’ Στιχολογίαν

ὁ β’ χορός

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κἀγὼ ἠρνησάμην σε, ἄρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῷσον με.

ὁ α’ χορός

Δόξα Πατρί…

Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α’

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι ηὐλόγηται…   

Ἡ Ὑπακοὴ  Ἦχος πλ. α’

Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

ὁ α’ χορός

Ἀντίφωνον Α’

  •  Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μοι τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

ὁ β’ χορός

  •  Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἓν ἐστιν ἀψεύστως.

ὁ β’ χορός

Ἀντίφωνον Β’

  •  Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.

ὁ α’ χορός

  •  Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

ὁ β’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Ἀντίφωνον Γ’

  •  Ἐπὶ τοῖς εἰρηκόσι μοι εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.

ὁ β’ χορός

  •  Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…

Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί,…

ὁ β’ χορός

…ἅμα τε καὶ Λόγῳ.

ὁ α’ χορός

Προκείμενον

Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ β’ χορός

Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.

Ἀνάστηθι Κύριε ὁ Θεός μου,…

ὁ β’ χορός

… ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον.

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς:

Κύριε, ἐλέησον (γ’). 

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ Γ’ Μαρκ.(ις’, 9-20)

Ἀναστὰς ὁ Ἰησοῦς πρωΐ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν , οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’

  • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

  • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

  • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.

  • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

  • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

  • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

  • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

  • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

  • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

  • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

  • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

  • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

  • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.

  • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

  • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

  • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

  • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 

  • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

  • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.

  • Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.  

ὁ α’ χορὸς

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον  Ἦχος ὁ αὐτὸς

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ 

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. α’. Ὁ Εἱρμὸς

Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 Ἢγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

Ὁ Κανὼν τοῦ Ἀρχιστρατήγου, οὗ ἡ Ἀκροστιχίς.

Τὸν πρῶτον ὑμνῶ τῶν ἀσωμάτων Νόων. Ἰωσήφ.

ᾠδὴ α’  Ἦχος ὁ αὐτός

ὁ α’ χορός

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀνοίξω τὸ στόμα μου

Ταῖς θείαις λαμπρότησι, καταστραπτόμενος πάντοτε, τὸν νοῦν μου καταύγασον, τοῦ ἀνυμνῆσαί σε, Ἀρχιστράτηγε, τῶν ἄνω στρατευμάτων, ἁπάντων κραταίωμα, τῶν προστρεχόντων σοι.

ὁ β’ χορός

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ Νοῦς ὁ προάναρχος, ὑπερκοσμίου ταξίαρχον, ἀνέδειξε τάξεως, σὲ παναοίδιμε, Ἀρχιστράτηγε, καὶ φῶς τῶν ἐν τῷ σκότει, καὶ θεῖον ἀγλάϊσμα, τῆς Ἐκκλησίας αὐτοῦ.

ὁ α’ χορός

Δόξα Πατρί…

Νόων προηγούμενος, τῶν οὐρανίων ἐν πνεύματι, τοῖς κάτω πανάριστε, Μιχαὴλ δέδοσαι, περιτείχισμα, καὶ κράτος καὶ ῥομφαία, ἐχθροὺς κατασφάττουσα, καὶ ἀφανίζουσα.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Παρθένε πανάμωμε, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἀνθρώπων βοήθεια, σὺ μοι βοήθησον, θαλαττεύοντι, καὶ ζάλῃ ἁμαρτίας, ἀεὶ περιπίπτοντι, καὶ κινδυνεύοντι.

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ γ’. Ὁ Εἱρμὸς

Ὁ πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

 Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ’ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ’ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

Τοῦ Ἀρχιστρατήγου

ᾠδὴ γ’

ὁ α’ χορός

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐκ ἐν σοφίᾳ 

Ῥώμῃ τῇ θείᾳ, Στρατηγὲ τῶν Ἀγγέλων πανεύφημε, περιέρχῃ πᾶσαν γῆν, δεινῶν ἡμᾶς ἐξαιρούμενος, τοὺς προσκαλουμένους σου, τὸ θεῖον ὄνομα.

ὁ β’ χορός  

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὡς θεῖος κῆρυξ, ὡς προστάτης πιστῶν ἀκαταίσχυντος, πλανωμένων ὁδηγός, καὶ παιδευτὴς ἐχρημάτισας, Θεοῦ Ἀρχιστράτηγε, θεοειδέστατε.

ὁ α’ χορός

Δόξα Πατρί…

Τοῦ θείου φέγγους, καθαρώτερον ἔσοπτρον πέφηνας, τὰς ἐμφάσεις τοῦ σεπτοῦ, λαμπρῶς δεχόμενος Πνεύματος, Μιχαὴλ πρωτάγγελε, ἀξιοθαύμαστε.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Ὁ τοὺς ἀΰλους, συστησάμενος Νόας βουλήματι, τῇ ἐνύλῳ σου γαστρί, οἰκεῖ βουλήσει Πανάμωμε, σαρκὶ καθορώμενος, ὁ ἀθεώρητος.

 

 

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

τι σ ε Θες μν…    

 ὁ β’ χορός

Κάθισμα  Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον…

Οὐρανίων ταγμάτων δημαγωγός, λειτουργός τε τῆς δόξης τῆς θεϊκῆς, ἀξίως γενόμενος, τῇ προστάξει τοῦ Κτίστου σου, Χριστιανῶν ὑπάρχεις μεσίτης σωτήριος, τῇ ἀΰλῳ σου δόξῃ, δεινῶν ἐξαιρούμενος· ὅθεν κατὰ χρέος, εὐφημοῦμέν σε πάντες, τὴν θείαν σου σήμερον, ἀνυμνοῦντες πανήγυριν, Μιχαὴλ Ἀρχιστράτηγε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὰ θεῖά σου θαύματα.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν φέροντα ἅπαντα, τὸν τροφοδότην πάντων, καὶ Κτίστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι, πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ πλάστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι ὅσα θέλεις πανύμνητε.

ὁ Ἀναστάσιμος

ὁ β’ χορός

ᾠδὴ δ’. Ὁ Εἱρμὸς

Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι. Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μεῤῥᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

Τοῦ Ἀρχιστρατήγου

ᾠδὴ δ’

ὁ β’ χορός

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ καθήμενος ἐν δόξῃ

Νοῦς ὁ πρῶτος ὑποστήσας, θείους Νόας βουλήματι, ἀρχηγὸν ἐν μέσῳ, τούτων Μιχαὴλ ἀπειργάσατο, ἐν πανολβίῳ μεθέξει φωτιζόμενον, καὶ νοήσεσι, θεαρχικαῖς ἀστραπτόμενον.

ὁ α’ χορός

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὕμνον ἅγιον σὺν θρόνοις, καὶ Ἀρχαῖς καὶ Δυνάμεσι, καὶ ταῖς Ἐξουσίαις, καὶ ταῖς Ἱεραῖς Κυριότησιν, ἀναφωνεῖς τῇ Τριάδι, παναοίδιμε, Μιχαὴλ διασῴζων, ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

ὁ β’ χορός

Δόξα Πατρί…

Μεγαλύνωμεν τὸν πάντων, Ποιητήν τε καὶ Κύριον, τὸν δι᾿ εὐσπλαγχνίαν, δόντα περιφύλαγμα μέγιστον, καὶ ἀδιάπτωτον τεῖχος καὶ χαράκωμα, Μιχαὴλ ἡμῖν, τὸν φωταυγῆ ἀρχιστράτηγον.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Νοερῶς τοῦ σοῦ Παρθένε, τοκετοῦ τὸ παράδοξον, ἐμυεῖτο πάλαι, ὁ ἱεροφάντωρ ἐν πνεύματι, ὄρος κατάσκιον βλέπων, σὲ τρανότατα, ἐξ οὗ Ἅγιος ἦλθε…

ὁ β’ χορός

…Θεὸς σωματούμενος.

 

ὁ Ἀναστάσιμος

ὁ α’ χορός

ᾠδὴ ε’. Ὁ Εἱρμὸς

Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

 

Τοῦ Ἀρχιστρατήγου

ᾠδὴ ε’

ὁ α’ χορός 

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἀσεβεῖς οὐκ ὄψονται

Ὤφθης προηγούμενος, τοῦ πάλαι Ἰσραήλ, προσταγαῖς τοῦ ἐξ, Ἰακώβ, τοῖς βροτοῖς παχύτητι, ὀφθέντος σώματος, Μιχαὴλ ἀσώματε, τῶν Ἀγγέλων ἀρχιστράτηγε.

ὁ β’ χορός

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ταῖς ἀΰλοις λάμψεσι, θεούμενος ἀεί, ἐν μεθέξει θεαρχικῇ, καὶ ἡμῖν τὴν ἔλλαμψιν, τὴν φωτοδότιδα, χορηγεῖς Πρωτάγγελε, παραδόξως θαυμαζόμενος.

ὁ α’ χορός

Δόξα Πατρί…

Ὡραιώθη χάριτι, ὁ θεῖός σου ναός· ἐν αὐτῷ γὰρ ἐπιφοιτῶν, ἰαμάτων πέλαγος, τοῦτον ἀνέδειξας, Μιχαὴλ πρωτάγγελε, καὶ παθῶν ἀλεξητήριον.

ὁ β’ χορός

Καὶ νῦν…Θεοτοκίον

Νοερῶν Ἀγγέλων σε, ἀνέδειξε Θεός, ἀνωτέραν καθυποδύς, τὴν σὴν μήτραν Ἄχραντε, τὴν παναμώμητον· ὃν δυσώπει πάντοτε…

ὁ α’ χορός

…οἰκτειρῆσαι τοὺς ὑμνοῦντάς σε.

 

ὁ Ἀναστάσιμος

ὁ β’ χορός

ᾠδὴ ς’. Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορᾷ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

Τοῦ Ἀρχιστρατήγου

ᾠδὴ ς’ 

ὁ β’ χορός

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐβόησε, προτυπῶν

Ἀγάλλεται, τῶν Πιστῶν ἡ πληθὺς εὐφημοῦσά σε, καὶ δοξάζει, τὸν πανάγιον Λόγον συνάψαντα, τοὺς βροτοὺς Ἀγγέλοις, Μιχαὴλ τῇ αὐτοῦ ἀγαθότητι.

ὁ α’ χορός

Στίχ. Ἀρχάγγελε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Στρατόπεδα, Ἰσραὴλ διεσώσω φαινόμενος, καὶ τὰς θείας προσταγάς, ἐκτελῶν Ἀρχιστράτηγε, καὶ τοὺς ἐχθροὺς καθεῖλες, καὶ εἰς τέλος αὐτοὺς ἐξηφάνισας.

ὁ β’ χορός

Δόξα Πατρί…

Ὡς εἶδέ σε, Ἰησοῦς τοῦ Ναυῆ προσεκύνησεν, ἐρωτήσας, τὸ σεπτόν σου καὶ ἅγιον ὄνομα, Ἀρχηγὲ Ἀγγέλων, εὐλαβείᾳ καὶ φόβῳ κρατούμενος.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον

Μακάριος, ὁ λαὸς ὁ ἀεὶ μακαρίζων σε, μακαρία, ἡ τεκοῦσα Θεὸν τὸν μακάριον, τοὺς βροτοὺς δι᾿ οἶκτον, ἀποῤῥήτῳ ἑνώσει θεώσαντα.

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Σ γρ ε βασιλες… 

Κοντάκιον  Ἦχος πλ. α’. Μιμητὴς ὑπάρχων

Πρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐῤῥύσω Φιλάνθρωπε, διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Ὁ Οἶκος

Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐῤῥυσάμην, σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν. Σῶσον ἡμᾶς Κύριε.

Σ υ ν α ξ ά ρ ι ο ν

. Σ υ ν α ξ ά ρ ι ο ν

 Τῇ ΣΤ’ τοῦ αὐτοῦ μηνός, ἡ Ἀνάμνησις τοῦ γενομένου παραδόξου θαύματος ἐν Κολασσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ.

Στίχοι

  • Ὤφθης Μιχαὴλ Νῶε σῷ ναῷ νέος,

  • Χώνῃ ποταμῶν τὸν κατακλυσμὸν λύων.

  • Ῥοῦν Μιχαὴλ ποταμῶν χώνευσε, Νόων ἀγός, ἕκτῃ.

     Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ζήνωνος, Ῥωμύλου καὶ Μακαρίου.

Στίχοι

  • Τμήθησαν Εὐδόξιος, Ῥωμύλος, Ζήνων,

  • Καὶ Μακάριος, μακαριστοί, τοῦ τέλους!

     Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν τέσσαρες καὶ χίλιοι στρατιῶτοι, καὶ ἡ ἁγία Καλοδότη, ξίφει τελειοῦνται.

Στίχοι

  • Δεκὰς δεκαπλῆ καὶ χιλιὰς Μαρτύρων,

  • Καὶ τετρὰς ἁπλῆ συντελευτῶσι ξίφει.

  • Καλοδότη, τμηθεῖσα τὴν κάραν ξίφει,

  • Καλῶν δοτῆρι σοὶ παρίσταται Λόγε.

     Τῇ αὐτῇ ἡμέρᾳ, οἱ  Ἅγιοι Φαῦστος ὁ πρεσβύτερος, Μακάριος, Ἀνδρέας, καὶ ὁ μοναχὸς Βίβος, Κυριακός, Διονύσιος, Ἀνδρόνικος, καὶ αἱ ἅγιαι Ἀνδροπελαγία, καὶ Θέκλα, καὶ Θεόκτιστος ὁ ναύκληρος, καὶ ἕτερος Κυριακὸς ὁ Δημότης, ξίφει τελειοῦνται.

Στίχοι

  • Τὴν γῆν ὁ Φαῦστος ἐκλιπὼν διὰ ξίφους,

  • Πρὸς φαῦσιν ἤρθη τῆς ἄνω κατοικίας.

  • Ξίφει θανόντες Μακάριος, Ἀνδρέας,

  • Ὥδευσαν ἄμφω τὴν μακαρίαν τρίβον.

  • Τὸν ἀρετῆς στέφανον ἀρνεῖται Βίβος,

  • Εἰ μὴ στέφανον καὶ τὸν ἐκ ξίφους λάβῃ.

  • Διονυσίῳ σuμφρονήσαντας δύω,

  • Διονυσίῳ συγκατέκτεινε ξίφος.

  • Ὡς ἀνδρικὴ τις ἦν Ἀνδροπελαγία,

  • Πρὸς τὴν κεφαλῆς ἐκτομήν, ὡς ἡ Θέκλα.

  • Θεόκτιστος ναύκληρος ἐκτμηθεὶς κάραν,

  • Ψυχῆς ἰθύνει τὸ σκάφος πρὸς τὸν πόλον.

  • Ὁ Κυριάκος Δημότης, ἀλλ᾿ ἐκ ξίφους,

  • Συνθιασώτης τοῦ χοροῦ τῶν Μαρτύρων.

     Τῇ αὐτῇ ἡμέρᾳ, συνέδραμε καὶ τὰ ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτόκου εἰς τὸ δεύτερον ἐν τῷ οἴκῳ τῆς Ἁγίας Εἰρήνης.

 

     Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι΄ τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον΄ διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

 ᾠδὴ γ’ 

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται΄ τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

…εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδὴ ε’

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί΄ τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδὴ Ϛ ‘

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς΄ ὃθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδὴ ζ’

Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς΄ ὃμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,  θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν΄ ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα΄ καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.  

Συναπτὴ μικρὰ μεθ’ ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις… 

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

Ὅτι ἅγιός ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον Γ’

Ὅτι  Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω, ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

ὁ β’ χορός

Γυναῖκες ἀκουτίσθητε

Ἀθροίσθητε καὶ ἴδετε, ἡ ἀνθρωπότης ἅπασα, θεάσασθε ξένον θαῦμα, τὸ τελεσθὲν ἐν ταῖς Χώναις, Μιχαὴλ ὁ ἀσώματος, ῥάβδῳ τὴν πέτραν ἔῤῥηξε, καὶ ποταμοὺς ἠκόντισε, κατερχομένους ἀτάκτως, ἐπὶ τὸ ἅγιον ὕδωρ.

ὁ α’ χορός

Θεοτοκίον ὅμοιον

Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην, οἴμοι ὁ τάλας! δι᾿ ἀκρασίας τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτήρ με…

ὁ β’ χορός

…παρθενικῶν ἐξ αἱμάτων.

 

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται, ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον, ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι’ ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

ΤΟΥ ΑΡΧΑΓΓΕΛΟΥ

ὁ α’ χορός

Ἦχος α’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῶν οὐρανίων ταγμάτων

Ἀγγελικῶς οἱ ἐν κόσμῳ πανηγυρίζοντες, τῷ ἐπὶ θρόνου δόξης, Θεῷ ἐποχουμένῳ, βοήσωμεν τὸν ὕμνον· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ συναΐδιος Λόγος Ἅγιος εἶ, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῶν οὐρανίων πρωτεύων, ἐν παῤῥησίᾳ πολλῇ, καὶ παρεστὼς τῷ θρόνῳ, τῷ ἀστέκτῳ ἐν δόξῃ, αὐτόπτα τῶν ἀῤῥήτων, σῶσον ἡμᾶς, Μιχαὴλ ἀρχιστράτηγε, τοὺς ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, ταῖς πρεσβείαις σου δεόμεθα.

ὁ α’ χορός

Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Τῶν ἀσωμάτων Ἀγγέλων, πρῶτος ὑπάρχων σαφῶς, καὶ λειτουργὸς τῆς θείας, φωταυγίας ἐκείνης, αὐτόπτης τε καὶ μύστης, σῶσον ἡμᾶς, Μιχαὴλ ἀρχιστράτηγε, τοὺς ἐτησίως τιμῶντάς σε εὐσεβῶς, καὶ ὑμνοῦντας τὴν Τριάδα πιστῶς

ὁ β’ χορός

Ἰδιόμελον

Ἦχος πλ. α’

Στίχ.  Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Ὅπου ἐπισκιάσει ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ᾿ ἡμῶν κινούμενα, ἀπόσβεσον τῇ μεσιτείᾳ σου, λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.

 

.

ὁ α’ χορός

Δόξα Πατρί…

ΕΩΘΙΝΟΝ Γ’ Ἦχος γ’

Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν, ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο, καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι’ αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ παρόν Ἀναστάσιμον Τροπάριον

Ἦχος πλ.α’

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.  

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)

. Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. Α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. Γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. Δ ΄ Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

 Καὶ νῦν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

Ἦχος β´.

Στίχ. Α´. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα.

ὁ α’ χορός

Στίχ. Β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ β’ χορός

Στίχ. Γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ α’ χορός

Στίχ.  Δ´.  Βασιλεύσει  Κύριος  εἰς τὸν  αἰῶνα,  ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…

ὁ β’ χορός

Δόξα Πατρὶ…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς

 

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ὁ β’ χορός

Στίχ. β´. Αἰνεσάτωσαν Αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

Τὸν συνάναρχον Λόγον…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 Ἦχος β’

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ὁ β’ χορὸς

  Ἦχος δ΄

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπη τῶν πτερύγων, τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.

ὁ α’ χορός

Τοῦ Ναοῦ

 

ὁ β’ χορός

Κοντάκιον  Ἦχος δ’

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Αὐτόμελον

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου΄ αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι΄ Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.    

 

Τρισάγιον.

Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. α΄

Σύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς.

Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   ( 1:21-24; 2:1-4)

Ἀδελφοί, ὁ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, ὁ καί σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. ᾿Εγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. Οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε. ῎Εκρινα δὲ ἑμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω, ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.

Ἀλληλούϊα. (γ΄)  Ἦχος  πλ. α΄

Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Στίχ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

(κβ΄ 2 – 14)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ.  καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.  πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.  οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ·  οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.  τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·  πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.  καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.  εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·  καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.  τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.  πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι. 

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό ᾽Εξαιρέτως

ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 

Κοινωνικόν

ὁ β’ χορός

ἦχος πλ.α’

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

  «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»

  6 ΣΕΠ15 ΚΥΡΙΑΚΗ ΙΔ΄ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ ΑΡΧΑΓΓΕΛΟΥ ΜΙΧΑΗΛ

One thought on “ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΙΔ΄ ΜΑΤΘΑΙΟΥ ΚΑΙ ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ ΑΡΧΑΓΓΕΛΟΥ ΜΙΧΑΗΛ ΕΝ ΧΩΝΑΙΣ (2015)”

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s