ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ (2015)

1 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015

† ᾿Αρχὴ τῆς ᾿Ινδίκτου, ἤ τοι τοῦ νέου ἐκκλη­σι­α­στικοῦ ἔτους· ᾿Ιησοῦ τοῦ Ναυή (1440 π.Χ.), ᾿Αμμοὺν δια­κόνου καὶ τῶν σὺν αὐ­τῷ 40 γυναικῶν παρθέ­νων καὶ ἀσκη­τριῶν μαρτύρων· Καλλίστης, Εὐ­ό­δου καὶ ῾Ερμογένους τῶν αὐ­ταδέλφων μαρτύρων· Συμεὼν στυ­λί­του (†459). Μελετίου ὁσίου

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος β’.

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν… 

ΑΠΟΛΥΤΙΚΙΑ

Ἀπολυτίκιον  τῆς Ἰνδίκτου

ὁ α’ χορὸς

Ἦχος β᾿

Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

ὁ β’ χορὸς

Δόξα… τοῦ Ὁσίου Ἦχος α´

Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἦχος βαρὺς

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ Κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῶ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  τι σν τ κρτος… 

Μετὰ τὴν α’ Στιχολογίαν 

Κάθισμα τῆς Ἰνδίκτου

ὁ α’ χορὸς

Ἦχος πλ. δ᾿

Τὴν Σοφίαν καὶ Λόγον

Ὁ καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν πόλιν σου, οἱ οἰκτιρμοὶ καὶ γάρ σου, εἰς πάντα τὰ ἔργα σου. Ὅθεν τὰς εἰσόδους, εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.

ὁ β’ χορὸς

Ἦχος γ´

Δόξα… Καὶ νῦν..

Ἡ Παρθένος σήμερον

Ὁ ἀρρήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ, καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ αὐτοῦ ἐξουσίᾳ, δώρησαι, τῷ φιλοχρίστῳ λαῷ σου νίκας· ἔτους δέ, τάς τε εἰσόδους καὶ τάς ἐξόδους, εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα πρὸς θεῖόν σου θέλημα.

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα τοῦ Ὁσίου

ὁ α’ χορὸς

Ἦχος πλ. α´

Τὸν συνάναρχον Λόγον

Ἐγκρατείᾳ τὸν βίον σου κατεκόσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας, τοῦ ἐχθροῦ τὰς προσβολὰς Πάτερ μακάριε· καὶ μετέστης πρὸς Θεόν, εἰς τὴν αἰώνιον ζωήν, ὡς ἄξιος κληρονόμος· διὸ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δόξα… Ἦχος δ᾿

Ταχὺ προκατάλαβε

Εἰσῆλθες ἐν τῷ σκάμματι, τοῦ μαρτυρίου πιστῶς, Καλλίστη κηρύττουσα, σὺν τοῖς δυσὶν ἀδελφοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν· πόθῳ γὰρ θρεψαμένη, νοερὰ σκεύη ὄντως, τῆς Χριστοῦ Ἐκκλησίας, ἀπετέλεσας τούτους· διὸ καὶ συνηρμόσθης αὐτοῖς, Μάρτυς εἰς τὴν ἄνω ζωήν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον ὅμοιον

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάχραντε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα) 

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Ἰνδίκτου

Ποίημα Ἰωάννου Μοναχοῦ

ᾨδὴ α´

Ὁ Εἱρμὸς

Ἦχος α´

 ὁ α’ χορὸς

ᾊσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχῳ ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

ᾊσωμεν πάντες λαοί,…..

ὁ α’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

ᾊσωμεν πάντες Χριστῷ, δι᾿ οὗ συνέστη τὰ πάντα, καὶ ἐν ᾧ διατελεῖ ἀδιάπτωτα, ὡς ἐξ ἀνάρχου φύντι, Θεοῦ Πατρὸς ἐνυποστάτῳ Λόγῳ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

ᾊσωμεν πάντες Χριστῷ, τῷ πατρικῇ εὐδοκίᾳ, ἐπιφανέντι ἐκ Παρθένου καὶ κηρύξαντι, ἐνιαυτὸν Κυρίου δεκτόν, ἡμῖν εἰς ἀπολύτρωσιν, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁ α’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐν Ναζαρὲτ εἰσελθών, ὁ παροχεὺς τοῦ νόμου, ἐν ἡμέραις τῶν σαββάτων ἐδίδασκε, νομοθετῶν Ἑβραίοις, τὴν ἔλευσιν αὐτοῦ τὴν ἄφραστον, δι᾿ ἧς ὡς ἐλεήμων, σώσει τὸ γένος ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

ᾊδοντες πάντες Πιστοί, τὴν ὑπερθαύμαστον Κόρην, τὴν τὸν Χριστὸν τῇ οἰκουμένῃ ἀνατείλασαν, καὶ χαρᾶς τὰ πάντα πληρώσασαν, τῆς ἀϊδίου ζωῆς, ἀεὶ ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Κανὼν τῶν Ἁγίων Γυναικῶν, οὗ ἡ Ἀκροστιχίς.

Στερρῶν Γυναικῶν Μαρτύρων μέλπω πόνους.

ᾨδὴ α´ Ἦχος δ´

Ἀνοίξω τὸ στόμά μου

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Στερρῶς τὸν ἀντίπαλον, κατηγωνίσασθε Μάρτυρες, ἀσκήσει μὲν πρότερον, ἔπειτα δεύτερον, τῇ δι᾿ αἵματος, ἀθλήσει, διὰ τοῦτο, ὑμῶν τὰ μνημόσυνα, πίστει γεραίρομεν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Τρωθεῖσαι τῷ ἔρωτι, τοῦ δι᾿ ἡμᾶς ὑπομείναντος, σταυρόν τε καὶ θάνατον, τούτου τοῖς ἴχνεσιν, ἠκολούθησαν, αἱ Ἁγίαι γυναῖκες, σαρκὸς τὴν ἀσθένειαν, ἐπιλαθόμεναι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἑλλήνων θρησκεύματα, καὶ τῶν δαιμόνων ἱδρύματα, τῷ ὅπλῳ τῆς πίστεως, κατηδαφίσατε, καὶ προσήχθητε, ναῷ ἐπουρανίῳ κειμήλια ἔμψυχα, Μάρτυρες πάνσεμνοι.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ῥωσθεῖσαι τῇ χάριτι, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος Πανάμωμε, κόραι νεάνιδες, διεκρούσαντο, βασάνων τρικυμίαν, καὶ σοῦ ἀπηνέχθησαν, ὀπίσω χαίρουσαι.

Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.

Δέχου τὸν ὕμνον, Συμεὼν πανόλβιε.

Ἄνευ τῶν Θεοτοκίων. Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α´ Ἦχος πλ. δ´

ᾊσωμεν τῶ Κυρίω

ὁ α΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Δίδου μοι ἐν ὀργάνῳ, γλώττης σαθρῷ, ὦ θεοφόρε Συμεών, τῷ τὴν ᾠδὴν σοι πλέκοντι, ταῖς δεήσεσι ταῖς σαῖς, γνώσεως φῶς θεοδίδακτον.

ὁ β΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἔγνωσαν τὴν σοφίαν, Πάτερ τὴν σήν, Πέρσαι Αἰθίοπτες, Ἰνδοὶ καὶ Σκύθαι καὶ Ἀράβων πληθύς, καὶ ἐδόξασαν Χριστόν, τὸν διὰ σοῦ δοξαζόμενον.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Χάριτος ἐπληρώθης πνευματικῆς· ποιμαντικῶν γὰρ ἐκ σηκῶν, ὡς, Ἰακὼβ Δαυῒδ καὶ Μωσῆς, ἀρχηγέτης λογικῶν, ὤφθης θρεμμάτων Μακάριε.

ὁ β΄ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἄχραντε Θεοτόκε, χαῖρε σεμνή, ἡ τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ χωρήσασα, λυτρωθῆναι τῶν δεινῶν, αἴτησαι τοὺς ἀνυμνοῦντάς σε.

Τῆς Ἰνδίκτου

ᾨδὴ γ´ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ Ἅγιος, πλήν σου φιλάνθρωπε.

ὁ β’ χορὸς

Στερέωσόν με Χριστέ

ὁ α’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Στερέωσον ἀγαθέ, ἣν κατεφύτευσε πόθῳ, ἐπὶ τῆς γῆς ἡ δεξιά σου, κατάκαρπον ἄμπελον, φυλάττων σου τὴν Ἐκκλησίαν Παντοδύναμε.

ὁ β’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐν ἔργοις πνευματικοῖς, θεοτερπέσι κομῶντας, τὸ ἔτος τοῦτο, διαγαγεῖν καταξίωσον Κύριε, τοὺς πίστει σε μέλποντας, Θεὸν τοῦ παντός.

ὁ α’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Γαλήνιόν μοι Χριστέ, τὸν ἐνιαύσιον κύκλον δίδου οἰκτίρμον, καὶ ἔμπλησόν με τῶν λόγων τῶν θείων σου, οὓς ὤφθης φάσκων, Ἰουδαίοις ἐν σάββασιν.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτοκίον

Ὡς μόνην ὑπερφυῶς, τὴν ὑπεράνθρωπον χάριν, ἐν τῇ γαστρί σου δεξαμένην ἀτρέπτως σκηνώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἀεὶ σε δοξάζομεν.

Τῶν Ἁγίων Γυναικῶν

Τόξον δυνατῶν

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ῥώμῃ πανσθενεῖ ῥωννύμεναι, τὴν τῶν ἀντιπάλων κατεπαλαίσατε δύναμιν, διὰ τοῦτο ὡς νικηφόροι, πρὸς Χριστοῦ ἐστεφανώθητε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ὤφθη τῶν θηρῶν τὰ χάσματα, θείᾳ δυναστείᾳ τοῦ Χριστοῦ ἀνενέργητα, καὶ ἐρρύσθητε θεοφόροι, ἀβλαβεῖς Θεὸν γεραίρουσαι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Νεύσει πρὸς Θεὸν θεούμεναι, τῆς πολυθεΐας τὸν κρυμὸν ἀπεκρούσασθε, καὶ πρὸς θάλψιν τῆς ἄνω δόξης, Ἀθληφόροι κατηντήσατε.

β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Γνόντες εὐσεβῶς κηρύττομεν, σὲ παναληθῆ Θεοῦ Μητέρα Πανάμωμε· διὰ σοῦ γὰρ ἡμῖν ὁ Πλάστης, ὁμιλῆσαι κατηξίωσεν.

Τοῦ Ὁσίου

Τὸν φόβον σου

ὁ α΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 Ὀξέως φυγών, τὴν νιφετώδη φορὰν τῶν πνευμάτων, πρὸς σωτήριον ηὐτομόλησας μονὴν Συμεών, ἐξ ἧς καὶ τὴν ἀγήρω ζωὴν ἐκαρπώσω.

ὁ β΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπέκλινας χαίρων, τὴν πειθήνιον ἀκοήν σου Παμμακάριστε, τῷ Δεσπότῃ μακαρίζοντι, καὶ μακαριζομένην εὗρες πολιτείαν.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Τοῦ λόγου δεξάμενος τὰ σπέρματα, τῆς καρδίας σου ταῖς αὔλαξι, τῶν δακρύων ἐπιβλύσεσι Χριστῷ, πολύχουν στάχυν, ἀρετῶν ἐδρέψω.

ὁ β΄ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἀρρήτως συνέλαβες Θεόνυμφε, τὸν Σωτῆρά τε καὶ Κύριον, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σ ε Θες μν,…   

Κοντάκιον τοῡ Ὁσίου (χύμα)

Ἦχος β´ Αὐτόμελον

Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι᾿ αὐτοῦ συνόμιλος, τῶν Αγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Τοῦ Συμεὼν τὸν ἄμεμπτον βίον, ποία γλῶσσα ἀνθρώπων ἐξαρκέσει ποτέ, πρὸς ἔπαινον ἐξηγήσασθαι; ὅμως ὑμνήσω Θεοῦ σοφία, τὰ τοῦ ἥρωος ἆθλα καὶ τοὺς ἀγῶνας, τοῦ ἐν τῇ γῇ ὡς φωστῆρος φανέντος τοῖς πᾶσι βροτοῖς, καὶ μεγάλως τῇ καρτερίᾳ τῷ χορῷ τῶν Ἀγγέλων ἐκλάμψαντος· σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ, πρεσβεύων οὐ παύει ὑπὲρ πάντων ἡμῶν.

 

Κάθισμα τοῦ Ὁσίου

ὁ α’ χορὸς

Ἦχος πλ. δ᾿

Τὴν Σοφίαν καὶ Λόγον

Ὑπερζέσας τῇ πίστει Πάτερ σοφέ, καὶ προσκαίρων ἁπάντων ὑπεριδών, Χριστῷ ἠκολούθησας, τῇ δυνάμει τοῦ Πνεύματος, ἐγκρατείᾳ τήξας, τὸ σῶμά σου Ὅσιε, οὐρανῶν τὴν δόξαν, ἀεὶ προορώμενος· ὅθεν καὶ ἐφεῦρες, πρὸς ἀνάβασιν θείαν, τοῦ στύλου τὴν κλίμακα, τῷ σῷ πόθῳ κατάλληλον, Συμεὼν ἱερώτατε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς

Τῶν Ἁγίων Γυναικῶν

Δόξα…

Ἦχος α´

Τὸν τάφον σου Σωτὴρ

Ἀμνάδες λογικαί, τῷ ἀμνῷ καὶ ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν, Ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.

ὁ α’ χορὸς

Τῆς Ἰνδίκτου

Καὶ νῦν… Ἦχος δ´

Κατεπλάγη Ἰωσὴφ

Ὡς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς· Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον, προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.

Τῆς Ἰνδίκτου

ᾨδὴ δ´ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Κατενόησα Παντοδύναμε τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ.

ὁ α’ χορὸς

Κατενόησα Παντοδύναμε….

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἀπαρχὴν σοι ἐνιαύσιον, ὁ λαός σου προσφέρει, Ἀγγέλων ὕμνοις, δοξολογῶν σε Σωτήρ.

ὁ α’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὡς φιλάνθρωπος καταξίωσον, ἀρξαμένους τοῦ ἔτους, καὶ συμπληρῶσαι σοι εὐαρέστως Χριστέ.

ὁ β’ χορὸς

Στίχ. Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Παντοκράτορ μόνε Κύριε, τῶν ἐτῶν τὰς ἑλίξεις, γαληνιώσας τῷ κόσμῳ δώρησαι.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ὡς λιμένα νῦν τῶν ψυχῶν ἡμῶν, καὶ βεβαίαν ἐλπίδα, τὴν Θεοτόκον πάντες ὑμνήσωμεν.

Τῶν Ἁγίων Γυναικῶν

Ὁ καθήμενος

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ὑπομείνασαι βασάνους, καὶ στρεβλώσεις τοῦ σώματος, διαφόροις τρόποις, θλάσιν τε μελῶν καὶ κατάφλεξιν, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, ἀπολαύουσαι, ξύλου ζωῆς, Ἀξιάγαστοι.

ὁ α’ χορὸς

Ὑπομείνασαι βασάνους,………

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Νεανίδων μακαρίων, τὸν ἀγῶνα ἐθαύμασαν, οὐρανῶν Δυνάμεις, ὅπως τὸν ἐχθρὸν ἐτροπώσαντο, ἐν γυναικείᾳ τῇ φύσει δυναμούμεναι, τῇ δυνάμει, τοῦ ἐκ γυναικὸς ἀνατείλαντος.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἀπορρίψασαι τοῦ κόσμου, ματαιότητα ἅπασαν, τῷ Θεῷ καὶ μόνῳ, ὅλῃ τὴ ψυχῇ ἐκολλήθητε· ὅθεν ἀσκήσεως πόνους καὶ ἀθλήσεως, ὑπεμείνατε, Νύμφαι Χριστοῦ καρτερώτατα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ἰσχυρότατον ὡς ὅπλον, τὸν Σταυρὸν περιφέρουσαι, πρὸς τὰς ἐναντίας, ἀντιπαρετάξασθε φάλαγγας, μετὰ Χριστοῦ δὲ τὴν νίκην, ἀπηνέγκασθε, τοῦ νικήσαντος, κόσμον δυνάμει θεότητος.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Καταβέβηκεν ὡς ὄμβρος, ἐπὶ πόκον ἐν μήτρᾳ σου, Κύριος, ὡς ἔφη, πάλαι ὁ Προφήτης Πανάμωμε, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, ἀπεγέννησας, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Τοῦ Ὁσίου

Εἰσακήκοα Κύριε

ὁ β΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐκ ἐν ψάμμῳ Πανόλβιε, ἀλλ᾿ ἐν βαθυτάτοις πόνοις σου θέμενος, τὴν κρηπῖδα τῆς ἀσκήσεως, ἀρετῶν ἐδείμω πύργον ἄσειστον.

ὁ α΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐκ ἐν ψάμμῳ Πανόλβιε…….

ὁ β΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νεμομένης τὸ σῶμά σου, σχοίνου τραχυτάτης φόβῳ καθήλωσαι, τῷ τοῦ πνεύματος, καὶ σχοίνισμα, κληρουχίας θείας εὗρες Ὅσιε.

ὁ α΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑπενόστει τοῦ σώματος, τὰ ἐγκεκρυμμένα πάθη πανόλβιε, ἐν σαπρίᾳ κοιταζόμενον, τῶν σκωλήκων Πάτερ δεδιότων σε.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Μετὰ πάθος ἑκούσιον, τὸν ζωοποιὸν νεκρὸν ἐκμιμούμενος, ὥς περ μνήματι τῷ φρέατι, σεαυτὸν ζοφώδει ζῶντα δέδωκας.

ὁ α΄ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Μαρία δυσώπει πάντοτε, τοῖς οἰκέταις σου δωρήσασθαι, ….

ὁ β’ χορὸς

………….τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Τῆς Ἰνδίκτου

ᾨδὴ ε´ Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Τὴν εἰρήνην τῷ κόσμῳ παράσχου φιλάνθρωπε.

ὁ β’ χορὸς

Ἐκ νυκτὸς ὀρθρίζοντες……..

ὁ α’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ὁ πληρῶν τὰ σύμπαντα χρηστότητος Χριστέ, σὺ εὐκραῆ καὶ εὔφορον, εὐλογίαις στεφανούμενον, τὸν πολύκυκλον χρόνον, τοῖς δούλοις σου δώρησαι.

ὁ β’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Τὴν τοῦ ἔτους ἄμειψιν ἀνάδειξον ἡμῖν, μεταβολὴν πρὸς κρείττονα, εἰρηναίαν τε κατάστασιν, τοῖς εἰδόσί σε Λόγε Πατρὶ συναΐδιον.

ὁ α’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἐπὶ γῆς ἐλήλυθας συνάναρχε Πατρί, τοῖς αἰχμαλώτοις ἄφεσιν, καὶ πηροῖς ἀνάβλεψιν, πρὸς Πατρὸς ἀναγγέλλων, ὁ χρόνων ἐπέκεινα.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὰς ἡμῶν ἐλπίδας Θεοτόκε ἁγνή, καὶ τὴν ἡμῶν πεποίθησιν, ἐπὶ σὲ ἀνατιθέμεθα· εὐμενῆ ἡμῖν δίδου, Παρθένε ὃν ἔτεκες.

Τῶν Ἁγίων Γυναικῶν

Ἀσεβεῖς οὐκ ὄψονται

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ὡς ἀμνάδες ἄμωμοι, ὡς θύματα δεκτά, τῷ ἀμνῷ τῷ ἀληθινῷ, καὶ ποιμένι Μάρτυρες προσηνέχθητε, προσφοραὶ ὁλόκληροι, καὶ δεκτὰ ὁλοκαυτώματα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Νεκρωθεῖσαι σώματι, ἐζήσατε ψυχή, τοῦ νεκρώσαντος τὴν ἰσχύν, τοῦ θανάτου Μάρτυρες ὡς μιμησάμεναι, καὶ σταυρὸν καὶ θάνατον, καὶ τὰ πάθη τὰ ἑκούσια.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Μίαν γνώμην φέρουσαι, ἐν σώμασι πολλοῖς, ἕνα Κύριον Ἰησοῦν, διαφόροις μάστιξι καταξαινόμεναι, καὶ πυρὶ καιόμεναι, ὡμολόγουν αἱ θεόφρονες.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ἀνόρθωσον πεσόντα με, ἐν λάκκῳ πειρασμῶν, καὶ κυβέρνησον ἡ Θεόν, κυβερνήτην τέξασα, μόνη Πανάμωμε, τὸν τὰ πρὶν ἑνώσαντα, διεστῶτα ἀγαθότητι.

Τοῦ Ὁσίου

Φώτισον ἡμᾶς

ὁ α΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Νέον Δανιήλ, Συμεὼν Χριστὸς σε ἔδειξεν· ἐκ γὰρ λάκκου θηριώδους σε, δι᾿ ἐμφανείας, ἀλώβητον ἀνεκόμισεν.

ὁ β΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὅλον σεαυτόν, τῷ Κυρίῳ ἀναθέμενος νιφετοῦ κρυμοῦ καὶ καύσωνος, ταῖς ἐναντίαις, πιότησιν ἐγγεγύμνασο.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Νέος Μωϋσῆς, καὶ Ἠλίας ἀναδέδειξαι, ἐν μιᾷ τεσσαρακονθήμερον, τροφῇ ἀνύων, διὰ βίου παντὸς Ὅσιε.

ὁ β΄ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Δυσώπησον ἀεί, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἀπειρόγαμε Μαρία ἁγνή, τοῦ καταπέμψαι ἡμῖν…

ὁ α’ χορὸς

…… τοῖς πιστοῖς τὸ ἔλεος.

Τῆς Ἰνδίκτου

ᾨδὴ ς´ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.

ὁ α’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Πολιτείας ἀπάρξασθαι, εὐαρέστου σοι Δέσποτα, σὺν τῇ ἐτησίῳ ὑπάρξει, ἡμᾶς καταξίωσον.

ὁ β’ χορὸς

Στίχ.Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Ἡμερῶν τῶν τοῦ πνεύματος, ἐν μεθέξει τοῦ νόμου σου, ἀνάδειξον πλήρεις οἰκτίρμον, Σωτὴρ τοὺς ὑμνοῦντάς σε.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τοὺς εἰς σὲ καταφεύγοντας, ἀπὸ πάσης δεόμεθα, ῥῦσαι ἀπειλῆς ἡ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Τῶν ἁγίων Γυναικῶν

Ἐβόησε, προτυπῶν

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ῥηγνύμενον, καὶ ποσὶ γυναικῶν συμπατούμενον, καθορῶσα, ἡ προμήτωρ ἐνθέως ἀγάλλεται, τὸν αὐτὴν δολίως, Παραδείσου τὸ πρὶν ἐξορίσαντα.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Τὴν ἄσκησιν, τῇ ἀθλήσει προθύμως συνάψασαι, τῷ νυμφίῳ, τῶν ψυχῶν νῦν ἀφθόρως συνήφθητε, καὶ νυμφῶνι θείῳ, γηθομένη ψυχὴ ἐναυλίζεσθε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπέρ ἡμῶν.

Ὑψούμενα, τῶν βασάνων τὰ ἄγρια κύματα, τῶν Μαρτύρων, τὰς ὁλκάδας βυθίσαι οὐκ, ἴσχυσαν· κραταιᾷ χειρὶ γάρ, πρὸς τοὺς θείους λιμένας κατήντησαν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Ῥημάτων σου, τὰς ἐκβάσεις ὁρῶσα μεγάλυνον, ἐπὶ πλεῖον, Θεομῆτορ τὸν σὲ μεγαλύναντα· γενεαὶ γὰρ πᾶσαι, σὲ ἰδοὺ ἀληθῶς μακαρίζουσι.

Τοῦ Ὁσίου

Χιτῶνά μοι παράσχου

ὁ β΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σημείων καὶ τεράτων σε Χριστός, αὐτουργὸν ἀνέδειξε, τῆς θείας Μακάριε, ἐνεργείας δεδειχὼς ἐνδιαίτημα.

ὁ α΄ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὑψώθη σου τὸ σῶμα Συμεών, ὡς σταυρῷ τῷ κίονι· διὸ συνδεδόξασαι, τῷ ἐν ξύλῳ διὰ σὲ ὑψωθέντι Χριστῷ.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Μετάρσιον πορείαν ἐφευρών, Συμεὼν θεσπέσιε, πρὸς ὕψος οὐράνιον, τοὺς ὑμνοῦντάς σε πιστῶς ἀνακόμιζε.

ὁ α΄ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ναὸν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ Πιστοὶ καταγγέλλομεν.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον τῆς Ἰνδίκτου,

ἦχος δ΄, «῾Ο ὑψωθεὶς ἐν τῷ σταυρῷ»

῾Ο τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερ­ούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέ­ει σου, τῷ ἀπείρῳ οἰκτίρμον, πάντας τοὺς λατρεύοντας, σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ, λυτρωτά· εὔ­φο­ρον πᾶσι τὸ ἔτος χορή­γησον.

Ὁ οἶκος

Ἀρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ, ἰσχύι τε παν­τουρ­γικῇ διασῴζοντι πάντα, τὸν ὕμνον δέει ἐκ ψυχῆς προσ­ά­γομεν, ἐντρόμως δυσωποῦντες, παρασχεῖν εὐφορίαν τῇ γῇ, ἐν τῇ σή­μερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρα­τῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις· εὔφορον πᾶσι τὸ ἔτος χορή­γησον Κύριε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους.

Στίχοι

  • Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,

  • Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ.

Στίχοι

  • Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη,

  • Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου.

Στίχοι

  • Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,

  • Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.

  • Ὑψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών, καὶ τῆς ὁσίας Εὐανθίας, καὶ ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυῆ.

Στίχοι

  • Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι.

  • Σὲ δὲ ξενίζει Μάρθα Χριστὸς ἐν πόλῳ.

  • Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι.

  • Λιπὼν Ἰησοῦς, Ἥλιον δόξης βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα γυναικῶν, Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοῦν Διακόνου, καὶ διδασκάλου αὐτῶν.

Στίχοι

  • Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος,

  • Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.

  • Ἀμμοῦν καλύπτραν ἔμπυρον δεδεγμένος,

  • Τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐόδου, Καλλίστης, καὶ Ἑρμογένους.

Στίχοι

  • Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος,

  • Σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.

Ὁ ὅσιος Μελέτιος ὁ νέος, ὁ ἐν τῷ ὄρει Νυουπόλεως ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ἅγιος νεομάρτυς, Ἀγγελῆς ὁ ἐν Κωνσταντινοπόλει μαρτυρήσας κατὰ τὸ 1680 ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴ α’  Ἦχος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. 

ὁ β’ χορὸς

 ᾠδὴ γ’ 

Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

…εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδὴ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. 

ὁ α’ χορός

ᾠδὴ ε’

Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδὴ Ϛ ‘

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδὴ ζ’

Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. 

ὁ β’ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί  προσκυνοῦμεν τὸν Κύριον

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν. 

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Τῆς Ἰνδίκτου

ὁ α’ χορός

Τοῖς Μαθηταῖς

Θεὲ Θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων, δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες, καὶ σὲ καθικετεύομεν· Τὸ παρόν ἔτος τοῦτο, ὡς ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ, τους Βασιλεῖς καὶ ἅπαντα, τὸν λαόν σου Οἰκτίρμον.

ὁ β’ χορός

Τοῦ Ὁσίου ὅμοιον

Φωστῆρος δίκην Ὅσιε, ὁ φωσφόρος σου βίος, ἀστράψας κατεφώτισε, τὴν ὑφήλιον πᾶσαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι· διὰ στύλου γὰρ Πάτερ, ἀνῆλθες ὡς ἐν κλίμακι, πρὸς Θεὸν ἔνθα πάντων, τῶν ὀρεκτῶν, Συμεὼν τὸ ἔσχατον ὄντως πέλει, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε Μάκαρ.

ὁ α’ χορός

Θεοτοκίον ὅμοιον

Δημιουργὸς καὶ πρύτανις, πάσης κτίσεως πέλων, καιροὺς καὶ χρόνους θέμενος, ἐν τῇ σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον, εὐλογίαις Οἰκτίρμον, χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων, σοῦ τὸν λαόν, ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης σε,

ὁ β’ χορός

……καὶ τῶν θείων Ἀγγέλων.

ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος γ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Στιχηρὰ Ἰδιόμελα.

Ἰωάννου Μοναχοῦ

Προαιώνιε Λόγε τοῦ Πατρός, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ συστησάμενος τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· καὶ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, δωρούμενος εἰρήνην ταῖς Ἐκκλησίαις σου, νίκας τῷ πιστοτάτῳ Βασιλεῖ, εὐφορίαν τε τῇ γῇ, καὶ ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τοῦ αὐτοῦ Ἦχος δ´

Ἡ βασιλεία σου Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας, καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος· διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν σοι, Κύριε δόξα σοι.

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ὁ αὐτὸς Ἀνδρέου Πυροῦ

Αἱ πορεῖαί σου ὁ Θεός, αἱ πορεῖαί σου μεγάλαι καὶ θαυμασταί· διὸ τῆς οἰκονομίας σου, τὴν δυναστείαν μεγαλυνοῦμεν, ὅτι φῶς ἐκ φωτός, ἐπεδήμησας εἰς ταλαίπωρον κόσμον σου, καὶ τὴν πρώτην ἀνεῖλες ἀράν, τοῦ παλαιοῦ Ἀδάμ, ὡς ηὐδόκησας Λόγε, καὶ ἡμῖν ἐν σοφίᾳ, καιροὺς καὶ χρόνους ὑπέθου, τοῦ δοξάζειν τὴν παντουργικήν σου ἀγαθότητα, Κύριε δόξα σοι.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος β᾿ Γερμανοῦ

Ὅτε τῷ πάθει σου Κύριε, τὴν οἰκουμένην ἐστερέωσας, τότε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν, Γυναῖκες ἠνδρίσαντο, κατὰ τοῦ πικροτάτου τυράννου· καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι, πάλαι ἐν τῇ τρυφῇ τοῦ Παραδείσου γεγόνασιν, εἰς δόξαν σοῦ τοῦ γεννηθέντος ἐκ γυναικός, καὶ σώσαντος τὸ γένος τῶν ἀνθρώπων.

ὁ α’ χορός

Δόξα Πατρί…

Τοῦ Ὁσίου Ἦχος β´

Ἐκ ῥίζης ἀγαθῆς, ἀγαθὸς ἐβλάστησε καρπός, ὁ ἐκ βρέφους ἱερὸς Συμεών, χάριτι μᾶλλον ἢ γάλακτι τραφείς· καὶ ἐπὶ πέτραν τὸ σῶμα ὑψώσας, πρὸς Θεὸν δὲ ὑπερυψώσας τὴν διάνοιαν, αἰθέριον διεδομήσαντο ταῖς ἀρεταῖς ἐνδιαίτημα, καὶ ταῖς θείαις δυνάμεσι συμμετεωροπορῶν, Χριστοῦ γέγονεν οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος πλ. δ´

Γερμανοῦ

Ὁ ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν σου εὐλόγησον, τὸν δὲ πιστὸν Βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχύν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δοξολογία Μεγάλη

εἰς ἦχον  β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

Τὸ   Ἀπολυτίκιον  τῆς Ἰνδίκτου

Ἦχος β᾿

Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχος β´.

Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

Ἀντίφωνον Β’

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β’, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ’, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶ νῦν…

ὁ β’ χορός

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον Γ’

ὁ α’ χορός

Στίχ. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ.

Τὸ   Ἀπολυτίκιον  τῆς Ἰνδίκτου

Ἦχος β᾿

Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἐν Σιών.

Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, …….

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός …
ὁ β’ χορὸς

…ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται  συλλείτουργον)

ὁ α’ χορός

Τὸ   Ἀπολυτίκιον  τῆς Ἰνδίκτου

Ἦχος β᾿

Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

ὁ β’ χορὸς

Ἦχος βαρὺς

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ Κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῶ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.

 

ὁ α’ χορός

Τοῦ Ὁσίου Ἦχος α´

Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Τοῦ Ναοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  τῆς Ἰνδίκτου

ἦχος δ΄, «῾Ο ὑψωθεὶς ἐν τῷ σταυρῷ»

῾Ο τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερ­ούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέ­ει σου, τῷ ἀπείρῳ οἰκτίρμον, πάντας τοὺς λατρεύοντας, σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ, λυτρωτά· εὔ­φο­ρον πᾶσι τὸ ἔτος χορή­γησον.

Τρισάγιον.

᾽Απόστολος

Τῆς Ἰνδίκτου

Προκείμενον. Ἦχος δ’

Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς ἀὐτοῦ.

Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός.

Πρὸς Τιμόθεον Α΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα (2:1-7)

Τέκνον Τιμόθεε, παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ― ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, ― διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

Ἀλληλούϊα. (γ΄) Ἦχος δ΄

Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών.

Στίχ. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.

Εὐαγγέλιον

Εὐαγγέλιον τῆς Ἰνδίκτου

Ἐκ τοῦ κατὰ Λουκᾶν.

(δ΄ 16 – 22)

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς εἰς Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. Καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου ᾽Ησαΐου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον, Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε· Ἀλληλουΐα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

   ἦχος πλ. α’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

Ἀπόλυσις

1 ΣΕΠ15 ΕΟΡΤΗ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s