ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ (2015)

1 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015

† ᾿Αρχὴ τῆς ᾿Ινδίκτου, ἤ τοι τοῦ νέου ἐκκλη­σι­α­στικοῦ ἔτους· ᾿Ιησοῦ τοῦ Ναυή (1440 π.Χ.), ᾿Αμμοὺν δια­κόνου καὶ τῶν σὺν αὐ­τῷ 40 γυναικῶν παρθέ­νων καὶ ἀσκη­τριῶν μαρτύρων· Καλλίστης, Εὐ­ό­δου καὶ ῾Ερμογένους τῶν αὐ­ταδέλφων μαρτύρων· Συμεὼν στυ­λί­του (†459). Μελετίου ὁσίου

Τῌ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (31/8/15)

 

ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ὁ α’ χορός: Ἀμήν.

ὁ Ἀναγνώστης:

  •    Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

  • Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς ργ’ (103)

  • Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

  • Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

  • Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.

  • Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.

  • Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

  • Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

  • Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.

  • Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.

  • Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.

  • Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.

  • Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.      

  • Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.

  • Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.

  • Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.

  • Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.

  • Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.

  • Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.

  • Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.

  • Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.

  • Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.

  • Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.

  • Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.

  • Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.

  • Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.

  • Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.

  • Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.

  • Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

  • Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.

  • Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.

  • Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

  • Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.

  • Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.

  • Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

  • ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.

  • Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.

  • Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Καὶ πάλιν

  • Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.

  • Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα Πατρί… Καὶ νῦν …

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

                       ὁ διάκονος:

  • Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

ὁ α’ χορός: Ἀμήν.

ὁ α’ χορός

Ἦχος α΄Ψαλμὸς ρμ’ (140)

  • Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

     ὁ β’ χορός

  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

ὁ α’ χορός

Ἦχος α΄

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Τῶν οὐρανίων ταγμάτων

Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν, βοήσωμεν τῷ Κτίστῃ· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τὰ πταίσματα.

ὁ β’ χορός

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.

Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ…………..

ὁ α’ χορός

Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Ὡς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως, σοὶ τῷ πάντων Δεσπότῃ, ἀξίως κατεστρώθη οὕτω καὶ νῦν, τὰ ὀστᾶ διασκόρπισον, τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν, ψαλμικῶς παρὰ τὸν ᾍδην Χριστέ.

ὁ β’ χορός

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας ποτέ, αὐτὸς καὶ νῦν ἐν πόλει, Ναζαρὲτ κατὰ σάρκα, βιβλίον κατεδέξω προφητικόν, ἀναγνῶναι Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαούς, πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ σοί.

                                      

ὁ α’ χορός

   Ἦχος πλ. α’

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Αὐτόμελον

Ὅσιε Πάτερ, καλὴν ἐφεῦρες κλίμακα, δι᾿ ἧς ἀνῆλθες ἐν τῷ ὕψει, ἣν εὗρεν Ἠλίας ἅρμα πυρός· ἀλλ᾿ ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε, σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου, Οὐράνιε ἄνθρωπε, ἐπίγειε ἄγγελε, φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ὅσιε Πάτερ, εἰ ἦν τὸν στῦλον φθέγξασθαι, οὐκ ἂν ἐπαύσατο βοῶν σου, τοὺς πόνους τοὺς μόχθους τοὺς ὀδυρμούς· ἀλλ᾿ ἐκεῖνος ἐβαστάζετο, εἴπερ ἐβάσταζεν, ὡς δένδρον πιαινόμενος ἐκ τῶν δακρύων σου, ἐξέστησαν Ἄγγελοι, ἐθαύμασαν ἄνθρωποι, δαίμονες ἔπτηξαν τὴν ὑπομονήν σου, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὅσιε Πάτερ, δυνάμει θείου Πνεύματος, τὸν σὸν μιμούμενος Δεσπότην, ἐν στύλῳ ἀνῆλθες ὡς ἐν σταυρῷ· ἀλλ᾿ ἐκεῖνος τὸ χειρόγραφον πάντων ἐξήλειψε, σὺ δὲ τήν ἐπανάστασιν τῶν παθῶν ἔλυσας, ἐκεῖνος ὡς πρόβατον, καὶ σὺ ὥσπερ σφάγιον· ἐκεῖνος ἐν σταυρῷ, καὶ σὺ ἐν τῷ στύλῳ, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Στιχηρὰ Ἰδιόμελα τοῦ Ὁσίου

Ἦχος β᾿

ὁ β’ χορός

Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Τὸ μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει, Ὅσιε Πάτερ Συμεών, καὶ τὸ πρᾶον τῆς καρδίας σου θεράπον μακάριε· εἰ γὰρ καὶ μετέστης ἐξ ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλ᾿ οὐκ ἀπέστης ἀφ᾿ ἡμῶν τῷ πνεύματι, ἐν ἀγάπῃ Θεῷ παριστάμενος, καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανοῖς, μεθ᾿ ὧν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Ὁ αὐτὸς Κυπριανοῦ

Ἡ τῶν λειψάνων σου θήκη Πανεύφημε Πάτερ, πηγάζει ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα, ἀξίως ἀγάλλεται. Ἔχων οὖν πρὸς Κύριον, Ὅσιε παρρησίαν, καὶ μετὰ τῶν Ἀσωμάτων χορεύων ἐν οὐρανοῖς, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Ὁ αὐτὸς Γερμανοῦ

Ἠγάπησας θεοφόρε, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ, θεῖον ἀνεδείχθης· καὶ ὢν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν σοφὲ Συμεών.

 ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. β´

Γερμανοῦ

Θεία χάρις ἀπῃώρητο, ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, ἡγιασμένε Συμεών· διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμενοι· Ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν… ὁ αὐτὸς

Βυζαντίου

Ὁ Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.

 

Εἴσοδος.

Σοφία Ὀρθοί !

 

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Ἑσπέρας Προκείμενον

Τῇ Δευτέρᾳ ἑσπέρας 

Ἦχος δ’

ὁ α’ χορός 

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

     ὁ β’ χορός

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

ὁ α’ χορός 

Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

 

 

καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 61, 1-10)

Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.

Λευϊτικοῦ τὸ Ἀνάγνωσμα

(Κεφ. 26, 3-10 καὶ ἐκλογὴ)

Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

  • Ὁ διάκονος:

  • Εἴπωμεν πάντες ….Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀμήν. 

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

  • Ὁ διάκονος:

  • Πληρώσωμεν τὴν ἑσπερινὴν …..

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπόστιχα

Στιχηρὰ Ἰδιόμελα τῆς Ἰνδίκτου.

Ἰωάννου Μοναχοῦ

        ὁ β’ χορός

Ἦχος α´

Ἐπέστη ἡ εἴσοδος τοῦ ἐνιαυτοῦ, συγκαλοῦσα γεραίρειν ταύτην τοὺς λαμπρύνοντας, Καλλίστην, Εὔοδον καὶ Ἑρμογένην, τοὺς αὐταδέλφους ἀθλητάς, Συμεὼν τὸν ἰσάγγελον· Ἰησοῦν τὸν τοῦ Ναυῆ, τοὺς ἐν Ἐφέσῳ Ἑπταρίθμους Παῖδας, καὶ τὴν τετραδεκαπύρσευτον τῶν Ἁγίων Γυναικῶν χορείαν· ὧν ταῖς μνείαις κοινωνοῦντες, φιλέορτοι, βοήσωμεν ἐκτενῶς· Κύριε, εὐλόγησον τὰ ἔργα τῶν χειρῶν σου, καὶ καταξίωσον ἡμᾶς λυσιτελῶς περαιῶσαι, τὴν τοῦ χρόνου περίοδον.

       ὁ α’ χορός

Ὁ αὐτὸς

Στίχ.  Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.

Τοῦ αὐτοῦ

Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ, καὶ τὴν πόλιν ἡμῶν φύλαττε ἀπολιόρκητον· τοὺς δὲ πιστοὺς Βασιλεῖς ἡμῶν, ἐν τῇ δυνάμει σου εὔφρανον, νίκας χορηγῶν αὐτοῖς κατά των πολεμίων, διά της Θεοτόκου δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

      ὁ β’ χορός

Ἦχος β᾿

Στίχ. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Κυπριανοῦ

Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ αἱ ὁδοί σου ἀνεξιχνίαστοι· πέλεις γὰρ σοφία τοῦ Θεοῦ, καὶ ὑπόστασις τελεία καὶ δύναμις, συνάναρχός τε καὶ συναΐδιος συνεργία· διὸ παντοδυνάμῳ ἐξουσίᾳ κόσμῳ ἐπεδήμησας, ζητῶν ὃ ἐκάλλυνας πλάσμα, ἀνεκφράστως ἐξ ἀπειράνδρου Μητρός, μὴ τραπεὶς τῇ θεότητι, διαθέμενος ὅρους καὶ χρόνους, εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε, διὰ τοῦτό σοι βοῶμεν, Ἀγαθὲ Κύριε, δόξα σοι.

        ὁ α’ χορός

ὁ αὐτὸς

Στίχ. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος

Ἰωάννου Μοναχοῦ

Ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, προαιώνιε Λόγε τοῦ Πατρός, καὶ τὴν σύμπασαν κτίσιν, παντοδυνάμῳ σου λόγῳ συστησάμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰς αἱρέσεις κατάβαλε, διὰ τῆς Θεοτόκου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

        ὁ β’ χορός

Δόξα… Ἦχος πλ. α᾿

Ὅσιε Πάτερ, καλὴν ἐφεῦρες κλίμακα, δι᾿ ἧς ἀνῆλθες ἐν τῷ ὕψει, ἣν εὗρεν Ἠλίας ἅρμα πυρός· ἀλλ᾿ ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε, σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου, Οὐράνιε ἄνθρωπε, ἐπίγειε ἄγγελε, φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

        ὁ α’ χορός

Καὶ νῦν… ὁ αὐτὸς

Ἰωάννου Μοναχοῦ

Σὺ Βασιλεῦ, ὁ ὢν καὶ διαμένων, καὶ εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου φιλάνθρωπε τῇ γῇ σου εὐφορίαν, εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ Βασιλεῖ συμπολέμει, κατὰ ἀθέων βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς σου, καὶ τὸν πανάγιον τόπον ἐμίαναν Σῶτερ· ἀλλ᾿ αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς Θεοτόκου· νίκη γὰρ σὺ τῶν Ὀρθοδόξων καὶ καύχημα.

ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ὁ Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).

Δόξα Πατρὶ… Καὶ νῦν…

  • Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

  • Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

  • Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

  • Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

  • ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί… Καὶ νῦν…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ ἱερεύς:

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀπολυτίκιον  τῆς Ἰνδίκτου

ὁ α’ χορὸς

Ἦχος β᾿

Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

ὁ β’ χορὸς

Δόξα… τοῦ Ὁσίου Ἦχος α´

Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ἦχος βαρὺς

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ Κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῶ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.

Ἀπόλυσις  

«…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν….»

31 ΑΥΓ15 ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s